TLG 1386 001 :: HISTORIA ALEXANDRI MAGNI :: Recensio α sive Recensio vetusta

HISTORIA ALEXANDRI MAGNI Narr. Fict., vel Pseudo–Callisthenes
(Varia)

Cf. et ANONYMI HISTORICI in FGrH (1139 007)

Recensio α sive Recensio vetusta

Source: Kroll, W. (ed.), Historia Alexandri Magni, vol. 1. Berlin: Weidmann, 1926: 1–146.

Citation: Book — chapter — section — (line)

1

.

1

.

1

Οἱ σοφώτατοι Αἰγύπτιοι, θεῶν ἀπόγονοι, γῆς μέτρα καταλαβόμενοι, θαλάσσης κύματα ἡμερωσάμενοι, ποταμὸν Νεῖλον διαμετρησάμενοι, οὐρα‐ νοῦ ἀστροθεσίαν διαψηφισάμενοι, παραδεδώκασι τῇ οἰκουμένῃ ἐπικράτειαν

1

.

1

.

2

† ἀλκὴν λόγου, εὕρεσιν μαγικῆς δυνάμεως. φασὶ γὰρ τὸν Νεκτανεβώ, τὸν τελευταῖον τῆς Αἰγύπτου βασιλέα, μεθ’ ὃν ἡ Αἴγυπτος ἐξέπεσε τῆς τοι‐

1

.

1

.

3

αύτης τιμῆς, τῇ μαγικῇ δυνάμει πάντων περιγενέσθαι. τὰ γὰρ κοσμικὰ στοιχεῖα λόγῳ πάντα αὑτῷ ὑπετάσσετο· εἰ γὰρ αἰφνιδίως πολέμου νέφος ἐπεληλύθει, οὐκ ἔσκυλλε στρατόπεδον οὐδὲ ὅπλων πομπεύματα οὐδὲ σιδήρου ἀκονήματα οὐδὲ πολεμικὰ μηχανήματα, ἀλλ’ εἰσήρχετο εἰς τὰ βασίλεια καὶ
5ἐλάμβανε χαλκῆν λεκάνην καὶ γεμίσας αὐτὴν ὕδατος ὀμβρίου ἔπλαττεν ἐκ κηροῦ πλοιαρίδια μικρὰ καὶ ἀνθρωπάρια καὶ ἐνέβαλλεν αὐτὰ εἰς τὴν λεκάνην καὶ ἔλεγεν ἀοιδήν, κρατῶν ἐβεννίνην ῥάβδον, καὶ ἐπεκαλεῖτο τοὺς

1

.

1

.

4

ἀγγέλους καὶ θεὸν Λιβύης Ἄμμωνα. καὶ οὕτω τῇ τοιαύτῃ λεκανομαντείᾳ τὰ ἐν τῇ λεκάνῃ πλοῖα ..... τῶν ἐπερχομένων πολεμίων ἀπολλυμένων † ἀνθρώπων περιεγένετο· τὸ δ’ αὐτὸ καὶ ἐπὶ τῶν διὰ γῆς ἐπερχομένων.

1

.

2

.

1

Οὕτως οὖν διὰ τῆς πολυπειρίας τοῦ ἀνδρὸς τοῦ βασιλείου διαμένοντος μετὰ ἱκανὸν χρόνον ἐκ τῶν παρὰ Ῥωμαίοις καλουμένων ἐκπλωρατόρων, παρὰ δὲ τοῖς Ἑλλησι κατασκόπων παρὼν ποτέ τις οὕτως εἶπε τῷ βασιλεῖ·

1

.

2

.

2

‘Μέγιστε Νεκτανεβώ, παραπεμψάμενος πάντα τὸ ἐν εἰρήνῃ εἶναι ἐπίσκεψαι. ἐπίκειται γὰρ νέφος οὐκ ὀλίγον μυρίων ἐχθρῶν· εἰσὶ γὰρ Σκύθαι καὶ Ἄραβες καὶ Ὀξύδρακες 〈καὶ Ἴβηρεσ〉 καὶ Σῆρες καὶ Καύκωνες καὶ † Λάπατες καὶ Βοσπόριοι καὶ Ἄγροι καὶ † Ζαλβοὶ καὶ Χαλδαῖοι καὶ Μεσοποτάμιοι καὶ1
5Ἀγριοφάγοι καὶ Εὐωνυμῖται καὶ ὅσα ἐστὶν ἔθνη ἐπὶ τῆς ἀνατολῆς μεγάλα, ἀναρίθμητον στρατὸν ἔχοντα μυρίων ἀνδρῶν σπευδόντων τὴν σὴν Αἴγυπτον

1

.

2

.

3

καταλαβεῖν.‘ Οὕτως εἰπόντος τοῦ στρατάρχου μειδιάσας ὁ Νεκτανεβὼ εἶπεν· ‘Σὺ μὲν καλῶς καὶ ἐπαγρύπνως ἣν πεπίστευσαι φρουρὰν φυλάσσεις, δειλῶς δὲ καὶ οὐ στρατιωτικῶς ἐφθέγξω. οὐ γὰρ δύναμις ἐν ὄχλῳ φαί‐ νεται, ἀλλ’ ἐν τῇ προθυμίᾳ. καὶ γὰρ εἷς λόγος πολλοὺς ἐλαύνει, χειρὶ τῇ
5ἀγαθῇ πολυπλήθειαν καλύψας.‘ Οὕτως εἰπὼν ἀπέπεμψεν αὐτόν.

1

.

3

.

1

Αὐτὸς δὲ εἰς τὰ βασίλεια ἀναστρέψας ἐκέλευσε πάντας ἐκ μέσου γενέσθαι. μονάσας δὲ καὶ τὴν λεκάνην θεὶς εἰς μέσον ἔπλησεν ὕδατος· βαλὼν δὲ
ἐπάνω τὰ κήρινα πλοιαρίδια, ἀράμενος κατὰ χεῖρα τὴν ῥάβδον τῷ δυνα‐ μικῷ λόγῳ ἐχρήσατο. ἀτενίσας δὲ εἰς τὴν λεκάνην εἶδε τοὺς τῶν Αἰγυπτίων2

1

.

3

.

2

θεοὺς τὰ τῶν πολεμίων βαρβάρων πλοιάρια διακυβερνῶντας. διὸ καὶ στοχάσας τὸν τῶν Αἰγυπτίων βασιλέα ὑπὸ τῶν μακάρων ἤδη προδοσίαν ἐσχηκέναι ξυρησάμενος τὴν κεφαλὴν καὶ τὸν πώγωνα πρὸς τὸ ἀλλομορφῆσαι, ἐγκολπωσάμενος χρυσὸν ὅσον ἠδύνατο βαστάξαι, ἔφυγε τὴν Αἴγυπτον διὰ

1

.

3

.

3

τοῦ Πηλουσίου. πολλὰ δὲ περινοστήσας ἔθνη εἰς Πέλλην τῆς Μακεδονίας παρεγένετο, 〈καὶ〉 ὀθόνην ἀμφιασάμενος οἷα προφήτης Αἰγύπτιος 〈καὶ〉 ἀστρολόγος [καὶ] ἐκαθέζετο δημοσίᾳ τῷ προσερχομένῳ σκέπτεσθαι. καὶ ταῦτα μὲν οὕτως.

1

.

3

.

4

Ἐν δὲ τῇ Αἰγύπτῳ ἀφανοῦς γενομένου τοῦ Νεκτανεβῶ ἠξίωσαν οἱ Αἰγύπτιοι τὸν προπάτορα τῶν θεῶν Ἥφαιστον, τί ἄρα ὁ τῆς Αἰγύπτου βασιλεὺς ἐγένετο. ὁ δὲ ἔπεμψεν αὐτοῖς χρησμόν, πρὸς τὸν ἀόρατον τοῦ

1

.

3

.

5

Σινωπίου παραστῆναι, ὃς χρησμοδοτεῖ αὐτοῖς οὕτως· ‘Αἴγυπτον ὁ φυγὼν κραταιὸς ἄλκιμος πρέσβυς βασιλεὺς δυνάστης ἥξει μετὰ χρόνον νέος, τὸ γηραλέον ἀποβαλὼν τύπων εἶδος, κόσμον κυκλεύσας, ἐπὶ τὸ Αἰγύπτου

1

.

3

.

6

πεδίον, ἐχθρῶν ὑποταγὴν διδοὺς ἡμῖν.‘ Οὕτως δοθέντος τοῦ χρησμοῦ τούτου μὴ νοήσαντες τὴν λύσιν εἰς τὴν τοῦ ἀνδριάντος τοῦ Νεκτανεβῶ βάσιν γράφουσι τοὺς στίχους εἰς μνήμην ποτέ που ἐκβησομένου τοῦ χρησμοῦ.

1

.

4

.

1

Ἐν δὲ τῇ Μακεδονίᾳ φανερὸς γίνεται πᾶσιν ὁ Νεκτανεβὼς ἄκρως σκεπτόμενος ἐπὶ τοσοῦτον, ὡς καὶ τὴν Ὀλυμπιάδα θελῆσαι σκέψασθαι ὑπ’ αὐτοῦ καὶ μετακαλέσασθαι αὐτὸν ἀποδήμου τοῦ Φιλίππου πρὸς πόλε‐
μον τυγχάνοντος. ὃς παραγενάμενος εἰς τὰ βασίλεια, ἰδὼν αὐτῆς τὴν3
5εὐμορφίαν τῆς σελήνης διαφορωτέραν, ἄλλως καταφερὴς εἰς τὰς γυναῖκας τυχών, ἀπὸ τῆς ἐρωτικῆς ἐπιθυμίας τὸν νοῦν ἀκονήσας, προτείνας τὴν

1

.

4

.

2

χεῖρα ἠσπάσατο καὶ λέγει· ‘Χαίροις Μακεδόνων βασίλεια‘, μὴ καταξιώσας αὐτὴν δέσποιναν εἰπεῖν, τὸν βασιλικὸν ἔχων λογισμόν. Ὀλυμπιὰς εἶπεν· ‘Χαίροις ἀγαθώτατε μαθηματικέ, καὶ παραβὰς καθέζου.‘ Ὡς δὲ ἐκάθισεν, Ὀλυμπιὰς εἶπεν· ‘Σὺ τυγχάνεις Αἰγύπτιος ἀληθινόσ‘; Νεκτανεβὼς εἶπεν·
5‘Ὡς οἱ δοκιμάσαντες λέγουσιν.‘ Ἡ δὲ εἶπεν· ‘Ποίᾳ σκέψει χρώμενος τὸ

1

.

4

.

3

ἀληθὲς ἀπαγγέλλεις;‘ Ὁ δὲ εἶπεν· ‘Καλῶς ἀπεφήνω ὦ βασίλισσα· πολυσχιδὴς γάρ ἐστι τῆς σκέψεως ἡ κρίσις· εἰσὶ γὰρ ὀνειροκρίται σημειο‐ λύται ὀρνεοσκόποι μάντεις ἀμουμάντεις γενεθλιαλόγοι μάγοι ἀστρολόγοι. ἐγὼ οὖν πάντων τούτων ἐφαπτόμενος, κατ’ ἐξοχὴν προφήτης ὢν Αἰγύπτιος,

1

.

4

.

4

καὶ μάγος εἰμὶ καὶ ἀστρολόγος.‘ Καὶ ταῦτα λέγων δριμύτατον αὐτῇ ἔβλεψεν, ἥτις σημειωσαμένη τὸ βλέμμα εἶπε· ‘Τί λογιζόμενος, προφῆτα κατ’ ἐξοχήν, περιέργως οὕτως μοι ἀπέβλεψασ‘; Νεκτανεβὼς εἶπεν· ‘Ὑπομνησθεὶς χρησμοῦ βασίλισσα· ἤκουσα γὰρ ὑπὸ τῶν ἰδίων θεῶν ποτε, ὅτι βασιλίδι
5σε δεῖ σκέψασθαι καὶ ἅπερ λέγεις ἀληθῆ εὑρεθῆναι.‘

1

.

4

.

5

Ἅμα δὲ τῷ ταῦτα εἰπεῖν προενεγκάμενος πίνακα πολυτίμητον βασι‐ λικόν, ὃν ἑρμηνεῦσαι λόγος οὐ δύναται, ἐξ ἐλέφαντος καὶ ἐβένου καὶ χρυσοῦ καὶ ἀργύρου, τριχάρακτον ζώναις, ἐπὶ μὲν τοῦ πρώτου κύκλου δε‐
κανοὺς ἔχοντα τοὺς λϛʹ, ἐπὶ δὲ τοῦ δευτέρου ζῴδια τὰ ιβʹ, ἐπὶ δὲ τοῦ4

1

.

4

.

6

μέσου ἥλιον καὶ σελήνην, ἔθηκεν ἐπὶ δίφρου· εἶτα γλωσσόκομον ἀνοίξας ἐλεφάντινον ὡσαύτως, μικρόν, ἐκκενώσας τοὺς ἑπτὰ ἀστέρας καὶ τὸν ὡροσκόπον ἐξ ὀκτὼ λιθοτέχνων † μετάλλων συνέθηκε τὸν τηλικοῦτον οὐρανόν ἐν ὀλίγῳ κύκλῳ περιφωτίσας, προθεὶς τὸν ἥλιον κρυστάλλου
5λίθου, τὴν σελήνην ἀδάμαντος λίθου, τὸν Ἄρεα αἱματίτου λίθου, τὸν Ἑρμῆν σμαράγδου λίθου, τὸν Δία αἰθερίτου λίθου, τὴν Ἀφροδίτην σαπφείρου λίθου, τὸν Κρόνον ὀφίτου λίθου, τὸν ὡροσκόπον λυγδίνου λίθου. καὶ

1

.

4

.

7

εἶπεν· ‘Λέξον μοι βασίλισσα ἐνιαυτόν, μῆνα καὶ τὴν ἡμέραν καὶ τὴν ὥραν τῆς ἑαυτῆς γεννήσεως.‘ Τῆς δὲ εἰρηκυίας ὁ Νεκτανεβὼς ψηφίζει τὴν ἑαυτοῦ καὶ τὴν αὐτῆς γέννησιν, εἰ συναστρεῖ. ἰδὼν δὲ εὖ κειμένην τὴν ἀστροθεσίαν φησί· ‘Τί θέλεις ἀκοῦσαι βασίλισσα‘; Ἡ δὲ εἶπε· ‘Τὰ περὶ
5τὸν Φίλιππον μαθεῖν θέλω· φημίζεται γάρ μοι μετὰ τὸν πόλεμον ἀπο‐

1

.

4

.

8

βαλεῖν με καὶ γαμεῖν ἄλλην.‘ Ὁ Νεκτανεβὼς εἶπε· ‘Ψευδὴς ἡ φήμη γέγονε βασίλισσα τοῦ νῦν χωρισμοῦ· μετὰ καιρὸν γὰρ ὄντως τοῦτο γίνεται. πλὴν δύναμαί σοι ὡς Αἰγύπτιος προφήτης 〈καὶ〉 μάγος εἰς πολλὰ βοηθὸς γενέσθαι, ὅταν μου 〈ἐπὶ〉 πράγει τοιούτῳ χρεία γίνηται. τὸ γὰρ νῦν
5εἵμαρταί σοι, καθ’ ἣν τέθεικές μοι σαυτῆς γένεσιν, θεῷ ἐπιγείῳ συνελθεῖν καὶ ἐξ αὐτοῦ σύλληψιν ἔχειν καὶ παιδοποιηθῆναί σοι ἔκδικον γενόμενον5

1

.

4

.

9

τέκνον τῶν ὑπὸ Φιλίππου γενομένων ἁμαρτημάτων.‘ Ἡ δὲ εἶπε· ‘Καὶ τίς ἐστιν, ὃν λέγεις θεόν μοι συνευνάζεσθαι;‘ Ὁ δὲ εἶπεν· ‘Ὁ τῆς Λιβύης κεραὸς πλουτηφόρος Ἄμμων.‘ Ἡ δὲ εἶπε· ‘Ποῖός ἐστιν οὗτος τὴν ἡλικίαν, νέος 〈ἢ〉 μεσῆλιξ; τὸν δὲ χαρακτῆρα ποῖός ἐστιν;‘ Ὁ δὲ εἶπε· ‘Τὴν μὲν
5ἡλικίαν μεσῆλιξ, πολιὸς τὴν χαίτην, κέρατα κριοῦ ἐπὶ τῶν κροτάφων ἔχων. [ὥστε ἑτοίμασον σαυτὴν ὡς γυνὴ καὶ βασιλίσσα πρὸς τοὺς γάμους,] καὶ

1

.

4

.

10

θεωρήσεις ὄνειρον καὶ θεόν σοι συγγινόμενον.‘ Ὀλυμπιὰς εἶπε· ‘Πότε;‘ Ὁ δὲ εἶπεν· ‘οὐ μακράν· σήμερον. διὸ καὶ προτρέπομαί σε περὶ σαυτὴν γενέσθαι καθὼς βασιλίδα γυναῖκα· περιπλακήσεται γάρ σοι ταύτῃ τῇ νυκτὶ δι’ ὀνείρων.‘ Ἡ δὲ εἶπε· ‘Τοῦτο ἐὰν ἴδω, οὐχ ὡς προφήτην ἢ μάγον,
5ἀλλ’ ὡς θεόν σε προσκυνήσω.‘

1

.

5

.

1

Οὕτως αὐτῶν ὁμιλησάντων ἐξέρχεται Νεκτανεβὼς ἐκ τῶν βασιλείων. ἀναβολὴν δὲ μηδεμίαν ποιησάμενος ἐπὶ τὴν ἔρημον δραμὼν τίλλει βοτάνας τὰς πρὸς ὀνειροπομπίαν ἁρμοζούσας, δι’ ὧν μαγεύσας τὸν Ὀλυμπιάδος ὕπνον ὄνειρον ἀναγεννᾷ ἧς ἤθελε πράξεως, ὥστε ἀληθῶς κατ’ ὄναρ ἰδεῖν
5τὴν Ὀλυμπιάδα περιπλακέντα αὐτῇ τὸν Ἄμμωνα καὶ συνερχόμενον. ἀνιστάμε‐ νος δὲ λέγει· ‘Γύναι, κατὰ γαστρὸς ἔχεις σὸν ἔκδικον γινόμενον.‘

1

.

6

.

1

Ἀναστᾶσα οὖν τῶν ὕπνων ἡ Ὀλυμπιὰς καί τὸ σύμφωνον τοῦ λόγου θαυμάσασα μετεπέμψατο τὸν μαθηματικὸν καί φησιν· ‘Εἶδον ὃν εἶπές μοι
θεόν, καὶ συνῆλθέν μοι καθὼς μάκαρ ἰδίως· ὥστε με καὶ βούλεσθαι γρη‐ γοροῦσαν αὐτῷ κοινωνεῖν καθ’ ἡμέραν. σοὶ οὖν μελήσει καὶ τοῦτο. πῶς6

1

.

6

.

2

δέ σε τοῦτο λανθάνει θαυμάζω.‘ Ὁ δὲ εἶπεν· ‘Οὐδέν με λανθάνει· ἐπειδὴ δὲ ὁμολογεῖς γρηγοροῦσα θέλειν αὐτῷ συνέρχεσθαι, δεῖ τινὰ πρὸς τοῦτο γενέσθαι σκέψιν. ἄλλο ὄνειρος, ἄλλο αὐτοψία. λογίζομαι οὖν χωρημάτιον λαβεῖν ὑπὸ σοῦ πλησίον τοῦ κοιτῶνος σοῦ, ὅπως ἐρχομένου τοῦ θεοῦ πρὸς
5σὲ φόβῳ τινὶ μὴ περισχεθῇς ὑπουργοῦντός μου ταῖς ἐμαυτοῦ ἐπαοιδαῖς.

1

.

6

.

3

ὁ γὰρ θεὸς οὗτος ἐρχόμενος πρὸς σὲ γίνεται πρῶτον δράκων ἐπὶ γῆς ἕρπων συρισμὸν πέμπων, εἶτα ἀλλάσσεται εἰς κεραὸν Ἄμμωνα, εἶτα εἰς ἄλκιμον Ἡρακλέα, εἶτα εἰς θυρσοκόμον Διόνυσον· εἶτα συνελθὼν ἀνθρωποειδὴς θεὸς ἐμφανίζεται τοὺς ἐμοὺς τύπους ἔχων.‘ Ὀλυμπιὰς εἶπε· ‘Καλῶς

1

.

6

.

4

λέγεις προφῆτα· λάβε τὸν κοιτῶνα. ἐπὰν δὲ γρηγοροῦσα τοῦτον ἴδω, μάθω δὲ τὴν θεοῦ σπορὰν κατεσχηκυῖαν ἐμαυτήν, τιμήσω σε καθὼς βασιλίς, καυχήσομαι δέ σε ὡς καὶ πατέρα τοῦ παιδὸς τυγχάνοντα.‘ Ὁ δὲ εἶπεν· ‘Προεῖπόν σοι τὸν τοῦ δράκοντος συρισμόν, μὴ πτυρῇς τὸ κῆτος,
5μᾶλλον δὲ προσηνὴς αὐτῷ καὶ ἄδειλος ἔσῃ.‘

1

.

7

.

1

Γενομένων οὖν πάντων τῶν προειρημένων οὐκ ἐδειλίασεν ἡ βασίλισσα, ἀλλ’ εὐθαρσῶς ἤνεγκε τὰς τῶν θεῶν μεταμορφώσεις. ὁ δὲ πάλιν ἀνιστάμε‐
νος ἀπ’ αὐτῆς, τύψας αὐτῆς τὴν γαστέρα εἶπε· ‘Σπέρματα ἀνίκητα καὶ ἀνυπότακτα διαμείνατε.‘ Καὶ ταῦτα εἰπὼν ἐξέρχεται πρὸς τὴν ἰδίαν7

1

.

7

.

2

ὑπομονήν. γίνεται οὖν τὸ τοιοῦτον σύνηθες λοιπόν, ἡδέως αὐτῆς ἐχούσης ὡς ὑπὸ δράκοντος, Ἄμμωνος, Ἡρακλέους, Διονύσου πανθέου περιλαμβανο‐ μένης.

1

.

7

.

3

Ὡς δὲ ἡ γαστὴρ ὠγκοῦτο, καλέσασα τὸν Νεκτανεβὼ εἶπε· ‘Προφῆτα τί μέλλω ποιεῖν, ἐὰν παραγενάμενος ὁ Φίλιππος ἔγκυόν με εὕρῃ;‘ Ὁ δὲ εἶπεν· ‘Μηδὲν πτοηθῇς βασίλισσα· ἐν τούτῳ βοηθὸς ἔσται ὁ τρίμορφος θεὸς Ἄμμων, ὄνειρον αὐτῷ δείξας, ὥστε ἀνέγκλητόν σε ὑπ’ αὐτοῦ μεῖναι.‘

1

.

7

.

4

Οὕτω μὲν ἡ Ὀλυμπιὰς ἐπλανᾶτο, ἀνθρωπίνῳ μοιχῷ ὡς θεῷ συνερχομένη, πλὴν Αἰγυπτίῳ βασιλεῖ.

1

.

8

.

1

Καὶ δὴ λαβὼν ἱέρακα πελάγιον καὶ τοῦτον μαγεύσας ὀνειροπομπίαν
ποιεῖ τῷ Φιλίππῳ. εἶδε γὰρ θεὸν εὔμορφον πολιὸν κεραὸν τρόπον Ἄμ‐ μωνος συγκοιμώμενον τῇ Ὀλυμπιάδι 〈καὶ〉 ἀνιστάμενον τῆς κοίτης λέγειν αὐτῇ· ‘Κατὰ γαστρὸς ἔχεις ἐξ ἐμοῦ παῖδα, καὶ σοῦ καὶ τοῦ πατρὸς Φι‐8

1

.

8

.

2

λίππου γενόμενον ἔκδικον.‘ Ὑπενόησε δὲ καὶ τὴν φύσιν αὐτῆς Νειλώᾳ βίβλῳ καταρράπτειν αὐτὸν καὶ σφραγίζειν δακτυλίῳ χρυσῷ ἐν λίθῳ γλυφὴν ἔχοντι κεφαλὴν λέοντος, ἡλίου κράτος καὶ δοράτιον· ἔδοξε δὲ καὶ ἱέρακα ταῖς πτέρυξι διυπνίζειν αὐτόν.

1

.

8

.

3

Ταῦτα ἰδὼν ἀνίσταται καὶ μεταπεμψάμενος ὀνειροπόλον διηγεῖται τὸν χρησμόν. ὁ δέ φησι· ‘Βασιλεῦ καθὼς ἐθεάσω γέγονεν ἔγκυος Ὀλυμ‐ πιάς, πλὴν ὑπὸ θεοῦ. τὸ γὰρ σφραγίζειν τινὰ τὴν φύσιν αὐτῆς πίστεως

1

.

8

.

4

γέμει· οὐδεὶς γὰρ κενὸν ἀγγεῖον σφραγίζει, ἀλλὰ μεστόν. ἐπειδὴ δὲ βίβλῳ καταρραφεῖσα ἦν ἡ φύσις, Αἰγυπτία ἐστὶν ἡ σπορά· οὐδαμοῦ γὰρ βίβλος γεννᾶται εἰ μὴ ἐν Αἰγύπτῳ· πλὴν οὐ ταπεινή, ἀλλὰ λαμπρὰ ἡ τύχη καὶ

1

.

8

.

5

ἔνδοξος καὶ ἐπίσημος διὰ τὸν χρυσοῦν δακτύλιον. τί γὰρ χρυσοῦ ἐνδοξό‐ τερον, δι’ οὗ καὶ θεοὶ προσκυνοῦνται; ὁ δὲ ἥλιος ὁ τῆς γλυφῆς, κεφαλὴ λέοντος καὶ δοράτιον λόγον ἔχει τοιοῦτον· ὁ γὰρ γεννώμενος μέχρι τῆς ἀνατολῆς φθάσει ὥσπερ λέων, δορυαλώτους τὰς πόλεις ποιούμενος. τὸ δὲ
5τὸν θεὸν κριοκέρατον πολιὸν εἶναι, ὁ τῆς Λιβύης Ἄμμων θεός ἐστιν ὁ

1

.

8

.

6

τούτου σπορεύς.‘ Οὕτω κρίναντος τοῦ ὀνειροπόλου συμπαθὴς ἐγένετο Φί‐ λιππος διὰ τὸ ὅλως συνειληφέναι τὴν Ὀλυμπιάδα, κἂν ἐκ θεοῦ.

1

.

9

.

1

Νικήσας οὖν τὸν πόλεμον εἰς τὴν Μακεδονίαν ἐποιήσατο τὴν ἐπά‐
νοδον. ὡς δὲ ἦλθεν εἰς τὰ βασίλεια, ἐνυπόπτως ἡ Ὀλυμπιὰς ἠσπάσατο9

1

.

9

.

2

αὐτόν. ᾗ καὶ ἀποβλέψας ὁ Φίλιππος εἶπε· ‘Τίνι παρεδόθης Ὀλυμπιάς; ... ὅτι ἁμαρτήσασα οὐχ ἥμαρτες· θεὸς γάρ σε εἰς τοῦτο ἐβιάσατο, ἵνα ἐκ θεοῦ γεννήσασα παῖδα Φιλίππου πατρὸς ἀναγορεύσῃς αὐτόν· πάντα

1

.

9

.

3

γὰρ τὰ περὶ σοῦ δι’ ὀνείρων ἐθεασάμην. διὸ ἀνέγκλητος εἶ· πάντα γὰρ δυνάμενοι οἱ βασιλεῖς πρὸς τοὺς θεοὺς οὐδὲν δυνάμεθα.‘ Οὕτως ἐπειπὼν εὔθυμον τὴν Ὀλυμπιάδα ἀπεκατέστησεν.

1

.

10

.

1

Ἐν τοσούτῳ δὲ ἐν τοῖς βασιλείοις κρύφα διάγων ὁ Νεκτανεβὼς ἤκουσε Φιλίππου λέγοντος τῇ Ὀλυμπιάδι· ‘Ἐπλάνησάς με γύναι· οὐ γὰρ

1

.

10

.

2

ἐκ θεοῦ σύλληψιν ἔχεις, ἀλλ’ ὑπὸ ἀνθρωπίνης φύσεως.‘ Ποτὲ δὲ εὐωχου‐ μένων αὐτῶν ἀλλάξας ἑαυτὸν διὰ τῆς μαγείας εἰς δράκοντα πολὺ μείζονα τοῦ πρώτου ἦλθε διὰ μέσου τοῦ τρικλίνου καὶ ἐσύριζεν ἐξακουστὸν καὶ φοβερὸν σύρισμα, ὥστε φόβον τινὰ καὶ ταραχὴν τοῖς κατακειμένοις ἐμβάλ‐

1

.

10

.

3

λεσθαι. ἡ δὲ τὸν ἴδιον ἐραστὴν ἰδοῦσα Ὀλυμπιὰς ἀνακαθίσασα τῆς κλίνης προέτεινε τὴν δεξιάν· ὁ δὲ ἐξεγείρας ἑαυτὸν ἐπέθηκεν ἑαυτοῦ τὸ γένειον εἰς τὴν χεῖρα, τὸ δὲ ὅλον σῶμα πρὸς τὸν κόλπον ... προβαλὼν τὴν δίχηλον γλῶτταν κατεφίλησεν αὐτήν, τεκμήριον στοργῆς καὶ φιλίας πρὸς
5τοὺς θεωμένους καὶ αὐτὸν τὸν Φίλιππον ἐπιδεικνύμενος· καὶ ταῦτα πράξας10

1

.

10

.

4

πρὸς ἔνδειξιν ἀφανὴς ἐγένετο. τοῦτο ὁ Φίλιππος θεασάμενός φησι· ‘Τοῦτον τὸν δράκοντα εἶδον, ὅτε τὸν πόλεμον πρὸς τοὺς ἀντιδίκους συνέκρουον, συρμῷ τὸ πλῆθος αὐτῶν ἀναποδίζειν ποιοῦντα.‘ Ἐμακάριζε μὲν οὖν ἐπὶ τούτῳ λοιπὸν ἑαυτὸν ὁ Φίλιππος, θεοῦ σπορᾶς μέλλων κα‐
5λεῖσθαι πατήρ.

1

.

11

.

1

Μετ’ ὀλίγας δὲ παντελῶς ἡμέρας ἔν τινι συμφύτῳ τόπῳ τῶν βασι‐ λείων καθεζομένου τοῦ Φιλίππου, παντοίων ὄρνεων παρ’ αὐτοῦ τρεφο‐ μένων καὶ ἐν τῷ χωρίῳ νεμομένων, πρὸς τὴν ἡσυχίαν ἐν φιλολόγοις βιβλίοις γενομένου αὐτοῦ ὄρνις ἥμερος νεοττὸς εἰς τοὺς κόλπους αὐτοῦ

1

.

11

.

2

ἁλλομένη ἔτεκεν ὠόν, ὃ κατακυλισθὲν ἐπὶ τῆς γῆς ἐρράγη. ἀφ’ οὗ ἐξε‐ πήδησε μικρὸν δρακόντιον· κυκλεῦσαν δὲ τὸ ὠόν, ὅθεν ἐξῆλθε, καὶ εἰσελ‐

1

.

11

.

3

θεῖν βουλόμενον, πρὶν βαλεῖν ἔσω τὴν κεφαλὴν ἐτελεύτησεν. τούτου γενα‐ μένου ταραχθεὶς οὐ μετρίως ὁ Φίλιππος μετεπέμψατο τὸν κατὰ ἐκεῖνον τὸν καιρὸν ἐπίσημον σημειολύτην Ἀντιφῶντα καὶ ὑφηγεῖται αὐτῷ τὸ γενό‐

1

.

11

.

4

μενον. ὁ δὲ πρὸς τοῦτο εἶπεν· ‘Υἱός σοι ἔσται, ὃς βασιλεύσει καὶ πε‐ ριελεύσεται τὸν ὅλον κόσμον, τῇ ἰδίᾳ δυνάμει πάντας ὑποτάσσων· οὗτος δὲ εἰς τὰ ἴδια συστρέφων ὀλιγοχρόνιος τελευτήσει. ὁ γὰρ δράκων βασι‐ λικόν ἐστι ζῷον, τὸ δὲ ὠὸν παραπλήσιον κόσμῳ, ὅθεν ὁ δράκων ἐξῄει.
5κυκλεύσας δὲ τὸ ὠὸν καὶ συστρέψαι βουλόμενος, πρὶν βάλῃ τὴν κεφαλὴν εἰς τὴν γεγεννηκυῖαν αὐτὸν πατρίδα, ἔξωθεν τετελεύτηκεν.‘ οὗτος μὲν οὖν
ἐπιλύσας τὸ σημεῖον δωνατισθεὶς ἐξῄει.11

1

.

12

.

1

Τοῦ δὲ [τοκετοῦ] χρόνου τῆς κυήσεως πληρωθέντος καθίσασα ἡ Ὀλυμπιὰς εἰς τὸν σωτήριον κυηφόρον δίφρον ὠδίνων ἤρξατο. παραστὰς δὲ αὐτῇ ὁ Νεκτανεβὼς καταμετρήσας τοὺς οὐρανίους τῶν ἀστέρων δρόμους

1

.

12

.

2

πρὸς τὴν τοῦ ζωδιακοῦ κύκλου κίνησιν εἶπεν· ‘Ἀνάστηθι μικρὸν ἐκ τοῦ δίφρου [τὴν ὥραν] περίπατον λαμβάνουσα· ὡροσκοπεῖ γὰρ σκορπίος, καὶ ὁ παμφαὴς Ἥλιος τετράζυγον πλῆθος ἰδὼν αἰθερίων ζῴων κατόπιν ἰόντων

1

.

12

.

3

τὸν γεννώμενον ταύτῃ τῇ ὥρᾳ πάντως ἀπ’ οὐρανοῦ καταστρέφει. Περικρατὴς σεαυτῆς 〈ἔσο〉 ἡ σεβασμία καὶ 〈κατὰ〉 τοῦτον τὸν ἀστέρα· ὡροσκοπεῖ γὰρ Καρκίνος, καὶ Κρόνος ἀπὸ τῶν ἰδίων τέκνων ἐπιβουλευθεὶς διδύμων σπορὰν ἄχρις στάχυος ἐκτεμὼν ἐπὶ ποντομέδοντα Ποσειδῶνα καὶ νερτέριον
5Πλούτωνα † μιμνησκόμενος οὐράνιον Διὸς † ἀμφοῖ τὸν θρόνον. ταύτῃ τῇ

1

.

12

.

4

ὥρᾳ γεννήσεις † ἃ μέλι αὖον· † Ἵκω τὸ βραχὺ καὶ ταύτης τῆς ὥρας· ἡ γὰρ κερασφόρος Μήνη ταύρων ζυγῷ προλιποῦσα τὸν ὕψιστον ἐπὶ γῆς κατέβη, βουκόλον Ἐνδυμίωνα καλὸν περιπτύξουσα παῖδα. διὸ καὶ † τὰ

1

.

12

.

5

χρήσιμα πυρὶ φλεγεὶς τελευτᾷ. Οὐδ’ οὕτως ἐστὶν ὁ † καὶ θερίης ἱλαρὸς τόκος· ἡ γὰρ φιλοθάλαμος Ἀφροδίτη, Ἔρωτος τοξότου μήτηρ, ἀπολέσει συοπλῆγα Ἄδωνιν. ταύτῃ τῇ ὥρᾳ ὁ γεννώμενος Βυβλιάδων γυναικῶν σέλας

1

.

12

.

6

λαβὼν διεγείρει κοπετὸν περὶ αὑτοῦ *** καὶ † τὸν τοῦ λέοντος Ἄρεως
θυμόν· οὗτος γὰρ φίλιππος καὶ πολέμιος, νῦν δὲ ἄοπλος γυμνὸς ὑφ’ Ἡλίου ἐπὶ λέκτρων μοιχιδίων ἐδειγματίσθη· ὅθεν καταφρονηθήσεται ὁ12

1

.

12

.

7

γεννώμενος ταύτη τῇ ὥρᾳ. Ἐπίμεινον ἔτι τοῦτον τὸν Ἑρμοῦ ἀστέρα, βασίλεια, τὸν αἰγοκέρωτα παρὰ τὸν Δυσώνυμον· οὕτως γεννήσεις πολυ‐ γράμματον ἐριστὴν ἑτεροφρονοῦντα *** τὸν ἴδιον παῖδα· ταύτῃ τῇ ὥρᾳ

1

.

12

.

8

τέρας γεννᾷς. Κάθισον εὐκόπως νυνὶ δή, βασίλεια, πρὸς τὸν τῆς εὐεργεσίας δοτῆρα δίφρον καὶ δίδου περισσοτέρας καὶ εὐτονωτέρας τὰς γεννητρίους ὠδῖνας. ὁ γὰρ φιλοπάρθενος Ζεὺς μηροτραφῆ τὸν εὔιον Διόνυσον ἀναδείξας, εὔδιος μεσουρανήσας, κριὸς Ἄμμων γενόμενος ἐπὶ τοῦ Ὑδροχόου
5〈καὶ〉 Ἰχθύων, Αἰγύπτιον ἄνθρωπον κοσμοκράτορα βασιλέα ἀποκαθιστᾷ.

1

.

12

.

9

ταύτῃ τῇ ὥρᾳ γέννησον.‘ Ἅμα δὲ τῷ τοῦτο εἰπεῖν πεσόντος ἐπὶ γῆς τοῦ βρέφους ἀστραπὴ γέγονεν, βροντὴ ἐξήχησε, σεισμὸς ἐγένετο, ὥστε τὸν πάντα κόσμον συγκινηθῆναι.

1

.

13

.

1

Πρὸς ταῦτα Φίλιππος εἶπεν· ‘Ἐβουλόμην μὲν αὐτὸν μὴ θρέψαι γύναι διὰ τὸ μὴ μοῦ γέννημα εἶναι· ἐπεὶ δὲ ἀφορῶ τὴν μὲν σπορὰν ἔχειν αὐτὸν θεοῦ, τὸν δὲ τοκετὸν κοσμικῶν στοιχείων σημείωσίν τινα, τραφήτω καὶ εἰς μνήμην παιδὸς τελευτήσαντος ἐκ τῆς προτέρας μου γυναικὸς

1

.

13

.

2

καλείσθω Ἀλέξανδρος.‘ Οὕτως εἰπόντος αὐτοῦ τὸ παιδίον ἔλαβε τὴν δέουσαν ἐπιμέλειαν· στεφανηφορία δὲ καθ’ ὅλην τὴν Πέλλην καὶ Θρᾴκην

1

.

13

.

3

καὶ τὴν Μακεδονίαν ἐγένετο. † καὶ δὴ υἱὸς παῖς ἀναβιβάζεται [τῇ ἐπιμε‐ λείᾳ καὶ] τῇ ἡλικίᾳ, οὐχ ὅμοιον ἔχει τὸν χαρακτῆρα Φιλίππου οὐδὲ
Ὀλυμπιάδος. τύπον γὰρ ἐσχήκει μορφῆς † γενόμενον λεοντοκόμου ἑτερό‐ φθαλμον· τὸ μὲν γὰρ εἶχε λευκόν, τὸ δὲ μέλαν· τοὺς δὲ ὀδόντας ὀξεῖς13
5ὥσπερ πασσαλίσκους, τὸ δὲ ὅρμημα λέοντος ἀγρίου. πρόδηλον εἶχε τὴν φύσιν ὁποῖος ἀποβήσεται.

1

.

13

.

4

Ἐπεὶ δὲ τῆς παιδικῆς τάξεως 〈ἐξέβη〉, παιδαγωγὸς ἦν αὐτοῦ † Λακρητητις μέλανος, τροφεὺς Λευκονίδης, διδάσκαλος δὲ γραμμάτων Πελλαῖος Πολυνείκης, μουσικῆς δὲ Λήμνιος Ἄλκιππος, γεωμετρίας Πελο‐ ποννήσιος Μένιππος, ῥητορικοῦ δὲ λόγου Ἀθηναῖος Ἀριστομένης, φιλοσο‐
5φίας δὲ Μιλήσιος Ἀριστοτέλης, ὁπλοκτυπίας δὲ † Λαμψάκης ὁ σευρωτάς.

1

.

13

.

5

Μετὰ τὴν τῶν χρόνων οὖν ἐπιγενομένην αὔξησιν εἰς τὰ μαθήματα παιδευόμενος ὁ παῖς μελετᾷ βασιλεύειν, τάχα ὑπὸ θεοῦ τινος διδασκόμενος. μετὰ γὰρ τὴν διδαχὴν πᾶσαν διέσχιζε κατὰ μέρος τοὺς συμμαθητὰς καὶ συνῆπτεν αὐτοῖς μάχην, αὐτὸς μόνος ἑστώς, τοῖς ἡττημένοις κολλώμενος

1

.

13

.

6

καὶ συμμαχῶν, μέχρι νικήσωσι. καὶ δὴ κομίζουσί ποτε Φιλίππῳ δῶρον οἱ τῆς Καππαδοκίας ἄρχοντες ἐκ τῶν ἱπποφορβίων πῶλον ὑπερμεγέθη πολλοῖς περιπεφρουρημένον δεσμοῖς, ἀνθρωποφάγον αὐτὸν φήσαντες εἶναι.

1

.

13

.

7

ὃν ὑποβλέψας Φίλιππος καλὸν τυγχάνοντα εἶπεν· ‘Ἀληθῶς ἐν τούτῳ
〈πληροῦται〉 ὁ παροιμιακὸς λόγος «ἐγγὺς ἀγαθοῦ παραπέφυκε κακόν». ἀλλ’ ἐπειδὴ ἔφθητε ἐνηνοχέναι αὐτόν, λαβόντες ὑπὸ σιδήρεον κάγκελλον ἀχάλινον βάλλοντες συγκλείσατε, ἵνα τοὺς ὑποπίπτοντας τῷ νόμῳ, ληφθέντας14
5ἐπὶ ληστείᾳ ἢ φόνῳ αὐτῷ παραβάλωμεν.‘ Εἰπόντος τοῦ βασιλέως λόγου ταχύτερον ἐγένετο.

1

.

14

.

1

Ὁ δὲ Ἀλέξανδρος ηὔξανε τῇ ἡλικίᾳ, καὶ γενόμενος δωδεκαέτης μετὰ τοῦ πατρὸς εἰς τὰς παρατάξεις ἐγίνετο 〈καὶ〉 καθώπλιζεν ἑαυτὸν καὶ συνώρμα τοῖς στρατεύμασι καὶ τοῖς ἵπποις ἐφήλλετο, ὡς ὁρῶντα τὸν Φίλιππον εἰπεῖν· ‘Τέκνον, φιλῶ σου τὸν τρόπον, στυγῶ δὲ τὸν χαρακ‐
5τῆρα, ἐπεὶ ἀνόμοιος μὲν τυγχάνεις τὸν χαρακτῆρα, ὅμοιος δὲ τῇ φύσει.‘

1

.

14

.

2

Ἀποδήμου δὲ ὄντος Φιλίππου μετακαλεῖται ἡ Ὀλυμπιὰς τὸν Νεκτα‐ νεβὼ καὶ φησὶν αὐτῷ· ‘Σκέψαι τί βούλεται περὶ ἐμοῦ Φίλιππος.‘ Ὁ δὲ προενεγκάμενος πίνακα συνθεὶς τοὺς ἀστέρας ἐσκέπτετο· παρακαθεζόμενος δὲ ὁ Ἀλέξανδρος εἶπε· ‘Πάτερ, οὗτοι οὓς λέγεις ἀστέρας ἐν οὐρανῷ φαί‐
5νονται‘; Ὁ δὲ εἶπε· ‘Καὶ μάλα τέκνον.‘ Ὁ δὲ εἶπε· ‘Καὶ δύναμαι αὐτοὺς ἰδεῖν‘; — ‘Δύνασαι‘. Ὁ δέ· ‘Πότε‘; Ὁ δέ· ‘Ἑσπέρασ‘.

1

.

14

.

3

Καὶ παραλαβὼν ὁ Νεκτανεβὼς τὸν Ἀλέξανδρον ἑσπέρας γενομένης— καὶ ὁ τηλικαῦτα διανύσας προφήτης διὰ τῆς ἑαυτοῦ μαγείας, † ἀστρολογίας δὲ οὐ μικρὸς καὶ προορῶν τὰ μέλλοντα ἔσεσθαι πῶς εἰς Ἀλεξάνδρου χεῖρας

1

.

14

.

4

ἐμπεσὼν οὐ προέγνω τότε τὴν προκειμένην αὐτῷ συμφοράν; ἄγει γὰρ αὐτὸν ἔξω τῆς πόλεως ὁ Νεκτανεβὼς καὶ ἀναβλέπων εἰς τὸν οὐρανὸν ἐδείκνυε τῷ Ἀλεξάνδρῳ τοὺς ἀστέρας, διδάσκων τὴν ἑαυτοῦ μηχανίαν.

1

.

14

.

5

ὁ δὲ Ἀλέξανδρος ἄρας αὐτὸν ἐπ’ ὤμοις κατεκένωσεν εἰς κρημνώδη τόπον καὶ ὀχυρόν. καταπίπτων δὲ λαμβάνει φοβερῶς κατὰ τοῦ ἐγκεφάλου καὶ λέγει· ‘Τέκνον Ἀλέξανδρε, τί σοι ἔδοξε τοῦτο ποιῆσαι‘; Ὁ δὲ εἶπε· ‘Σεαυτὸν μέμφου ἀστρολόγε.‘ Ὁ δέ φησι· ‘Διὰ τί;‘ Ὁ δὲ εἶπεν· ‘Ὅτι τὰ ἐπὶ γῆς

1

.

14

.

6

μὴ ἐπιστάμενος τὰ τοῦ οὐρανοῦ ζητεῖς εἰδέναι.‘ Ὁ δὲ εἶπε· ‘Τελευτῶ
Ἀλέξανδρε· φοβερῶς εἴληφα τὸ πρᾶγμα. ἀλλ’ οὐκ ἔστιν οὐδένα θνητὸν νικῆσαι τὴν εἱμαρμένην. ὡς γὰρ ἐμοιρολόγησα ἐμαυτόν, ηὗρον εἱμαρμένον μοι ὑπὸ ἰδίου τέκνου ἀναιρεθῆναι· οὐκ ἐξέφυγον οὖν τὴν μοῖραν, ἀλλ’15

1

.

14

.

7

ὑπὸ σοῦ ἀνῃρέθην.‘ Εἶπε δὲ ὁ Ἀλέξανδρος· ‘Ἐγὼ οὖν σοῦ υἱὸς τυγχάνω‘; Ἔφη αὐτῷ· ‘Ναὶ τέκνον.‘ Ὁ δὲ εἶπε· ‘Πῶς γέγονε τοῦτο‘; Ὁ δὲ Νεκτα‐ νεβὼς διηγήσατο αὐτῷ τὴν ἀπ’ Αἰγύπτου φυγὴν καὶ τὴν εἴσοδον τὴν πρὸς Ὀλυμπιάδα καὶ πῶς εἰσῆλθε πρὸς αὐτὴν ὡς θεὸς Ἄμμων καὶ συνεμίγη
5αὐτῇ. Λέγων 〈δὲ〉 ταῦτα ἐξέπνευσε.

1

.

14

.

8

Μαθὼν οὖν Ἀλέξανδρος αὑτοῦ πατέρα τὸν τελευτήσαντα εἶναι ἐφοβήθη αὐτὸν ἀφεῖναι ἐν τῷ βόθρῳ, μὴ θηριόβρωτος γένηται· νὺξ γὰρ ἐπέφρα καὶ ἐρημία ἦν. στοργὴν δὲ λαβὼν πρὸς τὸν σπείραντα ἔφη πρὸς αὐτόν·

1

.

14

.

9

‘Οὐκ εὖ ἐποίησας πάτερ, ὡς αὐτὸς ἔφης, μὴ ἐγχειρισάμενος ἡμῖν ζῶν τὸ γεγονὸς παρὰ σοῦ, ἵνα καὶ ἡμεῖς ἐπεγνωκότες τὸν σπείραντα ἀμοιβαῖς † εἰς σὲ πράξωμεν 〈καὶ〉 χρησταῖς ἀποδόσεσι. καρτερήσας οὖν ἕως θανάτου προσεπόρισας σεαυτῷ τὸν ἄξιον μισθὸν ὑπὲρ ἑκάστης γοητείας ἧς ἔπραξας
5καὶ τῆς εἰς Φίλιππον καὶ Ὀλυμπιάδα ἀπατήσεως τῆς παρὰ σοῦ γεγενημένης.

1

.

14

.

10

τοίνυν ἐγὼ μὲν ἀλγῶ πάτερ ἐπὶ τῷ γεγενημένῳ παρ’ ἐμοῦ, ἀναίτιος 〈δὲ〉 τυγχάνω· αἴτιος γὰρ σὺ σεαυτῷ κατέστης τῆς τελευτῆς. βαστάξας ἐπ’ ἐμοῖς ὤμοις σὸν σκῆνος ἀποκομίσω πρὸς τὴν ἐμαυτοῦ μητέρα, ἐξαγγέλλων αὐτῇ τὰ πεπραγμένα, καὶ συμβουλεύσω τὴν σὴν ταφὴν γενέσθαι.‘

1

.

14

.

11

Ταῦτα εἰπὼν τίθεται αὐτὸν ἐπὶ τῶν ὤμων γενναίως καὶ φέρει εἴσω τῶν πυλῶν· εἰσελθὼν δὲ πρὸς τὴν μητέρα διηγήσατο αὐτῇ, ὅσα ἤκουσε παρ’ αὐτοῦ, καὶ ὅτι δεῖ αὐτὸν ταφῆς τυχεῖν. ἡ δὲ θαυμάσασα καὶ ἑαυτῆς καταγνοῦσα ὡς πλανηθεῖσα μαγείαις καὶ προδοθεῖσα ἀνοήτως ἔθαψε
5πρεπόντως τὸν Νεκτανεβὼ καὶ τάφον ποιησαμένη ἐκεῖ ἔθετο.

1

.

15

.

1

Ἐπανελθὼν δὲ ὁ Φίλιππος εἰς τὰ ἴδια βασίλεια ἔπεμψεν εἰς Δελ‐ φοὺς χρησμὸν ληψόμενος, τίς ἄρα μετ’ αὐτὸν βασιλεύσει καὶ δόρατι πάντας ὑποτάξει. ἔφη δὲ ὁ χρησμός· ‘Ὅστις τὸν Βουκέφαλον ἵππον διὰ μέσης

1

.

15

.

2

〈τῆσ〉 Πέλλης ἁλλόμενος ὁδεύσει.‘ Ἐκλήθη δὲ 〈ὁ〉 ἵππος Βουκέφαλος, ἐπειδὴ ἐν τῷ μηρῷ αὐτοῦ ἔγκαυμα βοὸς κεφαλὴν ἐξέφηνεν. ὁ δὲ Φίλιπ‐
πος ἀκούσας τὸν χρησμὸν καθορᾶν προσεδόκα νέον Ἡρακλέα.16

1

.

16

.

1

Ἀλέξανδρος δὲ Ἀριστοτέλει τῷ Μιλησίῳ σοφιστῇ μόνῳ ἐκέχρητο. καὶ πολλῶν ὄντων παίδων τῷ Ἀριστοτέλει ἐπὶ μαθήμασιν, ὄντων δὲ καὶ βασιλέων

1

.

16

.

2

υἱῶν, εἶπε πρὸς ἕνα ὁ Ἀριστοτέλης· ‘Ἐὰν κληρονομήσῃς 〈τὸ〉 τοῦ πατρὸς βασίλειον, τί μοι παρέξεις τῷ καθηγητῇ σου;‘ Ὁ δὲ εἶπεν· ‘Ἔσῃ παρ’ ἐμοὶ συνδίαιτος κοσμοκράτωρ, καὶ ἔνδοξον [ἄνδρα] παρὰ πᾶσίν σε ποιήσω.‘ Ἑτέρου δὲ ἐπύθετο· ‘Εἰ δὲ σὺ τέκνον παραλάβῃς τὸ βασίλειον τοῦ πατρός σου, πῶς
5μοι χρήσῃ;‘ Ὁ δὲ εἶπε· ‘Διοικητήν σε ποιήσω καὶ τῶν ὑπ’ ἐμοῦ κρινο‐

1

.

16

.

3

μένων σύμβουλον.‘ Ἄλλου δὲ καὶ ἄλλου ἐπύθετο καὶ τὰς ὑποσχέσεις λαμβάνει· εἶπε δὲ καὶ Ἀλεξάνδρῳ· ‘Καὶ σὺ τέκνον, εἰ παραλάβῃς τὸ βασί‐ λειον παρὰ τοῦ πατρός σου, πῶς μοι χρήσῃ τῷ καθηγητῇ σου;‘ Ὁ δὲ

1

.

16

.

4

εἶπε· ‘Περὶ μελλόντων μου πραγμάτων πυνθάνῃ, τῆς αὔριον ἐνέχυρον μὴ ἔχων; τότε δώσω, ἐάν μοι δόξῃ, τοῦ καιροῦ καὶ τῆς ὥρας τὴν ὑπόσχεσιν

1

.

16

.

5

τοῦ παρασχεῖν ἐπιτρεχόντων.‘ Καὶ εἶπεν ὁ Ἀριστοτέλης· ‘Χαίροις κοσμοκράτωρ· σὺ γὰρ εἶ βασιλεὺς μέγιστος.‘ Ὑπὸ πάντων μὲν οὖν ὁ Ἀλέξανδρος ἐφιλεῖτο ὡς φρενήρης καὶ πολεμιστής, ὑπὸ δὲ τοῦ Φιλίππου ἐν ἀμφιβολίᾳ ἦν· ἔχαιρε γὰρ ὁρῶν αὐτὸν τοιοῦτον ἀρειμάνιον, ἐλυπεῖτο
5δὲ μὴ ὅμοιον αὐτὸν ὁρῶν τοῦ ἰδίου χαρακτῆρος.

1

.

17

.

1

Γενομένου δὲ τοῦ Ἀλεξάνδρου ἐτῶν ιδʹ ἐν μιᾷ τῶν ἡμερῶν ἐκ τύχης διερχόμενος τὸν τόπον, ὅπου ἐνέκειτο ὁ Βουκέφαλος, ἤκουσε χρεμετισμοῦ φοβερωτάτου· καὶ ἐπιστραφεὶς πρὸς τοὺς φίλους φησίν· ‘Ἄνδρες, οὗτος

1

.

17

.

2

χρεμετισμὸς ἵππου ἢ λέοντος βρύχημα;‘ Παρεπόμενος δὲ τούτῳ Πτολε‐ μαῖος 〈ὁ〉 ὕστερον σωτὴρ ἐπικληθείς φησιν· ‘Οὗτός ἐστιν ὁ Βουκέφαλος,

1

.

17

.

3

ὃν ὁ πατήρ σου ἐνέκλεισεν διὰ τὸ ἀνθρωποφάγον αὐτὸν εἶναι.‘ Ἐπα‐ κούσας δὲ ὁ ἵππος τῆς τοῦ Ἀλεξάνδρου λαλιᾶς ἐχρεμέτισεν ἐκ δευτέρου οὐχ ὡς πάντοτε φοβερὸν καὶ γοερόν, ἀλλὰ μειλίχιον, τάχα ὑπὸ θεοῦ ἐπι‐ τασσόμενος· καὶ θεασάμενος αὐτὸς ὁ Βουκέφαλος τὸν Ἀλέξανδρον προέτεινε
5τοὺς πόδας ἔμπροσθεν καὶ τὰ πάντα ἐκίνησεν, ὡς τῷ ἰδίῳ δεσπότῃ

1

.

17

.

4

λιτανείας ὑποφαίνων. ὁ δὲ Ἀλέξανδρος θεασάμενος αὐτοῦ τὴν καινὴν πρόσοψιν 〈καὶ〉 λείψανα πολλῶν ἀνθρώπων βιοθανατησάντων ἠλέησεν ὡς ἄνθρωπος 〈καὶ〉 παραγκωνισάμενος τοὺς φυλάσσοντας ἠνέῳξε τὸ κάγκελλον τῇ ἑαυτοῦ † τάξει πεποιθώς· καὶ δραξάμενος τῆς τοῦ ἵππου χαίτης17

1

.

17

.

5

ὑποτεταγμένου αὐτῷ † γεννήσει δ’ ἂν ἀχαλίνωτον. δραμὼν δέ τις εὐθέως ἀπαγγέλλει τῷ Φιλίππῳ τὸ γεγονός· ὁ δὲ ὑπομνησθεὶς τοῦ χρησμοῦ ὑπήντησε τῷ υἱῷ καὶ ἠσπάσατο εἰπών· ‘Ἀλέξανδρε κοσμοκράτωρ, χαί‐ ροις μοι.‘

1

.

18

.

1

Ὁ οὖν Φίλιππος ἱλαρὸς ἐπὶ τῇ τοῦ τέκνου ἐλπίδι γεγηθότως διετέλει· ὁ δὲ Ἀλέξανδρος πεντεκαιδεκαέτης γεγονὼς ἐν μιᾷ τῶν ἡμερῶν εὐκαιροῦντα τὸν πατέρα εὑρὼν καταφιλήσας φησί· ‘Πάτερ δέομαί σου, ἐπίτρεψόν μοι

1

.

18

.

2

εἰς Πίσας πλεῦσαι.‘ ὁ δὲ εἶπεν ‘.... οὐχὶ πάτερ, ἀλλ’ αὐτὸς ἀγωνίσασθαι.‘ — ‘Καὶ ποῖον‘, φησίν, ‘ἄσκημα ἀσκήσας τοῦτο ἐπιθυμεῖς; οἶδα γὰρ ὅτι ὡς βασιλέως υἱὸς οὐδὲν πλέον πολεμικῶν ἀσκημάτων ἀγωνίζῃ· οὔτε γὰρ πάλην οὔτε παγκράτιον οὔτε ἕτερόν τι τῶν γυμναστικῶν ἐγυμνάσω.‘ Ὁ δὲ

1

.

18

.

3

Ἀλέξανδρος ἔφη· ‘Ἁρματηλατῆσαι βούλομαι πάτερ.‘ Ὁ δὲ εἶπε· ‘Τέκνον, προνοηθήσονται ἵπποι ἐκ τῶν ἐμῶν ἱπποστασιῶν, καὶ οὗτοι συμπαρα‐ κολουθήσουσιν εὐθέως· σὺ δὲ ἐπιμελῶς ἑαυτὸν ἐπίσχες, ὡς ὁ ἀγὼν ἐνδοξό‐

1

.

18

.

4

τατος.‘ Ὁ δὲ εἶπε· ‘Σύ μοι μόνον ἐπίτρεψον· ἐγὼ γὰρ ἔχω ἐμαυτῷ ἵππους, οὓς ἐκ νέας ἡλικίας ἔθρεψα.‘ Καταφιλήσας τοῦτον ὁ Φίλιππος καὶ θαυμάσας τὴν προθυμίαν αὐτοῦ φησι· ‘Τέκνον, εἰ βούλει πορεύου.‘

1

.

18

.

5

Ἀπελθὼν οὖν ἐπὶ 〈τὸν〉 λιμένα ἐκέλευσε νῆα καινὴν καθελκυσθῆναι καὶ τοὺς ἵππους ἅμα τοῖς ἅρμασιν ἐμβληθῆναι [εἶπεν]· ἐπενέβη δὲ καὶ αὐτὸς ἅμα τῷ φίλῳ Ἡφαιστίωνι καὶ εὐπλοήσας παρεγένετο εἰς Πίσας. ἐκβὰς δὲ καὶ λαβὼν ξένια ἐκέλευσε τοῖς θεράπουσι γενέσθαι περὶ τὴν τῶν ἵππων

1

.

18

.

6

ἐπιμέλειαν, καὶ αὐτὸς ἅμα τῷ Ἡφαιστίωνι ἐπὶ περίπατον ἐξῄει. τούτοις
συνήντησε Νικόλαος ὀνόματι, ἀνδροφυὴς τῇ ἡλικίᾳ, βασιλεὺς [ἀβέβαιος] Ἀκαρνάνων, πλούτῳ καὶ τύχῃ, δυσὶ θεοῖς ἀστάτοις, φρυαττόμενος καὶ τῇ τοῦ σώματος δυνάμει πεποιθώς. 〈καὶ〉 προσελθὼν ἠσπάσατο τὸν Ἀλέξ‐18
5ανδρον, ἅμα δὲ ἐπὶ τί πάρεστι θέλων μαθεῖν [καὶ] εἶπε· ‘Χαίροις μει‐

1

.

18

.

7

ράκιον.‘ Ὁ δὲ εἶπε· ‘Χαίροις καὶ σύ, ὅστις ποτὲ τυγχάνεις.‘ Ὁ δέ φησι· ‘Τίνα που ἐμὲ προσαγορεύεις; ἐγώ εἰμι Νικόλαος τοὔνομα βασιλεὺς Ἀκαρ‐ νάνων.‘ Ὁ δὲ Ἀλέξανδρος εἶπε· ‘Μὴ οὕτως γαυριῶ Νικόλαε βασιλεῦ, ὡς ἱκανὸν ἔχων περὶ τῆς αὔριον ἐνέχυρον ζωῆς· ἡ τύχη οὐχ ἕστηκεν ἐφ’ ἑνὸς

1

.

18

.

8

τόπου, ῥοπὴ δὲ μεταβάλλει καὶ τοὺς ἀλαζόνας αὐχενίζει.‘ Ὁ δέ φησι· ‘Λέγεις μὲν ὀρθῶς· ἐπὶ τί δὲ παρεγένου ἐνταῦθα; ἔμαθον γὰρ ὅτι Φι‐ λίππου Μακεδόνος παῖς τυγχάνεις.‘ Ὁ δὲ εἶπε· ‘Πάρειμι ἀγωνισόμενος οὐ τὸν ἱππαστήν (καὶ γὰρ ἔτι μικρός εἰμι τῇ ἡλικίᾳ) οὐδὲ 〈τὸν〉 συνωρίδος

1

.

18

.

9

οὐδὲ ἕτερόν τινα τοιοῦτον.‘ Ὁ δὲ εἶπε· ‘Τί οὖν βούλει;‘ Ὁ δέ· ‘Ἁρ‐ ματηλατῆσαι θέλω.‘ Διαζέσας 〈δὲ〉 τῇ χολῇ ὁ Νικόλαος καὶ τῆς αὐτοῦ καταφρονήσας ἡλικίας, οὐ μαθὼν τὸ τῆς ψυχῆς ἔγκυμον ἐνέπτυσεν αὐτῷ

1

.

18

.

10

καὶ λέγει· ‘Μή σοι καλὸν γένοιτο.‘ Ὁ δὲ δεδιδαγμένος τῆς φύσεως ἐγκρατεύεσθαι, ἀπομαξάμενος τὸν ἐν ὕβρει πτύελον καὶ μειδιάσας θανάσι‐ μόν φησι· ‘Νικόλαε, ὄμνυμι ἁγνὴν τοῦ ἐμοῦ πατρὸς σπορὰν καὶ μητρὸς γαστέρα ἱεράν, ὡς καὶ ἐνθάδε ἅρματί σε νικήσω καὶ ἐν τῇ πατρίδι
5Ἀκαρνάνων δόρατί σε λήψομαι.‘ Ταῦτα εἰπόντες ἀπέστησαν ἀπ’ ἀλλήλων διαδακνόμενοι.

1

.

19

.

1

Μετὰ δὲ ὀλίγας ἡμέρας ἐνέστη ἡ τοῦ ἀγῶνος προθεσμία, καὶ εἰσῆλθον ἁρματηλάται ἐννέα, ἐξ ὧν τέσσαρες υἱοὶ βασιλέων, αὐτὸς ὁ Νικόλαος καὶ Ξανθίας Βοιώτιος καὶ Κίμων Κορίνθιος καὶ αὐτὸς Ἀλέξανδρος· οἱ δὲ

1

.

19

.

2

ἄλλοι στρατηγῶν καὶ σατραπῶν υἱοί. ἐτέθη ὑδρία καὶ ἐκληρώθη· ἔλαχεν αʹ Νικόλαος, βʹ Ξανθίας, γʹ Κίμων, δʹ Κλειτόμαχος Ἀχαιός, εʹ Ἀρίστιπ‐
πος Ὀλύνθιος, ϛʹ Πίερος Φωκαεύς, ζʹ Λάκων Λίνδιος, ηʹ Ἀλέξανδρος19

1

.

19

.

3

Μακεδών, θʹ Νικόμαχος Λοκρός. ἔστησαν ἐπὶ τὴν ἱππαφεσίαν ἐποχού‐ μενοι τοῖς ἅρμασιν· ὠλόλυξεν ἡ σάλπιγξ τὸ ἐναγώνιον μέλος, ἀφέθη ἡ

1

.

19

.

4

ἀφετηρία, προεπήδησαν πάντες ὀξεῖ ὁρμήματι ... πρῶτον καμπτῆρα καὶ δεύτερον καὶ τρίτον τε καὶ τέταρτον ... ὑστερήσαντες ἀτονησάντων τῶν ἵππων λιποψυχησάντων· τέταρτος ἦν Ἀλέξανδρος ἐλαύνων, ὄπισθεν 〈δὲ〉 αὐτοῦ Νικόλαος οὐχ οὕτως ἔχων τὸ νικῆσαι ὡς τὸ ἀνελεῖν τὸν
5Ἀλέξανδρον· ἦν γὰρ ὁ πατὴρ Νικολάου ἐν τῷ πολέμῳ ὑπὸ Φιλίππου

1

.

19

.

5

ἀναιρεθείς. τοῦτο οὖν γνοὺς ὁ φρενήρης Ἀλέξανδρος, πεσόντων τῶν ἐλαυνόντων πρώτων συγχωρεῖ τῷ Νικολάῳ παρελθεῖν· ὁ δὲ Νικόλαος οἰηθεὶς νενικηκέναι τὸν Ἀλέξανδρον διαβαίνει ἐλπίδας ἔχων στεφανωθῆναι ὡς νικητής· μετὰ δὲ δύο καὶ τρία στάδια κονδυλίζει ὁ 〈δεξιὸσ〉 ἵππος
5Νικολάου καὶ καταπίπτει ὅλον τὸ ἅρμα σὺν αὐτῷ τῷ ἡνιόχῳ· ὁ δὲ ἐπιβὰς

1

.

19

.

6

τῇ ὁρμῇ τῶν ἵππων ὁ Ἀλέξανδρος παραυτὰ ἀνῄρηκε τὸν Νικόλαον. καὶ ἀναβαίνει ἐστεμμένος τὸν κότινον παρὰ τὸν Ὀλύμπιον Δία. ὁ δὲ νεωκόρος φησὶν αὐτῷ· ‘Ἀλέξανδρε, ὡς Νικόλαον ἐνίκησας, οὕτω καὶ πολλοὺς πολε‐ μίους νικήσεις.‘

1

.

20

.

1

Ταύτην λαβὼν τὴν κληδόνα Ἀλέξανδρος ὑποστρέφει καὶ ἔρχεται εἰς τὴν Πέλλην καὶ εὑρίσκει ἀπόβλητον γεναμένην τὴν Ὀλυμπιάδα ὑπὸ Φιλίππου,

1

.

20

.

2

γαμοῦντα δὲ τοῦτον τὴν ἀδελφὴν Ἀττάλου Κλεοπάτραν. ἐπιτελουμένων δὲ τῶν γάμων ἔχων τὸν Ὀλύμπιον τὸν νικητικὸν στέφανον εἰσέρχεται καὶ
ἀνακλιθεὶς λέγει· ‘Πάτερ, δέξαι τῶν πρώτων μου ἱδρώτων τὸν νικητικὸν στέφανον. ὅταν μέντοι κἀγὼ ἐκδώσω τὴν ἐμαυτοῦ μητέρα πρὸς γάμον,20

1

.

20

.

3

καλέσω σε εἰς τοὺς ἐμῆς μητρὸς γάμους.‘ Ὁ δὲ Φίλιππος ἐπὶ τοῖς εἰρη‐ μένοις ἐτρύχετο.

1

.

21

.

1

Ἦν δέ τις γελωτοποιὸς ὀνόματι Λυσίας· οὗτος ἔφη· ‘Φίλιππε, μὴ ἔσο τεταραγμένος μηδὲ τρύχου, ἀλλὰ θάρσει ἐπὶ τῇ νεότητι τῆς νῦν σοι γαμουμένης, ἐξ ἧς παιδοποιήσεις γνησίους ἀμοιχεύτους παῖδας ὁμοίους τῷ

1

.

21

.

2

σῷ χαράγματι.‘ Ταῦτα ἀκούσας ὁ Ἀλέξανδρος ὠργίσθη καὶ ὡς εἶχε τὴν

1

.

21

.

3

κύλικα ἐπετίναξε τῷ Λυσίᾳ καὶ παραυτὰ ἀνῄρηκεν αὐτόν. ὁ δὲ Φίλιππος ἀνίσταται ξιφήρης ἐπὶ τὸ τέκνον αὐτοῦ Ἀλέξανδρον, βουλόμενος αὐτὸν ἀναιρῆσαι· σκελισθέντος δὲ αὐτοῦ καὶ πεσόντος ἐγγὺς τῆς κλιντηρίας εἶπεν ὁ Ἀλέξανδρος· ‘Ὁ τὴν Ἀσίαν Φίλιππος σπεύδων λαβεῖν καὶ τὴν Εὐρώπην

1

.

21

.

4

ἐκβαθρῶσαι οὐκ ἠδυνήθη βῆμα ἀλλάξασθαι.‘ Οὕτως εἰπὼν ἥρπαξεν ἀπ’ αὐτοῦ τὸ ξίφος καὶ πάντας τοὺς ἀνακεκλιμένους ἡμισφαγεῖς ποιεῖ. καὶ ἐξέρχεται ἀπὸ τοῦ Φιλίππου καὶ ἔρχεται πρὸς τὴν μητέρα ἔκδικος τῶν κατ’ αὐτῆς γάμων.

1

.

22

.

1

Μετὰ δὲ ἡμέρας εἰσέρχεται πρὸς τὸν πατέρα καὶ λέγει· ‘Φίλιππε· τῷ γὰρ ὀνόματί σε καλῶ, μήπως ἀηδῶς ἔχῃς τοῦ ὑπ’ ἐμοῦ πατέρα σε καλεῖσθαι· εἰσῆλθον πρός σε οὐχ ὡς υἱός, ἀλλ’ ὡς φίλος μεσιτεύων τῶν ὑπὸ σοῦ ἀδίκως πραχθέντων πρὸς τὴν γυναῖκά σου Ὀλυμπιάδα, μηδὲν σοῦ

1

.

22

.

2

ἀδικηθέντος ὑπ’ αὐτῆς. εἰπὲ δέ μοι· καλῶς πεποίηκεν Ἀλέξανδρος τὸν Λυσίαν ἀναιρήσας, σὺ δὲ οὐ καλῶς ἔπραξας 〈πρὸσ〉 τὸ τέκνον σου Ἀλέξαν‐

1

.

22

.

3

δρον ἐπαναστάς, γαμεῖν δὲ [καὶ] ἑτέραν ... καλῶς ἔχειν οὕτως νομίσας.
ἀλλ’ ἐξανάστα καὶ περὶ σεαυτὸν γενοῦ· οἶδα γὰρ διὰ τί νωθρεύῃ· οὐ τὸ σῶμα λέγω, ἀλλὰ τὴν ψυχὴν ἀδημονεῖς ἐπὶ τοῖς ἡμαρτημένοις. ἐγὼ παρα‐21

1

.

22

3bis

καλῶ σε ...‘ Ὁ δὲ Φίλιππος μᾶλλον πληγεὶς ὑπὲρ τὴν προτέραν ἀρρωστίαν διὰ τὴν τοῦ νέου νουθεσίαν τε καὶ κατάγνωσιν ὁρισάμενος φρονιμώτερον εἶναι τὸ σιωπήσαντα μὴ ἀποκρίνεσθαι τοῖς ὑπὸ Ἀλεξάνδρου ῥηθεῖσι συμμε‐ τρήσας τὰ πάντα ἀχανὴς ἔμεινεν.

1

.

22

.

4

Ὁ δὲ Ἀλέξανδρος ἐξελθὼν ἀπὸ τοῦ Φιλίππου εἰσελθὼν πρὸς τὴν μητέρα ἔφη αὐτῇ· ‘Μὴ ἀγανάκτει μῆτερ ἐπὶ τοῖς γενομένοις σοι ὑπὸ Φιλίππου. εἰ γὰρ ἐκεῖνον λανθάνει τὸ ἁμάρτημα, ἀλλ’ ἐγὼ μέντοι ἔλεγχός σοι ἔσομαι. ὥστε σὺ πρώτη εἴσελθε πρὸς αὐτόν· πρέπον γάρ ἐστι τὴν

1

.

22

.

5

γυναῖκα τῷ ἀνδρὶ ὑποτάσσεσθαι.‘ Οὕτως εἰπὼν ἤγειρε τὴν μητέρα καὶ ἤγαγε πρὸς τὸν Φίλιππον καὶ λέγει· ‘Πάτερ—νῦν σε πατέρα καλέσω, ὅτι καὶ σὺ τῷ τέκνῳ σου ἐπείσθης· πάρεστιν ἡ μήτηρ, πολλὰ ὑπ’ ἐμοῦ παρα‐ κληθεῖσα τοῦ ἀμνημονῆσαι τῶν ἡμαρτημένων. ἀλλὰ περιπλάκητε ἀλλήλοις

1

.

22

.

6

ἐμοῦ ἐναντίον· οὐκ ἔστιν αἰσχρόν· ἐξ ὑμῶν γὰρ ἐφύην.‘ Οὕτως εἰπὼν Ἀλέξανδρος διήλλαξε τοὺς γονεῖς, ὥστε αὐτὸν ὑπὸ πάντων τῶν Μακεδόνων θαυμάζεσθαι.

1

.

23

.

1

Καὶ δὴ ἔστι πόλις τις ὀνόματι Μοθώνη, 〈ἣ〉 ἀπέστη τῆς βασιλείας Φιλίππου· πέμπει δὲ ἐκεῖ τὸν Ἀλέξανδρον πολεμῆσαι. ὁ δὲ Ἀλέξανδρος λόγῳ ἔπεισεν ὑπηκόους αὐτοὺς εἶναι 〈καὶ〉 τὴν τῶν ὅπλων δύναμιν παρα‐ λεῖψαι· οἱ δὲ ἀσμένως ἐδίδοσαν φόρους τάλαντα γʹ στρατιώτας δισχιλίους.

1

.

23

.

2

καὶ δὴ ὑποστρέφει καὶ εἰσέρχεται πρὸς τὸν πατέρα καὶ εὑρίσκει ἐπάνω αὐτοῦ ἄνδρας ἑστῶτας βαρβαρικῷ στολισμῷ, καὶ ἐξετάζει· ‘Τίνες εἰσὶν οὗτοι‘; καὶ εἶπον· ‘Σατράπαι Δαρείου‘. Ὁ δέ· ‘Τί πάρεισιν ὧδε‘; Οἱ δὲ
εἶπον· ‘Τοὺς συνήθεις φόρους ἀπαιτοῦντες τόν πατέρα σου.‘ — ‘Ὑπὲρ τίνος22

1

.

23

.

3

δέ, φησίν, ἀπαιτοῦσι τοὺς φόρουσ‘; Οἱ δέ· ‘Τῆς γῆς ὑμῶν ὑπὲρ Δαρείου.‘ Ὁ δὲ Ἀλέξανδρος ἔφη· ‘Εἰ ταῦτα οἱ θεοὶ τοῖς ἀνθρώποις ἔδωκαν εἰς διατροφήν, διὰ τί αὐτὸς τὴν τοῦ θεοῦ δωρεὰν ἐρανίζεται; οὐ δίκαιον.‘ Καὶ καλέσας τοὺς βαρβάρους εἶπε· ‘Πορεύεσθε καὶ εἴπατε Δαρείῳ· ὅτε
5μόνος ἦν Φίλιππος, φόρους σοι ἐχορήγει· ὅτε δὲ ἐγένετο αὐτῷ υἱὸς Ἀλέξανδρος, οὐκέτι δίδωσιν, ἀλλὰ καὶ οὓς ἔλαβες παρ’ αὐτοῦ, ἐγὼ πρός

1

.

23

.

4

σε παρὼν λήψομαι καὶ παρὰ σοῦ 〈ἀπαιτήσω〉.‘ Οὕτως εἰπὼν ἀπέπεμψε τοὺς φορολόγους μηδὲ γραμμάτων ἀξιώσας τὸν ἀποστείλαντα αὐτοὺς βασιλέα.

1

.

23

.

5

Ἔχαιρε μὲν ὁ Φίλιππος ὁρῶν τοιοῦτον τὸν Ἀλέξανδρον. καὶ δὴ ἑτέρας πόλεως ἀτακτησάσης πέμπει αὐτὸν ἐκεῖ πολεμῆσαι· ὁ δὲ παραγενόμενος λόγῳ ἔπεισεν αὐτοὺς ὑπηκόους εἶναι, τῇ τῶν ὅπλων δυνάμει ἀποταξα‐ μένους. καὶ λαβὼν παρ’ αὐτῶν φόρους ἀνέστρεψεν.

1

.

24

.

1

Ἦν δέ τις Παυσανίας ὀνόματι, μέγας ἀνὴρ 〈καὶ〉 πλούσιος Θεσσα‐ λονικεύς, πλείστην δύναμιν καὶ μεγάλην περὶ ἑαυτὸν ἔχων. οὗτος ἠράσθη Ὀλυμπιάδος καὶ πέμπει τοὺς δυναμένους αὐτὴν πεῖσαι, ὅπως καταλείψασα

1

.

24

.

2

τὸν Φίλιππον αὐτῷ γαμηθῇ. οὐ κατένευσεν ἡ Ὀλυμπιὰς ἐν τούτῳ. ἐπι‐ βουλίαν οὖν μελετᾷ ὁ Παυσανίας πυνθανόμενος περὶ τοῦ Ἀλεξάνδρου, εἰ ἄρα εὕροι αὐτόν ποτε ἀποδημοῦντα. καὶ δὴ χρόνου ἐμπεσόντος καὶ ἐπὶ πόλεμον ὄντος τοῦ Ἀλεξάνδρου εἴς τινας πόλεις καὶ ἀγώνων ἐπιτελουμένων
5θυμελικῶν, μαθὼν ὁ Παυσανίας τὸν Ἀλέξανδρον ἀποδημοῦντα καὶ τὸν Φίλιππον ὄντα ἐν ταῖς θεωρίαις ἐπέρχεται ξιφήρης καὶ βάλλει τὴν λόγχην κατὰ τοῦ Φιλίππου καὶ ηὐστόχησε κατὰ τῆς πλευρᾶς πλῆξαι· οὐκ ἀνῃρέθη

1

.

24

.

3

δὲ παραυτά. γίνεται οὖν θροῦς οὐκ ὀλίγος ἐν τῇ πόλει· ὁ δὲ Παυσανίας ἔσπευσεν εἰσελθεῖν εἰς τὰ βασίλεια ἔτι ζῶντος τοῦ Φιλίππου, βουλόμενος ἁρπάσαι τὴν Ὀλυμπιάδα. καὶ δὴ εἰσῆλθεν ἔτι ἐμπνέοντος τοῦ Φιλίππου ἐσχάτῳ πνεύματι καὶ ὀδυνωμένου μᾶλλον ὑπὲρ τὴν ὀδύνην ἧς εἶχε πληγῆς,
5ἅμα δὲ οἰμώζοντος καὶ στένοντος, ὅτι ἔτι ζῶντος αὐτοῦ ἡ τούτου γυνὴ23

1

.

24

.

4

εἰς ἕτερον ἄνδρα ἐνυμφεύετο μετὰ πολλῆς τῆς βίας. ἅμα δὲ καὶ ἐπεθύμει τὸν Ἀλέξανδρον ἰδεῖν ἐν πολλῷ χρόνῳ ἐκδημήσαντα, μεμνημένος αὐτοῦ καὶ τῆς ἀγχινοίας καὶ τῆς ἐν αὐτῷ ἀνδρείας, λέγων τοῖς μετ’ αὐτοῦ, ὅτι ‘τοῦ Ἀλεξάνδρου παρόντος οὐκ ἐπεχείρησεν ἂν ἐχθρὸς κατὰ τοῦ πατρὸς καὶ
5τῆς μητρὸς αὐτοῦ τι ποιῆσαι. εἰ δὲ καὶ ἐπεχείρησεν ἀπὸ κακῆς γενέσεως

1

.

24

.

5

παρελασθείς, ἐτελεύτα. νῦν δὲ μετὰ πολλῆς ὀδύνης καὶ ἀθυμίας πλείστης τὰ ἔσχατα τοῦ βίου ὁμιλῶ. ὑμῖν δὲ λέγω· ἐλθόντος τοῦ υἱοῦ μου Ἀλε‐ ξάνδρου εἴπατε αὐτῷ, ὅτι ὁ πατήρ σου Φίλιππος ἀξιοῖ ἐκδικηθῆναι διὰ τῆς ἐμβριθοῦς σου χειρὸς τόν τε αὐτοῦ θάνατον καὶ τὴν Ὀλυμπιάδος τῆς
5μητρός σου ἁρπαγήν.‘

1

.

24

.

6

Αὐτῇ δὲ τῇ ἡμέρᾳ εἰσήρχετο νενικηκὼς † ἀμφοῖν ὁ Ἀλέξανδρος, καὶ ἰδὼν μεγάλην ταραχὴν ἐξετάζει, τί τὸ αἴτιον, καὶ μανθάνει τὸ γεγενημένον, ὅτι ὁ Παυσανίας ἔσω ἦν ἐν τοῖς βασιλείοις. εἰσέρχεται δὲ μετὰ τῶν παρασπιστῶν καὶ ὁρᾷ τὸν Παυσανίαν μεσολελαβηκότα τὴν Ὀλυμπιάδα.

1

.

24

.

7

κρατῶν δὲ τὴν διβολίδα ἐβούλετο κατ’ αὐτοῦ ἐκκοντίζειν, ἀλλ’ ἐδεδοίκει, μὴ ἄρα συναναιρεθῇ ἡ Ὀλυμπιάς. μαθὼν οὖν περὶ τοῦ πατρός, ὅτι ἔτι ζῇ, προσαγαγὼν αὐτῷ τὸν Παυσανίαν ἔφη· ‘Ἥκω πάτερ ἀμειβόμενος τοὺς ἐχθρούς σου. ζῆθι βασιλεῦ, ἀθάνατόν σοι ἐστὶ τὸ ὄνομα· βλέπε τὸν ἐχ‐

1

.

24

.

8

θρὸν Παυσανίαν δεδεμένον παρεστῶτά σοι καὶ τρομάζοντα.‘ Βλέψας δὲ εἰς αὐτὸν ὁ Φίλιππος καὶ μηκέτι δυνάμενος λέγειν διὰ τὴν τοῦ αἵματος ἔκχυσιν καὶ τὴν ἀτονίαν περιλαβόμενος αὐτὸν 〈καὶ〉 καταφιλήσας ἔνευσε ξίφος αὐτῷ δοθῆναι. δεδωκότος δὲ αὐτῷ τοῦ Ἀλεξάνδρου ποιεῖ τῷ Παυσανίᾳ

1

.

24

.

9

καιρίαν ταῖς ἰδίαις χερσὶ πληγὴν καὶ ἀναιρεῖ αὐτὸν παραυτά. προαποστείλας τὸν ἐχθρόν, θᾶττον ἑαυτὸν ἀναρρώσας ὁ Φίλιππος διὰ τὴν παρουσίαν Ἀλεξάνδρου καὶ τὴν ἐν τάχει ἐκδίκησιν εἶπε· ‘Τέκνον Ἀλέξανδρε, σὲ δέ‐ δοκται κοσμοκράτορα εἶναι· μνημόνευε τοῦ πατρός σου Φιλίππου καὶ μὴ
5ἀπάρνησαί με πατέρα σου καλεῖν· ἐμοῦ γὰρ τὸ πεπρωμένον πεπλήρωται.‘

1

.

24

.

10

Ταῦτα εἰπὼν ἐξέλιπε τὸ πνεῦμα. θρηνῶν δὲ αὐτὸν Ἀλέξανδρος εἶπε· ‘Πάτερ βασιλεῦ βασιλέων Φίλιππε, ἐν τῇ ζωῇ σου οὐδεὶς καταφρονήσας
σου ἐχάρη· ὑπ’ ἀδεξιοβολίας παραπαίσας ὁ βραχίων σου ἀποτυχὴς Παυσανίου γέγονε. πῶς ἀπώλετο τρωθεὶς κοσμοκράτωρ; ὁ Κύκλωψ Παυσανίας εἰς24
5θεούς σε πρὸ μοίρας παρέπεμψεν, ᾧ καὶ ἡ δίκη παραυτὰ τὸν ἴδιον μισθὸν

1

.

24

.

11

ἀποδέδωκε.‘ Καὶ τοῦτον 〈τὸν〉 θρῆνον ἐπειπών, κοσμήσας αὐτῷ τάφον πολυτελῆ κατέθετο τὸ σκήνωμα αὐτοῦ, ἐπ’ αὐτῷ τῷ τάφῳ καθιδρύσας ναόν. τῆς οὖν Ὀλυμπιάδος συμφοραζούσης ἐπὶ τῷ συμβεβηκότι καὶ τῶν Μακεδόνων ἀτάκτως ἐχόντων παρεμυθεῖτο αὐτοὺς ἡ Ἀλεξάνδρου παρουσία.

1

.

25

.

1

Καὶ δὴ μεθ’ ἡμέρας εἰς εὐστάθειαν αὐτῶν ἐλθόντων ἐνήλλετο ὁ Ἀλέξανδρος εἰς τὸν τοῦ πατρὸς ἀνδριάντα καὶ ἐβόησε φωνῇ μεγάλῃ λέγων· ‘Ὦ παῖδες Πελλαίων καὶ Ἀμφικτυόνων καὶ Θετταλῶν καὶ Λακεδαιμονίων καὶ τῶν ἄλλων Ἑλλαδικῶν ἐθνῶν, προσέρχεσθέ μοι Ἀλεξάνδρῳ ἑαυτοὺς

1

.

25

.

2

ἐμπιστεύσαντες· ἐπιστρατεύσωμεν τοῖς βαρβάροις.‘ Οὕτως εἰπὼν διάταγμα κατὰ πόλιν προτίθησιν· οἱ δὲ βουλόμενοι τῶν νέων παραγίνονται εἰς τὴν Μακεδονίαν αὐθαίρετοι, ὡς ὑπὸ θεοπνεύστου φωνῆς μετακληθέντες. ὁ δὲ Ἀλέξανδρος τὴν τοῦ πατρὸς ὁπλοθήκην ἀνοίξας μεταδέδωκε τοῖς νέοις

1

.

25

.

3

τὴν πανοπλίαν. ἤγαγε δὲ καὶ τοὺς παρασπιστὰς τοῦ Φιλίππου γηραιοὺς ὄντας, οἵτινες εἶπον πρὸς αὐτόν· ‘Ἡμεῖς προέβημεν τῇ ἡλικίᾳ συστρα‐ τευσάμενοι τῷ πατρί σου καὶ οὐκέτι ἐστὶν ἡμῖν σθεναρὸν τὸ σῶμα· διὸ

1

.

25

.

4

παραιτούμεθα τὴν ἐπί σοι στρατείαν.‘ Ὁ δὲ Ἀλέξανδρος εἶπεν· ‘Ἔτι μᾶλλον ὑμᾶς στρατεύσω, εἰ καὶ γηραιοὶ τυγχάνετε· πολὺ γὰρ τὸ γῆρας τῆς νεότητος ἔφυ ἰσχυρότερον. ἡ γὰρ νέα ἡλικία πολλάκις πεποιθυῖα τῇ τοῦ σώματος δυνάμει ἐκτραπεῖσα εἰς ἀβουλίαν κακῶς ... ὁ δὲ πρεσβύτης πρό‐
5τερον λογισάμενος † τί ὁρμᾷ καθυστερῆσαι τῇ γνώμῃ μεταλλαγῆναι τοῦ

1

.

25

.

5

κινδύνου. ὑμεῖς οὖν συστρατεύσασθε ἡμῖν οὐχ ὡς ἀντιτασσόμενοι τοῖς πολεμίοις, ἀλλ’ ὡς θαρσύνοντες τοὺς νέους γενναίως μάχεσθαι. αὕτη γὰρ
ἀμφοτέρων βοήθεια. ... συνεπισχύσατε ταῖς φρεσὶ γιγνώσκοντες, ὅτι καὶ ὑμῶν ἐστι σωτηρία τὸ ὑπὲρ τῆς πόλεως νικῆσαι. ἡττηθέντων γὰρ αὐτῶν25
5οἱ πολέμιοι ἐπὶ τὴν ἄπρακτον ἡλικίαν ἐλεύσονται, νικησάντων δὲ τὸ νικᾶν

1

.

25

.

6

ἐπὶ τὴν τῶν συμβουλευτῶν γνώμην ἀνατρέχει.‘ Οὕτως εἰπὼν Ἀλέξανδρος ἔπεισε καὶ τοὺς ὑπεργήρως αὐτῷ ἀκολουθεῖν.

1

.

26

.

1

Ὁ δὲ συναγαγὼν τὴν προτέραν τοῦ Φιλίππου στρατείαν ἠρίθμησε καὶ εὗρε Μακεδόνας πεζοὺς μὲν ͵οβʹ καὶ συμμάχους .., ἱππέας δὲ Μακε‐ δόνας δισχιλίους, Θρᾷκας καὶ Παφλαγόνας καὶ Σκύθας οἷς ἐχρήσατο προ‐

1

.

26

.

2

δρόμοις ὀκτακοσίους. συναριθμήσας δὲ καὶ τοὺς παρόντας σὺν οἷς πα‐ ρειλήφει εὗρεν ͵οζʹ καὶ ͵δχʹ. καὶ τούτους καθοπλίσας μεθ’ ὧν εἶχεν ἀπὸ τοῦ πατρὸς στρατιωτῶν λαμβάνει παρὰ τῶν τῆς Μακεδονίας 〈θησαυρῶν〉

1

.

26

.

3

χρυσοῦ νενομισμένου τάλαντα οʹ. καὶ ναυπηγήσας τριήρεις, ἔτι δὲ λίβερνα, διαπεράσας ἀπὸ Μακεδονίας διὰ τοῦ Θερμώδοντος ποταμοῦ εἰς τὴν ὑπερ‐ κειμένην Θρᾴκην ὑπήκοον φύσει τυγχάνουσαν διὰ τὴν τοῦ πατρὸς Φιλίππου δύναμιν, ἐκεῖθεν παραλαβὼν ἀργυρίου αἱρετοὺς καὶ ἀργυρίου τάλαντα φʹ ᾤχετο

1

.

26

.

4

ἐπὶ Λυκαονίαν. καὶ συνθύσας τοῖς ἐκεῖ στρατηγοῖς διεπέρασεν ἐπὶ Σικελίαν καὶ τινὰς ἀπειθήσαντας αὐτῷ ὑποτάξας διαπορθμεύεται 〈εἰσ〉 τὴν Ἰταλίαν

1

.

26

.

5

χώραν. οἱ δὲ τῶν Ῥωμαίων στρατηγοὶ πέμπουσι διὰ Μάρκου Αἰμιλίου στρατηγοῦ τὸν τοῦ Καπιτωλίου Διὸς στέφανον πεπλεγμένον διὰ μαργα‐ ριτῶν λέγοντες· ‘Προσεπιστεφανοῦμέν σε κατ’ ἔτος Ἀλέξανδρε χρυσοῦν

1

.

26

.

6

στέφανον ὁλκῆς λιτρῶν ρʹ‘. Ὁ δὲ παραδεξάμενος αὐτῶν τὴν εὐπείθειαν ἐπηγγείλατο αὐτοὺς μεγάλους ποιήσειν. λαμβάνει δὲ παρ’ αὐτῶν στρα‐ τιώτας χιλίους καὶ τάλαντα τετρακόσια· ἔλεγον δὲ καὶ πλείονας αὐτῷ δώσειν στρατιώτας, εἰ μὴ τὸν πόλεμον συνῆπτον Καρχηδονίοις.26

1

.

30

.

1

Κἀκεῖθεν ἀναβὰς καὶ διαπεράσας τὸ μεταξὺ πέλαγος παρεγένετο εἰς Ἀφρικήν· οἱ δὲ τῶν Ἄφρων στρατηγοὶ ἀπαντήσαντες ἱκέτευσαν αὐτὸν ἀποστῆσαι Ῥωμαίους τῆς πόλεως. ὁ δὲ τῆς ἀδρανείας αὐτῶν καταγνοὺς

1

.

30

.

2

εἶπεν· ‘Ἢ κρείττονες γίνεσθε ἢ τοῖς κρείττοσι φόρους τελεῖτε.‘ Κἀκεῖθεν ἀναζεύξας μετ’ ὀλίγων στρατιωτῶν πᾶσαν τὴν Λιβύην ὑπερθέμενος εἰς Ἄμμωνα παραγίνεται ... ἐμβαλόμενος εἰς τὰς νῆας κελεύει αὐτοῖς πλεῖν

1

.

30

.

3

καὶ περιμένειν αὐτὸν εἰς τὴν Φαρίτιδα νῆσον. αὐτὸς δὲ προσκυνήσας τὸν Ἄμμωνα καὶ θύσας αὐτῷ ὑπομνησθεὶς τῆς 〈μητρὸς λεγούσησ〉, ὡς ἐξ Ἄμμωνος ἐγεννήθη, καὶ εὐξάμενος εἶπε· ‘Πάτερ, εἰ ἀληθεύει 〈ἡ〉 μήτηρ

1

.

30

.

4

ἐκ σοῦ με γεγεννῆσθαι, χρησμῴδησόν μοι.‘ Καὶ εἰπὼν ταῦτα τὴν ἡμέραν ἐμετεώρισεν· ἐκοιμήθη δὲ καὶ εἶδε κατὰ τοὺς ὕπνους 〈τὸν Ἄμμωνα〉 τῇ Ὀλυμπιάδι περιπεπλεγμένον. ἀνίσταται οὖν τῶν ὕπνων καὶ μαθὼν τὴν τοῦ θεοῦ ἐνέργειαν κατασκευάζει τὸ τέμενος † ἐκ τῆς ἑαυτοῦ ἐπιγραφῆς·

1

.

30

.

5

‘Πατρὶ θεῷ Ἄμμωνι Ἀλέξανδρος ἔθηκεν.‘ Ἠξίου δὲ καὶ χρησμὸν λαβεῖν ἀπὸ τοῦ θεοῦ, ποῦ τῆς ὀνομασίας ἑαυτοῦ ἀείμνηστον πόλιν κτίσει· καὶ ὁρᾷ κατὰ τοὺς ὕπνους τὸν θεὸν αὐτῷ λέγοντα·

1

.

30

.

6

‘〈Ὦ〉 βασιλεῦ, σοὶ Φοῖβος ὁ μηλόκερως ἀγορεύω· εἴγε θέλεις αἰῶσιν ἀγηράτοισι νεάζειν, κτίζε πόλιν περίφημον ὑπὲρ Πρωτηίδα νῆσον, ἧς προκάθητ’ 〈Αἰὼν〉 Πλουτώνιος αὐτὸς ἀνάσσων
5〈πενταλόφοις κορυφαῖσιν ἀτέρμονα κόσμον ἑλίσσων.〉‘27

1

.

30

.

7

Τοῦτον λαβὼν τὸν χρησμὸν ὁ Ἀλέξανδρος ἀνεζήτει τὴν Πρωτέως νῆσον τίς τέ ἐστιν ὁ προκαθημένος αὐτῆς θεός ... θύσας τῷ πατρὶ Ἄμμωνι τὴν ὁδοι‐ πορίαν ἐποιεῖτο καὶ ἔν τινι κώμῃ τῆς Λιβύης 〈τὰ〉 στρατεύματα ἀνέπαυσεν.

1

.

31

.

1

Καὶ δὴ περιπατοῦντος αὐτοῦ ἔλαφος μεγίστη εἴς τινα φωλεὸν ἐνέ‐ μετο· φωνήσας δὲ τοξότῃ ἐκέλευσε τὸ ζῷον τοξεύειν. ὁ δὲ ὀκνηρότερον τείνας τὸ τόξον καὶ τὸ βέλος τινάξας εἰς † ἄχος ἀφῆκε παρ’ αὐτῷ τῆς θηρὸς μὴ εὐστοχήσας. καὶ εἶπεν ὁ Ἀλέξανδρος· ‘Ἄνθρωπε παράτονόν
5σοι ἐγένετο.‘ Ὅθεν ἐκλήθη ὁ τόπος ἐκεῖνος Παρατόνιον διὰ τὴν τοῦ Ἀλεξάνδρου ἐκβόησιν.

1

.

31

.

2

Ἐκεῖθεν ὁδεύσας εἰς Ταφώσιριν ἦλθε καὶ πυνθάνεται τῶν ἐγχωρίων τάφον Ὀσίρεως εἶναι τὸ ἱερόν. θύσας τε τῷ θεῷ τὸ ἐφεξῆς ἐποιεῖτο τῆς ὁδοιπορίας. παραγενάμενος δὲ ἐπὶ τούτου τοῦ ἐδάφους ὁρᾷ μέγιστον χώρημα εἰς ἄπειρον ἐκτεῖνον καὶ 〈ιϛʹ〉 κώμαις συνεχόμενον. ἦσαν δὲ
5αὗται· † Στειράμφεις, Φανέντι καὶ Εὔδημος, Ἀκάμης, Εὔπυρος, Ῥακῶτις, Ἡγιῶσα, ᾿Υπόνης, Κραμβεῖται, Κραπαθεῖς καὶ Λυϊδίας, Πάσης, Τέρεσις τῷ Νεφέλη τε Μηνυῖα τε, Πέλασος †. ἡ δὲ Ῥακῶτις ἦν ἐπίσημος· ἐτύγχανε

1

.

31

.

3

γὰρ μητρόπολις οὖσα. αἱ δὲ ιϛʹ κῶμαι εἶχον ποταμοὺς ιβʹ ἐξερευγομένους εἰς τὴν θάλασσαν· καὶ μέχρι νῦν αἱ διεκδρομαὶ ἀναπεφραγμέναι εἰσίν .. ἐχώσθησαν οἱ ποταμοὶ καὶ ἀγυιαὶ τῆς πόλεως καὶ πλατεῖαι ἐγενήθησαν.28

1

.

31

.

4

δύο δὲ μόνοι διέμειναν, οἳ καὶ ἀπορρέουσιν εἰς τὴν θάλατταν ... ἐπικα‐ λούμενοι Ῥακωτίτης ποταμός, ὃς νῦν δρόμος τοῦ μεγάλου θεοῦ Σαράπιδος τυγχάνει· εἶτα διῶρυξ τῆς ἀγοραίου πλατείας· καὶ μέγιστος παταμὸς 〈ὁ〉 καλούμενος † Ξυλέρῳ νῦν Ἀσπενδία τυγχάνουσα· εἶτα διῶρυξ, οὗ τὸ
5Τυχαῖον· καὶ μέγιστος ποταμὸς 〈Κοπρωνικός· καὶ διῶρυξ μεγάλη καὶ ποταμὸσ〉 Νεφερώτης † τὰ νῦν ἐκθέματα, οὗ ἐστι καὶ Ἴσιδος τῆς Νεφερὼν 〈ἱερὸν〉 πρωτόκτιστον Ἀλεξανδρείας· καὶ μέγιστος πάντων 〈τῶν〉 ποτα‐ μῶν Ἀργέος καλούμενος, οὗ ἐστιν Ἀργεῖον· 〈εἶτα διῶρυξ Ἀρείου οὗ ἐστιν Ἀρείου〉 στῦλος· καὶ διῶρυξ κατὰ τὸν Κανωπικὸν 〈ποταμὸν〉 ἐκβάλλουσα

1

.

31

.

5

κατὰ τοῦ Ζεφυρίου· καὶ μέγιστος ποταμὸς 〈τὸ Ἡράκλειον στόμα. ἀπὸ γὰρ τῆς καλουμένης Πανδύσεως ἕως τοῦ〉 Ἡρακλείου στόματος τὸ μῆκος τῆς πόλεως ἐχωρογράφησε, τὸ δὲ πλάτος ἀπὸ τοῦ Μενδησίου ἕως τῆς
μικρᾶς Ἑρμουπόλεως. οὐ καλεῖται δὲ Ἑρμούπολις, ἀλλ’ Ὁρμούπολις,29
5ἐπειδὴ ὁ κατερχόμενος ἀπ’ Αἰγύπτου 〈καὶ ἀνερχόμενοσ〉 ἐκεῖ ὁρμεῖ· ὅθεν

1

.

31

.

6

καὶ Ἀλεξανδρέων 〈ἡ〉 χώρα ἀναγράφεται. Συνεβούλευσε δὲ αὐτῷ Κλεομένης ὁ Ναυκρατίτης 〈καὶ Δεινοκράτησ〉 ὁ Ῥόδιος μὴ τηλικαύτην πόλιν κτίζειν διὰ τὸ μὴ ἔχειν αὐτὴν πληρῶσαι ὄχλων· ἐὰν δὲ καὶ πληρωθῇ, οὐ δυνή‐ σονται 〈οἱ〉 ἔμποροι τὴν χρείαν αὐτῇ παρασχεῖν τῶν ἐπιτηδείων πρὸς
5τροφήν. πολεμήσουσι δὲ οἱ ἐν αὐτῇ πῇ πόλει κατοικοῦντες, ὡς τηλικαύτης οὔσης καὶ ἀπείρου· αἱ γὰρ μικροπολιτεῖαι εὐσυμβούλευτοί εἰσι πρὸς 〈τὸ〉 τὰ συμφέροντα ποιεῖν, οἱ δὲ μέγιστοι δῆμοι ὡς 〈ἐν〉 τηλικαύτῃ πόλει

1

.

31

.

7

κατοικοῦντες ἄγνωστοι ἑαυτοῖς τυγχάνουσιν. εἴξας τοῖς ἀρχιτέκτοσιν ὁ Ἀλέξανδρος ἐπέτρεψεν αὐτοῖς, οἷς βούλονται μέτροις τὴν πόλιν κτίζειν. οἱ δὲ χωρογραφοῦσι τὸ μῆκος τῆς πόλεως ἀπὸ τοῦ Δράκοντος τοῦ κατὰ τὴν Ταφοσιριακὴν ταινίαν μέχρι τοῦ Ἀγαθοδαίμονος τοῦ κατὰ τὸν Κάνωπον,
5καὶ ἀπὸ τοῦ Μενδησίου ἕως τῆς Εὐρυλόχου καὶ Μελανθίου τὸ πλάτος.

1

.

31

.

8

καὶ κελεύει τοῖς κατοικοῦσι κωμαίοις μεταβαίνειν ἀπὸ λʹ μιλίων τῆς πόλεως ἔξω, χώρημα αὐτοῖς χαρισάμενος, προσαγορεύσας αὐτοὺς Ἀλεξανδρεῖς. ἦσαν δὲ ἀρχέφοδοι τῶν κωμῶν τότε Εὐρύλοχος καὶ Μελάνθιος· ὅθεν καὶ ἡ ὀνομασία ἔμεινεν.

1

.

31

.

9

Ἐσκέπτετο δὲ καὶ ἑτέρους ἀρχιτέκτονας τῆς πόλεως, ἐν οἷς Κλεομένην Ναυκρατίτην καὶ Κρατερὸν Ὀλύνθιον καὶ Ἥρωνα ὀνόματι Λιβυκὸν τῷ γένει,
ὃς εἶχεν ἀδελφὸν ὀνόματι καλούμενον Ὑπόνομον. οὗτος συνεβούλευσεν Ἀλεξάνδρῳ, πρὸ τοῦ ὀρύξαι τὴν πόλιν ἐκ θεμελίων, [καὶ] ὀχετηγοὺς30
5ποιῆσαι ἐξερεύγοντας εἰς τὴν θάλατταν. πεισθεὶς ὁ Ἀλέξανδρος ἐκέλευσε γενέσθαι· ὅπερ οὐδεμία πόλις εἶχεν. καλοῦνται δὲ ὑπόνομοι διὰ τὸ 〈τὸν〉 ὑποδείξαντα Λιβυκὸν Ὑπόνομον καλεῖσθαι.

1

.

31

.

10

Οὐ μέντοιγε ἑτέρα πόλις ἐστὶ μείζων Ἀλεξανδρείας· πᾶσαι γὰρ ἐχωρογραφήθησαν καὶ ἐμετρήθησαν. ἡ δὲ μεγίστη πόλις ἐν Συρίᾳ Ἀντιό‐ χεια· αὕτη ἐστὶ σταδίων ηʹ καὶ ποδῶν οβʹ· ἡ δὲ ἐν Ἀφρικῇ Καρχηδὼν σταδίων ιϛʹ ποδῶν β𐅵ʹ· ἡ δὲ ἐν τοῖς βαρβάροις Βαβυλὼν σταδίων ιβʹ καὶ
5ποδῶν σηʹ· ἡ δὲ Ῥώμη σταδίων ιδʹ καὶ ποδῶν κʹ· Ἀλεξάνδρεια σταδίων ιϛʹ καὶ ποδῶν τριακοσίων ἐνενήκοντα πέντε.

1

.

32

.

1

Παραγενόμενος οὖν ὁ Ἀλέξανδρος εἰς τοῦτο τὸ ἔδαφος εὗρε τοὺς

1

.

32

.

2

ποταμοὺς καὶ τὰς διώρυχας καὶ τὰς κώμας συνεστώσας. ἀπὸ δὲ τῆς γῆς ἐπὶ τῆς θαλάσσης νῆσόν τινα ἐθεάσατο καὶ πυνθάνεται, τίς καλεῖται 〈ἡ〉 νῆσος· οἱ δὲ ἐγχώριοι εἶπον· ‘Φάρος· Πρωτεὺς δὲ αὐτόθι κατῴκησεν, 〈οὗ καὶ〉 τὸ μνῆμα τοῦ Πρωτέως ἐστὶ τὸ παρ’ ἡμῖν θρησκευόμενον ἐπί τινος

1

.

32

.

3

ὑψηλοτάτου ὄρους.‘ Ἤνεγκαν αὐτὸν εἰς τὸ νῦν καλούμενον ἡρῷον καὶ ἐπέδειξαν τὴν λάρνακα. θύσας δὲ τῷ ἥρωι Πρωτεῖ καὶ ἰδὼν ἀπὸ τοῦ χρόνου καταπεπτωκὸς τὸ μνῆμα ἐκέλευσεν αὐτὸ ταχέως ἀνορθῶσαι, χωρο‐ γραφεῖσθαι δὲ καὶ τὸ περίμετρον τῆς πόλεως.

1

.

32

.

4

Οἱ δὲ ἄλευρον βαλόντες ἐχωρογράφησαν· καὶ καταπτάντα ὄρνεα πάν‐ τα .. λαβόντα ἀπέπτησαν. συμφοράζων δὲ ὁ Ἀλέξανδρος μετεπέμψατο σημειολύτας καὶ εἶπε τὸ γεγενημένον· οἱ δὲ ἀπεκρίναντο· ‘Αὕτη ἡ πόλις
κτισθεῖσα ὅλην τὴν οἰκουμένην θρέψει καὶ πανταχοῦ ἔσονται οἱ ἐν αὐτῇ31
5γεννηθέντες ἄνθρωποι· καὶ γὰρ τὰ πετεινὰ ὅλην τὴν οἰκουμένην περι‐ επορεύσαντο.‘

1

.

32

.

5

Ἤρξαντο δὲ οἰκοδομεῖν τὴν Ἀλεξάνδρειαν ἀπὸ Μέσου πεδίου, καὶ ἔσχεν ὁ τόπος τὴν προσωνυμίαν ἀρχὴν διὰ τὸ ἀπ’ ἐκεῖθεν ἄρξασθαι τὴν

1

.

32

.

6

τῆς πόλεως οἰκοδομήν. τοῖς δὲ περὶ αὐτὴν τρεπομένοις δράκων συνήθως παραγενόμενος ἐξεφόβει τοὺς ἐργαζομένους, καὶ ἐγκοπὴν ἐποιοῦντο τοῦ ἔργου διὰ τὴν τοῦ ζῴου ἐπέλευσιν. μετεδόθη δὲ τῷ Ἀλεξάνδρῳ τοῦτο· ὁ δὲ ἐκέλευσε τῇ ἐρχομένῃ ἡμέρᾳ ὅπου ἂν καταληφθῇ χειρώσασθαι [ἑνὸς

1

.

32

.

7

εἰργάζοντο]. καὶ δὴ λαβόντες 〈τὴν〉 ἐπιτροπὴν παραγενομένου τοῦ θηρὸς κατὰ τῆς νῦν καλουμένης Στοᾶς τούτου περιεγένοντο καὶ ἀνεῖλον. ἐκέλευσε δὲ ὁ Ἀλέξανδρος ἐκεῖ αὐτῷ τέμενος γενέσθαι καὶ θάψας κατέθετο· καὶ πλη‐ σίον ἐκέλευσε στεφάνους στέφεσθαι εἰς μνήμην τοῦ ὀφθέντος ἀγαθοῦ δαίμονος.

1

.

32

.

8

Ἐκέλευσε δὲ μηδαμοῦ ἀλλαχοῦ βάλλεσθαι τὴν ὀρυγὴν τῶν θεμελίων εἰ μὴ εἰς ἕνα τόπον, καὶ ἔστιν ἕως ἄρτι ὄρος μέγα φαινόμενον, ὃ καλεῖται

1

.

32

.

9

Κοπρία. θεμελιώσας δὲ τὰ πλεῖστα τῆς πόλεως μέρη καὶ χωρογραφήσας ἐπέγραψε γράμματα εʹ, Α Β Γ Δ Ε. τὸ μὲν οὖν Α Ἀλέξανδρος, τὸ δὲ Β βασιλεύς, τὸ δὲ Γ γένος, τό δὲ Δ Διός, τὸ δὲ Ε ἔκτισε πόλιν ἀείμνηστον.

1

.

32

.

10

ὑποζύγια δὲ καὶ ἡμίονοι εἰργάζοντο. καθιδρυμένου δὲ τοῦ ἡρῴου † ἐπὶ ἓν ἐπιστύλιον ... ἐξεπήδησεν ἀπ’ αὐτοῦ πολλὴ ἴλη 〈ὄφεων〉, καὶ ἑρπύ‐ σαντες εἰσέδραμον εἰς τὰς οἰκίας τὰς ἤδη γενομένας δʹ. ἔτι 〈δὲ〉 παρὼν

1

.

32

.

11

ὁ Ἀλέξανδρος καθίδρυσε Τύβι κεʹ 〈τὴν πόλιν〉 καὶ αὐτὸ τὸ ἡρῷον. ὅθεν καὶ τούτους τοὺς ὄφεις ἐσεβάζοντο οἱ θυρωροὶ ὡς ἀγαθοὺς δαίμονας εἰσι‐ όντας εἰς τὰς οἰκίας. οὐ γάρ ἐστιν ἰοβόλα, ἀλλὰ καὶ τὰ δοκοῦντα εἶναι
ἰοβόλα ἀπελαύνουσι. καὶ θυσία τελεῖται αὐτῷ τῷ ἥρωι 〈ὡς ὀφιογενεῖ〉.32
5στεφανοῦσι δὲ τὰ κτήνη, ἀνάπαυσιν αὐτοῖς παρεχόμενοι διὰ τὸ συνεργῆσαι

1

.

32

.

12

ἀχθοφοροῦντα εἰς τὴν καθίδρυσιν τῆς πόλεως. ἐκέλευσε δὲ ὁ Ἀλέξανδρος τοῖς φύλαξι τῶν οἴκων σῖτον δοθῆναι· οἱ δὲ λαβόντες ἀλήσαντες καὶ

1

.

32

.

13

ἀθηροποιησάμενοι τὴν † ἡμέραν τοῖς ἐνοικοῦσι † θάλλον διδόασιν. ὅθεν καὶ μέχρι τοῦ δεῦρο τοῦτον τὸν νόμον φυλάττουσι παρ’ Ἀλεξανδρεῦσι, Τύβι κεʹ τὰ μὲν κτήνη στεφανοῦσθαι, θυσιάζεσθαι δὲ τοῖς ἀγαθοῖς δαίμοσι τοῖς προνοουμένοις τῶν οἰκιῶν καὶ διαδόσεις τῶν ἀθηρῶν ποιεῖσθαι.

1

.

33

.

1

Εὗρε δὲ † ἐπὶ πέντε ὑψηλοτάτας λοφίας, † ὅπερ εἰσὶν ἥλιος καὶ Ἡλίωνος στῦλοι καὶ τὸ ἡρῷον. ἐζήτει 〈δὲ〉 καὶ τὸ Σαραπεῖον κατὰ τὸν χρησμὸν τὸν δοθέντα αὐτῷ ὑπὸ τοῦ Ἄμμωνος [καὶ] τοῦ πάντων δυναμικω‐ τάτου θεῶν·

1

.

33

.

2

ὦ βασιλεῦ 〈σοι〉 Φοῖβος ὁ μηλόκερως ἀγορεύει· εἴ γε θέλεις αἰῶσιν ἀγηράτοισι νεάζειν, κτίζε πόλιν περίφημον 〈ὑπὲρ Πρωτηίδα νῆσον,〉 ἧς προκάθητ’ 〈Αἰὼν〉 Πλουτώνιος 〈αὐτὸσ〉 ἀνάσσων
5πενταλόφοις κορυφαῖσιν ἀτέρμονα κόσμον ἑλίσσων.

1

.

33

.

3

ἐζήτει οὖν τὸν θεὸν τὸν πάντα δερκόμενον. καὶ δὴ ποιήσας μέγιστον βωμὸν ἀντικρὺς τοῦ ἱεροῦ, ὃς νῦν καλεῖται βωμὸς Ἀλεξάνδρου, πολυτελῆ
θυσίαν ἐπετέλεσε καὶ ἐπευξάμενος εἶπεν· ‘Ὅστις ποτ’ οὖν τυγχάνεις θεὸς προνοούμενος ταύτης τῆς γῆς καὶ τὸν ἀτέρμονα κόσμον ἐπιδέρκῃ, παράδεξαι33

1

.

33

.

4

τὴν θυσίαν καὶ βοηθός μοι γενοῦ εἰς τοὺς πολέμους.‘ 〈Ταῦτα〉 εἰπὼν ἐπέ‐ θηκε τὰ ἱερὰ ἐπὶ τοῦ βωμοῦ· αἰφνιδίως δὲ μέγας ἀετὸς καταπτὰς ἥρπασε τὰ σπλάγχνα τοῦ θύματος καὶ φερόμενος δι’ ἀέρος ἐπί τινος ἑτέρου βωμοῦ ἀφῆκεν· ἀκολουθήσαντες 〈δὲ〉 οἱ κατάσκοποι ἐσήμαναν τῷ βασιλεῖ Ἀλεξ‐

1

.

33

.

5

άνδρῳ τὸν τόπον· ὁ δὲ τάχιον ἐκεῖ παραγενόμενος εἶδε τὰ σπλάγχνα ἐπὶ τοῦ βωμοῦ κείμενα καὶ ναὸν ὑπὸ ἀρχαιότητος καθιδρυμένον, ξόανον δὲ ἔνδον καθεζόμενον, ὃ θνητὴ φύσις οὐχ εὗρεν ἀπαγγεῖλαι· παρειστήκει δὲ τῷ ἀφράστῳ ξοάνῳ κόρης ἄγαλμα μέγιστον. καὶ ἐπυνθάνετο τῶν ἐκεῖ
5κατοικούντων, τίς ὁ θεὸς τυγχάνει· οἱ δὲ ἔφασκον μὴ εἰδέναι μέν, παρει‐

1

.

33

.

6

ληφέναι δὲ παρὰ τῶν προπατόρων Διὸς καὶ Ἥρας ἱερὸν εἶναι. ἐν ᾧ καὶ τοὺς ὀβελίσκους ἐθεάσατο τοὺς μέχρι νῦν κειμένους ἐν τῷ Σαραπείῳ ἔξω τοῦ περιβόλου τοῦ νῦν γενομένου, οἳ ἦσαν κεχαραγμένοι γράμμασιν ἱερατικοῖς. ὁ δὲ Ἀλέξανδρος ἐπύθετο, τίνος εἰσὶν οἱ ὀβελίσκοι· οἱ δὲ
5ἔλεγον· ‘Βασιλέως κοσμοκράτορος Σεσογχώσεως.‘ Κεῖται δὲ ἡ ἐπιγραφὴ αὕτη ἱερατικοῖς γράμμασι· ‘Βασιλεὺς Αἰγύπτου Σεσόγχωσις κοσμοκράτωρ

1

.

33

.

7

τῷ προφανεῖ τοῦ κόσμου θεῷ Σαράπι ἀνέθηκεν.‘ Εἶπεν οὖν ὁ Ἀλέξανδρος ἀποβλέψας εἰς τὸν θεόν· ‘Μέγιστε ὦ Σάραπι, εἰ σὺ τυγχάνεις τοῦ κόσμου θεός, δήλωσόν μοι.‘ Ὤφθη δὲ αὐτῷ διὰ τῶν ὕπνων ὁ μέγιστος θεὸς καὶ εἶπεν· ‘Ἀλέξανδρε ἐξελάθου, τί εἶπες ποιῶν τὴν θυσίαν; οὐ σὺ εἶπες·

1

.

33

.

8

“ὅστις ποτ’ οὖν τυγχάνεις προνοούμενος ταύτης τῆς γῆς καὶ τὸν ἀτέρμονα κόσμον ἐπιδέρκῃ, παράδεξαι τὴν θυσίαν καὶ βοηθός μοι γενοῦ εἰς τοὺς πολέμους.” καὶ αἰφνιδίως ἀετὸς καταπτὰς ἁρπάσας τὰ σπλάγχνα ἔθηκεν ἐπὶ τοῦ βωμοῦ; οὐκ ἦν σε ἐπιγνῶναι, ὅτι ἐγώ εἰμι ὁ πάντων προνοούμενος

1

.

33

.

9

θεός;‘ Τοῦ δὲ κατὰ τοὺς ὀνείρους παρακαλοῦντος τὸν θεὸν καὶ λέγοντος·
‘Εἰ διαμενεῖ ἡ πόλις αὕτη 〈ἡ〉 ἐπὶ τῷ ὀνόματί μου κτιζομένη Ἀλεξάνδρεια εἴτε μεταβληθήσεταί μου τὸ ὄνομα εἰς ἑτέρου βασιλέως ὀνομασίαν, μήνυσόν34

1

.

33

.

10

μοι.‘ Ὁρᾷ δὲ τὸν θεὸν κρατοῦντα αὐτὸν τῆς χειρὸς καὶ φέροντα παρά τι ὄρος μέγιστον καὶ λέγοντα· ‘Ἀλέξανδρε δύνασαι μεταθεῖναι τοῦτο τὸ ὄρος εἰς ἕτερον μέροσ‘; Ὑπενόησε λέγειν· ‘Οὐ δύναμαι κύριε.‘ Καὶ ὁ θεὸς εἶπεν· ‘Οὕτως οὐδὲ τὸ σὸν ὄνομα δύναται εἰς ἑτέρου βασιλέως ὀνομασίαν
5μεταβληθῆναι. ἀλλὰ καὶ αὐξηθήσεται ἀγαθοῖς Ἀλεξάνδρεια, αὔξουσα τὰς προγενεστέρας ἑαυτῆς πόλεις.‘ Ὁ δὲ Ἀλέξανδρος εἶπε· ‘Κύριε ἔτι τοῦτό

1

.

33

.

11

μοι δήλωσον, πότε καὶ πῶς μέλλω μεταλλάσσειν.‘ Τὸν δὲ θεὸν λέγειν·
‘Ἄλυπόν ἐστι καὶ καλὸν καὶ τίμιον
θνητὸν γεγονότα μὴ προειδέναι, πότε
ἔστιν τὸ τέρμα τῆς τελευτῆς τοῦ βίου.
5βροτοὶ γὰρ ὄντες οὐ νοοῦσιν ἐν φρεσίν ἀθάνατον εἶναι τὸν βίον τὸν ποικίλον, ὅταν ἔχωσιν ἄγνοιαν τῶν συμφορῶν. τὸ δ’ αὐτὸ καὶ σὺ τοῦτο κάλλιστον δόκει, τὸ μέλλον εἴ σοι μὴ προειδέναι φίλον.
10ἐπεὶ δ’ ἐρωτᾷς αὐτὸς ἐκμαθεῖν θέλων, ἔνεστι· πεύσῃ συντόμως οὕτω τόδε. σὺ μὲν ταγαῖσι ταῖς ἐμαῖς νέος γεγώς τὰ φῦλα πάντα καθυποτάξεις βαρβάρων ...
† ἥξεις δὲ πόλιν ποθητὴν κόσμου κόσμον ἔνθεον.35
15καιρῶν δὲ πλείστων καὶ χρόνων προβαινόντων καὐτὴ προβήσετ’ ἐν ἀγαθοῖς, κοσμουμένη ναοῖσι πολλοῖς καὶ τεμένεσι ποικίλοις κάλλει τε μεγέθει τῶν ὄχλων εὐπληθείᾳ. καὶ πᾶς ἐς αὐτὴν εἰσελεύσεται μένειν
20τῆς πρὶν τεκούσης ἐκλελησμένος γύης. ἐγὼ δὲ ταύτης προστάτης γενήσομαι ἔθε.......... προκαθίσας † ἀοράτοις τὴν γῆν † ἑδράσας καὶ τάξας πόλον μένειν, βυθοὺς ἁπλώσας καὶ τὸ πῦρ ἐκφοιβάσας,
25νότον δὲ θαμβῶν μὴ πνέειν δυσήμερον, ὅπως τὰ χαλεπὰ τῶν πονηρῶν δαιμόνων μηδὲν δυνηθῇ διαταράξαι τὴν πόλιν. σεισμὸς γὰρ ἔσται πρὸς ὀλίγον λιμός θ’ ἅμα λοιμός θ’ ὁμοίως, πόλεμος οὐ βαρὺς φόνῳ,
30ἀλλ’ ὡς ὄνειρον διαδραμοῦνται τὴν πόλιν. πολλοὶ δὲ διὰ βίου σε πάντῃ πάντοτε καθὼς θεὸν γεγονότα προσκυνήσουσιν. σὺ δ’ ἀποθεωθεὶς προσκυνηθήσῃ θανών καὶ δῶρα λήψῃ βασιλέων. σὺ πάντοτε
35οἰκήσεις αὐτὴν καὶ θανὼν καὶ μὴ θανών· τάφον γὰρ ἕξεις αὐτὸς ἣν κτίζεις πόλιν. † πείσω δὲ Ἀλέξανδρε τίς πέφυκ’ ἐγώ· δὶς ἑκατὸν ἤδη καὶ μίαν ψῆφον σύνθες, εἶθ’ ἑκατὸν ἄλλας καὶ μίαν, † τετράκις εἴκοσι καὶ δέκα,36
40λαβὼν δὲ πρῶτον γράμμα ποίησον ἔσχατον· καὶ τότε νοήσεις, τίς πέφυκ’ ἐγὼ θεός.‘

1

.

33

.

12

Ὁ μὲν οὖν θεὸς χρηματίσας εἰς ἑαυτὸν ἀνεχώρησεν· ὁ δὲ Ἀλέξανδρος διεγερθεὶς τῶν ὕπνων καὶ ἀναποδίσας τὸν χρησμὸν ἐπέγνω τὸν τῶν ὅλων θεὸν μέγαν Σάραπιν. βωμὸν δὲ μέγαν ἱδρυσάμενος ἱερά τε ἄξια τῷ θεῷ ἐκέλευσε κομίζεσθαι καὶ ἀποσφάξαντας ἐπιβάλλειν εἰς τὸν βωμόν· λιβάνου
5δὲ πλῆθος καὶ ἀρωμάτων παντοίων σωρηδὸν ἐπιβάλλων ἐκέλευσεν εὐωχεῖ‐ σθαι πάντας.

1

.

33

.

13

Κελεύει δὲ καὶ Παρμενίωνι ἀρχιτέκτονι ξόανον κατασκευάσαι δωμησά‐ μενον τέμενος ἐμφερὲς τοῖς Ὁμηρικοῖς στίχοις, ὡς εἶπεν ἐκεῖνος ὡδί που 〈ὁ〉 ἀοίδιμος Ὅμηρος (Il. Α 528 sqq.).
ἦ καὶ κυανέῃσιν ἐπ’ ὄφρυσι νεῦσε Κρονίων·
5
ἀμβρόσιαι δ’ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος
κρατὸς ἀπ’ ἀθανάτοιο, μέγαν δ’ ἐλέλιξεν Ὄλυμπον. ὁ μὲν οὖν Παρμενίσκος κατεσκεύασε τὸ καλούμενον Παρμενίσκου Σαραπεῖον. καὶ τὰ μὲν τῆς κατασκευῆς τῆς πόλεως οὕτως ἔχει.

1

.

34

.

1

Ὁ δὲ Ἀλέξανδρος παραλαβὼν τὰ στρατεύματα ἐπείγετο εἰς τὴν Αἴγυπτον, πέμψας τὰ λίβερνα περιμένειν αὐτὸν εἰς Τρίπολιν. ἔκαμνε δὲ

1

.

34

.

2

τὸ στράτευμα τῆς ὁδοιπορίας δυσχεροῦς οὔσης. ὑπαντῶντες 〈δὲ〉 τῷ Ἀλεξάνδρῳ κατὰ πᾶσαν πόλιν οἱ προφῆται τοὺς ἰδίους θεοὺς κομίζοντες
ἀνηγόρευον αὐτὸν νέον Σεσόγχωσιν κοσμοκράτορα. ἐπειδὴ δὲ εἰς τὴν Μέμφιν παρεγένετο, ἐνεθρόνιζον αὐτὸν εἰς τὸ τοῦ Ἡφαίστου ἱερὸν θρονιστήριον37
5καὶ ἐστόλιζον ὡς Αἰγύπτιον βασιλέα.

1

.

34

.

3

Ὁρᾷ δὲ ὁ Ἀλέξανδρος ἀνδριάντα μέλανος λίθου καὶ ἐπιγραφὴν εἰς τὴν βάσιν· ‘Ὁ φυγὼν βασιλεὺς πάλιν ἥξει εἰς Αἴγυπτον, οὐ γηράσκων

1

.

34

.

4

ἀλλὰ νεάζων, καὶ τοὺς ἡμῶν ἐχθροὺς Πέρσας ἡμῖν ὑποτάξει.‘ Ἐπυνθάνετο δέ, τίνος ὁ ἀνδριάς; οἱ δὲ εἶπον· ‘Οὗτός ἐστιν ὁ ὕστατος ἡμῶν γενόμενος βασιλεὺς Νεκτανεβώ, ὅστις ἐρχομένων τῶν Περσῶν τὴν Αἴγυπτον πολε‐ μῆσαι εἶδε διὰ τῆς μαγικῆς δυνάμεως τοὺς θεοῦς τῶν Αἰγυπτίων στρατο‐
5πεδάρχας τῶν πολεμίων τυγχάνοντας εἰς τὴν Αἴγυπτον [ὃς] καὶ μαθὼν

1

.

34

.

5

τὴν ὑπ’ αὐτῶν γενομένην προδοσίαν ἔφυγεν. ζητούντων δὲ ἡμῶν αὐτὸν 〈καὶ〉 ἀξιούντων τοὺς ἰδίους θεούς, ποῦ ἔφυγεν ὁ βασιλεύς, ἐχρημάτισεν ἡμῖν ὁ ἐν τῷ ἀδύτῳ τοῦ Σινωπείου θεὸς οὕτως· ‘Ὁ φυγὼν βασιλεὺς πάλιν ἥξει ἐν Αἰγύπτῳ, οὐ γηράσκων ἀλλὰ νεάζων, καὶ τοὺς ἡμῶν ἐχθροὺς Πέρσας
5ἡμῖν ὑποτάξει.‘

1

.

34

.

6

Ταῦτα ἀκούσας ὁ Ἀλέξανδρος ἀνάλλεται ἐπὶ τοῦ ἀνδριάντος καὶ περι‐ πλέκεται εἰπών· ‘Οὗτος ἐμὸς πατήρ ἐστιν· τούτου ἐγὼ υἱὸς τυγχάνω. οὐκ ἐψεύσατο ὑμᾶς ὁ τοῦ θεοῦ χρησμός. καίτοι θαυμάζω, πῶς ὅλως κατελήφθητε ὑπὸ βαρβάρων τείχη ἔχοντες ἀχειροποίητα, μὴ δυνάμενα

1

.

34

.

7

καταβληθῆναι ὑπὸ πολεμίων. ποταμοὶ γάρ εἰσι κυκλόθεν οἱ φυλάσσοντες ὑμῶν τὴν πόλιν καὶ τρίβοι σκολιοὶ δύσκαμποι, ὡς μὴ δύνασθαι πλῆθος στρατιᾶς ἐπιβῆναι· καὶ γὰρ ἐγὼ πρὸς ὑμᾶς μετ’ ὀλίγων ἐρχόμενος ἔκαμνον

1

.

34

.

8

διὰ τὴν δυσέκβατον ὁδόν. ἀλλὰ τοῦτο τῆς τῶν θεῶν προνοίας καὶ δικαιό‐ τητος ἦν, ἵνα ὑμεῖς οἱ ἔχοντες [τὴν] γῆν εὔφορον καὶ ποταμὸν γόνιμον ὑποτεταγμένοι ἦτε τῇ τῶν ταῦτα μὴ ἐχόντων ἐξουσίᾳ. εἰ γὰρ μετὰ τούτων ὧν ἔχετε δωρεῶν καὶ ἐβασιλεύετε, ἔθνησκον ἂν οἱ βάρβαροι ταῦτα μὴ
5κεκτημένοι· ὅθεν οἱ μὲν μὴ ἔχοντες ταῦτα δύναμιν ἔχουσι πολεμικήν, οἱ δὲ ἔχοντες τέχνην γεωργικὴν δουλεύετε τοῖς μὴ ἔχουσι, καὶ οἱ μὴ ἔχοντες
παρὰ τῶν ἐχόντων λαμβάνουσιν.‘38

1

.

34

.

9

Οὕτως εἰπὼν ὁ Ἀλέξανδρος ᾔτησε παρ’ αὐτῶν φόρους, οὓς ἡτοιμάκασι Δαρείῳ, λέγων· ‘Οὐχ ἵνα εἰς τὸ ἴδιον ταμιεῖον ἀπενέγκωμαι, ἀλλ’ ἵνα δαπανήσω εἰς τὴν ὑμῶν πόλιν Ἀλεξάνδρειαν τὴν πρὸς Αἰγύπτῳ μητρό‐ πολιν οὖσαν τῆς οἰκουμένης.‘ Οὕτως αὐτοῦ εἰπόντος ἀσμένως δέδωκαν τὰ
5χρήματα καὶ μετὰ τιμῆς ἐξέπεμψαν αὐτὸν διὰ τοῦ Πηλουσίου.

1

.

35

.

1

Ὁ δὲ 〈τὸ〉 στρατόπεδον ἀναλαβὼν καὶ ἀναζεύξας τὴν ἐπὶ Συρίαν ὁδὸν ἐποιεῖτο· ὑπηκόους δὲ ἔσχε τὰς ἔγγιστα πόλεις. κἀκεῖθεν στρατο‐

1

.

35

.

2

λογήσας χιλίους καταφράκτους εἰς Τύρον παρεγένετο. καὶ ἀντιτάσσονται αὐτῷ Τύριοι μὴ ἐῶντες αὐτὸν διὰ τῆς πόλεως εἰσελθεῖν κατά τινα χρησμὸν ἀρχαῖον δοθέντα αὐτοῖς τοιοῦτον· ‘ἐάν, φησι, διέλθῃ ὑμᾶς βασιλεύς, ἐπὶ

1

.

35

.

3

ἐδάφους ὑμῶν ἔρχεται ἡ πόλις.‘ ὅθεν ἀντέστησαν τοῦ μὴ εἰσελθεῖν τὸν Ἀλέξανδρον· καὶ ἀντιτάσσονται αὐτῷ Τύριοι περιτειχίσαντες ὅλην τὴν πόλιν, 〈καὶ〉 κραταιᾶς μάχης γινομένης πολλοὺς ἀναιροῦσι τῶν Μακεδόνων

1

.

35

.

4

οἱ Τύριοι καὶ θλίβεται τὸ στράτευμα Ἀλεξάνδρου. ὑπέστρεψε δὲ ὁ Ἀλέξαν‐ δρος καὶ ἀνακτησάμενος αὑτὸν ἐζήτει Τύρον ἐκπορθῆσαι. καὶ ὁρᾷ τινὰ κατὰ τοὺς ὕπνους λέγοντα αὐτῷ· ‘Μὴ γένῃ σεαυτοῦ ἄγγελος εἰς Τύρον.‘ Τοῦτο ἰδὼν ἀνίσταται τῶν ὕπνων καὶ πέμπει πρέσβεις μετ’ ἐπιστολῆς
5περιεχούσης οὕτως·

1

.

35

.

5

[Ἐπιστολὴ Ἀλεξάνδρου Τυρίοις.] ‘Βασιλεὺς Ἀλέξανδρος Μακεδόνων, υἱὸς Ἄμμωνος καὶ Φιλίππου βασιλέως παῖς καὶ αὐτὸς δὲ βασιλεὺς μέγιστος Εὐρώπης, Ἀσίας καὶ Λιβύης Τυρίοις τοῖς μηκέτι οὖσι λέγει. ἐγὼ τὴν ἀρχὴν † ποιούμενος τὰ ἔθνη μετ’ εἰρήνης καὶ εὐνοίας ἐβουλόμην τὴν εἴσοδον
5ποιήσασθαι. εἰ δὲ ὑμεῖς 〈οἱ〉 Τύριοι 〈πρῶτοι〉 τυγχάνοντες οὐ τῇ πολι‐ τείᾳ λέγω, ἀλλὰ .... τῇ εἰσόδῳ τῆς ὁδοιπορίας ἀντιτάσσεσθέ μοι, δι’ ὑμῶν μαθήσονται καὶ οἱ ἕτεροι, πόσον σθένουσι Μακεδόνες πρὸς τὴν ὑμῶν ἀπόνοιαν. ἔσται 〈δὲ〉 καὶ ὁ δοθεὶς χρησμὸς ἀσφαλής· διελεύσομαι γὰρ ὑμῶν τὴν πόλιν
καὶ καταπεσεῖται. ἔρρωσθε σωφρονοῦντες· εἰ δὲ μή, δυστυχοῦντες.‘39

1

.

35

.

6

Ἀναγνόντες τὴν ἐπιστολὴν οἱ πρωτόβουλοι αὐτῶν κελεύουσι τοὺς πρέσβεις μαστίζεσθαι λέγοντες· ‘Ποῖός ἐστιν ὑμῶν Ἀλέξανδρος;‘ Τῶν δὲ λεγόντων μηδένα εἶναι ἀνασταυροῦσιν αὐτούς.

1

.

35

.

7

Ὁ δὲ Ἀλέξανδρος μαθὼν ἐζήτει, πῶς καταλάβῃ Τυρίους· ἄλογον γὰρ αὐτῶν ἡγεῖτο ... ὁρᾷ δὲ κατὰ τοὺς ὕπνους ἕνα 〈τῶν〉 τοῦ Διονύσου προπόλων Σάτυρον ἐπιδιδόντα αὐτῷ τυρόν, αὑτὸν δὲ λαβόντα τοῖς ποσὶν

1

.

35

.

8

αὐτὸν συμπατεῖν. ἀναστὰς δὲ διηγήσατό τινι ὀνειροπόλῳ· ὁ δὲ εἶπε· ‘Βασιλεῦ Ἀλέξανδρε, σοὶ Τύρος γίνεται ὑποχείριος διὰ τό σε τυρὸν τοῖς ποσὶ καταπεπατηκέναι.‘ Οὕτως μὲν οὖν ἔκρινε τὸ ὄνειρον ὁ ὀνειροπόλος·

1

.

35

.

9

μετὰ δὲ ἡμέρας συμβαλὼν ὁ Ἀλέξανδρος τὸν πόλεμον Τυρίοις μετὰ τῶν τριῶν κωμῶν τῶν ἔγγιστα † αὐτοῦ συμμαχομένων γενναίως [γὰρ] ἤνοιξαν τὰς πύλας αὐτῶν, καὶ κατασφάξαντες τοὺς παραφυλάσσοντας ἐξεπόρθησαν Τύρον καὶ ἐπ’ ἔδαφος αὐτὴν κατήνεγκαν. καὶ μέχρι σήμερον διὰ τὸν
5Ἀλέξανδρον λέγεται ‘Τύρου κακά‘. τὰς δὲ τρεῖς κώμας τὰς συμμαχησαμένας αὐτῷ γενναίως εἰς μέτρον πόλεως ἀνεγράψατο καὶ Τρίπολιν ὠνόμασεν.

1

.

36

.

1

Καὶ κατέστησε Τύρου ἐπιμελητὴν τὸν τῆς Φοινίκης σατράπην καὶ ἀνέζευξε τὴν πᾶσαν Συρίαν διοδεύων. ὑπήντησαν δὲ αὐτῷ πρέσβεις Δαρείου ἐπιστολὰς κομίζοντες καὶ σκῦτος καὶ σφαῖραν καὶ κιβωτόν· ἀνατυλίξας δὲ τὰς ἐπιστολὰς ὁ Ἀλέξανδρος ἀνεγίνωσκεν οὕτω περιεχούσας·

1

.

36

.

2

[Περὶ Τύρου ἐπιστολὴ Δαρείου.] ‘Βασιλεὺς βασιλέων καὶ θεῶν συγγε‐ νὴς σύνθρονός τε θεῷ Μίθρᾳ καὶ συνανατέλλων ἡλίῳ, ἐγὼ αὐτὸς θεὸς Δαρεῖος Ἀλεξάνδρῳ ἐμῷ θεράποντι τάδε προστάσσω καὶ κελεύω σοι συστρέ‐ φειν πρὸς τοὺς γονεῖς σου τοὺς ἐμοὺς δούλους ὄντας καὶ κοιτάζειν εἰς
5τοὺς κόλπους τῆς μητρός σου Ὀλυμπιάδος· ἔτι γὰρ ἡ ἡλικία σου παιδεύ‐

1

.

36

.

3

εσθαι ὀφείλει καὶ τιθηνίζεσθαι. καὶ διὰ τοῦτο ἔπεμψά σοι σκῦτος καὶ σφαῖραν καὶ χρυσίον, ἵνα ἄρῃς ὅτι ποτὲ βούλει· τὸ μὲν οὖν σκῦτος, ὅτι
παιδεύεσθαι ὀφείλεις· τὴν δὲ σφαῖραν, ἵνα παίζῃς μετὰ τῶν συνηλικιωτῶν σου καὶ μὴ ἀγερώχως ἡλικίαν τοσούτων νέων ἀναπείθῃς, ὥσπερ ἀρχιλῃστὴς40

1

.

36

.

4

τὰς πόλεις ἀναταράσσων. οὐδὲ γὰρ ἐὰν ἡ σύμπασα οἰκουμένη ἀνδρῶν εἰς ἓν συνέλθῃ, δύναται καθαιρεθῆναι τὸ τῶν Περσῶν πλῆθος· τοσαῦτα γάρ εἰσι στρατεύματα, ὅσα οὐδὲ ψάμμον μετρήσει τις ἀριθμῶν, χρυσὸς δὲ καὶ

1

.

36

.

5

ἄργυρος, ὥστε πάντα τὰ πεδία τῆς γῆς καταστρῶσαι. διὰ τοῦτο ἔπεμψά σοι κιβωτὸν μεστὴν χρυσίου, ἵνα ἐὰν μὴ ἔχῃς πῶς συστρέψῃς ἐπίδοσιν δῷς τοῖς ἑαυτοῦ συλλῃσταῖς, ὅπως ἕκαστος αὐτῶν σχῇ ἀνασωθῆναι εἰς τὴν ἰδίαν πατρίδα. εἰ δὲ μὴ πεισθῇς τοῖς κελευομένοις ὑπ’ ἐμοῦ, ἐκπέμψω
5καταδίκους συλληψομένους σε· οὐ γὰρ οὕτως εὐτυχήσεις, ὥστε 〈μὴ〉 ὑπ’ ἐμῶν στρατιωτῶν 〈συλληφθῆναι, καὶ〉 συλληφθεὶς οὐχ ὡς Φιλίππου παῖς παιδευθήσῃ, ἀλλ’ ὡς ἀποστάτης 〈καὶ〉 ἀρχιλῃστὴς ἀνασταυρωθήσῃ.‘

1

.

37

.

1

Οὕτως ἀναγινώσκοντος Ἀλεξάνδρου ἐδειλαίνοντο τὰ στρατεύματα.

1

.

37

.

2

νοήσας δὲ ὁ Ἀλέξανδρος τὴν δειλίαν αὐτῶν εἶπεν· ‘Ἄνδρες Μακεδόνες, τί ἐταράχθητε ἐπὶ τοῖς ἐγγεγραμμένοις ὡς ἀληθινὴν αὐτοῦ δύναμιν ἐχόντων τῶν γραμμάτων; Δαρεῖος κομπάζων ταῦτά μοι γράφει, ἀνόμοιος ὢν τοῖς ἐγγεγραμμένοις. καὶ γάρ τινες τῶν κυνῶν ἀδυναμοῦντες τῇ ἀλκῇ τοῦ
5σώματος μάχεσθαι μέγα ὑλακτοῦσιν ὡς δυνάμενοι διὰ τοῦ ὑλαγμοῦ τὴν

1

.

37

.

3

ἔμφασιν τοῦ δύνασθαι ἐμφαίνειν. οὕτω καὶ Δαρεῖος ἔργοις μηδὲν δυνά‐ μενος ἐν τοῖς γεγραμμένοις δοκεῖ τὶς εἶναι, ὥσπερ καὶ οἱ κύνες τοῖς ὑλά‐ γμασιν. θώμεθα δὲ ἀληθῆ εἶναι τὰ γεγραμμένα· ἐφωταγωγήθημεν ἵνα μάθωμεν, πρὸς τίνας ἔχομεν γενναίως πολεμεῖν, καὶ μὴ ἀπροσδόκητα
5ληφθέντες ἡττηθῶμεν, ἀλλὰ γενναίως μαχησάμενοι στεφανωθῶμεν.‘

1

.

37

.

4

Οὕτως εἰπὼν ὁ Ἀλέξανδρος ἐκέλευσεν ἐξαγκωνισθῆναι τοὺς γραμμα‐ τηφόρους καὶ ἀπαχθέντας σταυρωθῆναι. τῶν δὲ φοβηθέντων καὶ λεγόν‐ των· ‘Τί ἡμεῖς σοι χαλεπὸν ἐποιήσαμεν Ἀλέξανδρε, ὅτι κελεύεις ἡμᾶς κακῶς ἀναιρεθῆναι;‘ εἶπεν ὁ Ἀλέξανδρος· ‘Μέμφεσθε τὸν ἑαυτῶν βασιλέα

1

.

37

.

5

ἢ ἐμέ· Δαρεῖος γὰρ ἔπεμψε ταύτας τὰς ἐπιστολὰς οὐχ ὡς βασιλεῖ ἀλλ’ ὡς ἀρχιλῃστῇ. ἀναιρήσω ὑμᾶς ὡς ἐλθόντας πρὸς αὐθάδη ἄνθρωπον καὶ οὐ βασιλέα.‘ Οἱ δὲ εἶπον· ‘Δαρεῖος μὲν μὴ εἰδὼς ἔγραψεν, ἡμεῖς δὲ ὁρῶμεν τὴν τηλικαύτην παράταξιν καὶ νοοῦμεν μέγιστον καὶ φρενήρη41
5βασιλέα. ὥστε ὡς υἱὸς βασιλέως Φιλίππου ἀποχάρισαι ἡμῖν τὸ ζῆν.‘

1

.

37

.

6

Εἶπε δὲ ὁ Ἀλέξανδρος· ‘Οὐχ ὅτι ἐδειλάνθητε τὴν κόλασιν καὶ ἱκετεύετε, τοῦτο ὑμᾶς ἀπολύω· οὐδὲ γὰρ προθέσεώς εἰμι τοῦ ὑμᾶς κολάσαι, ἀλλ’ ἐνδείξασθαι Ἕλληνος βασιλέως τὴν διαφορὰν καὶ βαρβάρου τυράννου. ὥστε μηδὲν προσδοκᾶτε ὑπ’ ἐμοῦ παθεῖν κακόν· βασιλεὺς γὰρ ἀγγέλους οὐ
5κτείνει.‘

1

.

37

.

7

Οὕτως εἰπὼν ὁ Ἀλέξανδρος ἐκέλευσε τοῖς αὑτοῦ παράταξιν δείπνου γενέσθαι καὶ συνανακλιθεὶς αὐτοῖς εὐφραίνεται. τινῶν δὲ γραμματηφόρων βουλομένων λέγειν, πῶς ἐνέδρᾳ λάβῃ Δαρεῖον 〈μὴ〉 ποιήσας πρὸς αὐτὸν

1

.

37

.

8

πόλεμον, εἶπεν ὁ Ἀλέξανδρος· ‘Μηδέν μοι λέγετε· εἰ μὴ γὰρ ἐπορεύεσθε πρὸς Δαρεῖον, ἐμάνθανον ἄν. ἐπεὶ δὲ πορεύεσθε, οὐ θέλω μαθεῖν, μή τις ἐξ ὑμῶν διαβάλλῃ Δαρείῳ τὰ εἰρημένα καὶ παραίτιος ὑμῖν κολάσεως γένωμαι ἐγώ, παρασχόμενος ὑμῖν παρ’ ἐμοῦ μὴ κολασθῆναι.‘ Ἐπὶ τούτοις
5ἐτίμησαν οἱ σατράπαι τὸν Ἀλέξανδρον καὶ οἱ γραμματηφόροι.

1

.

38

.

1

Καὶ μεθ’ ἡμέραν ὁ Ἀλέξανδρος γράφει ἐπιστολὴν Δαρείῳ καὶ ἀναγινώσκει λάθρᾳ τῶν γραμματηφόρων τοῖς ἑαυτοῦ σατράπαις οὕτως· [Ἐπιστολὴ Ἀλεξάν‐

1

.

38

.

2

δρου Δαρείῳ.] ‘Βασιλεὺς Ἀλέξανδρος πατρὸς Φιλίππου καὶ μητρὸς Ὀλυμπιάδος βασιλεῖ βασιλέων καὶ συνθρόνῳ ἡλίου θεοῦ μεγίστου καὶ ἐκγόνῳ θεῶν καὶ

1

.

38

.

3

συνανατέλλοντι ἡλίῳ, μεγάλῳ βασιλεῖ Περσῶν Δαρείῳ χαίρειν. αἰσχρόν ἐστι τὸν τηλικοῦτον βασιλέα Δαρεῖον καὶ τηλικαύτῃ δυνάμει ἐπαιρόμενον, ὄντα δὲ καὶ σύνθρονον τῶν θεῶν ὑπὸ ταπεινὴν δουλείαν πεσεῖν ἀνθρώπῳ τινί ποτε Ἀλεξάνδρῳ. αἱ γὰρ τῶν θεῶν ὀνομασίαι εἰς ἀνθρώπους χωροῦσαι
5〈οὐ〉 μεγάλην δύναμιν ἢ φρόνησιν παρέχουσιν, ἀλλὰ μᾶλλον ἀγανάκτησιν,42

1

.

38

.

4

ὅτι εἰς φθαρτὰ σώματα ἀθανάτων ὀνόματα κατοικεῖ. ὥστε κατεγνώσθης ἤδη παρ’ ἐμοῦ ὡς μηδὲν δυνάμενος, ἀλλὰ καὶ τῶν θεῶν ὀνομασίαις ἑαυτὸν περικοσμῶν καὶ τὰς ἐκείνων οὐρανίας δυνάμεις ἐπὶ γῆς σεαυτῷ περιτιθείς. ἐγὼ γὰρ ἔρχομαι πρός σε ὡς πρὸς θνητὸν 〈θνητὸσ〉 καὶ αὐτὸς ὤν· ἡ δὲ

1

.

38

.

5

ῥοπὴ τῆς νίκης ἐκ τῆς ἄνω προνοίας γίνεται. τί δὲ καὶ γράφεις ἡμῖν τοσοῦτον χρυσόν σε καὶ ἄργυρον κεκτῆσθαι; ἵνα μαθόντες ἡμεῖς γενναιό‐

1

.

38

.

6

τερόν σοι πολεμήσωμεν, ὅπως τὰ σὰ ἡμέτερα γενήσονται; ἐγὼ μὲν οὖν ἐάν σε ἡττήσω, περίφημος ἔσομαι καὶ μέγας βασιλεὺς παρὰ βαρβάροις καὶ Ἕλλησιν, ὅτι τὸν τηλικοῦτον βασιλέα Περσῶν Δαρεῖον ἀνεῖλον· σὺ δ’ ἐμὲ ἐὰν ἡττήσῃς, οὐδὲν ἔπραξας γενναῖον, λῃστὴν ἡττήσας καθώς μοι ἔγραψας

1

.

38

.

7

σύ, ἐγὼ δὲ σὲ βασιλέα Δαρεῖον. ἀλλ’ ἔπεμψάς μοι σκῦτος καὶ σφαῖραν καὶ κιβωτὸν χρυσίου. σὺ μὲν ἐμοὶ ταῦτα ἔπεμψας χλευαζόμενος, ἐγὼ δὲ αὐτὰ ὡς ἀγαθὰ σημεῖα ἀπεδεξάμην. καὶ τὸ μὲν σκῦτος ἔλαβον, ἵνα ταῖς ἐμαῖς λόγχαις καὶ ὅπλοις δείρω τοὺς βαρβάρους καὶ ταῖς ἐμαῖς χερσὶν
5εἰς δουλείαν ὑποτάξω. τῇ δὲ σφαίρᾳ ἐσήμανάς μοι, ὡς τοῦ κόσμου περι‐ κρατήσω· σφαιροειδὴς γὰρ καὶ στρογγύλος ὑπάρχων ὁ κόσμος. τὴν δὲ κιβωτὸν τοῦ χρυσίου μέγα μοι σημεῖον ἔπεμψας, σεαυτῷ δὲ ὑποταγὴν ἐμήνυσας· ἡττηθεὶς γὰρ ὑπ’ ἐμοῦ φόρους μοι χορηγήσεις.‘

1

.

39

.

1

Οὕτως ἀναγνοὺς τοῖς στρατεύμασι 〈καὶ〉 σφραγίσας ἀναδέδωκε τοῖς γραμματηφόροις καὶ τὸ χρυσίον αὐτοῖς ἐχαρίσατο, ὃ ἔπεμψεν αὐτῷ Δαρεῖος· οἱ δὲ ἀποδεξάμενοι τῆς φρονήσεως καὶ μεγαλοφροσύνης τοῦ Ἀλεξάνδρου

1

.

39

.

2

ἀπέστησαν. αὐτὸς δὲ τὰ στρατεύματα παραλαβὼν τὴν Συρίαν ὅλην ὑπο‐ τάξας ἐπορεύετο εἰς τὴν Ἀσίαν. λαβὼν δὲ τὰ γράμματα ὁ Δαρεῖος καὶ ἐπὶ τούτοις κινηθεὶς γράφει ἐπιστολὴν τοῖς ὑπ’ αὐτὸν σατράπαις οὕτως·

1

.

39

.

3

‘Βασιλεὺς Δαρεῖος τοῖς ἐπέκεινα τοῦ Ταύρου 〈σατράπαισ〉 χαίρειν. ἀπαγγέλλουσί μοι ἀναστάντα Ἀλέξανδρον Φιλίππου παῖδα μαινόμενον δια‐

1

.

39

.

4

βάντα εἰς τὴν Ἀσίαν πορθεῖν ἐμὴν χώραν. ὑμεῖς οὖν συλλαβόντες αὐτὸν ἀγάγετέ μοι μηδὲν ἐργασάμενοι κακὸν 〈τῷ〉 ἐκείνου σώματι. ἐγὼ γὰρ ἐκδύσας αὐτὸν τὴν πορφύραν καὶ πληγὰς δοὺς ἀποστελῶ αὐτὸν εἰς τὴν αὐτοῦ
πατρίδα Μακεδονίαν πρὸς τὴν αὐτοῦ μητέρα Ὀλυμπιάδα, δοὺς κρόταλα43
5καὶ ἀστραγάλους, οἷς Μακεδόνων παῖδες παίζουσι, καὶ συναποστελῶ αὐτῷ ἄνδρα Πέρσην παιδαγωγὸν σωφροσύνης διδάσκαλον σκῦτος ἔχοντα, ὃς οὐκ

1

.

39

.

5

ἐπιτρέψει αὐτῷ ἀνδρὸς φρόνημα ἔχειν πρὸ τοῦ ἄνδρα γενέσθα δὲ ἃς ἤγαγε σὺν τοῖς ἀνδράσιν εἰς βυθὸν θαλάσσης καταποντίσατε· στρα‐ τιώτας δὲ τοὺς κακῶς ἀκολουθήσαντας αὐτῷ ἀναπέμψατε εἰς ἐρυθρὰν θάλασσαν οἰκῆσαι· ἵππους δὲ καὶ σκευοφόρα παρ’ ἑαυτοῖς ἔχετε καὶ
5φίλοις δίδοτε.‘

1

.

39

.

6

Ἔγραψαν δὲ καὶ οἱ ἀπ’ ἐκείνων τῶν τόπων σατράπαι καὶ διεπέμψαντο,

1

.

39

.

7

ἧς ἐστιν ἀντίγραφον τόδε· [Ἐπιστολὴ Ὑδάσπεος καὶ Σπινθῆρος Δαρείῳ.] ‘Ὑδάσπης καὶ Σπινθὴρ θεῷ Δαρείῳ χαίρειν. ἔθνους τοσούτου ἐπελθόντος τῇ χώρᾳ θαυμάζομεν πῶς σε λανθάνει. ἐπέμψαμεν δὲ σοι καὶ οὓς εὕρομεν παρ’ ἡμῖν ἐκ τοῦ αὐτοῦ ἔθνους ῥεμβομένους ἄνδρας πέντε σιδήρῳ καὶ
5κόραξι δεδεμένους δέει 〈τοῦ〉 ἐξετάσαι σοῦ πρότερον. καλῶς οὖν ποιήσεις ἐν τάχει παραγενάμενος [ἐν τάχει] μετὰ δυνάμεως πλείστης.‘

1

.

39

.

8

Λαβὼν δὲ ὁ Δαρεῖος καὶ ἀναγνοὺς ἔγραψεν αὐτοῖς τάδε· [Ἐπιστολὴ Δαρείου σατράπαις.] ‘Βασιλεὺς βασιλέων θεὸς μέγας Δαρεῖος Ὑδάσπῃ καὶ Σπινθῆρι καὶ τοῖς ὑπ’ ἐμὲ σατράπαις χαίρειν. παρ’ ἐμοῦ μηδέποτε ἔχετε ἐλπίδα τινά, ἐὰν μεταβῆτε τῆς χώρας καὶ τῶν ἀπολωλότων αἰχμαλώτων

1

.

39

.

9

... τοῦτο δὲ ἐπίσημον τῆς ἀνδρείας ὑμῶν ἐπιδείξατε. ποταπὸς ἐπεπήδησε θὴρ καὶ ἐθορύβησεν ὑμᾶς; οἱ δυνάμενοι κεραυνὸν ἀποσβέσαι ἀνδρὸς ἀγεννοῦς βρόμον οὐχ ὑπηνέγκατε; τί ἔχετε λέγειν; ὅτι τέθνηκέ τις ἐξ ὑμῶν ἐν παρα‐ τάξει, τέτρωται δέ τις βαλλόμενος; ἀλλὰ αἰχμάλωτος ἐλήφθη παραγενό‐
5μενος; τί βουλεύσομαι περὶ ὑμῶν, ἐπεὶ τὴν ἐμὴν βασιλείαν κατῃσχύνατε ἄνεσιν δεδωκότες ἀνδρὶ λῃστῇ;‘

1

.

40

.

1

Πυθόμενος δὲ τὸν Ἀλέξανδρον πλησίον ὄντα ἐξ ἴσου κατεστρατοπέ‐ δευσεν ἐν τῷ Πινάρῳ ποταμῷ καὶ γράψας ἐπιστολὴν ἀπέστειλεν Ἀλεξάνδρῳ44

1

.

40

.

2

περιέχουσαν οὕτως· [Ἐπιστολὴ Δαρείου Ἀλεξάνδρῳ.] ‘Βασιλεὺς βασιλέων θεὸς μέγας Δαρεῖος καὶ ἐθνῶν ρκʹ κύριος Ἀλεξάνδρῳ τάδε λέγει. σὲ μόνον ἔλαθε τῶν ἐπὶ γῆς τὸ Δαρείου ὄνομα, ὅπερ καὶ οἱ θεοὶ τετιμήκασι καὶ

1

.

40

.

3

σύνθρονον ἑαυτῶν ἔκριναν. καὶ ἐτόλμησας θάλασσαν διαπερᾶσαι καὶ οὐ μακάριον ἡγήσω λανθάνοντά σε βασιλεύειν Μακεδονίας χωρὶς τῆς ἐμῆς ταγῆς, ἀλλ’ ἀδέσποτον χώραν εὑρὼν σεαυτὸν βασιλέα ἀπέδειξας, συλλέξας ἑαυτῷ ἄνδρας ὁμοίους σου ἀνελπίστους, καὶ ἐπεστρατεύσω πόλεσιν Ἕλλησιν
5ἀπειροπολέμοις καὶ εὐλαβηθείσαις τὸ δεσπόζεσθαι, ἃς ἐγὼ περισσὰς ἡγοῦμαι

1

.

40

.

4

ὡς ἀπερριμμένας καὶ οὐκ ἐπεζήτησα φόρους παρ’ ἐκείνων. πείθῃ οὖν καὶ ἡμᾶς τοιούτους ἔσεσθαι ὁποίους ὑπολαμβάνεις; καί〈τοι〉 τόπους οὓς σὺ εἴληφας οὐ καυχήσῃ ἔχων. κάκιστα οὖν φρονήσας ὤφειλές σου τὴν ἄνοιαν διορθώσασθαι καὶ ἐπ’ ἐμὲ τὸν κύριον λάτρις ἐπανελθεῖν καὶ 〈μὴ〉

1

.

40

.

5

ἐπισωρεύειν λῃστὰς 〈καὶ〉 μητροκτόνους. ἀλλ’ οὖν γε μέχρι τούτου ὡς θεὸς ὤφειλον ἀνθρώποις συγγνωμονεῖν· ἐπεὶ δὲ καὶ ἐς τοῦτό με ἦξας ὥστε καὶ ἐπιστολὴν παρὰ Δαρείου ἐπιζητεῖν, ἔπεμψά σοι ἐλθεῖν καὶ προσκυνεῖν θεῷ Δαρείῳ. ἐὰν δὲ τῆς ἄλλης ἀνοίας ἀντέχῃ, κολάσομαί σε
5θανάτῳ ἀνεκλαλήτῳ, χείρονα δέ σου καὶ οἱ σύν 〈σοι〉 παθήσονται οἱ μή σοι περιθέντες σωφροσύνην. ὄμνυμι δέ σοι Δία μέγιστον πατέρα μὴ μνησικακῆσαι ἐφ’ οἷς ἔπραξας.‘

1

.

41

.

1

Ταύτης δὲ τῆς ἐπιστολῆς ἀναγνωσθείσης Ἀλέξανδρος οὐκ ἐπτύρη τοῖς κομπηγόροις λόγοις, ἀλλὰ παρωξύνθη καὶ ὥρμησεν ἐπὶ τὸν πόλεμον διὰ

1

.

41

.

2

τῆς Ἀραβίας. οἱ δὲ περὶ τὸν Δαρεῖον ὁρῶντες τὸν Ἀλέξανδρον ἐπ’ αὐτοὺς
ἐπάγοντα τὴν στρατείαν, οἰόμενοι τοῖς δρεπανηφόροις ἅρμασι κατανικᾶν, φθάσαντες τοὺς πλαγίους τόπους κατείληφαν. καὶ ἐξ ἐναντίας ἔστησαν45

1

.

41

.

3

τὰ ἅρματα καὶ ὅλην τὴν πολεμικὴν παράταξιν. † καὶ διῆγεν τῆς φάλαγγος οὐκ ἐφῆκεν οὐδὲ διιπεῦσαι δι’ αὐτῆς οὔθ’ ὑποστρέψαι πάλιν. ἀλλὰ τὸ μὲν πολὺ τῶν ἁρμάτων διεφθείρετο πάντοθεν ἐξακοντιζομένων τῶν ἀνα‐

1

.

41

.

4

βατῶν, τὰ δὲ καὶ διασκεδασθέντα. παρὼν δὲ ἐπὶ τὸ λοιπὸν μέρος Ἀλέ‐ ξανδρος καὶ ποιήσας ἐξ ἴσου τὸ τῶν Περσῶν εὐώνυμον ἐπὶ τὸ δεξιὸν κέρας (ἐν τούτῳ γὰρ συμβεβήκει τὸν Ἀλέξανδρον εἶναι παρατεταγμένον) καὶ ἀναβὰς αὐτὸς ἐπὶ τὸν ἵππον 〈ἐκέλευσε〉 σημαίνειν τοὺς σαλπιστὰς 〈τὸ〉
5πολεμικὸν μέλος· ὁμοῦ 〈δὲ τῷ τοὺσ〉 σαλπιστὰς μηνύειν κραυγὴ συμπο‐

1

.

41

.

5

ρευομένων τῶν στρατευμάτων καὶ πολλὴ μάχη ἐγένετο. οἱ δὲ μετὰ πολλῆς ἀγωνίας ἐμάχοντο πολὺν χρόνον, ἄκροις τοῖς κέρασιν ἐμβαλόντες εὐρώστως ἀντέκειντο, τοῖς δόρασιν ὑπ’ ἀλλήλων τυπτόμενοι διεβιβάζοντο ἐνταῦθα

1

.

41

.

6

〈καὶ ἐνταῦθα〉. ἑκάτεροι δὲ τὸ νῖκος ποιησάμενοι ἐχωρίζοντο. οἱ δὲ περὶ τὸν Ἀλέξανδρον ἐξώθουν τοὺς περὶ τὸν Δαρεῖον καὶ κατὰ κράτος ἔθραυον, ταρασσόμενοι καὶ περιπίπτοντες ἀλλήλοις διὰ τὸ πλῆθος τοῦ στρατεύματος·

1

.

41

.

7

πολλὰ μὲν ὑφ’ ἑαυτῶν ἔπασχον, πολλὰ δὲ ὑπὸ τῶν πολεμίων. οὐδὲν δὲ ἦν ὁρᾶν πλὴν ἵππων κειμένων χαμαὶ ἀνδρῶν τε ἀνῃρημένων, καὶ οὐκέτι ἦν διακρῖναι οὔτε Πέρσην τοξότην οὔτε Μακεδόνα στρατιώτην οὔτε ἱππέα ὑπὸ τοῦ πολλοῦ κονιορτοῦ· οὔτε γὰρ ἀὴρ ἐφαίνετο οὔτε γῆ ἐθεωρεῖτο ὑπὸ
5τῶν λύθρων, καὶ αὐτὸς ὁ ἥλιος συμφοράζων τοῖς γινομένοις μὴ κρίνας

1

.

41

.

8

θεωρεῖν τὰ τοσαῦτα μιάσματα συννεφὴς ἐγένετο. τροπῆς δὲ ἰσχυρᾶς γενο‐ μένης εἰς φυγὴν ὥρμησαν οἱ Πέρσαι, μετὰ τούτων δὲ ὁ Ἀμύντας ὁ Ἀντιόχου, ὃς πεφεύγει πρὸς Δαρεῖον, ἐν τοῖς ἔμπροσθεν χρόνοις Μακεδὼν 〈ὤν〉.46

1

.

41

.

9

ἐβοήθει γὰρ καὶ τὸ τῆς ὥρας· ἤδη γὰρ τὸ πρὸς ἑσπέραν ἦν. Δαρεῖος μέντοι τὸ ἅρμα φοβηθείς, ὅτι πόρρωθεν εὐεπίγνωστον ἦν, ἔργῳ νυκτὸς ἤλασεν εἰς τόπον στενὸν καὶ τὸ μὲν ἅρμα καταλείψας ἵππον ἀναβὰς ἔφυγεν.

1

.

41

.

10

Ἀλέξανδρος δὲ φιλοτιμούμενος Δαρεῖον καταλαμβάνειν ἐδίωκεν, ᾗ πού τις ἔφραζε, καὶ τὸ μὲν ἅρμα αὐτοῦ καὶ τὰ τόξα καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα σταδίους ξʹ 〈διώξας κατέλαβεν· αὐτὸν δὲ τὸν Δαρεῖον ἡ νὺξ〉 διέσωσε, καὶ πρὸς τούτοις ἵππον ἔχων ἐκ διαδοχῆς νεοχμὸν ἔφυγεν.

1

.

41

.

11

Οἱ δὲ Μακεδόνες ἀνεχώρουν ... ἐποιοῦντο 〈τὸ〉 τῶν Περσῶν στρατό‐ πεδον· μέσης δὲ νυκτὸς γεναμένης καὶ ἐπὶ τῶν νεκρῶν ἐστρατοπέδευσαν. Ἀλέξανδρος δὲ τὴν Δαρείου σκηνὴν καταλαβὼν παρελθὼν εἰς αὐτὴν ἐσκή‐

1

.

41

.

12

νωσεν. 〈κρατήσας δὲ τῶν ἐναντίων καὶ τηλικούτου ἀξιώματος καταξιωθεὶς ὑπὸ τῆς ἄνω προνοίας οὐδὲν ἔπραξεν ὑπερήφανον, ἀλλὰ τοὺς ἀνδρωδεστάτους καὶ εὐγενεῖς τῶν Περσῶν τετελευτηκότας ἐκέλευσε θάπτεσθαι· τὴν δὲ μητέρα Δαρείου καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα μεθ’ ἑαυτοῦ ἤγαγεν ἐντίμως. ὡσαύ‐

1

.

41

.

13

τως δὲ καὶ τοὺς λοιποὺς τῶν αἰχμαλώτων παραινέσας ἀνέψυξεν. τῶν δὲ πεσόντων Μακεδόνων ἦν τὸ πλῆθος πεζοὶ πεντακόσιοι πεντήκοντα καὶ ἱππεῖς ἑκατὸν ἑξήκοντα, τραυματισθέντες δὲ πλείους ἢ ... τῶν δὲ βαρ‐ βάρων ἐτελεύτησαν ιβʹ μύριοι· ἐλαφυραγώγησε δὲ χρυσοῦ τετρακισχίλια
5τάλαντα.

1

.

42

.

1

Ὁ δὲ Δαρεῖος φυγὼν καὶ ἀνασωθεὶς ἐπεστράτευσε πλείους δυνάμεις τῷ Ἀλεξάνδρῳ ἢ πρότερον. καὶ γράφει τοῖς ὑπ’ αὐτὸν ἔθνεσιν, ὅπως

1

.

42

.

2

μετὰ μεγάλης δυνάμεως παραγίνωνται πρὸς αὐτόν. μαθὼν δέ τις κατά‐ σκοπος Ἀλεξάνδρου συναθροίζοντα στρατὸν τὸν Δαρεῖον ἐπὶ τοῦ Εὐφράτου ποταμοῦ καὶ τὰς παρεμβολὰς τῶν βαρβάρων τῶν ἐκεῖ, ἔγραψεν Ἀλεξάνδρῳ περὶ τῶν ἐνεστώτων· καὶ ἀκούσας ταῦτα Ἀλέξανδρος γράφει Σκαμάνδρῳ47
5τῷ στρατηγῷ αὐτοῦ οὕτως·

1

.

42

.

3

‘Ἀλέξανδρος βασιλεὺς Σκαμάνδρῳ τῷ ἐμῷ στρατηγῷ χαίρειν. τὰς ὑπό σε φάλαγγας καὶ πᾶσαν δύναμιν ἔχων τάχιον παραγενοῦ πρὸς ἡμᾶς· οὐ γὰρ μακρὰν λέγονται εἶναι οἱ βάρβαροι.‘

1

.

42

.

4

Αὐτὸς δὲ Ἀλέξανδρος ἀναλαβὼν ἣν εἶχε δύναμιν ἐπορεύθη εἰς τὴν Ἀχαίαν· καὶ παραγενόμενος ἐκεῖ πολλὰς πόλεις ὑπέταξε, καὶ ἐκεῖθεν στρατιὰν συλλέξας μυριάδων ιζʹ καὶ ὑπερπεράσας τὸν καλούμενον Ταῦρον κατα‐

1

.

42

.

5

πήξας δόρυ μέγιστον εἰς τὴν γῆν εἶπεν· ‘Εἴ τις σθεναρὸς τῶν Ἑλλήνων ἢ τῶν βαρβάρων ἢ τῶν ἄλλων βασιλέων βαστάσει τοῦτο τὸ δόρυ, ἑαυτῷ χαλεπὸν σημεῖον ἕξει· ἡ γὰρ πόλις αὐτοῦ ἐκ βάθρων βασταχθήσεται.‘

1

.

42

.

6

Παραγίνεται οὖν εἰς τὴν Πιερίαν πόλιν τῆς Βεβρυκίας, ἔνθα ἦν ναὸς καὶ ἄγαλμα τοῦ Ὀρφέως καὶ αἱ Πιερίδες Μοῦσαι καὶ τὰ θηρία αὐτῷ παρεστῶτα. βλέποντος δὲ τοῦ Ἀλεξάνδρου εἰς τὸ ἄγαλμα τοῦ Ὀρφέως ἵδρωσε τὸ ξόανον ἐν τῷ προσώπῳ καὶ ἐν ὅλῳ τῷ σώματι. τοῦ δὲ Ἀλε‐
5ξάνδρου ζητοῦντος, τί βούλεται τὸ σημεῖον τοῦτο, λέγει αὐτῷ Μελάμπους

1

.

42

.

7

ὁ σημειολύτης· ‘Καμεῖν ἔχεις Ἀλέξανδρε βασιλεῦ μετὰ ἱδρώτων καὶ κόπων, τὰ τῶν βαρβάρων ἔθνη καὶ τὰς τῶν Ἑλλήνων πόλεις καθυποτάσσων καὶ διὰ θηρίων τὴν ὁδοιποπορίαν ποιούμενος, ὥσπερ ὁ Ὀρφεὺς λυρίζων καὶ ᾄδων τοὺς Ἕλληνας ἔπεισε καὶ τοὺς βαρβάρους πρὸς ἔρωτα γλυκεῖ λόγῳ

1

.

42

.

8

ἔτρεψε καὶ τοὺς θῆρας ἡμέρωσεν.‘ Ταῦτα ἀκούσας Ἀλέξανδρος ἐτίμησε μεγάλως Μελάμπουν τὸν σημειολύτην.

1

.

42

.

9

Καὶ παραγίνεται εἰς Φρυγίαν καὶ εἰσελθὼν εἰς αὐτὴν Ἴλιον τὴν πόλιν
ἔθυσεν Ἕκτορι καὶ Ἀχιλλεῖ καὶ τοῖς ἄλλοις ἥρωσιν.48

1

.

42

.

11

Καὶ θεασάμενος τὸν Σκάμανδρον ποταμόν, εἰς ὃν ἥλατο Ἀχιλλεύς, ὅτι πέντε πήχεων οὐκ ἦν τὸ εὖρος, καὶ τὸ σάκος Αἴαντος τὸ ἑπταβόειον οὐ πάνυ μέγα οὐδὲ οὕτω θαυμαστὸν καθὼς συνέγραψεν Ὅμηρος, εἶπεν·

1

.

42

.

12

‘Μακάριοι ὑμεῖς οἱ τυχόντες τοιούτου κήρυκος τοῦ Ὁμήρου, οἵτινες ἐν μὲν τοῖς ἐκείνου ποιήμασι μεγάλοι γεγόνατε, ἐν δὲ τοῖς ὁρωμένοις οὐκ ἄξιοι
τῶν ὑπ’ ἐκείνου γεγραμμένων.‘49

1

.

42

.

13

Καὶ προσελθὼν αὐτῷ ποιητής τις εἶπεν· Ἀλέξανδρε, κρείττονα ἡμεῖς γράψομεν Ὁμήρου. Ὁ δὲ Ἀλέξ‐ ανδρος εἶπεν· ‘Βούλομαι παρ’ Ὁμήρῳ
5Θερσίτης εἶναι ἢ παρὰ σοὶ Ἀχιλλεύς.‘

1

.

43

.

1

Ἐλθὼν δὲ ἐκεῖθεν εἰς τὴν Πύλην καὶ συνάξας τὴν Μακεδόνων στρατείαν σὺν οἷς ᾐχμαλώτευσεν ἐν τῷ πολέμῳ Δαρείου τὴν ὁδοιπορίαν ἐποιεῖτο εἰς

1

.

43

.

2

Ἄβδηρα. οἱ δὲ Ἀβδηρῖται ἀπέκλεισαν τὰς πύλας τῆς πόλεως αὐτῶν· ὁ δὲ Ἀλέξανδρος ἐπὶ τούτῳ ὀργισθεὶς ἐκέ‐ λευσε τῷ στρατηγῷ αὐτοῦ ἐμπρῆσαι
5τὴν πόλιν αὐτῶν. οἱ δὲ πέμπουσιν

1

.

43

.

3

αὐτῷ πρέσβεις λέγοντες· ‘Ἡμεῖς ἀπεκλείσαμεν τὰς πύλας οὐχ ὡς ἀντι‐ τασσόμενοι τῷ σῷ κράτει, ἀλλὰ δε‐ δοικότες τὴν τῶν Περσῶν βασιλείαν,
5μήπως Δαρεῖος ἐπιμείνας τῇ τυραν‐ νίδι πορθήσῃ ἡμῶν τὴν πόλιν ὡς παραδεξαμένων σε. ὥστε σὺ παρελ‐ θὼν ἄνοιξον τῆς πόλεως τὰς πύλας· τῷ γὰρ ἰσχυροτέρῳ βασιλεῖ ὑποτασσό‐

1

.

43

.

4

μεθα.‘ Ταῦτα ἀκούσας Ἀλέξανδρος ἐμειδίασε καὶ εἶπε πρὸς τοὺς ἀποστα‐50

1

.

43

.

5

λέντας παρ’ αὐτῶν πρέσβεις· ‘Δεδοί‐ κατε τὴν Δαρείου βασιλείαν, μήπως ὕστερον ὑμᾶς ἐκπορθήσῃ ἐπιμένων τῇ βασιλείᾳ· πορεύεσθε καὶ ἀνοίξατε
5καὶ κοσμίως πολιτεύεσθε· οὐ γὰρ εἰσελεύσομαι εἰς τὴν πόλιν ὑμῶν, ἕως ἡττήσω ὃν δεδοίκατε Δαρεῖον βασιλέα· καὶ τότε ὑμᾶς ὑποχειρίους λήψομαι.‘ Καὶ ταῦτα εἰπὼν πρὸς τοὺς πρέσβεις
10τὴν ὁδοιπορίαν ἐποιεῖτο.

1

.

44

.

1

Καὶ παρεγένετο ἐν δυσὶν ἡμέραις εἰς τὴν Βοττίαν καὶ τὴν Ὄλυνθον καὶ ἐξεπόρθησεν ὅλην τὴν χώραν τῶν Χαλκιδέων καὶ τοὺς σύνεγγυς ἀνεῖλεν.
5κἀκεῖθεν ἦλθεν ἐπὶ τὸν Εὔξεινον πόντον καὶ πάσας τὰς πόλεις ἔσχεν

1

.

44

.

2

ὑπηκόους τὰς ἔγγιστα. οὐκ εἶχε δὲ τοῖς Μακεδόσι τὰ ἐπιτήδεια τῶν τροφῶν, ὥστε λιμῷ πάντας τελευτᾶν.〉 ὁ δὲ Μακεδὼν ἔργον ἐπινοίας μεστὸν ἀνερευνήσας ταῖς φρεσὶ πάντας
5τοὺς ἵππους τῶν ἱππέων ἀπέσφαξε καὶ τὰ σώματα ἐκδείρας ἐκέλευσε τῷ στρατῷ τὰς σάρκας ὀπτῶντας τροφῆς κορεσθῆναι· οἱ δὲ τῆς λιμοῦ ἀναγ‐

1

.

44

.

3

καζούσης ἐχρῶντο. θρυλούντων δὲ τῶν στρατιωτῶν καὶ λεγόντων· ‘Τί ἔδοξεν Ἀλεξάνδρῳ πάντας τοὺς ἵππους ἀναιρῆσαι; πρὸς μὲν γὰρ τὸ παρὸν ἐκορέσθημεν τῆς τροφῆς, ἄνοπλοι δέ ἐσμεν τῶν ἱππέων ἔξωθεν μὴ φυλασ‐

1

.

44

.

4

σόντων τὸ στράτευμα‘ ἀκούσας ὁ Ἀλέξανδρος τὰ διαλαλούμενα καὶ εἰσελθὼν εἰς τὸ στρατόπεδον οὕτως ἔφη· ‘Ἄνδρες συστρατιῶται, τοὺς ἵππους ἀπέ‐ σφαξα καίτοι ἀναγκαιοτάτους ὄντας πρὸς πόλεμον, ὅπως ὑμεῖς κορεσθῆτε

1

.

44

.

5

τῆς τροφῆς. ποία γὰρ ἡμῖν χρεία τῶν ἵππων, τελευτώντων τῶν ἱππέων; τὸ γὰρ κακὸν μετριωτέρῳ κακῷ ἀντισηκούμενον μετριωτέραν ἔχει τὴν λύπην. ἑτέρας γὰρ γῆς ἐπιβάντες φιλανθρώπου ἑτέρους μὲν ἵππους ῥᾳδίως εὑρή‐ σομεν· ὑμεῖς δὲ ὀλλύμενοι ὑπὸ τῆς λιμοῦ, ἑτέρους Μακεδόνας ποῦ παρα‐51
5γενόμενος εὕρω;‘

1

.

45

.

1

Ὅθεν πραΰνας τὸ στράτευμα τὴν ὁδοιπορίαν ἐποιεῖτο. παραπεμψά‐ μενος δὲ ἑτέρας πόλεις ἦλθεν εἰς Λοκρούς· ἐπιμεινάντων 〈δὲ〉 ἐκεῖ τῶν στρατευμάτων, ἡμέραν μίαν παραπεμψάμενος, ἦλθε παρὰ τοὺς Ἀκραγαντίνους καὶ εἰσελθὼν εἰς τὸ τοῦ Ἀπόλλωνος ἱερὸν ἠξίου τὴν Φοιβηλάλον αὐτῷ
5μαντεύσασθαι· τῆς δὲ λεγούσης μὴ χρησμοδοτεῖν αὐτῷ τὸ μαντεῖον ὀργισθεὶς

1

.

45

.

2

ὁ Ἀλέξανδρος εἶπεν· ‘Εἰ μὴ βούλει μαντεύσασθαι, βαστάξω κἀγὼ τὸν τρίποδα ὥσπερ ὁ Ἡρακλῆς ἐβάσταξε τὸν φοιβηλάλον τρίποδα, ὃν Κροῖσος ὁ Λυδῶν

1

.

45

.

3

βασιλεὺς ἀνέθετο.‘ Ἦλθεν δὲ αὐτῷ φωνὴ ἀπὸ τοῦ ἀδύτου· ‘Ἡρακλῆς Ἀλέξανδρε τοῦτο ἐποίησε θεὸς θεῷ, σὺ δὲ θνητὸς ὢν μὴ ἀντιτάσσου θεοῖς·

1

.

45

.

4

αἱ γὰρ πράξεις σου μέχρι θεῶν λαληθῶσιν.‘ Τῆς οὖν φωνῆς ἀνενεχθείσης εἶπεν ἡ φοιβηλάλος μάντις· ‘Αὐτὸς ὁ θεός σοι ἐμαντεύσατο τῷ ἰσχυροτέρῳ σε ὀνόματι προσαγορεύσας· ἐβόησε γὰρ ἐξ ἀδύτων· Ἡρακλῆς Ἀλέξανδρε, τοῦτό σοι προμηνύων, ὅτι ἰσχυρότερον πάντων δεῖ σε γενέσθαι ἐν ταῖς
5πράξεσι καὶ εἰς τοὺς αἰῶνας μνημονεύεσθαι.‘

1

.

46

.

1

Παραγενομένου δὲ τοῦ Ἀλεξάνδρου εἰς τὰς Θήβας καὶ αἰτοῦντος τοὺς
Θηβαίους στρατεύεσθαι ἄνδρας ͵δʹ ἀρίστους, ἀπέκλεισαν οἱ Θηβαῖοι τὰς πύλας καὶ μήτε 〈ἀποστείλαντεσ〉 πρέσβεις πρὸς τὸν Ἀλέξανδρον μήτε δεξά‐52

1

.

46

.

2

μενοι καθώπλιζον στράτευμα πρὸς τὸν Ἀλέξανδρον ἐρχόμενοι. πέμπουσι δὲ ἐνόπλους 〈πεντακοσίουσ〉 ἀπὸ τῶν τειχῶν κηρύσσειν τῷ Ἀλεξάνδρῳ ἢ

1

.

46

.

3

πολεμεῖν ἢ ἀπέρχεσθαι ἀπὸ τῆς πόλεως. ὁ δὲ μειδιάσας εἶπεν· ‘Γενναῖοι Θηβαῖοι, τί ἑαυτοὺς ἀποκλείσαντες 〈ἐντὸσ〉 τῶν τειχῶν τοῖς ἐκτὸς παρα‐ κελεύετε ἢ πολεμεῖν ἢ ἀπέρχεσθαι; μαχέσομαι οὖν νὴ τὸν Δία οὐχ ὡς πρὸς πόλιν οὐδὲ ὡς πρὸς γενναίους τινὰς καὶ ἐμπείρους Ἀρεϊκῆς μάχης,
5ἀλλ’ ὡς πρὸς ἰδιώτας καὶ δειλούς· πάνυ γὰρ ὑπὸ τὸ δόρυ πάντας σχῶ

1

.

46

.

4

〈τοὺσ〉 ἑαυτοὺς συγκλείσαντας ἐντὸς τῶν τειχῶν. ἀρίστων γάρ ἐστιν ἀνδρῶν ἐν ἐλευθέρῳ πεδίῳ μάχεσθαι, γυναικῶν δὲ ἔργον κατακλείεσθαι † δίνας τοὺς μέλλοντας.‘

1

.

46

.

5

Ταῦτα εἰπὼν ἐκέλευσε τετρακισχιλίοις ἱππεῦσι διατρέχειν ἔξωθεν τῶν τειχῶν καὶ τοξεύειν τοὺς ἐφεστῶτας, ἑτέροις δὲ δισχιλίοις ἐκέλευσεν ἀξίναις καὶ πέλυξι διστόμοις καὶ μακροτάτοις ὄνυξί τε 〈καὶ〉 σιδηρέοις μοχλοῖς ὀρύσσειν τὰ θεμέλια καὶ τοὺς ὑπὸ τῆς Ἀμφίονος καὶ Ζήθου λύρας
5ἁρμολογηθέντας λίθους διαμοχλεύοντας καταρρίπτειν πῦρ τε ταῖς πύλαις προσφέρεσθαι καὶ τοὺς καλουμένους κριοὺς μετὰ βίας ἐρείδεσθαι πρὸς τὴν

1

.

46

.

6

τῶν τειχῶν διάλυσιν· ἔστι δὲ ταῦτα ὄργανα διά τε σιδήρου καὶ ξύλων κατεσκευασμένα ὑπὸ τροχῶν ἀπὸ τῆς τῶν στρατιωτῶν βίας συνωθούμενα, μακρόθεν δὲ ἐξαφιέμενα πρὸς τὰ τείχη καὶ ταχέως ἀπὸ τῆς ὁρμῆς τοὺς

1

.

46

.

8

πάνυ πυκνῶς ἁρμολογητοὺς λίθους ... αὐτὸς δὲ μεθ’ ἑτέρων χιλίων σφενδοναρίων καὶ λογχοβόλων κατασκάψων Θήβας περιέρχεται. πῦρ μὲν
οὖν ἦν πάντῃ καὶ λίθοι καὶ βέλεμνα καὶ δοράτων ἀκμαὶ ἠκοντίζοντο, ἀπὸ δὲ τῶν τειχῶν οἱ Θηβαῖοι κατέπιπτον τιτρωσκόμενοι 〈καὶ〉 ὥσπερ ἐξ53
5αἰθρίου βολῆς θεόβλητοι σφενδονούμενοι ἐτελεύτων· οἱ δὲ κατήρχοντο ἀφετοὶ μὴ δυνάμενοι ἀντιτάσσεσθαι.

1

.

46

.

9

Ἐντὸς μὲν οὖν τριῶν ἡμερῶν πᾶσα ἡ Θηβαίων ἐπυρπολεῖτο πόλις. πρῶτον μὲν διαρρήσσεται ἡ Καδμεία πύλη καλουμένη, ἔνθα ἦν ὁ Ἀλέξανδρος ἐφεστώς· εὐθέως δὲ ὁ βασιλεὺς διὰ βραχυτάτου ῥήγματος εἰσῆλθε μόνος·

1

.

46

.

10

πολλοὶ δὲ τῶν ὑπαντώντων Θηβαίων φυγῇ ἀπέτρεχον· τοὺς μὲν γὰρ ἐτί‐ τρωσκεν ὁ Ἀλέξανδρος, τοὺς δὲ καὶ φόβῳ συνετάρασσεν. ἐπεισέρχονται δὲ καὶ ἀπὸ τῶν ἑτέρων πυλῶν οἱ ἐπίλοιποι στρατιῶται σὺν † ὅπλοις ἱππεῦσιν, πάντες ὄντες τὸ πλῆθος τρισχίλιοι, καὶ πάντας ἀναιροῦσιν. ἤδη

1

.

46

.

11

δὲ τὰ τείχη διελύοντο 〈καὶ〉 κατέπιπτον· ὀξὺ γὰρ τὸ Μακεδονικὸν στρά‐ τευμα πρὸς τὰ ὑπὸ Ἀλεξάνδρου κελευόμενα πάντα. πολλῷ δὲ λύθρῳ ἀνθρωπίνῳ κατεβράχη τὰ πρωτοπαγῆ Κάδμεια θεμέλια καὶ πολλῶν Θηβαίων σώματα στεινὸς ἐπετήρει χῶρος, ἔχαιρέ τε Κιθαιρὼν ἐπὶ θρήνοις οἰκείοις
5καὶ πόνοις ἐπιτερπόμενος· κατέπιπτε γὰρ οἰκία πᾶσα καὶ πυρὶ κατεφλέγετο

1

.

46

.

12

πᾶσα Θηβαίων πόλις. χεὶρ δὲ Μακεδονικὴ οὐκ ἔκαμε τὸν πολυσφαγῆ σίδηρον αἱματώσασα· ἀβοήθητοι δὲ Θηβαῖοι φρενοβλαβεῖς ὑπὸ Ἀλέξάνδρου διώλοντο.

1

46a

1

καὶ τότε Ἰσμηνίας τις Θηβαῖος, τῆς αὐλομελῳδίας ἐμπειρος ἄνθρωπος καὶ σοφὸς τῇ γνώμῃ τυγχάνων, ὁρῶν τὰς Θήβας καταρριφείσας καὶ κατα‐ σκαπτομένας καὶ πᾶσαν ἡλικίαν ἀναιρουμένην, στενάξας ὑπὲρ 〈τῆσ〉 πατρίδος

1

46a

2

διὰ τῆς τῶν αὐλῶν ἐμπειρίας ἀριστεύειν ἄρχεται. ἐνενοήθη 〈γὰρ〉 τοὺς αὐλοὺς βαστάξας παρὰ τοὺς πόδας τοῦ βασιλέως γονυκλινὴς γενέσθαι. καὶ οἰκτρὸν καὶ καταδεὲς καὶ ἐλεημονικὸν μέλος ἀναμέλψαι, ὅπως διὰ 〈τῆσ〉 τῶν αὐλῶν δεήσεως καὶ διὰ τῆς τοιαύτης μελῳδίας καὶ μουσικοῖς θρήνοις

1

46a

3

μελῳδῶν δυνηθείη εἰς ἔλεος καταγαγεῖν τὸν Ἀλέξανδρον. ἔκρινεν δὲ πρῶτον δεητικοὺς τῷ δυνάστῃ προσενέγκασθαι λόγους, καὶ τὴν χεῖρα προτείνας μετὰ πολλῶν δακρύων ἄρχεται λέγειν οὕτως·54

1

46a

4

Ἀλέξανδρε, νῦν πείρᾳ μαθόντες τὸ σὸν ἰσόθεον κράτος σεβόμεθα· ἐπίσχες τὰς ἀνικήτους χεῖρας ἀπὸ Θηβαίων *** ἐπιδοξότατοι θεοὶ καὶ προγονικῆς μίξεως ἀρχέγονον βλάστημα. Διός τε καὶ Σεμέλης πυριλοχευτὸς Διόνυσος ἐν Θήβαις 〈ἐτέχθη〉, Ἡρακλῆς 〈παρὰ〉 Διός τε καὶ Ἀλκμήνης
5κατεσπάρη· οὗτοι πᾶσιν ἀνθρώποις βοηθοὶ καὶ εἰρηνικοὶ σωτηρίας φύλακες ἐφάνησαν, σοῦ δὲ τυγχάνουσιν, Ἀλέξανδρε, προπάτορες ὄντες, τούτους σε

1

46a

5

χρὴ μιμήσασθαι καὶ εὐεργετεῖν. ὥσπερ ἐκ θεῶν γενόμενος μὴ ὑπερίδῃς τὰς Διονύσου καὶ Ἡρακλέους τροφοὺς Θήβας ἀπολλυμένας, μηδὲ τὸ βοόκτιστον

1

46a

6

ἄστυ κατασκάψῃς· ὄνειδος γὰρ ὕστερον Μακεδόσι γενήσεται. ἀγνοεῖς, Ἀλέξανδρε, Θηβαῖος 〈ὢν〉 καὶ οὐχὶ Πελλαῖος; ὅλη σε Θηβαίων χώρα λιτα‐ νεύει διὰ τῆς ἐμῆς φωνῆς, τοὺς σοὺς προπάτορας κομίζουσα θεούς, Λυαῖον εὐφροσύνης καὶ χορείης θιασώτην, Ἡρακλέα δίκαιον ἔργοις καὶ βοηθὸν

1

46a

7

ἀνθρώποις. ἤδη καὶ μιμητὴς τῶν σῶν προγόνων 〈γενόμενοσ〉, καλῶν καὶ ἀγαθῶν ὄντων τὸ πλεῖον, εἰς εὐεργεσίαν μετάτρεπε τὰ τῆς ὀργῆς. [τὸ] προχειρότατον πρὸ τοῦ κολάζειν τὸ ἐλεεῖν ἔχε.

1

46a

8

μὴ θῇς ἐρήμους τούς σε σπείραντας θεούς, τῶν σῶν γενεαρχῶν μὴ καθαιρήσῃς πόλιν. ἰδίαν σοῦ πατρίδα μὴ ἀγνοῶν κατασκάψῃς.
ὁρᾷς τὰ τείχη ταῦθ’, ἅπερ δεδώμηνται55
5Ζῆθός 〈θ’〉 ὁ ποιμὴν καὶ ὁ λυρῳδὸς Ἀμφίων, οἱ Ζηνὸς υἱοί, οὓς λάθρᾳ ἔτεκεν νύμφη, ἡ Νύκτεως 〈παῖσ〉 ἐν χοροῖς πλανηθεῖσα; τὰ θεμέλια ταῦτα καὶ τὸ πλούσιον δῶμα πύργωσε Κάδμος. ὧδε λαμβάνει νύμφη〈ν〉
10〈τὴν〉 Ἁρμονίαν, ἣν ἔτεκεν ἀφρογενὴς Κύπρις τῷ κλεψικοίτῃ Θρῃκίῳ συνελθοῦσα. τὴν σὴν ἄρουραν ἀκρίτως μὴ ἐρημώσῃς· μηδὲ καταφλέξῃς πάντα Θηβαίων τείχη, † πλαγίου τέ ἐστιν ἄδωμα. ὁ δὲ τί δὲ δυσδαίμων
15πατρὸς φονευτὴν Οἰδίπουν λυγρὰ μήτηρ. τοῦ〈θ’〉 Ἡρακλῆος τέμενος ἦν, τὸ μὲν πρῶτον Ἀμφιτρύωνος οἶκος· ὧδ’ ἐκοιμήθη τρεῖς νύκτας ὁ Ζεὺς εἰς μίαν ἀριθμήσας. ὁρᾷς ἐκείνους τοὺς πεφλεγμένους οἴκους
20ἀκμὴν ἔτ’ ἐκστάζοντας οὐρανοῦ μῆνιν; ἐκεῖ κεραυνῷ τὴν ποθουμένην βάλλει Σεμέλην ποθ’ ὁ Ζεύς· ὧδε μέσσον τοῦ πυρός τὸν Εἰραφιώτην ἀπεκύησε Ληναῖον. ὧδ’ Ἡρακλῆς μέμηνεν· ἔνθεν οἰστρηθείς
25Μεγάραν ἀνεῖλε τὴν γυναῖκα τοξεύσας.
ὁ βωμὸς οὗτός ἐστιν ὃν βλέπεις Ἥρας. ὑψηλὰ * * κέκμηκε βωμὸν ἀρχαῖον. ἔνθ’ Ἡρακλῆς χιτῶνι σάρκα δαρδάπτων κατῃθαλώθη χερσὶ ταῖς Φιλοκτήτου.56
30* * * ταῦτ’ ἐστὶ Φοίβου λόγια, Τειρεσίου δῶμα. ὁ τρισγέρων 〈ἐνταῦθα〉 γίνεται μάντις, ὃν εἰς γυναῖκα μετετύπωσε Τριτωνίς. Ἀθάμας μανεὶς ἐνταῦθα παῖδα Λέαρχον
35τόξοις ἀνεῖλεν εἰς νεβρὸν τυπωθέντα. ἐνθένδε Ἰνὼ ἥλατ’ εἰς βυθοῦ κῦμα σὺν τῷ Μελικέρτῃ τῷ νεογνῷ λυσσώδης. ἐνθένδε πηρὸς Οἰδίπους ἀπηλάσθη ταγαῖς Κρέοντος· οὗ τὸ βάκτρον Ἰσμήνη.
40οὗτος δ’ ὁ ποταμὸς ἐκ μέσου Κιθαιρῶνος Ἰσμηνός ἐστι Βάκχιον φέρων ὕδωρ. ἐλάτην ὁρᾷς εἰς ὕψος ἀρθεῖσα〈ν〉 κλάδοις; ἐν τῇδε Πενθεὺς τοὺς χοροὺς κατοπτεύων πρὸς τῆς τεκούσης δυστυχὴς διεσπάσθη.
45πηγὴν ὁρᾷς βρύουσαν αἱμόχρουν ὕδωρ, ἐξ ἧς βοὸς μύκημα δεινὸν ἠχεῖται; τοῦτ’ ἐστὶν αἷμα τῆς σεσυρμένης Δίρκης.
ὁρᾷς ἐκείνην 〈ὑ〉στάτην ἀκρώρειαν τὴν ἐξέχουσαν αὖθι τῆς ἀταρπιτοῦ;57

1

46a

8

(50)

ἡ Σφίγξ ἐπ’ αὐτῆς ἕζεθ’ ἡ τεραστία πρόσταγμα προστάττουσα δημόταις πᾶσιν, ἣν Οἰδίπους ἀνεῖλε πολλὰ μερμήρας. αὕτη θεῶν πηγή ’στι καὶ ἱερὰ κρήνη, ἐξ ἧς ἀναβλύζουσιν ἀργυραῖ νύμφαι.
55εἰς τάσδε λιβάδας Ἄρτεμις κατελθοῦσα φαίδρυνε χρῶτας· ὁ δὲ δύσαγνος Ἀκταίων, ἃ μὴ θέμις, κατεῖδε λουτρὰ Λητῴας. 〈μετ〉αλλαγεὶς 〈δ’ ἐσ〉 ἔλαφον ἀκλεῶς σῶμα κυσὶν ὠμοδαίτοις διὰ τὸ λουτρὸν ἠγρεύθη.
60† ἐν πᾶσιν † Ἄρης ἐπολέμησε τὰς Θήβας. ἔνθα Πολυνείκης ἦρξεν Ἀργείου λεώ στράπτων λοχαγὸς ἑπτὰ φρουρίων λόγχης. ἐνταῦθα Καπανεὺς παρὰ τὸ χεῖλος ἐφλέχθη. τὰς μὲν πύλας καλοῦσι 〈ταύ〉τας Ἠλέκτρας.
65†† πύλαις δὲ ταύταις προστεθείσαις ἡμῖν ἀρρήκτες Ἀμφιάραον χαίρουσα δεχοιοίτε γαῖα. Ὠγυγίαις πύλεσιν ἐν τρίταις κλῆθρε 〈Ἱπ〉πομέδοντα τὸν μέγαν εὐσθενεῖτ’ ** εἶπεν τὸ κεδίστεσὶν παρὰ πύλαις Παρθενοποιός58
70ὅτε ἦν μόλην γαίης πύλαις ὀλώλης μυριέσιν ἐκλήθη. †† * * * * * * θανόντα ἔθαψε τὸν λοχαγὸν Ἀργεῖον.
75ἐλέησον, ἁγνὰ λίσσεταί σε Καδμεία. † αὗται Λυέου τοῦ φιλέα υἱὸς ὡς οὗ Θῆβαι † † αὗται πέφυκαν ἃς ἐπὶ σέσωπω βακχίους, † ἅς σὺ κελεύεις ἐκ βάθρων καθαιρεῖσθαι. ὁρᾷς σὺ σηκὸν Ἡρακλέους πυρούμενον
80τοῦ σοῦ γενεάρχου καὶ πατρός 〈σου〉 Φιλίππου; σεαυτοῦ τεμένη ἀγνοῶν θέλεις φλέξαι; τί τοὺς γονῆας τοὺς τεκόντας ὑβρίζεις, γένος Ἡρακλῆος 〈ὤν τε〉 καὶ κλυτοῦ Βάκχου;‘

1

46a

9

Τοσαῦτα μὲν ἱκετεύσας Ἰσμηνίας ἔπεσεν παρὰ ποσὶν Ἀλεξάνδρου βασιλέως.
ὁ δὲ Μακεδὼν ὄμμα πρὸς αὐτὸν μηκύνας
καὶ τοὺς ὀδόντας τοῖς ὀδοῦσι συντρίζων
5ὀργὴν ἀναπνέων τοῖον εἶπε τὸν μῦθον· ‘ὦ παγκάκιστον ἐκλόχευμα Καδμείων, ὦ παγκάκιστον ζῷον καὶ θεοῖς μῖσος, ὦ δήμιον βλάστημα βαρβάρου ῥίζης,
ὦ τῆς ἐπ’ Ἰσμήνῃ σὺ λείψανον λύπης.59
10σοφιστικούς μοι καὶ πεπλασμένους μύθους εἰπὼν ὑπέλαβες, ὅτι πλανᾷς Ἀλέξανδρον; εἰ γὰρ πρόπασαν τὴν πόλιν καθαιρήσω καὶ πυρὶ τεφρώσω * * * καὶ πάντας ὑμᾶς μετὰ πάτρας κατασκάψω
15τὴν τῶν γονέων * * * εἰ γὰρ σὺ γινώσκεις μου τὴν σπορὰν πᾶσαν καὶ πόθεν ἔφυσα καὶ τίνες λοχεύσαντες, οὐκ ἦν σε Θηβαίοισ〈ι〉 ταῦτα κηρύττειν; ‘ὅτι ἐστὶν ἡμῖν συγγενὴς Ἀλέξανδρος,
20μὴ πρὸς πολίτην ἀποκαταστῶμεν, δῶμεν στρατηγίαν 〈καὶ〉 σύμμαχοι γενηθῶμεν. ἡμεῖς πολῖται συγγενεῖς Ἀλεξάνδρου, δόξα ’στὶν ἡμῖν τῆς γεραιτάτης ῥίζης, ἐὰν οἱ Μακεδόνες ἐπιπλακῶσι Θηβαίοις.‘
25ὅτε δ’ εἰς ἄμυναν οὐδὲν ηὐτονήσατε καὶ τὸ θράσος ὑμῶν τῆς μάχης κατῃσχύνθη, τότε 〈δὴ〉 μεταβολὴ καὶ δέησις ἀγνώμων μὴ δυναμένη † συνεχόντων † ἀναιρῆσαι, ὅτι οὐ δύνασθε πρὸς μάχην Ἀλεξάνδρου.
30ἀλλ’ οὐδὲ Θηβαίοισιν οὐδὲ σοὶ πρώτῳ ** κάκιστα τοῦ τέλους 〈ἐπ〉ελθόντος. Θήβας δὲ * αὐτὸς * καταφλέξω.
καὶ Ἰσμηνίαν σε τὸν κράτιστον αὐλητὴν τῶν ἡμιφλέκτων δωμάτων ἐφεστῶτα60
35οὕτως κελεύω δίδυμον ὀργάνων ἦχος διὰ τὴν 〈Βοιωτίασ〉 ἅλωσιν αὐλῆσαι.‘

1

46a

10

οὕτως [εἰπὼν] ἐκέλευσε τοῖς στρατοῖς κατασκάπτειν ἑπτάπυλα τείχη καὶ πόλισμα Θηβαίων. πάλιν Κιθαιρὼν ἐπεχόρευε Θηβαίοις, Ἰσμηνὸς αὐτὸς αἱμόφυρτος 〈ἦν〉 ῥεύσας.
5βέβλητο τείχη καὶ πόλισμα Θηβαίων. καὶ πᾶσα γαῖα ταῖς σφαγαῖς κοπωθεῖσα καταρριφέντων δωμάτων πολυκλαύστων βαρὺ στένουσα † ἀπελθὼν ἐμυκᾶτο. Ἰσμηνίας δὲ δίδυμον ὀργάνων ἦχος
10ἦν ἀρμοσάμενος τῶν ἐρειπίων εἴσω, ὅπερ ἐκέλευσεν ὁ Μακεδὼν Ἀλέξανδρος. ἐπεὶ δὲ τείχη πάντ’ ἔπιπτε Καδμείων καὶ μέλαθρα Λύκου καὶ τὸ Λαβδάκου δῶμα, εἰς εὐσέβειαν τῆς πάροιθε παιδείας
15† τὴν Πινδάρου κάτανα τύμβον, † ἐν ᾧ ἦλθε παῖς ὢν καὶ μετέσχε ταῖς Μούσαις πρὸς τὸν λυρῳδὸν τὸν γέροντα φοιτήσας. πολλοὺς μὲν ἄνδρας περὶ πάτραν κατασφάξας ὀλίγους κατέλιπε παντελῶς ἔτι ζῶντας,
20καὶ τοὔνομ’ αὐτῶν τοῦ γένους ἀπήλειψεν. Θήβας γὰρ εἶπε μηκέτι λαλεῖν Θήβας, ἀλλ’ ἄπολιν αὐτῶν τὴν πόλιν γενηθῆναι,
ὡς ἄνομον εἶναι τὸν τοιοῦτον ἄνθρωπον.61

1

46a

11

Συνέβη δὲ ταῖς Θήβαις † ὑπὸ γενναίως· πρώην γὰρ κατασκευαζομένων τῶν τειχῶν καὶ τελουμένων ἡ Ἀμφίονος λύρα μελῳδοῦσα ἐτέλεσε τὰ τείχη, κατασκαπτομένων δὲ αὐτῶν ὁ Ἰσμηνίας ἐπηκολούθει. τὰ οὖν ὑπὸ μουσικῆς μελῳδίας κατασκευασθέντα ὑπὸ μουσικῆς μελῳδίας πάλιν κατέπεσεν.

1

46a

12

Ἅπαντες οὖν 〈οἱ〉 Θηβαῖοι σὺν τῇ πόλει ἀπώλοντο. ὀλίγων δὲ κατα‐ λειφθέντων ἐκήρυξεν ὁ Ἀλέξανδρος, ὅπου ἐὰν ἐπιβῶσι πόλεως Θηβαῖοι, ἀπόλεις αὐτοὺς εἶναι. κἀκεῖθεν ὥδευσεν ἐπὶ τὰς ἄλλας πόλεις.

1

.

47

.

1

Οἱ δὲ καταλειφθέντες Θηβαῖοι ἔπεμψαν εἰς Δελφοὺς χρησμὸν λαβεῖν, εἰ ὅλως ποτὲ ἀνακτήσονται Θήβας. ὁ δὲ Ἀπόλλων ἐχρησμῴδησεν αὐτοῖς οὕτως·
Ἑρμῆς καὶ Ἀλκείδης καὶ ἱμαντομάχος Πολυδεύκης
5
οἱ τρεῖς ἀθλήσαντες ἀνακτίσουσί σε Θήβη. Οὕτως τοῦ χρησμοῦ δοθέντος ἐξεδέχοντο Θηβαῖοι τὸ ἀποβησόμενον.

1

.

47

.

2

Ὁ δὲ Ἀλέξανδρος παραγίνεται εἰς Κόρινθον καὶ καταλαμβάνει ἐκεῖ τῶν Ἰσθμίων τὸν ἀγῶνα ἀγόμενον. παρακαλοῦσι δὲ αὐτὸν οἱ Κορίνθιοι

1

.

47

.

3

ἄξαι τὸν ἀγῶνα· ὁ δὲ πεισθεὶς ἐκάθισε. καὶ εἰσελθόντων τότε τῶν ἀγω‐ νιστῶν καὶ στεφανουμένων τῶν νικώντων ὑπὸ Ἀλεξάνδρου, ἔτι δὲ καὶ δωρεὰς αὐτοῦ διδόντος τοῖς καλῶς ἀθλήσασιν, εἷς τῶν ἀθλητῶν, παράδοξος ἀνήρ, Θηβαῖος τῷ γένει, Κλειτόμαχος ὀνόματι, ἀπεγράψατο πάλην, παγκράτιον
5〈καὶ πυγμὴν〉, τὰ τρία· καὶ ἐν μὲν τῷ σταδίῳ 〈κατὰ〉 τὴν πάλην πολυ‐ ποικίλοις παλαίσμασι χρησάμενος ἔρρηξεν τοὺς ἀνταγωνιστάς, ὥστε ἔπαινον

1

.

47

.

4

αὐτὸν λαβεῖν παρὰ Ἀλεξάνδρου. ἐπελθόντος δὲ αὐτοῦ στεφανωθῆναι τὸν τῆς πάλης στέφανον εἶπεν αὐτῷ ὁ Ἀλέξανδρος· ‘Ἐὰν καὶ τὰ ἄλλα δύο νικήσῃς ἅπερ ἀπεγράψω, στεφανώσω σε τοὺς τρεῖς στεφάνους καὶ αἴτημά σοι δίδωμι, ὅπερ ἐὰν αἰτήσῃ.‘ Νικήσαντος οὖν αὐτοῦ καὶ τὴν πυγμὴν καὶ
5τὸ παγκράτιον, ἔτι μὴν καὶ τὴν πάλην, ἦλθε πρὸς τὸν Ἀλέξανδρον στεφα‐

1

.

47

.

5

νωθῆναι τοὺς τρεῖς στεφάνους. τοῦ δὲ κήρυκος πυθομένου αὐτοῦ· ‘Τίς καλεῖ καὶ ποίας πόλεως τυγχάνεις, ἵνα σε ἀναγορεύσω;‘ εἶπεν· ‘Κλειτό‐ μαχος μὲν καλοῦμαι, πόλιν δὲ οὐκ ἔχω.‘ Ὁ βασιλεὺς εἶπεν· ‘Ὦ γενναῖε, τοιοῦτος τυγχάνων ἔνδοξος ἀθλητής, ἐφ’ ἑνὸς σταδίου τὰ τρία νικήσας,62
5πάλην πυγμὴν παγκράτιον, στεφανωθεὶς δὲ ὑπ’ ἐμοῦ κοτίνους στεφάνους,

1

.

47

.

6

πόλιν οὐκ ἔχεις;‘ Εἶπεν ὁ Κλειτόμαχος· ‘Εἶχον πρὶν γένηται Ἀλέξανδρος βασιλεύς, γεναμένου δὲ Ἀλεξάνδρου βασιλέως ἀπώλεσά μου τὴν πατρίδα.‘

1

.

47

.

7

Νοήσας ὁ Ἀλέξανδρος, τί λέγει καὶ τί μέλλει αἰτεῖσθαι, εἶπεν· ‘Ἀνακτι‐ ζέσθωσαν Θῆβαι εἰς τιμὴν θεῶν τριῶν, Ἑρμοῦ Ἡρακλέους Πολυδεύκους,

1

.

47

.

8

ἵνα ἐξ ἐμοῦ γένηται δωρεὰ καὶ μὴ σοῦ αἴτησις.‘ Καὶ οὕτως ἀπέβη ὁ χρη‐ σμὸς τοῦ Ἀπόλλωνος·
Ἑρμῆς καὶ Ἀλκείδης καὶ ἱμαντόμαχος Πολυδεύκης
οἱ τρεῖς ἀθλήσαντες ἀνακτίσουσί σε Θῆβαι.
4

2

.

1

.

1

Ὁ δὲ Ἀλέξανδρος ἀπὸ Κορίνθου διοδεύσας εἰς Πλαταιάς, πόλιν Ἀθη‐ ναίων, ὅπου τὴν Κόρην σέβονται, καὶ εἰσβὰς εἰς τὸ τέμενος τῆς θεοῦ, ὑφαινομένου ἱματίου ἱερατικοῦ † αὐτῆς τῆς τοῦ θεοῦ καὶ θεασάμενος κατέ‐

2

.

1

.

2

μαθεν †. ἡ δὲ ἱέρεια εἶπε· ‘Καλαῖς ὥραις εἰσῆλθες, μέγιστε βασιλεῦ, διάσημος ἔσῃ κατὰ πᾶσαν πόλιν καὶ διαλάμψεις.‘ Ὁ δὲ Ἀλέξανδρος ἐτί‐

2

.

1

.

3

μησεν αὐτὴν χρυσῷ. μεθ’ ἡμέρας δὲ Στασαγόρας ὁ τῶν Πλαταιέων στρα‐ τηγὸς εἰσέρχεται εἰς τὸ τῆς θεοῦ τέμενος, καὶ εἶπεν ἡ ἱέρεια· ‘Στασαγόρα, καθαιρεθῆναι ἔχεις.‘ Ὁ δὲ ἐν ὀργῇ γενόμενος εἶπεν· ‘Ὦ ἀναξία τῆς προφητείας, Ἀλεξάνδρῳ εἰσελθόντι προσηύξω, ἐμὲ δὲ καθαιρεθῆναι εἶπες.‘

2

.

1

.

4

Ἡ δὲ εἶπε· ‘Μὴ χαλέπαινε ἐν τούτῳ· πάντα γὰρ οἱ θεοὶ διὰ σημείων δεικνύουσι τοῖς ἀνθρώποις, μάλιστα τοῖς διασήμοις· ὅτε γὰρ Ἀλέξανδρος ἐνταῦθα εἰσῆλθεν, ἔτυχεν πορφύραν εἰς τὸν χιτῶνα τῆς θεοῦ βάλλεσθαι· ὅθεν ἀπεφηνάμην αὐτῷ οὕτως. σὺ δὲ τετελεσμένου τοῦ χιτῶνος καὶ καθαι‐
5ρουμένου τοῦ ἱστοῦ εἰσέβης· χρὴ οὖν φανερόν σοι εἶναι 〈ὅτι〉 καθαιρεθήσῃ.‘

2

.

1

.

5

Καὶ ὁ μὲν ἐκέλευσε καθαιρεθῆναι αὐτὴν τῆς ἱερωσύνης εἰπών· ‘Σὺ σεαυτῇ ἐπέλυσας τὸ σημεῖον.‘ Ἀκούσας ὁ Ἀλέξανδρος παραυτὰ μετέστησεν αὐτὸν τῆς στρατηγίας, τὴν δὲ ἱέρειαν εἰς τὸν ἴδιον τόπον ἀπεκατέστησεν.63

2

.

1

.

6

Ὁ δὲ Στασαγόρας λαθὼν τὸν Ἀλέξανδρον ἀπέρχεται εἰς τὰς Ἀθήνας (ἦν γὰρ 〈ὑπ’〉 αὐτῶν κατασταθεὶς 〈ἐν〉 τῇ στρατηγίᾳ) καὶ διηγεῖται αὐτοῖς

2

.

1

.

7

μετὰ δακρύων τὴν καθαίρεσιν. οὐκ ὀλίγον δὲ ἀγανακτήσαντες ὑβρίζουσι τὸν Ἀλέξανδρον· ὁ δὲ Ἀλέξανδρος ταῦτα μαθὼν ἔπεμψεν αὐτοῖς ἐπιστολὴν περιέχουσαν οὕτως· [Ἐπιστολὴ Ἀλεξάνδρου Ἀθηναίοις.]

2

.

1

.

8

‘Βασιλεὺς Ἀλέξανδρος Ἀθηναίοις λέγει· ἐγὼ μετὰ τὴν τοῦ πατρὸς τελευτὴν λαβὼν τὴν βασιλείαν καὶ καταστείλας τὰς πρὸς τῇ δύσει πόλεις καὶ πλείονας χώρας ἐπιστολαῖς, καίτοι ὄντων μοι ἑτοίμων εἰς συμμαχίαν, τούτους μὲν ἀποδεξάμενος παρῄνουν μεῖναι ἐπ’ αὐτοῖς τοῖς καθεστῶσι ...

2

.

1

.

9

καὶ τούτων με προθύμως ἀναγορευσάντων βασιλέα τῇ ἀνδρείᾳ τούτων κατέστειλα τὰ τῆς Εὐρώπης κλίματα καὶ Θηβαίους μὲν κακῶς πράξαντας

2

.

1

.

10

ἀπώλεσα, ἐκ βάθρων ἄρας τὴν τούτων πόλιν. νῦν δὲ ἀναβὰς εἰς τὴν Ἀσίαν ἔλεγον Ἀθηναίοις δεξιοῦσθαί με, καὶ αὐτὸς πρῶτος ἤδη γράφω ὑμῖν οὐ πολλῶν λόγων οὐδὲ γραμμάτων πλήθη, ὡς ὑμεῖς ἠτακτήσατε, ἀλλὰ τὰ

2

.

1

.

11

κεφάλαια· οὐ καθήκει τοῖς κρατουμένοις †, ἀλλὰ τοῖς κρατοῦσι ταῦτα πρέπει καὶ ἐπιτάττειν καὶ ποιεῖν, τουτέστιν ἐμοὶ Ἀλεξάνδρῳ † ὑπακούεσθαι· ἀρτίως μὲν ἢ κρείττονες γίνεσθε ἢ τοῖς κρείττοσιν ὑποτάσσεσθε, καὶ δώσετε φόρους
κατ’ ἔτος τάλαντα χίλια.‘64

2

.

2

.

1

Οἱ δὲ Ἀθηναῖοι ἀναγνόντες ἀντιγράφουσιν αὐτῷ· ‘Ἀθηναίων ἡ πόλις καὶ οἱ ἄριστοι δέκα ῥήτορες Ἀλεξάνδρῳ λέγομεν· ἡμεῖς καὶ τοῦ πατρός σου ζῶντος μεγάλως ἐλυπούμεθα καὶ ἀποθανόντος μεγάλως ἐχάρημεν,

2

.

2

.

2

Φιλίππου τρισκάκου μεμνημένοι. ταὐτὰ καὶ ἐπὶ σοῦ νενομίκαμεν, παῖ Φιλίππου τολμηρότατε. φόρους ἀπαιτεῖς Ἀθηναίους ἐνιαύσια τάλαντα χίλια, τουτέστιν πολεμεῖν βουλόμενος ἀνδρεῖον φρόνημα ἔχεις. εἰ γοῦν φρονεῖς τι, παραγενοῦ· ἕτοιμοί ἐσμεν.‘

2

.

2

.

3

Ἀντέγραψε καὶ ὁ βασιλεὺς Ἀλέξανδρος Ἀθηναίοις· ‘Πέπομφα πρότερον τὸν ἡμέτερον ἐν τάχει Λέοντα, ἵνα τὰς γλώσσας ὑμῶν ἀποτεμὼν κομίσῃ, ἵνα τοὺς ἄφρονας παρ’ ὑμῖν ῥήτορας ἀπάξῃ, † οὓς οἱ περὶ φόρους † ... καὶ πειράσομαι ὑμᾶς καὶ τὴν σύμμαχον Ἀθηνᾶν πυριφλεγῆ ποιῆσαι, ὅτι τὰ

2

.

2

.

4

ἐπιταττόμενα οὐ ποιεῖτε. παράδοτε οὖν τοὺς πρωτεύοντας δέκα ῥήτορας, ἵνα βουλευσάμενος περὶ τῶν ὑμῖν διαφερόντων ἐλεήσω ὑμῶν τὴν πατρίδα.‘

2

.

2

.

5

Οἱ δὲ ἀντέγραψαν· ‘Οὐ ποιοῦμεν.‘ Καὶ μεθ’ ἡμέρας ἐκκλησίαν ποιοῦσι βουλευόμενοι, τί πρακτέον αὐτοῖς. αὐτῶν δὲ βουλευομένων ἀνίσταται Αἰσχί‐ νης ῥήτωρ καὶ εἶπεν·

2

.

2

.

6

‘Ἄνδρες Ἀθηναῖοι, τί τὸ βράδος τῆς βουλῆς; εἰ προαιρεῖσθε πέμπειν ἡμᾶς, θαρροῦντες πορευόμεθα. Ἀλέξανδρος γάρ † ἐστι Φιλίππου· Φίλιππος δὲ ἐνετράφη ταῖς τῶν πολέμων αὐθαδείαις, ὁ δὲ Ἀλέξανδρος ταῖς Ἀριστο‐

2

.

2

.

7

τέλους παιδείαις καὶ προέτεινε τὰς χεῖρας παιδευόμενος. ὅθεν ἐντραπήσεται ἰδὼν τοὺς διδασκάλους, ἐρυθριάσει ὁρῶν τοὺς καθηγουμένους αὐτὸν περὶ τῆς βασιλείας, μεταβαλεῖ τὴν γνώμην 〈ἣν〉 ἔχει πρὸς ἡμᾶς εἰς εὐμένειαν.‘65

2

.

2

.

8

Λέγοντος τοῦ Αἰσχίνου ἀνίσταται Δημάδης, γενναῖος ῥήτωρ, καὶ ἀνακόπτει τὸν Αἰσχίνην εἰπών· ‘Μέχρι πότε, Αἰσχίνη, μεμαλθακευμένους καὶ δειλιῶντας ἡμῖν εἰσφέρεις λόγους, ὥστε μὴ ἀντιτάξασθαι αὐτῷ πρὸς

2

.

2

.

9

πόλεμον; τίς παρεισελήλυθε δαίμων ὡς τοιαῦτα φθέγξασθαι; ὁ τηλικαύτας συνηγορίας ποιησάμενος, ὁ προτρεψάμενος Ἀθηναίους πολεμεῖν πρὸς τὸν τῶν Περσῶν βασιλέα νῦν εἰς δειλίαν Ἀθηναίους ἐμβάλλεις καὶ τρέμειν ποιεῖς μειράκιον τύραννον αὐθάδη, τὴν τοῦ πατρὸς ἀναλαβόντα τόλμην;

2

.

2

.

10

τί δὲ καὶ δειλιῶμεν αὐτῷ συμβαλεῖν; οἱ Πέρσας διώξαντες καὶ Λακεδαι‐ μονίους ἡττήσαντες καὶ Κορινθίους νικήσαντες, ἔτι δὲ Μεγαρεῖς φυγαδεύ‐ σαντες καὶ Φωκεῖς πολεμήσαντες καὶ Ζακυνθίους πορθήσαντες δεδοίκαμεν

2

.

2

.

11

πολεμεῖν Ἀλεξάνδρῳ; —ἀλλὰ λέγει Αἰσχίνης· μνησθήσεται, φησίν, ἡμῶν τῶν καθηγητῶν καὶ αἰδεσθήσεται ἡμῶν τὰς ὄψεις· γελοίως. ἅπαντας ἡμᾶς ὕβρισε καὶ μετέστησε Στασαγόραν τῆς στρατηγίας, ὃν ἡμεῖς ἀπεκα‐ τεστήσαμεν, καὶ † Κιθόωντα τὸν ἐμὸν ἐχθρὸν ἀπεκατέστησεν ἀρχιστρατηγόν,

2

.

2

.

12

ἡμῶν οὔσης τῆς πόλεως. ἤδη δὲ αὑτῷ ἐξεδίκησε Πλαταιάς· καὶ σὺ λέγεις, ὅτι θεασάμενος ἡμῶν τὰς ὄψεις αἰδεσθήσεται; μᾶλλον γυμνοὺς ἡμᾶς λαβὼν κολάσεται. ὥστε πολεμήσωμεν ἀγνώμονι Ἀλεξάνδρῳ καὶ μὴ πιστεύσωμεν, εἰ περίκειται ἡλικία· καὶ γὰρ ἄπιστος ἡ ἡλικία· δύναται γὰρ γενναίως

2

.

2

.

13

πολεμεῖν, οὐ δικαίως σωφρονεῖν. —Τυρίους, φησίν, ἐξεπόρθησεν· ἀδύναμοι γὰρ ἦσαν. Θηβαίους κατέσκαψεν οὐκ ὄντας οὕτως ἀδυνάμους, ἀλλὰ ἀπὸ πολλῶν πολέμων καμόντας· Πελοποννησίους ἐξῃχμαλώτισεν—οὐκ αὐτός,

2

.

2

.

14

ἀλλὰ λοιμὸς καὶ λιμὸς αὐτοὺς διέφθειρεν. εἶτα δὲ Ξέρξης ἐξήρτησε τὴν
θάλασσαν ναυσὶ καὶ κατέσπειρε τὴν ὅλην γῆν στρατεύμασι καὶ ἐσκέπασε τοῖς ὅπλοις τὸν ἀέρα 〈καὶ〉 ἐπλήρωσε τὴν Περσίδα τῶν αἰχμαλώτων· καὶ ὅμως ἡμεῖς αὐτὸν ἀπεδιώξαμεν καὶ τὰς ναῦς ἐπρήσαμεν, Κυναιγείρου καὶ66

2

.

2

.

15

Ἀντιφῶντος καὶ Μνησοχάρους καὶ τῶν ἄλλων ἀριστέων μαχησαμένων. 〈νῦν δὲ δεδοίκαμεν〉 Ἀλεξάνδρῳ πολεμῆσαι παιδὶ τολμηρῷ καὶ τοῖς περὶ αὐτὸν

2

.

2

.

16

οὖσι σατράπαις καὶ παρασπισταῖς τοῖς ἀφρονεστέροις αὐτοῦ; εἶτα πέμπειν ἡμᾶς βούλεσθε οὓς ᾐτήσατο δέκα ῥήτορας; εἰ συμφέρει, λογίσασθε. τοῦτο μέντοιγε ὑμῖν προμηνύω, ἄνδρες Ἀθηναῖοι, ὅτι πολλάκις δέκα κύνες γενναίως ὑλακτοῦντες ὅλας [τὰς] ἀγέλας [τῶν] ποιμνίων δειλῶς φερομένας πρὸς τοὺς
5λύκους οὗτοι ἔσωσαν.

2

.

3

.

1

Οὕτως τοῦ Δημάδου ἐκκλησιάσαντος παρεκάλουν οἱ Ἀθηναῖοι τὸν Δημοσθένην ἀναστάντα συμβουλεύειν περὶ τῆς κοινῆς σωτηρίας. ὁ δὲ ἀναστὰς

2

.

3

.

2

εἶπεν· ‘Ἄνδρες πολῖται—οὐ γὰρ ἐρῶ Ἀθηναῖοι· εἰ γὰρ ἤμην ὑμῶν ξένος, ἔλεγον 〈ἂν〉 Ἀθηναῖοι· νῦν δὲ ... κοινὴ μὲν ἡμῶν ἐστι πάντων σωτηρία

2

.

3

.

3

... περὶ τοῦ πολεμεῖν ἢ ὑπείκειν Ἀλεξάνδρῳ. Αἰσχίνης γὰρ ἐχρήσατο κεκρα‐ μένῳ λόγῳ πρὸς ὑμᾶς, μήτε προτρεπόμενος πολεμεῖν ἡμᾶς μήτε † ἀντιδικεῖν,

2

.

3

.

4

ἄνθρωπος γέρων καὶ πολλαῖς ἐκκλησίαις συνηγορήσας. Δημάδης δὲ νέος τυγχάνων κατὰ τὸ τῆς ἡλικίας φρόνημα οὕτως εἶπεν· ‘Ἀπεδιώξαμεν Ξέρξην, Κυναιγείρου καὶ τῶν ἄλλων ἀριστευόντων.‘ ἀλλά, ὦ Δημάδη, δὸς ἡμῖν

2

.

3

.

5

τούτους καὶ νῦν, καὶ πολεμοῦμεν πάλιν· πιστεύσωμεν αὑτοὺς τῷ σθένει τῶν ὀνομασθέντων. εἰ δὲ μὴ ἔχομεν ἐκείνους πάλιν, μηδαμῶς πολεμοῦμεν, ἕκαστος γὰρ καιρὸς ἰδίαν δύναμιν καὶ ἐπιταγὴν ἔχει· δυνάμεθα γὰρ δημη‐

2

.

3

.

6

γοροῦντες οἱ ῥήτορες, ὅπλα δὲ λαβεῖν ἐσμεν ἀδύνατοι. καίτοι Ξέρξης τὸ
μὲν πλῆθος μέγας ἦν, ἀλλὰ βάρβαρος, καὶ ὑπὸ τῆς τῶν Ἑλλήνων φρονή‐ σεως ἡττήθη. Ἀλέξανδρος δέ ἐστιν Ἕλλην καὶ ἤδη τρισκαίδεκα πολέμους συμβαλὼν οὐδαμοῦ ἡττήθη, ἀλλὰ καὶ αἱ πλείονες πόλεις χωρὶς μάχης67

2

.

3

.

7

αὐτὸν παρεδέξαντο. ἀλλά φησιν εἶναι ἀσθενεῖς 〈Τυρίους· ἀλλ’〉 οἱ Τύριοι πρὸς Ξέρξην ναυμαχήσαντες καὶ νικήσαντες τὰς τούτου νῆας ἐνέπρησαν. πῶς δὲ καὶ Θηβαῖοι ἀδύναμοι; οἵτινες ἀφ’ οὗ ἐκτίσθησαν πολεμοῦσι καὶ

2

.

3

.

8

οὐδέποτε ἡττήθησαν, νῦν δὲ Ἀλεξάνδρῳ ἐδουλώθησαν. Πελοποννήσιοι, 〈φησίν〉, οὐχ ὑπ’ αὐτοῦ, ἀλλὰ λιμῷ ἡττήθησαν. 〈καίτοι〉 τότε ἔπεμψεν αὐτοῖς ἀπὸ Μακεδονίας σῖτον Ἀλέξανδρος. Ἀντιγόνου δὲ τοῦ σατράπου εἰπόντος· ‘Οἷς μέλλεις πολεμεῖν σῖτον πέμπεις;‘ εἶπεν ὁ Μακεδών· ‘καὶ

2

.

3

.

9

μάλα, ἵνα ἐγὼ μαχομένους νικήσω αὐτοὺς καὶ μὴ λιμῷ ἀναιρεθῶσιν.‘ καὶ νῦν ἀγανακτεῖτε, ὅτι Στασαγόρας μετετέθη ὑπ’ αὐτοῦ. ὁ δὲ πρῶτος αὐτὸς ἐστασίακε· καὶ γὰρ τῇ ἱερείᾳ εἶπε· ‘διὰ τὸ σημεῖον, ἰδέ, ἐγώ σε μεθιστάνω τῆς προφητείας.‘ ὁ δὲ γνοὺς αὐτὸν ἀφρονήσαντα μετέστησε τῆς στρατηγίας.

2

.

3

.

10

οὐκ ἦν γὰρ δίκαιον ἀγανακτεῖν τὸν βασιλέα; —ἀλλ’ ἐναντίος, φησί, Στασα‐ γόρας τῷ βασιλεῖ ἐγίνετο· καὶ γὰρ ἐν ἴσῳ βασιλεὺς καὶ στρατηγός. —τί δὲ μέμφεσθε τὸν Ἀλέξανδρον, ὅτι καθεῖλε Στασαγόραν; —ἀλλὰ Ἀθηναῖος ἦν, φησίν. —ἡ γὰρ προφῆτις ἡ ὑπὸ Στασαγόρου καθαιρεθεῖσα μήτι οὐκ
5ἦν Ἀθηναία; καίτοι ἡμᾶς ἐκδικῶν Ἀλέξανδρος τοῦτο ἔπραξε· τῇ γὰρ ἡμετέρᾳ προφήτιδι ἀπέδωκε τὴν προφητείαν.‘

2

.

4

.

1

Οὕτως Δημοσθένους εἰπόντος πολὺς ἔπαινος παρ’ Ἀθηναίοις ἐγένετο καὶ θροῦς ἀκατάλληλος· καὶ ὁ μὲν Δημάδης ἐσιώπα, Αἰσχίνης δὲ ἐπῄνει καὶ Λυσίας ἐμαρτύρει καὶ Πλάτων συνετίθετο καὶ οἱ Ἀμφικτύονες ἐψηφί‐ σαντο καὶ οἱ † ἡρακλίες οὐκ ἀντέλεγον, τῷ δὲ ὅλῳ δήμῳ συνευδόκει τοῖς

2

.

4

.

2

ὑπὸ Δημοσθένους εἰρημένοις. ὁ δὲ Δημοσθένης λέγει· Ἔτι τοῦτο ἀπο‐ λογήσομαι. λέγει Δημάδης, ὅτι Ξέρξης ἐτείχισε τὴν θάλασσαν ταῖς ναυσί, κατέσπειρε δὲ τὴν γῆν στρατοπέδοις καὶ τοῖς ὅπλοις τὸν ἀέρα ἐσκέπασε,

2

.

4

.

3

τὴν δὲ Περσίδα αἰχμαλώτων Ἑλλήνων 〈ἐπλήρωσε〉· καὶ νῦν δικαίως ἐπαι‐ νεῖται ὁ βάρβαρος ὑπὸ Ἀθηναίων, ὅτι τοὺς Ἕλληνας ᾐχμαλώτισεν, ὁ Ἀλέξ‐ ανδρος δὲ Ἕλλην ὢν καὶ Ἕλληνας συλλαμβανόμενος τοὺς ἀντιταξαμένους αὐτῷ οὐκ ᾐχμαλώτευσεν, ἀλλ’ ἐστράτευσε καὶ τοὺς αὐτῷ γενομένους πολε‐68
5μίους συμμαχῆσαι ἠξίωσεν, οὕτως δημοσίᾳ εἰπών· ‘Τοῦ παντὸς ἔσομαι περικρατὴς τοὺς μὲν φίλους εὐεργετῶν, τοὺς δὲ ἐχθροὺς φίλους ποιῶν.‘

2

.

4

.

4

καὶ νῦν, Ἀθηναῖοι, φίλοι τυγχάνοντες καὶ καθηγηταὶ Ἀλεξάνδρου ἐχθροὶ καλεῖσθαι Ἀλεξάνδρου οὐ δύνασθε. αἰσχρὸν γὰρ ὑμᾶς τοὺς διδασκάλους ἀμαθεῖς φανῆναι καὶ τὸν ὑμῖν μαθητεύσαντα ὑμῶν τῶν διδασκάλων σωφρο‐ νέστερον φανῆναι.

2

.

4

.

5

Οὐδεὶς τῶν Ἑλλήνων βασιλέων ἐπέβη τῇ Αἰγύπτῳ εἰ μὴ μόνος Ἀλέξ‐ ανδρος, καὶ ταῦτα οὐ πολεμήσων, ἀλλὰ χρησμὸν αἰτησόμενος, ποῦ τῆς ὀνομασίας ἑαυτοῦ ἀείμνηστον πόλιν κτίσει· καὶ ἔλαβε, καὶ ἤδη ἐθεμελίωσε καὶ ἀνήγειρε· παντὸς γὰρ ἔργου σπουδαίως γενομένης τῆς ἀρχῆς πρόδηλόν

2

.

4

.

6

ἐστι ταχέως καὶ τὸ τέλος ἥξειν. ἐπέβη τῇ Αἰγύπτῳ βασιλευομένῃ ὑπὸ Περσῶν, καὶ ἀξιούντων τῶν Αἰγυπτίων συστρατεύσασθαι αὐτῷ πρὸς τοὺς Πέρσας ἀπεκρίνατο ὁ φρενήρης παῖς· ‘Ἀμεινότερόν ἐστιν ὑμᾶς Αἰγυπτίους ὄντας τὴν τοῦ Νείλου πλημμυρίαν καὶ τὴν τῆς γῆς γεωργίαν ἀπεργάζεσθαι
5ἢ τὴν τοῦ Ἄρεως τόλμην καθοπλίζεσθαι.‘ καὶ λόγῳ ὑπέταξεν ἑαυτῷ τὴν

2

.

4

.

7

Αἴγυπτον ... οὐδὲν γάρ ἐστι βασιλεύς, εἰ μὴ πρόσφορον γῆν ἔχοι. πρῶτος οὖν Ἑλλήνων Ἀλέξανδρος ἔλαβε τὴν Αἴγυπτον, ὥστε καὶ πρῶτον αὐτὸν

2

.

4

.

8

γενηθῆναι Ἑλλήνων καὶ βαρβάρων. πόσα στρατόπεδα θρέψει ἐκείνη ἡ χώρα; οὐ μόνον τοὺς ἐγγὺς καθεζομένους, ἀλλὰ καὶ τοὺς ἐν πολέμῳ μαχο‐ μένους. πόσας πόλεις κενὰς ἀναπληρώσει ἀνδρῶν εἰς κατοίκησιν; ὥσπερ

2

.

4

.

9

γὰρ πολύπυρός ἐστιν, τοσοῦτον καὶ πολύανδρος· ὃ ἐὰν γὰρ αἰτῇ ὁ βασιλεύς,
εὐκταίως διαδώσει ... καὶ ὑμεῖς βούλεσθε Ἀθηναῖοι πολεμεῖν Ἀλεξάνδρῳ τοσαύτην ἔχοντι τὴν χορηγίαν πρὸς πᾶσαν χρείαν τῷ στρατοπέδῳ; εἰ γὰρ καὶ ὑμῖν ἥδιστον καὶ εὐκταῖον, ἀλλ’ ὁ καιρὸς οὐκ ἀπαιτεῖ.‘69

2

.

5

.

1

Οὕτως εἰπόντος Δημοσθένους ἐξ ὁμονοίας πάντες ἐπείσθησαν πέμπειν Ἀλεξάνδρῳ νικητικὸν στέφανον λιτρῶν πεντήκοντα μετὰ ψηφισμάτων εὐχα‐ ριστικῶν καὶ ἑτέρων πρέσβεων ἐνδόξων· οὐ γὰρ ἔπεμψαν αὐτῷ τοὺς

2

.

5

.

2

ῥήτορας. οἱ δὲ πρέσβεις παρῆσαν εἰς Πλαταιὰς καὶ ἀναδιδόασι τὰ ψηφί‐ σματα τῷ βασιλεῖ. ὁ δὲ ἀναγνοὺς καὶ μαθὼν τὴν Αἰσχίνου συνηγορίαν καὶ τὴν Δημοσθένους ἐκκλησίαν καὶ τὴν τῶν Ἀμφικτυόνων συμβουλίαν ἔγραψεν αὐτοῖς ἐπιστολὴν οὕτως·

2

.

5

.

3

‘Ἀλέξανδρος υἱὸς Φιλίππου καὶ Ὀλυμπιάδος μητρός—οὔπω γὰρ ἐρῶ βασιλεύς, μέχρις οὗ πάντας τοὺς βαρβάρους τοῖς Ἕλλησιν ὑποτάξω. ἐγὼ μὲν ἔπεμψα πρὸς ὑμᾶς πεμφθῆναί μοι 〈τοὺς δέκα〉 ῥήτορας, οὐχ ἵνα

2

.

5

.

4

αὐτοὺς κολάσωμαι, ἀλλ’ ἵνα ὡς καθηγητὰς ἀσπάσωμαι. οὐκ ἐπέτρεψα γὰρ ἐμαυτῷ μετὰ στρατιᾶς ἀνελθεῖν, ὅπως μὴ πολέμιόν με ὑπολάβητε, ἀλλὰ μετὰ τῶν ῥητόρων ἀντὶ τοῦ στρατοῦ, ἵνα παντὸς δέους ὑμᾶς ἀπαλλάξω. ὑμεῖς δὲ ἄλλως ἠνέχθητε πρὸς ἐμέ, ἐλεγχόμενοι ὑπὸ τῆς ἰδίας ἑαυτῶν

2

.

5

.

5

ἀβουλίας, ὅσα καιροῦ λαβόμενοι διέθεσθε Μακεδόνας. πολεμοῦντος γὰρ τοῦ πατρός μου Φιλίππου πρὸς Ζακυνθίους ὑμεῖς σύμμαχοι Ζακυνθίων γεγένησθε, ὑμῶν δὲ πολεμουμένων ὑπὸ Κορινθίων Μακεδόνες σύμμαχοι

2

.

5

.

6

ὑμῶν γενόμενοι ἀπήλασαν Κορινθίους. καὶ τὸ ἄγαλμα τῆς Ἀθηνᾶς ... καθῃρήσατε. δίκαια τὰ ἀντιμίσθια ἀπελάβομεν παρ’ ὑμῶν, ἀνθ’ ὧν ἡμεῖς
ὑμῖν ἐποιήσαμεν. ὅθεν μὴ θαρροῦντες τῇ 〈ἐμῇ〉 γνώμῃ ἐφ’ οἷς ἡμαρτήσατε δειλῶς ἔχετε, μὴ τῇ βασιλικῇ δυνάμει ἐπαρθεὶς ἐμαυτὸν ἐξ ὑμῶν ἀμύνωμαι.70

2

.

5

.

7

μόλις δὲ τοῦτο ἠβουλήθεν ποιῆσαι, εἰ μὴ ἤμην καὶ αὐτὸς Ἀθηναῖος. ... πότε

2

.

5

.

8

γάρ τι καλῶς ἐβουλεύσασθε περὶ τῶν παρ’ ὑμῖν εὐδοξησάντων; Εὐκλείδην ἐν φυλακῇ ἀπεκλείσατε ἄριστα ὑμῖν συμβουλεύσαντα· Δημοσθένην ἐφυγα‐ δεύσατε πρεσβεύσαντα ὑμῖν τὰ συμφέροντα πρὸς Κῦρον· Ἀλκιβιάδην ἐξυ‐ βρίσατε ἀγαθὸν ὑμῶν γενόμενον στρατηγόν· Σωκράτην ἀνείλατε, τὸ παι‐
5δευτήριον τῆς Ἑλλάδος· Φιλίππῳ ἠχαριστήσατε τῷ ἐν τρισὶ πολέμοις συμμαχήσαντι ὑμῖν· Ἀλέξανδρον μέμφεσθε ἕνεκα Στασαγόρα στρατηγοῦ

2

.

5

.

9

ἀδικήσαντός με καὶ ὑμᾶς. αὐτὸς γὰρ τὴν ἱέρειαν τῆς θεοῦ οὖσαν Ἀθηναίαν

2

.

5

.

10

καθεῖλεν, ἐγὼ δὲ αὐτῇ ἐδωρησάμην τὴν προφητείαν. ἀποδεχόμεθα δὲ τὴν τῶν ῥητόρων πρὸς ὑμᾶς συνηγορίαν, Αἰσχίνην μὲν εἰκότως ὑμῖν συμβουλεύ‐ σαντα, Δημάδην 〈δὲ〉 γενναίως ἐκκλησιάσαντα, Δημοσθένην δὲ πρὸς τὰ

2

.

5

.

11

συμφέροντα ὑμῖν συμβουλεύσαντα. ἔσεσθε οὖν πάλιν Ἀθηναῖοι καὶ μηδὲν ὑπ’ ἐμοῦ εὐλαβεῖσθε παθεῖν κακόν· ἄτοπον γάρ μοι δοκεῖ εἶναι ἐμὲ περὶ ἐλευθερίας μαχόμενον πρὸς τοὺς βαρβάρους τὸ τῆς ἐλευθερίας θέατρον Ἀθήνας καθαιρῆσαι.‘

2

.

6

.

1

Ταῦτα διαπεμψάμενος καὶ τὰ στρατεύματα παραλαβὼν εἰς Λακεδαί‐

2

.

6

.

2

μονα παραγίνεται. οἱ δὲ Λακεδαιμόνιοι θέλοντες αὑτῶν ἐνδείξασθαι τὸ γενναῖον καὶ καταισχῦναι τοὺς Ἀθηναίους, ὅτι ἐφοβήθησαν αὐτόν, ἀπέκλεισαν τὰς πύλας καὶ τὰς ναῦς ἔπλησαν· μᾶλλον γὰρ ναύμαχοι ἦσαν ἢ ἐπὶ γῆς πολεμισταί. μαθὼν 〈δὲ〉 αὐτῶν τὴν παράταξιν πέμπει ἐπιστολὴν πρῶτον·

2

.

6

.

3

‘Ἀλέξανδρος Λακεδαιμονίοις γράφει· πρῶτον συμβουλεύω ἣν εἴχετε ἀπὸ προγόνων φήμην φυλάσσειν· τὸ γὰρ χαίρειν ἐν ὑστέρῳ ἔστω, ἄνπερ

2

.

6

.

4

ἦτε ἄξιοι ... καὶ πολεμισταὶ καὶ ἀήττητοι, ὁρᾶτε μὴ νῦν καθαιρεθῆτε τῆς δόξης μηδὲ ἐνδείξασθαι βουλόμενοι τὸ σθεναρὸν Ἀθηναίοις ὑπὸ αὐτῶν καταγελασθῆτε ἡττηθέντες ὑπὸ Ἀλεξάνδρου. ὥστε ἀπόβητε τῶν νηῶν
ἑκόντες, ἵνα μὴ τὸ πῦρ ὑμᾶς καταφλέξῃ.‘71

2

.

6

.

5

Οὕτως ἀναγνωσθείσης τῆς ἐπιστολῆς οὐκ ἐπείσθησαν, ἀλλ’ ὥρμησαν εἰς μάχην, ὥστε καὶ τοὺς ἐκ τῶν τειχῶν μαχομένους τοῖς ὅπλοις καταπεσεῖν, τοὺς δὲ ἐν ταῖς ναυσὶ καταφλεχθῆναι. οἱ δὲ περιλειφθέντες ἦλθον ἱκέται

2

.

6

.

6

καὶ δεόμενοι τοῦ 〈μὴ〉 αἰχμαλωτισθῆναι. ὁ δὲ εἶπεν· ‘Ὅτε ἐγὼ πειθήνιος ὑμῖν προσῆλθον, οὐκ ἐπείσθητέ μοι· ὅτε 〈δὲ〉 ναῦς ἄνθραξ ἐγένετο, τότε πάρεστε δεόμενοί μου. ἀλλ’ οὐ μέμφομαι ὑμᾶς· ἔχοντες γὰρ κατὰ γνώμην, ὅτι Ξέρξην ἀπηλάσατε, ὑπενοεῖτε καὶ Ἀλέξανδρον τοῦτο ποιεῖν· ἀλλ’ οὐχ
5ὑπεμείνατε τὰ ὅπλα τὰ ἡμέτερα χωρῆσαι.‘

2

.

6

.

7

Οὕτως ἀποφηνάμενος καὶ συνθύσας τοῖς στρατηγοῖς, Λακεδαιμονίοις τὴν πόλιν ἀπολέμητον κατέλιπε καὶ ἀφορολόγιστον. κἀκεῖθεν ὥρμησεν εἰς τὰ μέρη τὰ τῶν βαρβάρων διὰ τῆς Κιλικίας.

2

.

7

.

1

Δαρεῖος δὲ συνήθροιζε τοὺς ἡγεμόνας καὶ ἔλεγεν· ‘Ὡς ὁρῶ, κατὰ προσθήκην ὁ πολέμιος εἰς δύναμιν ἐκβαίνει. κἀγὼ μὲν τὸν Ἀλέξανδρον λῃστρικὰ φρονεῖν ὑπενόουν, αὐτὸς δὲ βασιλικὰ ἔργα ἐπιχειρεῖ· καὶ [καθ’] ὅσον ἡμεῖς δοκοῦμεν μεγάλοι εἶναι Πέρσαι, μείζων Ἀλέξανδρος τῇ τόλμῃ

2

.

7

.

2

φαίνεται. καὶ τάχα ἐμοῦ αὐτῷ πέμψαντος σκῦτος καὶ σφαῖραν, ὡς ἔχοι παίζειν καὶ παιδεύεσθαι, αὐτὸς τελείως παιδευθεὶς ἐπ’ ἐμὲ τὸν καθηγητὴν

2

.

7

.

3

ἔσται τὰ ὅπλα κινήσων. ὥστε σκεψάμενοι τὰ κοινῇ συμφέροντα ἀπολογεῖσθε εἰς ἀνόρθωσιν τῶν πραγμάτων, μὴ ἐξουθενοῦντες ὡς μηθένα ὄντα τὸν Ἀλέξανδρον. καὶ γὰρ δεδοίκαμεν, μὴ τὸ μεῖζον τοῦ ἐλάττονος ταπεινότερον
εὑρεθῇ, τῆς ἄνωθεν προνοίας † τυχῶν καὶ τὴν μεταβολὴν ποιησαμένης.72

2

.

7

.

4

δέον ἐστὶ παραχωρῆσαι τὴν Ἑλλάδα, ἵνα ἡμεῖς τῶν ἐθνῶν ἄρχωμεν καὶ μὴ ζητοῦντες τὴν Ἑλλάδα λυτρώσασθαι ἀπολέσωμεν καὶ τὴν Περσίδα.‘

2

.

7

.

5

Ταῦτα μὲν ὁ Δαρεῖος. Ὀξυάθρης δὲ 〈ὁ〉 ἀδελφὸς Δαρείου εἶπεν· ‘Ἤδη μέγαν ποιεῖς τὸν Ἀλέξανδρον καὶ θάρσος αὐτῷ δίδως πλέον. ἐπι‐

2

.

7

.

6

βήσεται τῇ Περσίδι, ἐὰν παραχωρήσῃς τὴν Ἑλλάδα. μίμησαι δὲ αὐτὸς τὸν Ἀλέξανδρον, καὶ οὕτως κρατήσεις τῆς βασιλείας. ἐκεῖνος γὰρ οὔτε στρατηγοῖς ἐπίστευσε τὸν πόλεμον ὥσπερ 〈σὺ οὔτε〉 σατράπαις, ἀλλ’ αὐτὸς καὶ στρα‐ τηγὸς καὶ ἡγεμὼν καὶ πρῶτος .... τῶν στρατευμάτων· καὶ πολεμῶν μὲν

2

.

7

.

7

ἀποτίθεται τὸ βασίλειον, νικήσας δὲ ἀναλαμβάνει τὸ διάδημα.‘ Ὁ Δαρεῖος εἶπεν· ‘Τί αὐτὸν μιμήσωμαι;‘ ἕτερος συγκαθήμενος εἶπεν αὐτῷ· ‘Τούτῳ γὰρ πάντων περιεγένετο ὁ Ἀλέξανδρος, μηδὲν ἀναβαλλόμενος, ἀλλὰ πάντων γενναίως † περιγινόμενος. ἀληθῶς κατὰ τὴν γενναιότητα καὶ μορφὴν λέοντος

2

.

7

.

8

ἔχει.‘ Δαρεῖος εἶπε· ‘Πόθεν σὺ οἶδας ταῦτα;‘ Ὁ δὲ εἶπεν· ‘Ἐξότε ἐπέμφθην ὑπὸ σοῦ ἐν Μακεδονίᾳ πρὸς τὸν πατέρα αὐτοῦ Φίλιππον τοὺς φόρους ἀπαιτῆσαι, ἔμαθον αὐτοῦ τὴν φρόνησιν καὶ τοὺς χαρακτῆρας. ὥστε καὶ

2

.

7

.

9

σὺ μετάπεμψαι τῆς ὅλης ἠπείρου τοὺς σατράπας· ἔστι γάρ σοι ἔθνη Περσῶν καὶ Πάρθων καὶ Ἐλυμαίων καὶ Βαβυλωνίων καὶ τῶν κατὰ τὴν Μεσοποτα‐ μίαν καὶ τὴν Ἰλλυρίαν χώραν, ἵνα μή σοι τὰ Βάκτρων καὶ τὰ Ἰνδῶν ἢ

2

.

7

.

10

τῶν Σεμιράμεως μελάθρων εἴπω. ἔστι γὰρ ἔθνη τούτων ρπʹ· στράτευσον ἐξ αὐτῶν † κἂν δέκα ἔθνη τοὺς θεούς. δυνατοὶ γάρ ἐσμεν τῇ βαρβαρικῇ δυνάμει καὶ τῷ πλήθει θαμβῆσαι τοὺς πολεμίους.‘

2

.

7

.

11

Ἕτερος εἶπε· ‘Καλῶς μὲν συνεβούλευσας, ἀλλὰ ἀνάξια· μία γὰρ
ἐνθύμησις Ἑλλήνων κατανικᾷ τοὺς 〈τῶν〉 βαρβάρων ὄχλους, ὥσπερ καὶ εἷς κύων Λακωνικὸς ὅλην ἀγέλην ποιμνίων ἀποδιώκει.‘ οὕτως αὐτῶν βουλευομένων Δαρεῖος συναθροίζει τὰ πλήθη.73

2

.

8

.

1

Ὁ δὲ Ἀλέξανδρος ὁδεύσας τὴν Κιλικίαν ἦλθεν ἐπί τινα ποταμὸν

2

.

8

.

2

Ὠκεανὸν καλούμενον, οὗ τὸ ὕδωρ κατάρρουν ἐστὶ καὶ διαυγέστατον. ἐπε‐ θύμει δὲ ὁ Ἀλέξανδρος ἐν αὐτῷ λούσασθαι [ὃς] καὶ ἀποδυσάμενος ἐνήλατο εἰς τὸν ποταμὸν καὶ ἀνῆλθεν, τὸ δὲ λουτρὸν οὐκ ὠφέλησεν αὐτόν· εὐθὺς

2

.

8

.

3

γὰρ ἤλγησε τὴν κεφαλὴν καὶ χαλεπῶς διέκειτο. οἱ δὲ Μακεδόνες αὐτοῦ κατακειμένου κατεπονοῦντο τὰς ψυχάς, μήπως ἐπιγνοὺς Δαρεῖος τὴν νόσον αὐτοῦ ἐπιβῇ τοῖς στρατοπέδοις· καὶ γὰρ ἡ ψυχὴ αὐτοῦ πάντας ἐθάρσυνεν.

2

.

8

.

4

Καὶ δὴ Φίλιππος τοὔνομα φίλτατος Ἀλεξάνδρῳ ἰατρὸς ἐπηγγείλατο

2

.

8

.

5

αὐτῷ δοὺς καταπότιον σώζειν αὐτόν. καὶ ὁ μὲν ἑτοιμάζει· ἐπιστολὴ δὲ δίδοται Ἀλεξάνδρῳ ὑπὸ Παρμενίωνος πεμφθεῖσα στρατηγοῦ τυγχάνοντος, ὡς ἐπείσθη ὑπὸ Δαρείου Φίλιππος, ἵνα ἐὰν λάβῃ εὐκαιρίαν φαρμάκῳ ἀνέλῃ τὸν Ἀλέξανδρον, ἐπαγγειλάμενος δοῦναι αὐτῷ ἀδελφὴν ἰδίαν πρὸς γάμον

2

.

8

.

6

ὀνόματι Δαδιφάρταν καὶ κοινωνὸν γενέσθαι τῆς βασιλείας. ‘ὅθεν φύλασσε σεαυτὸν ἀπὸ τοῦ Φιλίππου.‘ Ὁ δὲ Ἀλέξανδρος ἀναγνοὺς τὴν ἐπιστολὴν οὐκ ἐταράχθη—ᾔδει γὰρ τὴν γνώμην τοῦ Φιλίππου—ἔθετο δὲ 〈ὑπὸ τὸ〉 προσκεφάλαιον τὴν ἐπιστολήν· παριὼν δὲ ὁ ἰατρὸς ἐπέδωκε τὸ πόσιμον

2

.

8

.

7

φάρμακον Ἀλεξάνδρῳ. ὁ δὲ λαβὼν τὴν κύλικα ἐπὶ πολὺ ἔβλεψε τῷ Φι‐ λίππῳ· ὁ δὲ Φίλιππος εἶπε· ‘Δέσποτα βασιλεῦ, μηδὲν φοβοῦ· ἀνέγκλητόν ἐστι τὸ φάρμακον.‘ ὁ δὲ Ἀλέξανδρος προσθέμενος ἐξέπιε τὸ φάρμακον

2

.

8

.

8

καὶ μετὰ τὸ ποτὸν τότε δέδωκε Φιλίππῳ τὴν ἐπιστολήν. ὁ δὲ ἀναγνοὺς τὰ κατ’ αὐτοῦ γραφέντα εἶπεν· ‘Ἀλέξανδρε, οὐχ ὅμοιόν με εὑρήσεις τοῖς ἐγγεγραμμένοις.‘ καὶ ὁ μὲν Ἀλέξανδρος περισωθεὶς τῆς νόσου περιεπλάκη

2

.

8

.

9

τῷ Φιλίππῳ καὶ εἶπεν· ‘Ἔμαθες οἵαν ἔχω περὶ σοῦ γνώμην· πρότερον γὰρ πιὼν τότε σοι ἀναδέδωκα τὴν ἐπιστολήν, πιστεύσας ἐμαυτὸν τῷ ὀνό‐
ματι· ᾔδειν γὰρ ὅτι Φίλιππος κακὸν οὐκ ἐβούλετο Ἀλέξανδρον ποιεῖν.‘74

2

.

8

.

10

ὁ δὲ Φίλιππος εἶπεν· ‘Ἀλέξανδρε, νῦν κόλασον τὸν πέμψαντά σοι τὴν ἐπιστολήν· αὐτὸς γὰρ ἔπεισέ με τοῦτο ποιῆσαι καὶ λαβεῖν τὴν Δαρείου ἀδελφὴν πρὸς γάμον. ἐμοῦ 〈δὲ〉 ἀπαρνουμένου ἴδε οἵῳ με ἐπεχείρησε

2

.

8

.

11

πράγματι ἀπολέσαι.‘ ταῦτα ἐξετάσας ὁ Ἀλέξανδρος καὶ εὑρὼν αἴτιον τὸν Παρμενίωνα ἐκόλασεν αὐτόν.

2

.

9

.

1

Κἀκεῖθεν παραλαβὼν τὰ στρατεύματα ἐπὶ Μήδους ἠπείγετο καὶ τὴν μεγάλην Ἀρμενίαν, καὶ ταύτας δουλωσάμενος 〈καὶ〉 ὁδεύσας ἱκανὰς ἡμέρας ἀνύδρους τόπους καὶ φαραγγώδεις [καὶ] διὰ τῆς Ἀρειακῆς παραγίνεται εἰς

2

.

9

.

2

τὸν Εὐφράτην ποταμόν. καὶ τοῦτον γεφυρώσας ψαλίσιν καὶ σιδηρέαις κνήμαις κελεύει τοῖς στρατεύμασι διαπερᾶν· ὡς δὲ ἑώρα αὐτοὺς δειλαινο‐ μένους, κελεύει τὰ κτήνη καὶ τὰ πρόβατα καὶ τὴν τροφὴν πρῶτον διαπερᾶν,

2

.

9

.

3

ἔπειτα καὶ αὐτὰ τὰ στρατεύματα [διαπερᾶν]. οἱ δὲ ἐδειλαίνοντο ὁρῶντες τὴν ἐπίρροιαν τοῦ ποταμοῦ, μὴ διαλυθῶσιν αἱ ψαλίδες. ὁ δὲ Ἀλέξανδρος παραλαβὼν τοὺς παρασπιστὰς πρῶτος διεπέρασεν.

2

.

9

.

4

Εἶσι δὲ Τίγρις ποταμὸς καὶ Εὐφράτης διὰ τῆς Μεσοποταμίας καὶ Βαβυλῶνος, οἵτινες ἀπορρέουσιν εἰς τὸν Νεῖλον ποταμόν. φασὶ γὰρ 〈ὅτι〉, ὅτε Νεῖλος εἰς τὴν Αἴγυπτον ἔρχεται, τότε οὗτοι οἱ ποταμοὶ κενοῦνται, 〈ὅτε δὲ〉 ἀποβαίνει τῆς Αἰγύπτου πλημμυροῦσιν.

2

.

9

.

5

Ἐπεὶ οὖν διεληλύθεσαν πάντες, ἐκέλευσεν ὁ Ἀλέξανδρος πάντα τὰ ζεύγματα τοῦ Εὐφράτου ἐκκοπῆναι. τῶν δὲ στρατιωτῶν ἐπὶ τούτῳ πλεῖον δειλανθέντων καὶ λεγόντων, ὡς εἰ γένηται ἡμᾶς ἀνατραπῆναι, πῶς ἔχομεν περᾶσαι; ὁ [δὲ] Ἀλέξανδρος ἀκούσας, συνάξας τοὺς στρατάρχας καὶ τὰ ὅλα

2

.

9

.

6

στρατόπεδα εἶπεν· ‘Καλὰς ἐλπίδας μοι δίδοτε, τοῦτο ἔχοντες κατὰ γνώμην. αὐτὸ οὖν ἐγὼ ἐποίησα, ἵνα ἢ πολεμοῦντες νικήσωμεν ἢ ἡττηθέντες ἀπο‐ λώμεθα· οὐ γάρ ἐστιν ὁ πόλεμος τῶν φευγόντων, ἀλλὰ τῶν διωκόντων.

2

.

9

.

7

ὄμνυμι γὰρ τὴν ἐπάνοδον τὴν ἐν Μακεδονίᾳ γινομένην μοι, ὡς [εἰ] νική‐ σαντες τοὺς βαρβάρους εἰς τὴν Ἑλλάδα ὑποστρέψομεν. ὑμεῖς μόνον θαρρεῖτε τῇ γνώμῃ, καὶ ἡ συμβολὴ τοῦ πολέμου παίγνιον ἡμῖν ἐστιν.‘75

2

.

9

.

8

Οὕτως αὐτοῦ θαρσύναντος ἐτίμων αὐτὸν τὰ πλήθη καὶ ἐσκηνοποιοῦντο. ἐκάθηντο δὲ καὶ τὰ Δαρείου στρατόπεδα ἐπάνω τοῦ Τίγριδος ποταμοῦ· καὶ ἦσαν οἱ προηγούμενοι σατράπαι πέντε. συνέβαλλον μάχην, καὶ ἀμφό‐

2

.

9

.

9

τερα τὰ τάγματα γενναίως ἐπολέμουν. καί τις τῶν Περσῶν ὄπισθεν τοῦ Ἀλεξάνδρου ἐλθών, Μακεδονικὰ ὅπλα λαβὼν ὡς ἴδιος κατήνεγκε τὸ ξίφος κατὰ τῆς κεφαλῆς Ἀλεξάνδρου καὶ ἔθραυσεν αὐτοῦ τὴν κορυφήν. οὗτος δὲ συλλαμβάνεται ὑπὸ τοῦ στρατοῦ καὶ παρίσταται τῷ Ἀλεξάνδρῳ· 〈ὁ δὲ〉

2

.

9

.

10

αὐτῷ λέγει· ‘Ὦ γενναῖε, διὰ τί τοῦτο ἐποίησας;‘ ὁ δὲ εἶπεν· ‘Δέσποτα, μή με δόκει Μακεδόνα εἶναι. Πέρσης γάρ εἰμι καὶ ἐπηγγειλάμην Δαρείῳ ἀποτεμεῖν σου τὴν κεφαλήν, ἵνα λάβω παρ’ αὐτοῦ γέρας ἀμοιβήν. ἐπηγ‐

2

.

9

.

11

γείλατο γάρ μοι δώσειν βασιλικὰς χώρας καὶ θυγατέρα αὐτοῦ.‘ ἀκούσας ὁ Ἀλέξανδρος συνῆξεν ὅλον τὸν στρατὸν καὶ ὁρώντων πάντων ἀπέλυσε τὸν Πέρσην εἰπών· ‘Ἄνδρες Μακεδόνες, τοιούτους δεῖ στρατιώτας εἶναι.‘

2

.

10

.

1

Ἐπεὶ οὖν οἱ βάρβαροι ἐλείποντο ἐπιτηδείων χρείας, συστροφὴν ἐποι‐ οῦντο εἰς τὴν Βακτριανῶν χώραν· ὁ δὲ Ἀλέξανδρος κρατήσας τῶν τόπων ἐπιμένει ἐκεῖ. ἕτερος δέ τις σατράπης Δαρείου παραβουλευσάμενος προσέρ‐

2

.

10

.

2

χεται τῷ Ἀλεξάνδρῳ καὶ λέγει· ‘Δέσποτα Ἀλέξανδρε, εἰμὶ μὲν σατράπης Δαρείου καὶ μεγάλα αὐτῷ κατώρθωσα, 〈οὐ μὴν〉 εὐχαριστήθην ὑπ’ αὐτοῦ· ὥστε σύ μοι δὸς μυρίους στρατιώτας καὶ παραδίδωμί σοι τοὺς ἡμετέρους

2

.

10

.

3

στρατιώτας καὶ σατράπας καὶ αὐτὸν δὲ τὸν Δαρεῖον.‘ ὁ δὲ Ἀλέξανδρος εἶπε· ‘Πορεύου καὶ βοήθει τῷ ἑαυτοῦ βασιλεῖ· οὐ γὰρ πιστεύω σοι τοὺς ἀλλοτρίους τῷ τοὺς ἰδίους προδιδοῦντι.‘76

2

.

10

.

4

Ἔγραψαν δὲ οἱ ἀπ’ ἐκείνων 〈τῶν〉 τόπων σατράπαι τῷ Δαρείῳ· ‘Ὑδάσπης καὶ Σπινθὴρ θεῷ μεγάλῳ Δαρείῳ χαίρειν. φθάνομέν σοι τὸ πρότερον δηλοῦντες Ἀλεξάνδρου ἐπίβασιν γενομένην, καὶ νῦν σοι φανερὸν ποιοῦμεν φθάσαντα αὐτὸν ἐπὶ τῶν τόπων καὶ πολιορκεῖν τὴν χώραν καὶ

2

.

10

.

5

ἀνῃρηκέναι ἡμῶν πλείστους· ἡμεῖς δὲ αὐτοὶ κινδυνεύομεν σφόδρα. ὥστε κατατάχυνε μετὰ δυνάμεως τοῦ προφθάσαι πρὸ τοῦ εἰσβῆναι· δυναμικὸν γὰρ τὸ Μακεδονικὸν ἐφάνη στράτευμα. ἔρρωσο.‘ Λαβὼν δὲ Δαρεῖος καὶ ἀναγνοὺς ἔπεμψεν ἐπιστολὴν Ἀλεξάνδρῳ. [Ἐπιστολὴ Δαρείου Ἀλεξάνδρῳ.]

2

.

10

.

6

‘Δαρεῖος Ἀλεξάνδρῳ λέγει. ἔγραψας ἡμῖν ἐπιστολὴν ὑπερήφανον, δι’ ἧς ἡμᾶς ἐπιζητεῖς ἐντυχεῖν σοι. οὐχ οὕτως ἤδη † ἔξεις ἂν τὴν ἄγκυραν, ὥστε τοὺς ἀπὸ ἀνατολῶν θεοὺς εἰς δύσιν κατοικεῖν. μαρτύρομαι δὲ ἐφ’ οἷς με διέθου· δοξάζω γὰρ τὴν μητέρα εἰς θεοὺς [σε] πεπορεῦσθαι, γυναῖκα

2

.

10

.

7

〈δὲ〉 μὴ ἐσχηκέναι. ἐγὼ οὐ παύσομαι τὴν ὕβριν ἐπεκδικῶν. ἐγράφη γάρ μοι, ὡς εὐσεβῶς [μοι] διέθου εἰς τοὺς ἐμούς· εἰ ἄρα καὶ δικαίως ἐποίεις, καὶ τὰ πρὸς ἐμὲ δυνατόν ...., † τοὺς ἰσοθέους τιμὰς ἀπονέμων τοῖς

2

.

10

.

8

ἐμοῖς. ἔξεστί σοι λοιπὸν τῶν ἐμῶν μὴ φείδεσθαι· κακούχει δὲ καὶ τιμώρει
ὡς πολεμίου τέκνα· οὔτε γὰρ [ὡς] εὐεργετῶν αὐτὰ ἕξεις με φίλον οὔτε ἀδικῶν διὰ τοῦτο ἐχθρόν. ἐν γὰρ τῷ αὐτῷ κεῖταί μοι ἀμφότερα. ἐσχάτην οὖν ἀπόκρισιν δήλωσον ἡμῖν, ἵνα εἰδῶμεν.‘77

2

.

10

.

9

Ἀναγνοὺς ὁ Ἀλέξανδρος καὶ μειδιάσας ἔγραψεν αὐτῷ· [Ἐπιστολὴ Ἀλεξάνδρου Δαρείῳ]. ‘Ἀλέξανδρος βασιλεὺς βασιλεῖ Δαρείῳ χαίρειν. τὰς κενὰς φλυαρίας σου καὶ ἀπονοίας ματαίας τε μανίας θεοὶ ἐμίσησαν μέχρι

2

.

10

.

10

τέλους. [καὶ] οὐ παύσῃ ἔτι βλασφημῶν; οὐ φοβούμενος γὰρ τετίμηκα τοὺς σοὺς οὐδὲ ἐλπίζων ἐλεύσεσθαί σε ἐκολάκευσα, ἵνα παραγενόμενος εὐχαριστήσῃς ἡμῖν. 〈μὴ〉 παραγίνου· οὐ γὰρ ἄξιον ἦν τὸ ἐμὸν διάδημα τοῦ σοῦ; οὐ μὴν τῆς περὶ πάντας εὐσεβείας μου ... περισσότερον καὶ τοὺς σοὺς ἐλεήσας
5ἐξ οὐρανοῦ εἰς τὸ ἔδαφος πεπτωκότας. ἐσχάτην οὖν σοι ἐπιστολὴν γράφω· εὐκοπώτερον ἦν ἄλλως με πολεμεῖν σοι ἢ πλησίον ἐλθεῖν πρός σε.‘

2

.

11

.

1

Καὶ πέμψας ἕτοιμος ἐγένετο· καὶ γράφει μὲν ἐγκύκλιον τοῖς ὑπ’

2

.

11

.

2

αὐτῷ σατράπαις· ‘Βασιλεὺς Ἀλέξανδρος σατράπαις τοῖς ὑποτεταγμένοις μοι Συρίας 〈καὶ〉 Κιλικίας καὶ Καππαδοκίας καὶ Παφλαγονίας 〈καὶ〉 Ἀρα‐ βίας καὶ τοῖς ἑτέροις ἔθνεσι χαίρειν. βούλομαι ὑμᾶς χιτῶνας κατασκευά‐ σαντας ἀνὰ χιλίους πέμπειν ἐν Ἀντιοχείᾳ [καὶ] τῆς Συρίας· καὶ ὃ ἐὰν
5τελευτήσῃ τετράποδον, τούτων αἱ δοραὶ ἐξαποστελλέσθωσαν εἰς Ἀντιόχειαν,

2

.

11

.

3

ὅπως οἱ στρατιῶται ὑποδέωνται περικνημῖσι καὶ ὑποδέσεσι. τὰς δὲ ὁπλο‐ θήκας τὰς ὑποτεταγμένας, ὧν ὁ ἀριθμὸς ἑκατὸν † διασκεδάζεται ἐξα‐
ποστείλατε † αὐτούς. διατεταγμένοι γάρ εἰσι κάμηλοι ἀπὸ τοῦ Εὐφράτου ποταμοῦ ἕως Ἀντιοχείας ... ὥστε † τὴν ἐπιχρείαν πᾶσαν συναντᾶν.78
5ἔρρωσθε.‘

2

.

11

.

4

Γράφει δὲ καὶ σατράπης Δαρείῳ περὶ τῶν ἐνεστώτων· ‘ † Οἱμητάδης θεῷ Δαρείῳ χαίρειν. εὐλαβῶς ἔχω τοιαῦτα γράφειν σοι, ἀναγκάζομαι δὲ ὑπὸ τῶν πραγμάτων. αὐτὸς γὰρ τετραυμάτισμαι, δύο μεγιστάνοι ὤλοντο, Κωμάρξης δὲ τραυματιαῖος γενόμενος ἀνεχώρησεν εἰς τὸ ἴδιον σκήνωμα.

2

.

11

.

5

Νανίας δὲ καὶ οἱ ὑπ’ αὐτὸν μεγιστάνοι διέβησαν πρὸς Ἀλέξανδρον εἰσόδια λαβόντες καὶ βασιλικὰ χωρία παρέδωκαν σὺν ταῖς ἐνούσαις παλλακαῖς καὶ Ὀλυμπιάδα τὴν τοῦ Μιθριδάτου ἀδελφὴν .. καὶ τὰ χωρία ἐνεπύρισαν.‘

2

.

11

.

6

Γνοὺς ταῦτα ὁ Δαρεῖος ἔγραψε τῷ ἔγγιστα σατράπῃ † Πηνγάλῳ γενέσθαι ἕτοιμον καὶ παρεμβολὴν θεῖναι· ἔγραψε δὲ καὶ τοῖς γείτοσι βασιλεῦσιν, ὡς ‘μελλόντων ἡμῶν ἱδρῶτας ἀπομάξασθαι ἀγωνίζεσθαι δεῖ 〈καὶ〉 ὑμᾶς πρός τι ἔθνος Μακεδονικόν, οὓς οὐ πείθομαι πάνυ χαρῆναι ἐφ’ οἷς ἐτόλμησαν.‘

2

.

11

.

7

προσέταξε δὲ καὶ τοῖς περὶ Κοβάρζην ὁδεύειν καὶ προάγειν [οἷς πείθομαι πάνυ ἐπήγην].

2

.

12

.

1

Γράφει δὲ καὶ τῷ Πώρῳ δεόμενος βοηθείας· λαβὼν δὲ ὁ Πῶρος γράφει· ‘Πῶρος βασιλεὺς Ἰνδῶν Δαρείῳ βασιλεῖ Περσῶν χαίρειν. ἀναγνοὺς [δὲ] τὴν ἐπιστολὴν καὶ λυπηθεὶς τὴν ὁρμὴν πρός σε εἶχον, ὡς ἂν σκεψώ‐

2

.

12

.

2

μεθα ... ἀλλ’ ἐμὲ κωλύει ἡ συνεχής μου νόσος. εὔθυμος οὖν ἄγε αἰσθό‐ μενος, ὅτι οὐδὲ ἡμεῖς ὑποφέρομεν τὴν ὕβριν ταύτην. πρὸς ὃ βούλει οὖν γράφε ἡμῖν· σοὶ γὰρ ὑποκείσονται αἱ ὑπ’ ἐμὲ δυνάμεις πᾶσαι καὶ τὰ πόρρω δὲ ὑπακούσονται ἔθνη.‘79

2

.

12

.

3

Μαθοῦσα δὲ ἡ μήτηρ Δαρείου ταῦτα διεπέμψατο αὐτῷ κρυφῇ ἐπιστολὴν τήνδε· ‘Ῥοδογούνη μήτηρ Δαρείῳ τέκνῳ χαίρειν. ἤκουσά σε συναθροίζοντα ὄχλον καὶ βουλόμενον ἑτέραν μάχην συνιστᾶν πρὸς Ἀλέξανδρον. μὴ τὴν

2

.

12

.

4

οἰκουμένην ταράξῃς ἢ σαλεύσῃς· τὸ γὰρ μέλλον ἄδηλόν ἐστιν. ἔασον οὖν ἐλπίδα ἐπὶ τὸ κρεῖττον, καὶ μὴ ἀποτομίᾳ χρησάμενος ἀναμφιβόλως τοῦ ζῆν στερηθῇς. ἐσμὲν γὰρ ἐν τιμῇ παρὰ Ἀλεξάνδρῳ, καὶ μὴ ἡμᾶς ὡς πολεμίου τέκνα ἀπώλεσεν· ὅθεν ἐλπίζω εἰς συνθήκας ὑμᾶς ἀγαθὰς ἐλεύ‐

2

.

12

.

5

σεσθαι.‘ ἀναγνοὺς ὁ Δαρεῖος τὴν ἐπιστολὴν ἐδάκρυσε μιμνησκόμενος τῆς ἑαυτοῦ συγγενείας· ἅμα δὲ καὶ ἐταράσσετο τῇ ψυχῇ καὶ τὴν τῶν Βακτριανῶν χώραν προμαχεῶνα ἔσχεν.

2

.

13

.

1

Ὁ δὲ Ἀλέξανδρος τὴν πορείαν ἔγγιστα τῆς Περσίδος ἐποιεῖτο, ὥστε τὰ τῆς πόλεως τείχη ὑψηλότατα ὄντα τοῖς Μακεδόσι κατάδηλα γίνεσθαι.

2

.

13

.

2

ἐπινοεῖ δέ τι ὁ φρενήρης Ἀλέξανδρος. τὰ γὰρ ἐκεῖ νεμόμενα ποίμνια ἀποσπάσας τῶν νομῶν καὶ ἐκ τῶν δένδρων τοὺς κλάδους ἀφελὼν ἐπὶ τὰ νῶτα τῶν τετραπόδων ἐπέδησεν, καὶ τῶν στρατοπέδων ὄπισθεν ἐβάδιζον

2

.

13

.

3

αἱ ποῖμναι. τὰ 〈δὲ〉 δένδρα συρόμενα ἐπὶ τῆς γῆς κόνιν οὐ τὴν τυχοῦσαν ἀνήγειρεν, † ἐπεὶ οὖν ὁ κονιορτὸς μέχρι νεφῶν ἔφθασεν, ὥστε τοὺς Πέρσας ὑπονοεῖν ἀμέτρητον αὐτὸν ἐπάγεσθαι ἔθνος.

2

.

13

.

4

ἐπεὶ δὲ ἐπῆλθε τῆς Περσίδος ἡμέρας εʹ, ἐζήτει ἄγγελον πέμψαι πρὸς

2

.

13

.

5

Δαρεῖον, πότε τὴν συμβολὴν ποιοῦσι. κοιμᾶται δὲ ὁ Ἀλέξανδρος καὶ ὁρᾷ
τὸν Ἄμμωνα ἐν σχήματι Ἑρμοῦ ἔχοντα κηρύκιον καὶ χλαμύδα καὶ Μακεδο‐ νικὸν πιλίον λέγοντα αὐτῷ· ‘Τέκνον Ἀλέξανδρε, ὅτε σοι βοηθείας χρεία ἐστί, τότε σοι πάρειμι μηνύων. ἐὰν πέμψῃς ἄγγελον πρὸς Δαρεῖον, προ‐80
5δώσει σε. παραβούλευσαι καὶ σεαυτῷ ἄγγελος πορεύου ἀναλαβών μου τὸ

2

.

13

.

6

σχῆμα. ἐπικίνδυνον μὲν βασιλέα ὄντα ἑαυτοῦ ἄγγελον γενέσθαι, ἀλλὰ θεοῦ βοηθοῦντος οὐδείς σοι ἔσται κίνδυνος.‘ ἰδὼν δὲ τὸν χρησμὸν ἀνίσταται καὶ χαίρων μεταδίδωσι τοῖς φίλοις· οἱ δὲ συνεβούλευον τοῦτο ποιῆσαι.

2

.

14

.

1

Καὶ δὴ παραλαβὼν γενναῖον σατράπην Εὔμηλον τοὔνομα τρεῖς ἵππους ἔχων εὐσθενεῖς ὁδεύει καὶ παραγίνεται ἐπὶ τὸν Στράγγαν ποταμόν. οὗτος δὲ πήγνυται ταῖς χιόσιν, ὥστε πετρώδη αὐτὸν εἶναι καὶ διαπερᾶν κτήνη τε καὶ ἁμάξας· εἶτα μεθ’ ἡμέρας λύεται αἰφνιδίως καὶ γίνεται βαθύρρους

2

.

14

.

2

ποταμός. εὗρεν οὖν παγέντα αὐτὸν ὁ Ἀλέξανδρος καὶ ἀναλαβὼν τὸ σχῆμα, ὅπερ εἶδεν κατὰ τοὺς ὕπνους, καθίσας τὸν πῶλον διαπερᾷ μόνος τὸν ποταμόν. τοῦ δὲ Εὐμήλου θέλοντος σὺν αὐτῷ διαπερᾶν, μὴ γένοιτό τις

2

.

14

.

3

ἀνάγκη βοηθείας, εἶπε· ‘Σὺ μένε· ἐγὼ γὰρ ἔχω βοηθὸν τὸν χρησμοδοτή‐ σαντά μοι.‘ καὶ ὁ μὲν εἰπὼν διεπέρασε τὸν ποταμὸν ἔχοντα τὸ πλάτος

2

.

14

.

4

σταδίου αʹ καὶ ἀποβὰς ὥδευσεν. ἦλθε δὲ πρὸς τὰς πύλας τῆς Περσίδος. οἱ δὲ ἐκεῖ τεταγμένοι ἰδόντες τὸ ξένον τοῦ προσχήματος ὑπενόουν θεὸν εἶναι, ἐμάνθανον δὲ ἄγγελον Ἀλεξάνδρου αὐτὸν ὄντα.

2

.

14

.

5

Ὁ δὲ Δαρεῖος ἐπὶ λόφου ἦν στρατοῖς κηρύσσων καὶ φάλαγγας συντάσσων ὡς † δὲ ὁ τῶν Μακεδόνων συνεὶς † μηνιοδῷ. ὁ δὲ ἀθρήσας τὸ πολὺ θαῦμα
Δαρείου παρ’ ὀλίγον αὐτὸν προσεκύνησεν ὡς θεὸν Μίθραν νομίζων οὐρανοῦ81

2

.

14

.

6

κατελθόντα, τοῖς βαρβάροις πέπλοισιν ἐγκοσμηθέντα. ἦν γὰρ κατ’ αὐτὸν τῶν τύπων τὸ πρόσχημα καὶ τῆς νεότητος οἱ χρόνοι † διαστάντες .. διαδή‐ ματος σφιγχθέντος τὸ κάρηνον ἔσκεπεν· πέπλῳ δὲ ἐχρῆτο οἷον [οὖν] οὐκ εἶδον ἄλλον· Βαβυλωνίαν ὕφανσιν χρύσειον νῆμα, σειραὶ δὲ χρύσειαι καὶ
5πέδιλα χρυσέων φοινίκων. σκῆπτρον δὲ ἦν .. καὶ ποδῶν δυοῖν κνῆμαι. .. ἀλλ’ † οἱ λάγχετοι μύριοι κηρύκων ἔθνεά τε ἑκατέρωθεν μυρίων φωτῶν

2

.

14

.

7

κυκληδὸν ἔστεψαν τὸ σῶμα Δαρείου. καὶ οἱ μὲν φρουροὶ προσήνεγκαν αὐτῷ τὸν Ἀλέξανδρον· ὁ δὲ εἰσιδὼν τὸ σχῆμα, ὃ μηδέποτε εἶδε, πυνθάνεται

2

.

14

.

8

αὐτοῦ, τίς ἂν εἴη. ὁ δὲ εἶπεν· ‘Ἐγὼ ἄγγελος Ἀλεξάνδρου· † ὅτι οὖν πάρειμι ἄγγελος αὐτοῦ, ἐγώ σοι μηνύω. παρὼν Ἀλέξανδρος ἐνθάδε ταῦτα λέγει δι’ ἐμοῦ· ‘ὀφείλεις εἰδέναι, βασιλεῦ Δαρεῖε, ὅτι βραδύνων εἰς μάχην βασιλεὺς ἤδη πρόδηλός ἐστι τῷ ἀντιδίκῳ ἀσθενῆ ἔχειν τὴν ψυχὴν εἰς τὸ

2

.

14

.

9

πολεμεῖν· ὥστε μὴ μέλλε, ἀλλὰ ἄγγελλέ μοι, πότε βούλῃ συμβάλλειν τῇ μάχῃ‘.‘ Δαρεῖος εἶπε· ‘Μή τι σὺ ὁ Ἀλέξανδρος; οὕτω γάρ μοι μετὰ θράσους [μοι] διαλέγῃ, οὐχ ὡς ἄγγελος, ἀλλ’ ὡς αὐτὸς ἐκεῖνος. ἀλλ’ οὐ μή με ταράξῃς. ἀλλ’ ἐπεὶ τὸ σύνηθες δεῖπνον τοῖς ἀγγέλοις δεῖ τελει‐

2

.

14

.

10

οῦσθαι—καὶ γὰρ αὐτὸς Ἀλέξανδρος .....‘ .... τῆς δεξιᾶς χειρὸς εἰσήνεγκεν
ἔνδον τῶν βασιλείων· ὁ δὲ Ἀλέξανδρος ἔσχεν ἐν καρδίᾳ τὸ σημεῖον 〈ὡσ〉 ἤδη κρατήσει τὸν τύραννον νικῶν. ὁ δὲ εἰσελθὼν εἰς τὰ μέλαθρα Δαρείου καὶ ἐπὶ τὸ δεῖπνον εὐθέως ἐκηρύχθη.82

2

.

14

.

11

Πρῶτος δὲ ἀνακλιντὴρ ἦν ὁ Δαρείου· δεύτερος δὲ ἀδελφὸς ἦν Ὀξυάθρης Δαρείου· τρίτος δὲ Ὦχος σατράπης Ὀξυδράκων [Δαρείου]· εἶτα πάλιν Ἀδουλίτης ὁ ἐπὶ Σούσης καὶ Φραόρτης· μετ’ αὐτὸν Μιθριδάτης ἕκτος κατεκλίθη καὶ Τιριδάτης 〈ὁ〉 τοξοτῶν πρῶτος, ἔτι τε Κανδαύλης ὁ νυκτίχροος
5ἔκειτο † Μένωπος, εἶτ’ ἀνέκειτο Αἰθιόπων ἄναξ καὶ Πολυάρης ἔγγιστα ἡγεμὼν μέγας· † Ὀρνίφατος Ὁδιώνης Καρτερόφωτος Σοβαρίτης Δελεάλκιδες †. τοῖς δὲ ἀντικρὺς αὐτὸς μόνος ἀνέκειτο ἐπὶ μιᾶς κλίνης ὁ πάντα ἄριστος [ὁ] Μακεδών.

2

.

15

.

1

Καὶ οἱ μὲν Πέρσαι ἀπεθαύμαζον τὴν τοῦ σώματος σμικρότητα, ἀλλ’

2

.

15

.

2

ἠγνόουν, ὅτι ἐν μικρῷ ἀγγείῳ ἔκχυμα τύχης 〈οὐρανίου〉 ἐστίν. οἱ μὲν οὖν πινεγχύται πυκνότερον ἐν τοῖς σκύφοις διηκόνουν· μεσάσαντος δὲ τοῦ πότου

2

.

15

.

3

ἐπινοεῖ τι ὁ Ἀλέξανδρος. οὓς γὰρ ἐλάμβανε σκύφους ἔσωθεν ἔκρυβεν· οἱ δὲ πινεγχύται βλέποντες ἐνεφάνιζον Δαρείῳ. ὁ δὲ Δαρεῖος ἐπαναστὰς τοῦ

2

.

15

.

4

κλιντῆρος εἶπεν· ‘Ὦ γενναῖε, πρὸς τί ταῦτα ἐγκολπίζεις;‘ καὶ ὁ Ἀλέξανδρος εἶπεν· ‘Ὅτι οὕτως ὁ ἡμέτερος Ἀλέξανδρος, ἐὰν δεῖπνον ποιῇ τοῖς ταξιάρχαις καὶ παρασπισταῖς, τὰ κύπελλα ἐκείνοις δωρεῖται, ὑπενόησα καὶ σὲ οὕτως τὸ ἔθος ἔχειν, 〈καὶ〉 ὡς παρὰ τῷ ἐμῷ βασιλεῖ ἐνεκολπισάμην. εἰ δὲ οὐκ

2

.

15

.

5

ἔστι σοι τοῦτο τὸ ἔθος, ἀπολάμβανε.‘ πρὸς ταῦτα οἱ Πέρσαι ἀφορῶντες τὸν Ἀλέξανδρον ἀπεθαύμαζον. πλαστὸς ἀεὶ μῦθος, ἐὰν σχῇ πίστιν, ἐκστῆναι
πεποίηκε τοὺς ἀκούοντας.83

2

.

15

.

6

Πολλῆς οὖν σιγῆς γενομένης εἷς ἀνεπόλησεν αὐτόν, ὃς ἦν γενόμενος ἡγεμὼν τῆς Περσίδος [ὃς] ὀνόματι Παρασάγγης· ᾔδει γὰρ αὐτὸν κατὰ πρό‐ σωπον, ἡνίκα τὸ πρῶτον ἦλθεν εἰς Πέλλην τῆς Μακεδονίας ὑπὸ Δαρείου

2

.

15

.

7

πεμφθεὶς φόρους ἀπαιτῆσαι. καὶ πρὸς ἑαυτὸν ἔλεγεν· ‘Οὐκ ἔστιν οὗτος, ὃν λέγουσιν Ἀλέξανδρον; ἀσφαλῶς ἔστι. δεῖ με τοὺς τύπους ἐπιγνῶναι.‘ καὶ κατανοήσας ἐκ δευτέρου εἶπεν· ‘Αὐτός ἐστιν ἀσφαλῶς· ἡ φωνὴ γὰρ

2

.

15

.

8

αὐτὸν ἤλεγξε † καὶ ὁ τύπος αὐτός.‘ οὗτος οὖν ὁ Παρασάγγης νοήσας ἀσφαλῶς, ὅτι αὐτός ἐστι, παρανακλιθεὶς τῷ Δαρείῳ εἶπε· ‘Μέγιστε βασιλεῦ Δαρεῖε,

2

.

15

.

9

οὗτος ὁ πρεσβεὺς αὐτός ἐστιν [ὁ] Ἀλέξανδρος ὁ Φιλίππου.‘ ὡς δὲ διενοήθη ἐγνωσμένον αὑτὸν ὁ Ἀλέξανδρος καὶ πολὺν θροῦν περὶ τὸ βασιλικὸν δεῖπνον γενόμενον, ἀνήλατο ἔχων τὸ χρυσίον ἐν τοῖς κόλποις καὶ ἐξεπήδησεν. ἐκτὸς δὲ τῶν βασιλείων ἰδών τινα Πέρσην παραφυλάσσοντα δᾷδας μετὰ χεῖρας
5ἔχοντα ταύτας βαστάξας ἐσφαγίασε τὸν ἄνδρα. εὐθὺς δὲ καθίσας τὸν

2

.

15

.

10

πῶλον ἐφέρετο· οἱ δὲ Πέρσαι ἐξέβαινον ἐπὶ τὸν διωγμὸν καταλαβεῖν θέλοντες τὸν φυγόντα. ὁ δὲ Ἀλέξανδρος ὑπὸ τοῦ θεοῦ βοηθούμενος ὤξυνε τὸν ἵππον πτερνίσας καὶ προέβαλλε τὴν πεύκην καὶ ἐφωταγώγει τὸν πῶλον· ἦν γὰρ νὺξ βαθεῖα, καὶ οἱ μὲν διώκοντες εἰς ὃ μέρος ἔτυχον ἐδίωκον· ὁ μὲν
5γὰρ ἔχων τὴν πεύκην ὡς ἀστὴρ ἀπέλαμπεν ἑαυτῷ, οἱ δὲ εἰς τὰς φάραγγας κατεκρημνίζοντο.

2

.

15

.

11

Ὁ δὲ Δαρεῖος συνεφοράζετο ἐπὶ τοῦ κλιντῆρος καθεζόμενος· ἐθεάσατο δὲ [τι] ἐξαίφνης κρήγυόν τι σημεῖον. εἰκὼν γὰρ Ξέρξου τοῦ ὀρόφου κατέ‐

2

.

15

.

12

πεσε διαστάντος, ἥνπερ ἠγάπα Δαρεῖος. ὁ δὲ Μακεδὼν ᾤχετο καὶ καμὼν ἦλθεν ἐπὶ τὸν Στράγγαν ποταμόν. καὶ ἅμα τῷ διαπερᾶσαι παρὰ τὴν
ὄχθην τοῦ πώλου τοὺς ἐμπροσθίους πόδας ἔχοντος ἐπὶ τὴν γῆν ὁ ποταμὸς διελύθη, καὶ ὁ μὲν πῶλος ἐφέρετο 〈τῷ〉 ῥεύματι, τὸν δὲ Ἀλέξανδρον ἐπὶ84

2

.

15

.

13

γῆς ἔρριψε καὶ ἐρρύσθη ἐπὶ γῆς στερεᾶς. οἱ δὲ Πέρσαι παρ’ αὐτὸν τὸν Στράγγαν ποταμὸν ἐλθόντες ἔγνωσαν αὐτὸν διαπεράσαντα καὶ μηδὲν δυνά‐ μενοι .. ἀπέστησαν τῶν τόπων· ὁ γὰρ ποταμὸς οὗτος ἄπλευστός ἐστι πᾶσιν.

2

.

15

.

14

καὶ οἱ μὲν Δαρείῳ ἔλεγον τὸ εὐτύχημα Ἀλεξάνδρου· ὁ δὲ Ἀλέξανδρος ἀπὸ τοῦ σάλου καὶ τῆς διώξεως ἀναλαβὼν ἑαυτὸν καὶ ὀλίγον πεζεύσας εὗρεν Εὔμηλον ἐναγώνιον ὀδυρόμενόν τε 〈καὶ〉 ὑφηγεῖται τὰ συμβάντα.

2

.

16

.

1

Ἀναλαβὼν δὲ ἑαυτὸν καὶ ἕωθεν συναθροίσας τὸν στρατόν, αὐτὸς ἐν μέσῳ ἑστώς, ὁποῖος Ζεὺς τοὺς οὐρανίους δαίμονας διακρίνων, καὶ εἰς ἀριθμὸν ποιησάμενος διὰ τὸ τεθεωρημένον αὐτῷ Περσικὸν πλῆθος, πάντας τοὺς ἑαυτοῦ ἀριθμήσας εὗρε μυριάδας ιβʹ. καὶ ἦν μὲν αὐτὸς ὁ ἀριθμὸς βραχὺς
5λίαν, ἀλλ’ ὅτι φρενήρης ἦν, ἀνεθάρσει. ἀνελθὼν οὖν ἐπί τινος ὑψηλοῦ

2

.

16

.

2

τόπου ἐθάρσυνε τὴν στρατείαν λέγων· ‘Ἄνδρες συστρατιῶται καὶ φίλοι, ἐπίσταμαι τὸ πλῆθος τὸ ἡμέτερον ὀλίγον ὄν. ἀλλὰ μὴ εἰς τοῦτο διστάσωμεν· εἷς γὰρ ὑμῶν κατὰ τὸ ἀνδρεῖον τῶν ἀντιδίκων οὕτω τι νωθρῶν 〈ὄντων〉 ὑπὲρ τοὺς ἑκατὸν χειρώσεται. καὶ γὰρ πολλαὶ μυριάδες μυιῶν εἰσιν, αἳ
5σκέπουσι τὸν ἀέρα· ἐπὰν δὲ αὐταῖς ἐπιστῶσι σφῆκες, σοβοῦσιν αὐτὰς ταῖς πτέρυξι κλαγόντες· οὕτω τὸ πλῆθος οὐδέν ἐστι πλὴν πλῆθος· σφηκῶν γὰρ παρόντων οὐδέν εἰσιν.‘

2

.

16

.

3

Ὡς δὲ εἶπεν ὁ βασιλεύς, πάντες αὐτὸν εὐφήμουν. πολλὰς οὖν χέρσους καὶ στίβους διευθύνας εὗρε τὸν ὄχλον ἐπὶ τὰ νῶτα τοῦ Στράγγου. ὁ δὲ
Δαρεῖος ὡς ἐθεάσατο τὸν στρατὸν Ἀλεξάνδρου ὀλιγοστὸν ὄντα ἐχλεύασεν ὡς μηδὲν· καὶ εὑρὼν ἐπίπηκτον τὸν ποταμὸν διεπέρασεν, ἐπιστῆναι βου‐85
5λόμενος τοῖς στρατοῖς Ἀλεξάνδρου, καὶ κήρυκας ἐκπέμπει καλεῖν 〈εἰσ〉 τὴν

2

.

16

.

4

μάχην. καὶ ἦν μὲν Περσικὸν πλῆθος ἄμετρον καὶ ἅρματα δρεπανηφόρα ἐτύγχανε. τῶν δὲ Μακεδόνων προῆγεν ὁ Ἀλέξανδρος ἐγκαθίσας τὸν Βου‐

2

.

16

.

5

κέφαλον ἵππον· προσεγγίσαι δὲ τούτῳ οὐδεὶς ἠδύνατο διὰ τὴν ἐν αὐτῷ θειότητα. ὡς οὖν ἑκατέρους ἔκλῃζεν 〈ἡ〉 πολέμιος σάλπιγξ, πολύς [δὲ]

2

.

16

.

6

τις θροῦς συνεκλονεῖτο καὶ κλαγγὴ τῶν στρατῶν· προθυμίᾳ δὲ ἦλθον εἰς δῆριν. καὶ οἱ μὲν λίθοις ἠμύναντο, οἱ δὲ τοῖς βέλεσιν ἐσκέπασαν τὸν ἀέρα, ἄλλοι δὲ μαχαίραις ἐξοιστροῦντο· καὶ πολλοὶ μὲν ὤλοντο, πολὺς δὲ ὀδυρμὸς

2

.

16

.

7

ὠρώρει· καὶ οἱ μὲν ἐσφάζοντο, ἕτεροι δὲ ἡμισφαγεῖς ἔκειντο. πολλῶν δὲ Περσῶν ὀλεθρίως τελευτώντων ὁ Δαρεῖος ἔστρεφε τὰς ἡνίας τοῦ ἰδίου ἅρματος, καὶ πᾶν τὸ πλῆθος τῶν Περσῶν εἰς φυγὴν ὥρμα. δρεπανηφόρων δὲ πολλῶν ἁρμάτων τροχαζόντων οἱ πεζοὶ ἐθερίζοντο ὥσπερ σῖτος ὑπ’
5ἀρότρῳ.

2

.

16

.

8

Ὁ οὖν Δαρεῖος ἐλθὼν ἐπὶ τὸν Στράγγαν ποταμὸν αὐτὸς μὲν διεπέ‐ ρασεν ἔτι αὐτὸν πεπηγότα εὑρών· τὸ δὲ ἄλλο πλῆθος ὡς ἦλθεν αὐτὸν διαπερᾶσαι, κάτωθεν διελύθη 〈τὸ〉 κῦμα καὶ ἥρπασε πάντας. οἱ δὲ μὴ

2

.

16

.

9

φθάσαντες διαπερᾶσαι τὸν ποταμὸν ὑπὸ τῶν Μακεδόνων ἀνῃροῦντο. ὁ δὲ Δαρεῖος φυγὰς γενηθεὶς καὶ εἰσελθὼν εἰς τὰ βασίλεια ἔρριψεν ἑαυτὸν ἐπὶ τοῦ ἐδάφους, οἰμώζων 〈καὶ〉 δακρύων διὰ τὸ ἀπολωλεκέναι πολὺ πλῆθος

2

.

16

.

10

ἀνδρῶν καὶ ὡς ἐρημώσας πᾶσαν τὴν Περσίδα. ἔλεγε δέ· ‘Ποῖος ἀστὴρ οὐράνιος ἔβαλε τὴν Περσικὴν βασιλείαν, ἵνα Δαρεῖος ὁ τοσαύτας πόλεις καὶ ἔθνη ὑποτάξας καὶ νήσους καταδουλωσάμενος, ὁ ἡλίῳ συνανατείλας, οὗτος
φυγὰς γενόμενος ... ἀληθῶς86
5οὐδεὶς τὸ μέλλον ἀσφαλῶς ἐπίσταται· ἡ γὰρ τύχη, βραχεῖαν ἢν λάβῃ ῥοπήν, ἢ τοὺς ταπεινοὺς ὑπεράνω νεφῶν τιθεῖ ἢ τοὺς ἀφ’ ὕψους εἰς ζόφον κατήγαγεν.‘

2

.

17

.

1

Ἔκειτο μὲν Δαρεῖος ἔρημος· διαναστὰς δὲ καὶ ἐν ἑαυτῷ γενόμενος τυπωσάμενος ἐπιστολὴν πέμπει πρὸς Ἀλέξανδρον· [Ἐπιστολὴ Δαρείου Ἀλεξάνδρῳ.]

2

.

17

.

2

‘Δαρεῖος βασιλεὺς Ἀλεξάνδρῳ τῷ ἐμῷ δεσπότῃ χαίρειν. πρῶτον γίνωσκε, ὅτι ἄνθρωπος ἐγεννήθης· ἱκανὸν δὲ τοῦτο ὑπόμνημα τοῦ μὴ μεγαλοφρονεῖν. καὶ γὰρ καὶ Ξέρξης ὁ τὸ φῶς μοι δείξας ὑπερφρονήσας καὶ καταφρονήσας 〈πάντων ἀνθρώπων〉 μέγαν ἔρωτα ἔσχεν εἰς τὴν
5Ἑλλάδα .. ἄπληστος ὢν χρυσοῦ τε καὶ τῶν ἄλλων πραγμάτων. τί γὰρ αὐτὸν

2

.

17

.

3

ἦν λεῖπον; χρυσὸς ἢ λίθοι ἢ ἀγάλματα, ἅπερ καὶ αὐτὸς παρ’ ἡμῖν εἶδες; .... ἀλλά γε σκοπήσας τὴν τύχην οἴκτειρον ἡμᾶς πρὸς σὲ καταπεφευγότας. πρὸς Διὸς ἱκεσίου καὶ τῆς ἄλλης ἐνυπαρχούσης ἡμῖν εὐγενείας ἀπὸ Περσίδος, ἀποδὸς τὴν μητέρα καὶ γυναῖκα καὶ τέκνα· ἀντὶ δὲ τούτων ὑπισχνοῦμαί
5σοι τοὺς θησαυροὺς δεῖξαι τοὺς ἐν Μινυάδι χώρᾳ καὶ Σούσοις καὶ Βάκτροις, οὓς οἱ πατέρες ἡμῶν παρέθεντο τῇ γῇ· ἐπεύχομαί δέ σοι τῆς Περσῶν καὶ

2

.

17

.

4

Μήδων καὶ τῶν ἄλλων ἀνδρῶν κυριεύειν τὸν ἅπαντα χρόνον. Ζεύς σε ποιείτω μέγαν. ἔρρωσο.‘

2

.

17

.

5

Ταύτης τῆς ἐπιστολῆς ἀναγνωσθείσης ἔδοξεν Ἀλεξάνδρῳ συναθροίζειν

2

.

17

.

6

τὴν δύναμιν καὶ ἐκκλησιάσαι· καὶ ἐσκέπτετο σὺν αὐτοῖς. εἶπεν οὖν Παρ‐ μενίων 〈ὁ〉 στρατηγός· ‘Ἀλέξανδρε, ἔλαβον ἂν τὰ χρήματα καὶ τὴν χώραν

2

.

17

.

7

τὴν δεδομένην σοι καὶ ἀπεδίδουν αὐτῷ τὴν μητέρα καὶ τὰ τέκνα.‘ πρὸς ταῦτα εἶπεν ὁ Ἀλέξανδρος· ‘Κἀγὼ Παρμενίων 〈ὢν〉 ἔλαβον 〈ἄν〉. ἀλλὰ θαυμάζω, εἰ τῶν ἐμῶν χρημάτων Δαρεῖος λυτρώσεται μητέρα καὶ γυναῖκα καὶ τέκνα· πολὺ δὲ μᾶλλον, ὅτι καὶ τὴν ἐμήν μοι χώραν ὑπέσχηται δώσειν.87

2

.

17

.

8

ἀγνοεῖ δήπου ὅτι, εἰ μὴ μαχόμενος νικήσει, ἐμὰ ταῦτά εἰσιν· εἰ μὲν οὖν ἥττων ὑπάρχει ἐμοῦ, μηδὲν ἐπαγγελλέσθω τῶν ἐμῶν· ἐὰν γὰρ νικήσῃ μαχόμενος, οὐδὲ περὶ τῆς ἐκείνου γυναικὸς ἢ μητρὸς ἢ τέκνων λόγος αὐτῷ

2

.

17

.

9

γίνεται πρὸς ἡμᾶς, ἀλλ’ ἡμῖν πρὸς ἐκεῖνον περὶ τῶν ἡμετέρων. τὸ δ’ ὅλον οὐκ ἂν διέβην 〈εἰσ〉 τὴν Ἀσίαν, εἰ μὴ τὴν χώραν ὑπελάμβανον ἡμῶν εἶναι· καὶ γὰρ ἂν ἠδίκουν τῶν ἀλλοτρίων ἁπτόμενος. εἰ δὲ πρότερον ἐκεῖνος αὐτῆς ἦρξεν, κερδαινέτω, διότι χώραν ἀλλοτρίαν ἔχων τοσοῦτον χρόνον

2

.

17

.

10

οὐδὲν ἔπαθεν.‘ ταῦτα ἐκέλευσε τῷ Δαρείῳ ἀπαγγέλλειν τοὺς Πέρσας. Αὐτὸς δὲ ἐκέλευσε τοὺς μὲν τραυματίας γενομένους θεραπείας ἔχεσθαι, τοὺς

2

.

17

.

11

δὲ τελευτήσαντας ἐπὶ τῶν τόπων κηδείας τυχεῖν. μείνας δὲ τὸν ἀκμαιό‐ τατον χειμῶνα καὶ ποιήσας τοῖς ἐγχωρίοις θεοῖς θυσίας προσέταξεν ἐμ‐ πρησθῆναι τὰ Ξέρξου βασίλεια ὄντα κάλλιστα κατὰ τὴν χώραν· μετὰ δὲ μικρὸν μετανοήσας σβεσθῆναι ἐκέλευσεν.

2

.

18

.

1

Ἐθεάσατο δὲ καὶ τοὺς Περσῶν τάφους, ἐν οἷς ἦσαν χρυσώματα πολλὰ καὶ κρατῆρες ἀργύρεοι· ἦν δὲ καὶ ὁ Κύρου τάφος τοιοῦτος, πύργος δεκά‐ στεγος λίθινος. ἐν δὲ τῇ ἄνω στέγῃ ἔκειτο ἐν χρυσῇ πυάλῳ, ὕελος δὲ

2

.

18

.

2

περιεκέχυτο, ὥστε τὸ τρίχωμα αὐτοῦ φαίνεσθαι καὶ αὐτὸν ὅλον. ἐνταῦθα δὲ ἦσαν τῶν Ἑλλήνων ἄνδρες τεχνῖται λελωβημένοι οἱ μὲν πόδας, οἱ δὲ ῥῖνας, οἱ δὲ τὰ ὦτα· ἐδέδεντο δὲ ἐν πέδαις καθηλωταῖς. συνελθόντες οὖν ἀθρόοι ἐφώνησαν τῷ Ἀλεξάνδρῳ σῶσαι αὐτούς· ἦν δὲ τὸ θέαμα δεινόν,

2

.

18

.

3

Ἕλληνες ἄνδρες λελωβημένοι. ἰδὼν δὲ αὐτοὺς ὁ Ἀλέξανδρος ἐδάκρυσε καὶ
βαρέως ἤνεγκε· τούτοις δὲ προσέταξε δοθῆναι ἑκάστῳ δραχμὰς ͵αʹ καὶ κατασταθῆναι εἰς τὰς ἑαυτῶν πατρίδας. οἱ δὲ λαβόντες τὸ ἀργύριον ἐβου‐ λεύσαντο αὐτοῦ μένειν· ἐντυγχάνοντες οὖν τῷ βασιλεῖ ἠξίωσαν μὴ ἀπο‐88

2

.

18

.

4

στῆναι, χώραν δὲ αὐτοῖς ἀπονεῖμαι. ‘ὄνειδος γάρ (φησίν) ἐσμὲν τοῖς οἰκείοις.‘ ὁ δὲ Ἀλέξανδρος προσέταξεν αὐτοῖς ἀναμετρηθῆναι γῆν καὶ σῖτον εἰς σπερμοβολίαν καὶ βόας ἑκάστῳ ϛʹ καὶ τὰ λοιπά, ὅσα πρὸς γεωρ‐ γίαν, καὶ ἕτερα χρήματα.

2

.

19

.

1

Ἤδη δὲ πάλιν ὁ Δαρεῖος ἐστέλλετο πρὸς ἑτέραν συμβολήν· καὶ γράφει Πώρῳ ἐπιστολὴν περιέχουσαν οὕτως· [Ἐπιστολὴ Δαρείου Πώρῳ βασιλεῖ Ἰνδῶν.]

2

.

19

.

2

‘Βασιλεὺς βασιλέων Δαρεῖος Πώρῳ βασιλεῖ χαίρειν. ἔγραψά σοι συμπάσχειν ἐπὶ τῇ γενομένῃ καταστροφῇ τοῦ οἴκου μου, ἐπειδὴ ὁ ἐπιβὰς πολέμιος θηρὸς ἀγρίου θυμὸν ἔχει καὶ θαλάσσης ψυχήν, οὐ βουλόμενός

2

.

19

.

3

μοι τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα ἀποδοῦναι· † ὅθεν συγχρη‐ σάμενός μοι τοῖς πράγμασιν οὐ πείθεται. διὸ ἀναγκάζομαι εἰς ἑτέραν συνδρομὴν ἐλθεῖν, μέχρις οὗ ἀμύνωμαι τὸ ἔθνος ἢ αὐτὸς οὐκ ἔσομαι ἐν τῷ κόσμῳ. διὸ οἰκτείρας τὰ κατ’ ἐμὲ ἀγανάκτησον καὶ ἀπεκδίκει τὴν ἐμὴν

2

.

19

.

4

ὕβριν, μνησθεὶς τῶν προγονικῶν ἡμῶν δικαίων. συνάθροισον οὖν πλείονα ἔθνη καὶ γίνου ἐπὶ τὰς Κασπίας πύλας. τοῖς δὲ συνερχομένοις κατὰ μῆνα χορηγήσω ἀνδρὶ εὐζώνῳ χρυσοῦς τρεῖς, ἱππεῖ δὲ χρυσοῦς πέντε καὶ σῖτον καὶ χόρτον καὶ πᾶν ὅτι οὖν ἔδεσμα· τῶν δὲ γιγνομένων λαφύρων τὸ ἥμισύ

2

.

19

.

5

σοι πέμψω. χαρίζομαι δέ σοι καὶ τὸν Βουκέφαλον ἵππον σὺν τοῖς βασι‐ λικοῖς χωρίοις καὶ τὰς ἐν Σούσοις [τούτοις] παλλακὰς ρηʹ μετὰ τοῦ ἰδίου κόσμου. δεξάμενος οὖν τὴν ἐπιστολὴν μὴ ἀναμείνῃς.‘

2

.

19

.

6

Ὁ δὲ Ἀλέξανδρος ταῦτα μαθὼν ὑπό τινος τῶν τοῦ Δαρείου προσπε‐ φευγότων αὐτῷ ἀναλαβὼν τὴν δύναμιν ἀνέζευξεν ἐπὶ τὴν Μηδίαν· ἤκουσε

2

.

19

.

7

γὰρ τὸν Δαρεῖον εἶναι ἐν Ἐκβατάνοις. οὐκ ᾤετο δὲ βασιλεύειν τῆς Ἀσίας ὁ Ἀλέξανδρος, εἰ μὴ κατεφρόνησε τοῦ Δαρείου ὀνόματος. προσηγγέλη
δὲ αὐτῷ, ὅτι εἴη πεφευγὼς ἐπὶ τὰς Κασπίας πύλας· σύντονον δὲ ἐποίει τὸν διωγμὸν ἀκούσας παρά τινων, ὅτι πλησίον εἴη· Βαγιστάνου 〈δὲ〉 τοῦ89
5εὐνούχου αὐτομολήσαντος 〈καὶ ἀπαγγείλαντοσ〉 πάντα πρὸς ἀλήθειαν εὐτολμότερον τὸν διωγμὸν ἐποιεῖτο.

2

.

20

.

1

Ὡς δὲ ἐπέγνωσαν οἱ τοῦ Δαρείου σατράπαι ... Βῆσσος καὶ Ἀριοβαρ‐ ζάνης παρατραπέντες ἐβουλεύσαντο τὸν Δαρεῖον ἀναιρῆσαι, οἰόμενοι γέρας

2

.

20

.

2

λαμβάνειν παρὰ Ἀλεξάνδρου ὡς ἀναιρήσαντες αὐτοῦ τὸν ἐχθρόν. οὕτως .. ἐπήνεγκαν Δαρείῳ ἐξιφωμένας τὰς χεῖρας· ὁ δὲ τοὺς πονηροὺς Δαρεῖος

2

.

20

.

3

ἰδὼν εἶπεν· ‘Ὦ ἐμοῦ δεσπόται οἱ τὸ πρίν μου δοῦλοι, τί τοσοῦτον ἠδίκησα ὑμᾶς, ἵνα με ἀνέλητε; μὴ χείρονα μήσασθε τοῦ Ἀλεξάνδρου· ἐάσατέ με οὕτως ἐπὶ τὰ μέλαθρα ῥιφέντα
ἀναστενάζειν τὴν δυσέκβατον τύχην.
5ἐὰν γὰρ ἐλθὼν ὁ βασιλεὺς Ἀλέξανδρος εὕρῃ σφαγέντα βασιλέα λῃστρικῇ γνώμῃ, ἔμ’ ἐκδικήσει. οὐ θέμις γὰρ ὀφθῆναι 〈βασιλεῖ〉 βασιλέα δολοφονηθέντα οἰκτίστως.‘

2

.

20

.

4

Καὶ ὁ μὲν Δαρεῖος ἀντεῖχε πρὸς τοὺς πονηρούς. αὐτοῦ δὲ τὰς χεῖρας ἀντέχοντος αἱ πληγαὶ τοῦ ξίφους οὐκ ἐγίνοντο καίριοι, ἀλλὰ πλάγιοι ἐγίνοντο. οἱ δὲ Μακεδόνες τὸν Στράγγαν ποταμὸν παγέντα εὑρόντες διεπέρασαν· καὶ

2

.

20

.

5

ὁ Ἀλέξανδρος εἰσεπήδησεν εἰς τὰ βασίλεια Δαρείου. οἱ δὲ ἀσεβεῖς μαθόντες τὴν εἴσοδον αὐτοῦ προλείψαντες τὸν Δαρεῖον ἡμίπνουν ἀποφεύγουσιν, μέχρις οὗ μάθωσιν ποίαν γνώμην ἔχει περὶ αὐτῶν ὁ Ἀλέξανδρος. ὁ οὖν Ἀλέξανδρος καταλαμβάνει Δαρεῖον ἡμίπνουν, καὶ ἐπιστὰς αὐτῷ πάνυ ἐδά‐

2

.

20

.

6

κρυσεν καὶ τῇ βασιλικῇ χλαμύδι αὐτοῦ τὸ σῶμα αὐτοῦ ἐπέσκεπε. τὰς χεῖρας δὲ αὐτοῦ ἐπιθεὶς ἐπὶ τὸ Δαρείου
στῆθος τοίους ἔλεξε συμπαθεῖς μύθους·
‘ἀνάστα, φησί, τῆς τύχης ὦ Δαρεῖε
5καὶ τῶν σεαυτοῦ δεσπότης πάλιν γίνου. δέξαι σοῦ τὸ διάδημα Περσικοῦ πλήθους, ἔχε σοῦ τὸ μέγεθος τῆς τυραννικῆς δόξης.

2

.

20

.

7

ὄμνυμί σοι, Δαρεῖε, τοὺς θεοὺς πάντας, ὡς ταῦτ’ ἀληθῶς καὶ οὐ πεπλασμένως φράζω· μόνῳ παραχωρῶ τὸ διάδημα τῶν σκήπτρων. μετὰ σοῦ γὰρ αὐτὸς καὶ τροφῆς ἐκοινώνουν.90
5ἐπὶ σαῖς τραπέζαις σὴν ἀν’ ἑστίαν † χεῖραν, ἡνίκα παρήμην ἄγγελος Ἀλεξάνδρου.

2

.

20

.

8

ἀλλ’ ἐξανάστα καὶ κράτυνε τῆς χώρας. οὐ δεῖ βασιλέα δυστυχοῦντα λυπεῖσθαι· ἰσότης γὰρ ἀνθρώποισι περὶ τέλους μοίρης. τίνες δέ ς’ οἱ τρώσαντες; εἰπὲ Δαρεῖε.
5μήνυσον αὐτούς, ἵνα με ἔκδικον ἔχῃς.‘

2

.

20

.

9

ταῦτα λέγοντος Ἀλεξάνδρου ἐστέναξεν ὁ Δαρεῖος καὶ ἐπισπασάμενος αὐτὸν καὶ τὰς χεῖρας καὶ τὸ
στῆθος φιλήσας εἶπε· ‘Τέκνον Ἀλέξανδρε,
μηδέποτ’ ἐπαρθῇς τῇ τυραννικῇ δόξῃ.
5〈ὁπ〉ότε γὰρ ἔργον ἰσόθεον κατορθώσεις καὶ χερσὶ ταῖς σαῖς οὐρανοῦ δόξεις ψαύειν, σκόπει τὸ μέλλον· ἡ τύχη γὰρ οὐκ οἶδεν † βασιλέα ἢ λῃστὴν οὔτε πλῆθος † ἀκρίτῳ δὲ ῥοίζῳ † παντὶ κακῶς ἐκρίπτεται.

2

.

20

.

10

ὅρα τίς ἤμην καὶ τίς ἐγενόμην τλήμων· ὁ τῆς τοσαύτης 〈ἄρτι〉 κύριος γύης νῦν οὐδ’ ἐμαυτοῦ δεσπότης ἀποθνῄσκω. θάψον με ταῖς σαῖς εὐσεβεστάταις χερσίν,
5κηδευσάτωσαν Μακεδόνες 〈με〉 καὶ Πέρσαι. μία γενέσθω συγγένεια Δαρείῳ.

2

.

20

.

11

τὴν δ’ ἐμὲ τεκοῦσαν παραδίδωμί σοι τλήμων, καὶ τὴν γυναῖκα ὡς σύναιμον οἴκτειρον. καὶ τὴν θυγατέρα Ῥωξάνην δίδωμί σοι, ἵν’ εἴ τι καὶ ἐν φθιτοῖσι λείπεται γνώμης,91
5οἱ δύο γονῆες ἐπὶ τέκνοισι καυχῶνται, σοὶ μὲν Φίλιππος, Ῥωξάνῃ δὲ Δαρεῖος.

2

.

20

.

12

τοσαῦτα λέξας ὁ βασιλεὺς Δαρεῖος ἔλειψε τὸ πνεῦμα ἐν χερσὶν Ἀλεξάνδρου.

2

.

21

.

1

Ὁ δὲ Ἀλέξανδρος τὸ τούτου σῶμα βασιλικῶς θάψαι καὶ ἐγχωρίως ἐκ‐ έλευσε 〈καὶ τοὺσ〉 πρώτους Μακεδόνας καὶ Πέρσας ἐνόπλους προάγειν αὐτοῦ· αὐτὸς δὲ ὑποθεὶς τὸν ὦμον μετὰ τῶν Περσῶν ἐβάσταξε τὴν τοῦ Δαρείου

2

.

21

.

2

κλίνην. οἱ δὲ Πέρσαι οὐ τοσοῦτον ἐδάκρυον τὸν Δαρεῖον, ὅσον συνεπάθουν καὶ ὑπερηγάπων τὸν Ἀλέξανδρον. καὶ ὁ μὲν Ἀλέξανδρος ἀποθέμενος αὐτὸν εἰς τάφον βασιλικὸν καὶ βουθυτήσας ἀγῶνά τε ἐπιτάφιον ἄξας νόμον τε καὶ πρόσταγμα ἔθετο Πέρσαις τοιοῦτον·

2

.

21

.

3

‘Βασιλεὺς Ἀλέξανδρος ἐκ βασιλέως θεοῦ Ἄμμωνος καὶ Ὀλυμπιάδος βασιλίδος τοῖς κατὰ τὴν Περσίδα πᾶσαν ἔν τε χώραις καὶ πόλεσι λέγει. εὐκταῖον μὲν ἦν τοσαύτας μυριάδας μὴ κακῶς ἀπολέσθαι· εἰ δὲ ὁ δαίμων

2

.

21

.

4

ἠθέλησέ με κατὰ Περσῶν νικηφόρον ... καὶ † γὰρ θεοῖς πᾶσιν. γινώσκετε οὖν με καθεστακέναι σατράπας εἰς ὑμᾶς, οἷς χρὴ ὑπηκόους εἶναι ὡς ἐπὶ Δαρείου, ἵνα μηδὲ εἰδῆτε ἕτερον βασιλέα εἰ μὴ Ἀλέξανδρον νεώτερον.

2

.

21

.

5

προσχρήσασθαι δὲ τοῖς ἰδίοις νόμοις ὑμᾶς οὐ κωλύω ταῖς τε ἑορταῖς καὶ

2

.

21

.

6

πανηγύρεσι καὶ ὅσα ἐμφύλια ἦν. † ἢ ὑμεῖς ὑμῖν μὲν τοιοῦ βιώσετε †. Πέρ‐
σης εἰ μὴ .. πόλιν κατοικήσει, ὡς ἀποστάτης κολασθήσεται. τὰ δὲ ὑπάρ‐ χοντα ὑμῖν συγχωρῶ· ἕκαστος κυριευέτω τῶν ἰδίων πλὴν χρυσοῦ καὶ ἀργύρου,92

2

.

21

.

7

ἐν ᾧ γαυριῶνται ἀγαθός τε καὶ κακός· νόμισμα δὲ ὃ ἔχετε συγχωρῶ. πᾶν δ’ ἀμυντήριον 〈ὅπλον〉 κελεύω ἀναφέρεσθαι εἰς τὰς ἀποδεδειγμένας ἀπο‐ θήκας. τοῖς δὲ σατράπαις, οἷς ἐὰν δοκιμάσω, τούτοις καὶ ἀριθμὸν δυνά‐

2

.

21

.

8

μεως ἐπιμετρήσω καὶ μέτρον καθοπλισμοῦ. ἀγῶνας δέ, οὓς ἔθος ἐστὶν ἄγεσθαι, χρήσονται θέλοντος τοῦ σατράπου. ἔθνος δὲ ἐπ’ ἔθνει οὐκ ἐπιμιγήσεται εἰ μὴ ἐμπορείας χάριν, καὶ ταῦτα ἕως κʹ ἀνδρῶν, ἢ ὡς πολέ‐

2

.

21

.

9

μιος Περσικῷ νόμῳ κολασθήσεται. ἔμποροι δὲ πάντες τῇ αὐτῇ ἐργασίᾳ προσχράσθωσαν ὡς καὶ ἐπὶ Δαρείου, τέλη τε ἀγρῶν καὶ τῶν φυτικῶν πάντων κατὰ τὸ ἔθος 〈λήψομαι〉. βούλομαι γὰρ τὴν χώραν ἐν εὐθηνίᾳ

2

.

21

.

10

καταστῆσαι. τὰς δὲ ὁδοὺς τῆς Περσίδος πραγματεύεσθαι εἰρηνικῶς, ὅπως καὶ οἱ ἀπὸ τῆς Ἑλλάδος εὐκόπως εἰς ὁποίαν ἐὰν βούλωνται πόλιν τῆς

2

.

21

.

11

Περσίδος πορεύωνται. ἀπὸ γὰρ τοῦ Εὐφράτου ποταμοῦ [καὶ] τῆς διαβάσεως καὶ τῆς ἀρχῆς τῆς ὁδοῦ διὰ ἡμισχοίνου ἑκάστῳ σατράπῃ ἀπέστειλα ὁδὸν ποιῆσαι καὶ διὰ σχοίνου ἐγγράψαι, ὅπου ἡ ὁδὸς φέρει· καί τι σημεῖον, εἰ δύο ὁδοὶ κατὰ ταὐτὸ τύχοιεν ἢ πλείους, ὥσπερ εἰσὶν † ἄπλατοι ὁδοί.

2

.

21

.

12

〈τὰσ〉 οὖν ἐπὶ τὰς ἐν ταῖς ὁδοῖς γεγονυίας φροντίδας [τὰς] ἐπὶ Δαρείου συντάξεις εἰθισμένας εἰς τὰ ἱερὰ χαρίζομαι τοῖς θεοῖς, μάλιστα θεῷ Σαράπι93

2

.

21

.

13

καὶ Διί. ἐπεὶ δὲ ἀξίως κατέναντι τῶν Κύρου γενεσίων τὰ ἐμὰ βούλεσθε ἄγεσθαι, συντέταχα Μοσχύλῳ τῷ σατράπῃ, ἵνα καὶ ταῦτα καὶ τὰ Κύρου γενέσια ἄγητε μετὰ εὐωχίας καὶ ἀγώνων· τοῦ δὲ ἀγωνισμοῦ θεωροὶ ἔστωσαν

2

.

21

.

14

Πέρσαι καὶ ἆθλα τεθήσεται Πέρσαις ὁποῖα χρῄζετε. βούλομαι δὲ τὴν παρθένον τὴν στεφανουμένην, ἐὰν πολῖτις ᾖ ἡμετέρα, ἄχρι τέλους λαμβάνειν εἰς τιμὴν ἐνιαυσιαίαν τὸ ἴσον τῷ στεφάνῳ καὶ μένειν αὐτὴν ἄχρι τέλους ἱέρειαν· ἐὰν δὲ αὐτὴν ἡ φύσις καταλάβῃ καὶ γυναῖκα ποιήσῃ, δοθῆναι αὐτῇ
5τὸ τίμημα εἰς λόγον προικός· τοῦτο † γὰρ δίκαιον καὶ τῇ παραλαμβανούσῃ

2

.

21

.

15

τὴν ἱερωσύνην. τὸ δὲ γυμνάσιον γενέσθω ἐν ἐπισήμῳ τόπῳ ὡς ἐν Πέλλῃ τῇ πόλει· τὰς δὲ αἱρέσεις ἐγὼ αὐτὸς ποιήσομαι, ἄχρι περίειμι, μετὰ δὲ

2

.

21

.

16

τὴν ἐμὴν τελευτήν, οἷς καὶ τὴν χώραν τήνδε δέδωκα δυνάσταις. δοθήσεται δὲ ἅρματι πολεμιστηρίῳ φιάλη χρυσᾶ ἔχουσα † οἴκου στατῆρα καὶ ἄλλαι ἐνάργυροι εʹ, ἑκάστη χωροῦσα μέτρον, ἀφ’ οὗ δυνήσεται ἄνθρωπος σώφρων μεθυσθῆναι· ἵππῳ πολεμιστῇ φιάλη ἰσόσταθμος καὶ 〈στολὴ〉 Περσικὴ ...

2

.

21

.

17

εἰς τὸ Ἀλεξανδρινὸν δεῖπνον διὰ βίου. ὃς δ’ ἂν λαχὼν νικήσῃ κατὰ τὸν Περσῶν νόμον, στέφανον ἕξει χρυσοῦν .. † ἀρτὴρ ἡ στολὴ Περσικὴ λιτὴ καὶ

2

.

21

.

18

ζώνη χρυσῆ καὶ φιάλαι δύο ἀνὰ στατῆρας ροʹ. καὶ τὰς † ἐπινείας ἐξέστω
εἰς τὸ Ἀλεξανδρινὸν ἱερὸν † ζητεῖσθαι σατράπας πάντας τοὺς ἐμοὺς ὄντας94

2

.

21

.

19

ἐν Περσίδι, ἄρχοντας οὐ τυράννους ὄντας. † τόσον οἱ τῶν ἀγώνων ἐπίτροποι ἔστωσαν οἱ ἡμέτεροι Ἀλεξανδρεῖς οἱ καὶ ἱερεῖς τοῦ Ἀλεξανδρινοῦ. Μοσχύλος δὲ ὁ κτίσας τὸ Ἀλεξανδρινὸν ἱερὸν φέρει στέφανον χρυσοῦν καὶ στολὴν

2

.

21

.

20

πορφυρᾶν, καὶ μάλιστα ταῖς ἐπισήμοις ἡμέραις. ἑταῖραι δὲ μὴ εἰσίτωσαν εἰς τὸ ἱερόν· κατὰ πάντα δὲ τρόπον ἐξοίκιστον ἤτω τὸ Μηδικὸν γένος.

2

.

21

.

21

βούλομαι δὲ μὴ ἐν ἑαυτοῖς κρίνειν, ὅσον τις ὑμῶν ἔχει πρὸς ἕτερον, οὐδὲ ἐφ’ οὗ βούλεσθε, καὶ μάλιστα περὶ κεφαλικοῦ· ἐὰν δέ τις φανῇ ἐκτὸς βου‐ λευτηρίου συνάγων ἢ σατράπας ἢ † συνέχων, ὡς πολέμιος ἀπολέσθω.‘

2

.

21

.

22

Ἐπεὶ δὲ πάλιν ταῦτα ἐτέλεσε, συνέγραψεν Ἀλέξανδρος λέγων· ‘Μέγαν δυνάστην καθεῖλαν ἐμὸν ἐχθρόν, ὑμῶν κύριον Δαρεῖον· οὐκ ἐγὼ δὲ αὐτὸν καθεῖλον, ἀλλά τινες, οὓς ἀγνοῶ, οἷς μεγάλας δωρεὰς ὀφείλω. σατραπίας γὰρ ὁποίας βούλονται χαρίσομαι αὐτοῖς καὶ χώρας μεγίστας· τὸν γὰρ ἐμὸν

2

.

21

.

23

ἐχθρὸν ἀνεῖλαν‘. Οὕτως εἰπόντος τοῦ Ἀλεξάνδρου τὸ Περσικὸν πλῆθος ηὐλαβεῖτο ὡς μέλλον κατασκάπτεσθαι· ὁ δὲ ταῦτα ἀκούων εἶπεν, ὅτι Τοὺς ἀνελόντας τὸν ἐχθρόν μου μέλλω τιμᾶν· εἴ τις δοὖν Μακεδὼν ἀνεῖλεν αὐτόν, ἴτω μοι θαρρῶν· εἰ δὲ καὶ Πέρσης τυγχάνει, μὴ φοβείσθω. ὄμνυμι
5μητρὸς σωτηρίαν, ὡς περιφανεστάτους αὐτοὺς πᾶσιν ἀνθρώποις ποιήσω.‘

2

.

21

.

24

Οὕτως αὐτοῦ ὀμόσαντος τὸ πλῆθος ἐδάκρυσεν· οἱ δὲ κάκιστοι ἐκεῖνοι Βῆσσος καὶ Ἀριοβαρζάνης αὐτόματοι προσῆλθον τῷ Ἀλεξάνδρῳ λέγοντες· ‘Δέσποτα, ἡμεῖς τὸν ἐχθρόν σου ἀνείλαμεν Δαρεῖον.‘ Ὁ δὲ ἀκούσας ἐκέλευσε δεθῆναι αὐτοὺς καὶ παρὰ τὸν τάφον Δαρείου ἀνασταυρωθῆναι. τῶν δὲ
5λεγόντων· ‘Δέσποτα, ὤμοσας τοὺς θεοὺς καὶ τὴν Ὀλυμπιάδος σωτηρίαν‘95

2

.

21

.

25

ὁ [δὲ] Ἀλέξανδρος εἶπεν· ‘Οὐ δι’ ὑμᾶς οὕτως ἀπολογοῦμαι, ἀλλὰ διὰ τὸ πλῆθος· οὐκ ἄλλως γὰρ ἦν ὑμᾶς ἐμφανεῖς μοι γενέσθαι, εἰ μὴ πρὸς ὀλίγον ἐπῄνεσα τὸν Δαρείου θάνατον. τοῦτο γάρ μοι δι’ εὐχῆς 〈ἦν〉, τοὺς ἐκεῖνον ἀνελόντας κολάσασθαι· εἰ γὰρ τὸν ἴδιον δεσπότην ἀνῄρηκαν, πολλῷ μᾶλλον

2

.

21

.

26

καὶ εἰς ἐμὲ ... ὑμῖν δὲ κάκιστοι οὐκ ἐφιώρκησα· ὤμοσα γὰρ περιφανεῖς καὶ ἐπισήμους ὑμᾶς ποιῆσαι πᾶσιν ἀνθρώποις· ἔσεσθε δὲ περιφανεῖς καὶ διάσημοι πᾶσιν ἀνθρώποις ἐπὶ τὸν σταυρὸν κρεμασθέντες.‘ Ἅμα σὺν τῇ ἀποφάσει αὐτοῦ πᾶσα ἡ Περσὶς ὡς θεὸν ἀνευφήμει.

2

.

22

.

1

Μετὰ δὲ ἡμέρας ὁ Ἀλέξανδρος ἀποκαταστήσας ἐν εἰρήνῃ τὴν Περσίδα ἐκέλευσεν ὁποῖον δοκιμάζει τὸ ἔθνος σατράπην καθιστᾶν· οἱ δὲ ἐξεβόησαν· ‘Δεόμεθα .. † βασιλέα Ἀδουλίτην Δαρείου πατράδελφον.‘ συνεχώρησεν ὁ Ἀλέξανδρος.

2

.

22

.

2

Καὶ γράφει ἐπιστολὴν περιέχουσαν οὕτως· [Ἐπιστολὴ Ἀλεξάνδρου Στατείρᾳ.] ‘Ἀλέξανδρος Στατείρᾳ καὶ Ῥοδογούνῃ χαίρειν. ἀντιταξάμενον ἡμῖν Δαρεῖον ἠμυνάμεθα, ὡς τὸ θεῖον ἐβουλεύσατο, ὃν ἐγὼ ἤθελον ζῶντα ὑπὸ

2

.

22

.

3

τὰ ἐμὰ σκῆπτρα εἶναι. καὶ γὰρ πεπτωκότα αὐτὸν τραυματιαῖον ὑπὸ τῶν ἰδίων εὗρον ἐλάχιστον πνεῦμα ἐμπνέοντα· ὃν καὶ ἐλεήσας τῇ ἑαυτοῦ χλαμύδι συστείλας ἐπυνθανόμην περὶ τῆς ἀπωλείας αὐτοῦ· ὁ δέ μοι παρακατέθηκε Ῥωξάνην τὴν θυγατέρα καὶ εἰς συμβίωσιν ἔδωκε, περὶ δὲ τῶν ἄλλων οὐκ

2

.

22

.

4

ἔφθη μοι ὁμιλῆσαι. τοὺς μὲν οὖν αἰτίους τῆς ἀπωλείας αὐτοῦ ἐπινοίᾳ εὑρὼν ἀνεῖλον αὐτοὺς ἀξίως· ἔδοξε δέ μοι πέμψαι τὸ ἱερὸν σῶμα αὐτοῦ, ὅπως τοῖς ὑμετέροις θρήνοις κλαύσαντες περιστείλητε. πείθομαι δὲ ὑμᾶς

2

.

22

.

5

ἀκηκοέναι τὴν ἀγγελίαν αὐτῶν καὶ μὴ χορτάζεσθαι τῆς λύπης. προσέταξα οὖν ἡρῷον αὐτῷ γενέσθαι παρὰ τοὺς πατρῴους ἥρωας· ἔπεμψα δὲ τὸ σῶμα αὐτοῦ ἀνιερωθῆναι. [καὶ] ὑμεῖς οὖν τῆς λύπης παύσασθε· ἐγὼ γὰρ
ὑμᾶς ἀποκαταστήσω εἰς τὰ βασίλεια, 〈βασιλεύειν〉 ἐάσας ὧν ἂν αἱρῆσθε96

2

.

22

.

6

ἐθνῶν. ἐπὶ δὲ τοῦ παρόντος διατρίψατε ἐφ’ οὗ τόπου ἐστέ, μέχρι ἂν καὶ τὰ ἐνθάδε καταστήσω πράγματα· ἐμάνησαν γάρ τινες ἔτι ἀπειθοῦντες. κατὰ δὲ τὰς Δαρείου διατάξεις ἠξίωσα καὶ αὐτὸς Ῥωξάνην σύνθρονόν μοι γενέσθαι· προσκυνεῖτε οὖν ταύτην ὡς Ἀλεξάνδρου γυναῖκα.‘

2

.

22

.

7

Καὶ αὐταὶ ἀντέγραψαν πρὸς τὸν Ἀλέξανδρον οὕτως· ‘Ῥοδογούνη καὶ Στατείρα Ἀλεξάνδρῳ βασιλεῖ χαίρειν. εὐξάμεθα [ἂν] οὐρανίοις θεοῖς τοῖς κλίνασι τὸ Δαρείου διάδημα καὶ Περσῶν καύχημα αἰώνιόν σε καταστῆσαι βασιλέα τῆς οἰκουμένης, ὡς λογισμῷ καὶ φρονήσει καὶ δυνάμει ἰσόρροπος

2

.

22

.

8

πέφυκας τοῖς Ὀλυμπίοις θεοῖς. οἴδαμεν οὖν, ὅτι ὑπὸ τὰς σὰς ἀγκάλας 〈οὖσαι καλῶσ〉 ζῶμεν· τῇ δὲ τύχῃ ἐπευχόμεθα τὰ κάλλιστά σοι παρασχεῖν καὶ ζῆν ἀναριθμήτοις χρόνοις, ὅτι οὐχ ὡς αἰχμαλώτοις προσῆλθες πεπτω‐ κυίαις εἰς τὰ σὰ σκῆπτρα, ἀλλ’ † ἔχεις ταῖς 〈ὡσ〉 ἐν ὑπεροχῇ γεγενημένας,

2

.

22

.

9

μετέπειτα δὲ τεταπεινωμένας. νῦν δὲ οὐκέτι αἰχμάλωτοί 〈ἐσμεν〉· νῦν οἴδαμεν Ἀλέξανδρον Δαρεῖον νέον ... προσκυνοῦμεν. ἐγράψαμεν δὲ τῷ Περσῶν ἔθνει, ὅπως ἐρωτήσωσι τοὺς ἐν Περσίδι θεούς σε συνθρονισθῆναι

2

.

22

.

10

τῷ Διὶ καὶ προσκυνεῖσθαι. Ῥωξάνην δέ, ἣν ἔκρινας σύνθρονον εἶναί σοι,

2

.

22

.

11

ὡς ἐκέλευσας προσκυνοῦμεν, ὅταν Ζεὺς αὐτὴν εἰς τοὺς γάμους ἄξῃ. ἐγρά‐ ψαμεν δὲ τῷ Περσῶν ἔθνει, ἵνα εἰδῇ, ὅτι νῦν 〈νέον〉 Δαρεῖον ἐπέγνωμεν καὶ τὰ Δαρείου † εἰσὶ σκῆπτρα πάλιν διὰ τοῦ ἰσοθέου Ἀλεξάνδρου τοῦ εὐεργέτου Περσῶν. γινώσκετε δὲ Ἀλέξανδρον γαμεῖν Ῥωξάνην·
5ἐπεύχεσθε δὲ ἅπασι θεοῖς καὶ πάντας τοὺς ἐν Περσίδι θεοὺς κατάξαντες προσαγάγετε Ἀλεξάνδρῳ εὐχαριστοῦντες, ὅτι τὸ Περσῶν καύχημα μεῖζον ὕψωκεν.‘

2

.

22

.

12

Ὁ δὲ Ἀλέξανδρος [μετα]λαβὼν εἶπεν· ‘Παραιτοῦμαι τὰς ἰσοθέους
τιμάς· ἐγὼ γὰρ ἄνθρωπος φθαρτὸς γεγένημαι καὶ εὐλαβοῦμαι τὸ τοιοῦτον· κίνδυνον γὰρ φέρει τὸν περὶ ψυχῆς. ἐπαινῶ δὲ καὶ δέχομαι ὑμῶν τὸ φρόνημα· πειράσομαι οὖν ἄξιον ὑμῶν τοῦ εὐγενοῦς .. περὶ ὑμῶν. ἔρρωσθε.‘97

2

.

22

.

13

Ἔγραψε δὲ καὶ τῇ μητρὶ [μου] Ὀλυμπιάδι καὶ ἐδεξιώσατο τοὺς γάμους .. ἔπεμψεν ἐν Μακεδονίᾳ. ὑστέρω δὲ ...

2

.

22

.

14

[Ἐπιστολὴ Ἀλεξάνδρου Ῥωξάνῃ.] ‘Ἀλέξανδρος Ῥωξάνῃ τῇ ἀδελφῇ χαίρειν. γράφων Ὀλυμπιάδι τῇ μητρί μου περὶ ἄλλων τινῶν ἀνηκόντων ἡμῖν προσενετειλάμην τὸν γυναικεῖον κόσμον καὶ ἱματισμὸν Ῥοδογούνης τῆς μητρὸς Δαρείου καὶ τῆς τούτου γυναικὸς Στατείρας ... ἀποπέπομφα
5κομίζοντα ὑμῖν Κάρανον, μήτε Ὀλυμπιάδι αὐτῇ δοὺς εἰς διακόσμησιν

2

.

22

.

15

μήτε [τὸν] Στατείρᾳ. φοβούμενοι δὲ προσκυνεῖτε τὴν παντέφοπτον Νέμεσιν καὶ Δίκην καὶ τὸν ἰσχυρὸν καὶ μακρὸν ἀπὸ ἑαυτῶν φθόνον ἀποβάλλεσθε, ὅταν ἐνταῦθα ... τοῦτο γὰρ καὶ πρὸς θεοὺς καὶ ἀνθρώ‐

2

.

22

.

16

πους δίκαιόν ἐστι τὸ μὴ ὑπερφέρειν τύχῃ. πειρῶ δὲ καὶ αὐτὴ ἄξια φρονεῖν Ἀλεξάνδρου καὶ τὸν φόβον τὸν πρὸς Ὀλυμπιάδα τιμᾶν. ταῦτα οὖν πράσσουσα καὶ σεαυτῇ καὶ ἐμοὶ μεγάλην εὐσχημοσύνην ποιήσεις. ἔρρωσο.‘

2

.

22

.

17

Θύσας δὲ τοῖς ἐγχωρίοις θεοῖς καὶ ἀναλαβὼν τὴν δύναμιν μαθὼν
Πῶρον συμμαχήσοντα Δαρείῳ τὴν ὁδοιπορίαν ἐποιεῖτο πρὸς Ἰνδούς.98

3

.

1

.

1

Πολλὴν ἔρημον ὁδεύσας καὶ τόπους ἀνύδρους καὶ φαραγγώδεις νάπας [τε] ἔκαμνε μετὰ τῶν στρατευμάτων, ὡς τοὺς ἐξάρχους αὐτῶν λέγειν·

3

.

1

.

2

‘Ἀρκετῶς ἔχομεν μέχρι Περσῶν ποιήσασθαι τὸν πόλεμον καὶ ὑποτάξαι Δαρεῖον ὡς ἀπαιτοῦντα τοὺς Ἕλληνας φόρους. τί ἄρτι κάμνομεν πορευό‐

3

.

1

.

3

μενοι πρὸς Ἰνδοὺς εἰς θηριώδεις τόπους μὴ προσήκοντας τῇ Ἑλλάδι; ἐὰν Ἀλέξανδρος τῇ ἰδίᾳ μεγαλοφροσύνῃ πολεμιστὴς τυγχάνῃ καὶ τὰ τῶν βαρβάρων ἔθνη θέλῃ ὑποτάσσειν, τί αὐτῷ ἡμεῖς ἀκολουθοῦμεν; πορευέσθω μόνος καὶ πολεμείτω, μὴ καὶ ἡμᾶς συναπαγέσθω συμμάχους ἑαυτοῦ τοὺς καμόντας
5ἐν τοσούτοις πολέμοις 〈καὶ〉 κεκμηκότας ἤδη ταῖς πολλαῖς μάχαις καὶ

3

.

1

.

4

τοῖς ἐπαλλήλοις 〈κινδύνοισ〉.‘ πίπτοντες δὲ ἐπὶ τὸ ἔδαφος ὠδύροντο τά τε ὅπλα ἐπεδείκνυον τεθραυσμένα καὶ δεδαπανημένα ἐσθῆτάς τε τριβείσας ἠμφιεσμένας. δώδεκα γὰρ ἔτη διήνυον [τὸ] τοῖς πολέμοις 〈καὶ〉 κατηριθ‐

3

.

1

.

5

μοῦντο οἱ μὲν ἀδελφοὺς ἀπολωλότας, οἱ δὲ υἱούς, οἱ δὲ πατέρας. Ἀκούσας ταῦτα ὁ Ἀλέξανδρος καὶ ἐκκλησιάσας καὶ στήσας 〈τὸ〉 Περσικὸν στράτευμα

3

.

1

.

6

χωρὶς καὶ τὸ Μακεδονικὸν μετὰ τῶν ἄλλων Ἑλλήνων εἶπεν· ‘Ἄνδρες συστρατιῶται καὶ σύμμαχοι, Μακεδόνες καὶ οἱ ἄλλοι Ἕλληνες (οὗτοι γὰρ οἱ Πέρσαι πολέμιοι ἡμῖν ἐγένοντο)· εἰ [δὲ] διετάξατέ με μόνον πορεύεσθαι πρὸς τοὺς βαρβάρους ... τοῦτο μέντοιγε ὑμᾶς ὑπομιμνήσκω, ὅτι κἀκείνους
5τοὺς πολέμους ἐγὼ μόνος ἐνίκησα καὶ ὅσους βούλομαι λαβεῖν πάλιν τῶν

3

.

1

.

7

βαρβάρων μόνος νικήσω. ἓν γάρ μου σοφὸν βούλημα πρὸς μάχην τὰς ὑμῶν ἁπάντων ψυχὰς θαρσύνει ἤδη ἀδρανούντων πρὸς τὰ Δαρείου πλήθη. οὐκ ἐγὼ πρῶτος τῆς στρατείας ἐν ταῖς μάχαις ὑπερήσπιζον; οὐκ ἐγὼ ἐμαυτοῦ

3

.

1

.

8

ἄγγελος εἰσῆλθον πρὸς Δαρεῖον; οὐ παρεβολευσάμην 〈ἐν〉 τοῖς κινδύνοις;
εἶτα δὲ πορεύεσθε εἰς Μακεδονίαν μόνοι διασώζοντες αὑτούς, μὴ ἀμφισβη‐ τοῦντες πρὸς ἀλλήλους, ἵνα μάθητε ὡς οὐδὲν δύναται στρατιὰ δίχα φρο‐ νήματος βασιλέως.‘99
5 Οὕτως αὐτοῦ εἰπόντος ἱκέτευον αὐτὸν παῦσαι τῆς ὀργῆς, ἔχειν δὲ αὐτοὺς συμμάχους μέχρι τέλους. ἐπέτρεψε δὲ τοῖς γεγηρακόσιν ἀπιέναι ἀποπεμψάμενος αὐτούς· ἐπέστειλε δὲ τοῖς Ἕλλησιν, ὅπως ἀκμαζόντων ἀνδρῶν στρατὸν πέμψωσιν αὐτῷ.

3

.

2

.

1

Καὶ μεθ’ ἡμέρας εἰς τοὺς τῆς Ἰνδικῆς 〈ὅρουσ〉 ἐγένοντο· ὑπήντησαν δὲ αὐτῷ γραμματηφόροι Πώρου καὶ ἐπέδωκαν αὐτῷ [τὰ] γράμματα. ὁ δὲ ἀνεγίνωσκεν οὕτως·

3

.

2

.

2

[Ἐπιστολὴ Πώρου βασιλέως Ἰνδῶν Ἀλεξάνδρῳ.] ‘Βασιλεὺς Πῶρος Ἰνδῶν Ἀλεξάνδρῳ τῷ τὰς πόλεις λεηλατοῦντι προστάττω. ἄνθρωπος ὢν τί δύνασαι πρὸς θεόν; τί δέ; τὸ τῶν Περσῶν εὐτύχημα ἀπολέσας, ἀσθε‐ νεστέροις συμβαλὼν εἰς μάχην, δοκεῖς σεαυτῷ σθεναρώτερος ἑτέρων εἶναι;
5ἐγὼ γὰρ ἀήττητός εἰμι, οὐ μόνον ἀνθρώπων βασιλεὺς ὤν, ἀλλὰ καὶ θεῶν·

3

.

2

.

3

παρόντα γὰρ ὃν λέγουσι Διόνυσον ἀπήλασαν τῇ ἰδίᾳ δυνάμει οἱ Ἰνδοί. ὥστε οὐ μόνον συμβουλεύω σοι, ἀλλὰ καὶ κελεύω [σοι] διὰ τάχους ἀπαίρειν εἰς τὴν Ἑλλάδα. οὔτε γὰρ ἐκφοβήσει με ἡ πρὸς Δαρεῖον μάχη οὔτε ἡ τῶν ἄλλων ἐθνῶν ... ὅσα κατὰ τὴν ἐκείνων ἐγένετο ἀδράνειαν τυχηρῶς·

3

.

2

.

4

σὺ δὲ δοκεῖς σθεναρὸς ὑπάρχειν. εἰ γὰρ χρείαν εἴχομεν τῆς Ἑλλάδος, πάλαι ἂν [σε] πρὶν Ξέρξου κατεδουλώσαμεν αὐτήν· .... καὶ παρ’ αὐτῇ

3

.

2

.

5

μηδενὸς ὄντος ἀξίου βασιλικῆς θεωρίας οὐκ ἐπετράπημεν ... πᾶς γὰρ τὸ κρεῖττον ἐπιθυμεῖ ἔχειν, οὐ τὸ ἔλαττον. ὥστε οὖν ἰδοὺ τρίτον σοι λέγω· σύστρεφε καὶ ὧν μὴ δύνασαι ἄρχειν μὴ ἐπιθύμει.‘

3

.

2

.

6

Οὕτω δημοσίᾳ ἀναγνοὺς ὁ Ἀλέξανδρος εἶπεν· ‘ἄνδρες συστρατιῶται,
μὴ πάλιν ὑμᾶς ταράσσει τὰ ἀναγνωσθέντα Πώρου γράμματα; μνήσθητε οὖν καὶ ὧν Δαρεῖος ἔγραφεν· ἀληθῶς μία φρόνησις ἦν τοῖς βαρβάροις ἡ100

3

.

2

.

7

ἀναισθησία. ὥσπερ γὰρ τὰ παρ’ αὐτοῖς ζῷα, τίγρεις καὶ παρδάλεις, λέοντες καὶ ἐλέφαντες γαυρούμενοι τῇ περὶ αὐτὰ γενναιότητι καὶ τῇ ποι‐ κιλίᾳ τοῦ σώματος ῥᾳδίως ὑπὸ ἀνθρωπίνης φρονήσεως κυνηγοῦνται, οὕτως καὶ οἱ βασιλεῖς τῶν βαρβάρων γαυρούμενοι τῷ πλήθει τῆς στρατιᾶς ῥᾳδίως
5ὑπὸ τῆς φρονήσεως τῶν Ἑλλήνων χειροῦνται.‘

3

.

2

.

8

Οὕτως ἀποφηνάμενος καὶ θαρσύνας τὴν στρατείαν ἀντιγράφει ἐπιστολὴν Πώρῳ οὕτως· ‘Βασιλεὺς Ἀλέξανδρος βασιλεῖ Πώρῳ χαίρειν. ἔτι προθυ‐ μοτέρους ἡμᾶς ἐποίησας εἰς μάχην σοι ὀτρυνθῆναι, λέγων τὴν Ἑλλάδα

3

.

2

.

9

μηδὲν ἄξιον ἔχειν τῆς Ἰνδῶν χώρας, ὑμᾶς δὲ τοὺς Ἰνδοὺς πάντα κεκτῆσθαι. οἶδας δὲ ὡς πᾶς ἄνθρωπος τὸ κρεῖττον ἐπιθυμεῖ· ἐπεὶ οὖν οἱ Ἕλληνες ταῦτα οὐκ ἔχομεν, ὑμεῖς δὲ οἱ βάρβαροι ταῦτα κέκτησθε, ἐπιθυμοῦντες τῶν

3

.

2

.

10

κρειττόνων οἱ Ἕλληνες ἤλθομεν ἀφ’ ὑμῶν αὐτὰ κεκτῆσθαι. γράφεις δέ μοι σεαυτὸν καὶ θεῶν εἶναι βασιλέα, ὥστε καὶ τῶν θεῶν μείζονά σε δύ‐ νασθαι. ἐγὼ μὲν οὖν ὡς πρὸς ἄνθρωπον κομπηγόρον καὶ βάρβαρον συμ‐ βάλλω τὸν πόλεμον, οὐχ ὡς πρὸς θεόν. θεοῦ γὰρ μίαν πανοπλίαν οὐ
5δύναται ὑπενεγκεῖν ἡ σύμπασα οἰκουμένη, ἀστραπῆς φωτισμὸν ἢ κεραυνοῦ

3

.

2

.

11

κτύπον. ὡς οὖν σὲ οὐ θαμβοῦσιν τὰ ὑπ’ ἐμοῦ πολεμηθέντα ἔθνη, οὐδὲ ἐμὲ δειλαίνουσιν οἱ σοῦ κομπώδεις λόγοι.‘

3

.

3

.

1

Οὕτως γράψας ἐκπέμπει· Πῶρος δὲ ὠτρύνθη ἀναγνοὺς τὰ γράμματα 〈καὶ〉 συνάγει τὰ πλήθη καὶ πλείστους ἐλέφαντας καὶ ἕτερα γενναῖα θηρία,

3

.

3

.

2

ἅτινα συνεμάχοντο τοῖς Ἰνδοῖς. ὡς δὲ ἦλθον ἐγγὺς οἱ Μακεδόνες καὶ Πέρσαι καὶ ἑώρων τὴν παράταξιν τοῦ πολέμου, ἐφοβήθησαν οὐ τοὺς ὄχλους, ἀλλὰ τοὺς θῆρας. ἐκεῖ μὲν οὖν ἐδειλάνθη καὶ ὁ Ἀλέξανδρος ὁρῶν τὸ ξένον τῶν

3

.

3

.

3

θηρίων· ἀνθρώποις γὰρ ἔθος εἶχε μάχεσθαι. πολλὰ οὖν ἐν ἑαυτῷ σκεψά‐ μενος καὶ ἐξετάσας τὸν ἴδιον λογισμόν, πῶς δεῖ τοὺς θῆρας φονεῦσαι ἢ
ἀποδιῶξαι, ποιεῖ [δὲ] τί ὁ φρενήρης Ἀλέξανδρος; οὓς γὰρ εἶχε χαλκέους ἀνδριάντας, τούτους κελεύει πυρωθῆναι ἐπιμελέστατα καὶ διὰ σιδηρέων101

3

.

3

.

4

ἐργαλείων παραβληθῆναι τοῖς θηρίοις 〈ἐν〉 τῇ συμβολῇ τῆς μάχης. καὶ δὴ τῆς ὁρμῆς γενομένης ἐπεπήδων τὰ θηρία καὶ τῇ ὁρμῇ ἐδράσσοντο τῶν ἀνδριάντων καὶ ἀνῆπτον τὰ στόματα αὐτῶν. καὶ οὕτως τὴν ὁρμὴν τῶν θηρίων κατεπράϋνεν ὁ νουνεχὴς Ἀλέξανδρος.

3

.

3

.

5

Οἱ δὲ Πέρσαι μᾶλλον καταδυναστεύουσι τοὺς Ἰνδοὺς καὶ τούτους ἀπε‐ δίωκον τοξοβολίαις καὶ ἱππομαχίαις· πολλὴ δὲ αὐτῶν γίνεται μάχη ἀναι‐

3

.

3

.

6

ρούντων καὶ ἀναιρουμένων. πίπτει δὲ ὁ Ἀλεξάνδρου ἵππος ὁ Βουκέφαλος διαληφθεὶς ὑπὸ τοῦ Πώρου, καὶ ἐξησθένησε τὴν γνώμην· τούτου δὲ γενο‐ μένου ἀμελήσας τῆς μάχης αὐτὸς ἑαυτῷ ἔσυρε τὸν ἵππον, μὴ ἀρθῇ ὑπὸ τῶν πολεμίων.

3

.

4

.

1

Κεʹ οὖν ἡμέρας ἔμειναν πολεμοῦντες καὶ ἔκαμνεν τὸ Ἀλεξάνδρου στράτευμα, ὥστε αὑτοὺς παραδιδόναι. νοήσας ὁ Ἀλέξανδρος σιγὴν κελεύει

3

.

4

.

2

γενέσθαι καὶ ἀπεφήνατο πρὸς Πῶρον· ‘Πῶρε, οὐκ ἔστι τοῦτο βασιλέως δύναμις, ἐὰν εἰκῇ τὸ στράτευμα ἀπόληται, ἀλλὰ γενναιότης τοῦ ἰδίου σώματος, ἐὰν ἑκάτερος ἡμῶν ἔλθῃ εἰς μονομαχίαν περὶ τῆς βασιλείας.‘

3

.

4

.

3

ἐχάρη ὁ Πῶρος ἐπὶ τούτῳ καὶ ὑπέσχετο μονομαχῆσαι, ὁρῶν τὸ σῶμα τοῦ Ἀλέξάνδρου μὴ ἀναλογοῦν πρὸς τὸ ἑαυτοῦ σῶμα· ἦν γὰρ ὁ Πῶρος πηχῶν

3

.

4

.

4

εʹ, ὁ δὲ Ἀλέξανδρος πηχῶν γʹ. ἐπεὶ οὖν ἐστάθησαν ἐναντίον ἀλλήλων καὶ ἑκατέρων τὰ πλήθη ἀνεκρίνοντο, ἐξαίφνης θροῦς γίνεται εἰς τὸ τοῦ Πώρου στρατόπεδον. ὡς οὖν ὁ Πῶρος πτυρεὶς ἀπεστράφη, ὁ Ἀλέξανδρος κυλλάνας ἑαυτοῦ τοὺς πόδας ἐπήδησεν εἰς αὐτὸν καὶ ὑποτιθεὶς τὸ ξίφος
5ὑπὸ τὸν βουβῶνα πάραυτα ἀναιρεῖ τὸν Πῶρον.

3

.

4

.

5

Ἤρξαντο δὲ αἱ στρατιαὶ πρὸς ἄλληλα πολεμεῖν· καὶ ὁ Ἀλέξανδρος εἶπεν· ‘Τάλανες Ἰνδοί, τίνι πολεμεῖτε τοῦ βασιλέως ὑμῶν ἀναιρεθέντος;‘102

3

.

4

.

6

Οἱ δὲ εἶπον· ‘Ἵνα μὴ καὶ ἡμεῖς αἰχμαλωτισθῶμεν.‘ Ὁ δὲ εἶπεν· ‘Παύσασθε πολεμοῦντες καὶ εἰσέρχεσθε εἰς τὴν ἑαυτῶν πόλιν· οὐ γὰρ ὑμεῖς πρὸς τὸ

3

.

4

.

7

στρατόπεδόν μου ἐπολεμήσατε, ἀλλὰ Πῶρος.‘ Ταῦτα εἶπεν, ὅτι οὐκ ἀνη‐ λόγει τὸ στράτευμα αὐτοῦ πρὸς τοὺς Ἰνδούς. κελεύσας δὲ θάπτεσθαι τὸν Πῶρον βασιλικῶς καὶ τὰ τίμια πάντα βαστάξας τὴν ὁδοιπορίαν ἐποιεῖτο.

3

.

4

.

8

[Ὑπετάξατο δὲ ὁ Ἀλέξανδρος καὶ τοὺς λοιποὺς τόπους τῆς Ἰνδικῆς βασιλείας, ἐχειρώσατο δὲ καὶ τοὺς ὑπὸ Παυσανίαν Ἰνδούς. ἰδὼν δὲ καὶ Ἀόρνην καλουμένην ἔχουσαν τὸ ὕψος εʹ σταδίων, Ἀόρνην λεγομένην διὰ

3

.

4

.

9

τὸ μηδὲ ὀρνέοις ἐπιβατὴν εἶναι ... ἐπὶ τὴν Ἀόρνην ταύτην καὶ ὁ Διόνυσος στρατευσάμενος ἠδυνάτησεν ἑλεῖν, ὁμοίως δὲ καὶ Ἡρακλῆς διὰ τὸ ὕψος καὶ

3

.

4

.

10

διὰ τὴν ὀχυρότητα. εἷλεν δὲ ὁ Ἀλέξανδρος αὐτὴν τρόπῳ τοιῷδε. ἐκελεύσατο κατασκευασθῆναι πασσάλους σιδηροῦς καὶ τούτους ἐμπαγῆναι εἰς τοὺς κρημνούς, δι’ ὧν ἀναβαίνοντες οἱ Μακεδόνες † ὠχυρωμένοι τοῖς ὑπερμαχο‐ μένοις Ἰνδοῖς ἴσχυσαν καταλαβέσθαι τὴν πέτραν. καὶ τὴν μὲν Ἀόρνην οὕτω

3

.

4

.

11

κατελάβετο. Ἐπεὶ δὲ ταῦτα ἐχειρώσατο, ἀκούων ἐν τοῖς 〈τοῦ〉 Ὑδάσπου ποταμοῦ βασιλεύοντά τινα πρὸς ταῖς ἀνατολαῖς τοῦ ἡλίου, ἔχοντα [μὲν] πολὺ πλῆθος στρατοῦ καὶ ἐλεφάντων, ἐβούλετο καὶ ἐπ’ ἐκείνους στρατεύειν. προσκαλεσάμενος οὖν τοὺς Μακεδόνας παρακαλεῖ, ὅπως σὺν αὐτῷ καὶ ἐπὶ

3

.

4

.

12

τοῦτον στρατεύσωνται. ἦν δὲ ὁ Ἀλέξανδρος τολμηρότερος καὶ παραβολώ‐ τερος. ἔνθεν 〈δέ〉 τις καταμάθῃ τὴν εὐτολμίαν μάλιστα αὐτοῦ, ἦν πόλις τῆς Ἰνδικῆς, εἰς ἣν πολλοὶ πεφευγότες ἐκ τῶν ἄλλων πόλεων ἐληλύθεισαν

3

.

4

.

13

ὡς ἂν μεγίστην καὶ ὀχυρωτάτην. προσεβάλλετο οὖν ὁ Ἀλέξανδρος καὶ ταύτην ἐπολέμει. ἐπειδὴ δὲ προσετέθησαν κλίμακες, ἐκλάσθησαν καὶ ἐκω‐

3

.

4

.

14

λύθησαν οἱ Μακεδόνες ὑπερβῆναι εἰς τὴν πόλιν· μονὰς δὲ ἔμενεν ἡ τοῦ Ἀλεξάνδρου. συνιδὼν δὲ ὁ Ἀλέξανδρος τὸ γενόμενον εἰσῆλθεν εἰς τὴν πόλιν μετὰ δύο φίλων Πευκέστου καὶ Πτολεμαίου· οἱ δὲ ἐν τῇ πόλει θεωρήσαντες103

3

.

4

.

15

ὥρμησαν πρὸς αὐτόν. ἐν [μὲν] τούτῳ ὁ μὲν Πευκέστης καὶ Πτολεμαῖος παραστάντες αὐτῷ ἀπεμάχοντο, περὶ πλείονος ποιούμενοι τὴν τοῦ βασιλέως σωτηρίαν τῆς ἰδίας. ὁ δὲ Ἀλέξανδρος γενναίως ἀγωνιζόμενος ἐτρώθη ὑπὸ τὸν μαζόν· οἱ δὲ Μακεδόνες αἰσθόμενοι τὸ γεγονὸς καὶ ὑπερπηδήσαντες
5τὰς πύλας ἀνέρρηξαν, εἰσδραμόντες δὲ εἰς τὴν πόλιν ἅπαντας ἀνῄρουν, μὴ φειδόμενοι μήτε τῶν γυναικῶν μήτε τῶν νηπίων, ταύτην ὑπὲρ τοῦ

3

.

4

.

16

βασιλέως ποιούμενοι τὴν ἐκδίκησιν. οὕτως οὖν τῆς πόλεως παραληφθείσης παρῄνουν τὸν Ἀλέξανδρον οἱ Μακεδόνες μὴ φιλονεικίαν δεινῶς ἔχειν μηδὲ παραβολεύεσθαι.]

3

.

5

.

1

Μετὰ δὲ ταῦτα τὴν ὁδοιπορίαν πρὸς Ὀξυδράκας ἐποιεῖτο οὐχ ὡς ὄντας πολεμιστάς, ἀλλ’ ὡς γυμνοσοφιστὰς εἰς καλύβας καὶ εἰς κατάγαια

3

.

5

.

2

καταμένοντας. οἱ δὲ γράφουσιν αὐτῷ ἐπιστολήν· ‘Βραχμᾶνες γυμνοσοφισταὶ Ἀλεξάνδρῳ ἀνθρώπῳ ἐγράψαμεν. εἰ μὲν πρὸς ἡμᾶς παραγίνῃ πολεμήσων, οὐδὲν ὀνήσῃ· τὶ γὰρ 〈παρ’〉 ἡμῶν βαστάσαι οὐκ ἔχεις. εἰ δὲ θέλεις ὅσα ἔχομεν, οὐ δέεται ταῦτα 〈τοῦ〉 πολεμῆσαι· σοὶ γὰρ ἕπεται πολεμεῖν, ἡμῖν
5δὲ φιλοσοφεῖν.‘

3

.

6

.

1

Οὕτως ὁ Ἀλέξανδρος ἀναγνοὺς εἰρηνικῶς πρὸς αὐτοὺς πορεύεται καὶ ὁρᾷ πάντας γυμνοπεριβόλους. ἐξετάζει οὖν· ‘Τάφους οὐκ ἔχετε;‘ οἱ δὲ

3

.

6

.

2

εἶπον· ‘Τοῦτο τὸ χώρημα, ὅπου μένομεν, ἔστιν ἡμῶν ...‘ καὶ στραφεὶς
ἑτέρῳ εἶπε· ‘τίνες πλείονες, ἐκεῖνοι οἱ τελευτήσαντες ἢ οἱ ζῶντες;‘ καὶ ἀπεκρίθησαν· ‘οἱ μὲν τελευτήσαντες πλείονες, ἀλλὰ μὴ μέτρει τοὺς μηκέτι ὄντας· οἱ γὰρ ὁρώμενοι πλείονές εἰσι τῶν μηκέτι φαινομένων.‘ καὶ ἑτέρου104

3

.

6

.

3

ἐπύθετο· ‘τί ἰσχυρότερον, θάνατος ἢ ζωή;‘ εἶπεν· ‘ζωή, ὅτι ὁ ἥλιος ἀνα‐

3

.

6

.

4

τέλλων ἰσχυροτέρας τὰς ἀκτῖνας ἔχει, ἑσπέρας δὲ δύνων ἀσθενέστερος ὁρᾶται.‘ εἶπε πάλιν· ‘τί πλεῖον, ἡ γῆ ἢ ἡ θάλασσα;‘ εἶπεν· ‘ἡ γῆ· καὶ

3

.

6

.

5

γὰρ αὐτὴ ἡ θάλασσα ἐπὶ τῆς γῆς ἵδρυται.‘ ὁ δὲ εἶπε· ‘τί πάντων τῶν

3

.

6

.

6

θηρίων πανουργότερον;‘ καὶ εἶπεν· ‘ὁ ἄνθρωπος.‘ .... ἑτέρῳ ἔφη· ‘τίνα οὐ δυνάμεθα ψεύσασθαι, ἀλλὰ τὸν ἀληθινὸν λόγον αὐτῷ προσφέρομεν;‘ — ‘θεόν· οὐ γὰρ δυνάμεθα ψεύσασθαι τὸν πάντα εἰδότα.‘ ..

3

.

6

.

7

Εἶπεν αὐτοῖς· ‘τί θέλετε ἐξαιτήσασθαί με;‘ οἱ δὲ εἶπον· ‘ἀθανασίαν.‘ ὁ δὲ Ἀλέξανδρος εἶπεν· ‘ταύτην ἐγὼ οὐκ ἔχω τὴν ἐξουσίαν· καὶ γὰρ ἐγὼ θνητὸς ὑπάρχω.‘ οἱ δὲ εἶπον· ‘τί τοίνυν θνητὸς ὑπάρχων τοσαῦτα πολε‐ μεῖς; ἵνα πάντα ἄρας που ἀπενέγκῃς; σὺ πάλιν αὐτὰ ἑτέροις καταλείψεις.‘

3

.

6

.

8

καὶ εἶπεν αὐτοῖς ὁ Ἀλέξανδρος· ‘ταῦτα ἐκ τῆς ἄνωθεν προνοίας διοικοῦνται, ἵνα ἡμεῖς [ὑμῖν] διάκονοι γενώμεθα τῆς ἐκείνων ἐπιταγῆς. οὐ γὰρ κινεῖται
θάλασσα, εἰ μὴ πνεύσῃ ἄνεμος, οὐδὲ σαλεύεται δένδρα, εἰ μὴ ῥιπίζῃ105

3

.

6

.

9

πνεῦμα, οὐκ ἐνεργεῖται ἄνθρωπος εἰ μὴ ἐκ τῆς ἄνωθεν προνοίας. κἀγὼ δὲ παύσασθαι θέλω τοῦ πολεμεῖν, ἀλλ’ οὐκ ἐᾷ με ὁ τῆς γνώμης μου δεσπότης. εἰ γὰρ πάντες ὁμογνώμονες ἦμεν, ἀργὸς ἐτύγχανεν ὁ κόσμος, θάλασσα οὐκ ἐπλέετο, γῆ οὐκ ἐγεωργεῖτο, γάμοι οὐκ ἐπετελοῦντο, παιδο‐

3

.

6

.

10

ποιίαι οὐκ ἦσαν. πόσοι γὰρ ἐν τοῖς ὑπ’ ἐμοῦ γενομένοις πολέμοις ἐδυστύ‐ χησαν ἀπολέσαντες τὰ ἴδια, ἄλλοι δὲ ηὐτύχησαν ἐκ τῶν ἀλλοτρίων; πάντες γὰρ τὰ πάντων λαμβάνοντες ἑτέροις παραχωροῦμεν καὶ οὐδενὶ οὐδὲν ὑπάρχει.‘ Οὕτως εἰπὼν ὁ Ἀλέξανδρος ἀπεχώρει ...

3

.

17

.

1

Καὶ γράφει ἐπιστολὴν Ἀριστοτέλῃ περὶ τῶν ἐνεστώτων αὐτῷ πραγ‐ μάτων. [Ἐπιστολὴ Ἀλεξάνδρου Ἀριστοτέλῃ,]

3

.

17

.

2

Βασιλεὺς Ἀλέξανδρος Ἀριστοτέλῃ χαίρειν. τὸ συμβεβηκὸς ἡμῖν παρά‐ δοξον ἐπὶ τῆς Ἰνδικῆς χώρας ἀναγκαῖον ἐξειπεῖν. παραγενομένων γὰρ ἡμῶν εἰς τὴν Πρασιακὴν πόλιν, ἥτις ἐδόκει μητρόπολις εἶναι τῆς Ἰνδικῆς

3

.

17

.

3

χώρας, κατελάβομεν παρ’ αὐτὴν ἐναργὲς ἀκρωτήριον τῆς θαλάσσης. καὶ ὁρμήσαντός μου σὺν ὀλίγοις ἐπὶ τὸ προειρημένον [καὶ] καταμαθόντες εὕρομεν νεμομένους ἐκεῖ θηλυμόρφους ἰχθυοφάγους ἀνθρώπους. ἐμοῦ δὲ προσκαλεσαμένου τινὰς εὗρον βαρβάρους τῇ διαλέκτῳ, καὶ πυνθανομένου
5μου περὶ τῶν τόπων ἐσήμαναν ἡμῖν νῆσον, ἣν πάντες ἑωρῶμεν ἐν μέσῳ
πελάγει, ἣν ἔφησαν πάνυ ἀρχαίου βασιλέως εἶναι τάφον, ἐν ᾧ χρυσὸν106

3

.

17

.

4

πολὺν ἱερῶσθαι. ... οἱ βάρβαροι ἀφανεῖς ἦσαν τὰ ἴδια πλοιαρίδια κατα‐ λιπόντες, ἅπερ ἦν ιβʹ. καὶ δὴ Φείδωνος τοῦ γνησιωτάτου μου φίλου καὶ Ἡφαιστίωνος καὶ Κρατεροῦ καὶ τῶν λοιπῶν φίλων μὴ ἐασάντων με δια‐

3

.

17

.

5

βῆναι—Φείδων γὰρ ἔλεγεν· ‘Ἐπίτρεψόν με πρὸ σοῦ καταπλεῦσαι, ἵνα εἰ κακόν τί ἐστι, πρὸ σοῦ ἐγὼ κινδυνεύσω· εἰ δὲ μή, ἐγὼ ὕστερον ἐπι‐ πέμψω τὸ σκάφος. εἰ γὰρ δὴ Φείδων ἐγὼ ἀπόλωμαι, ἕτεροί σοι φίλοι εὑρεθήσονται· ἐὰν δὲ σὺ Ἀλέξανδρος, ὅλη ἡ οἰκουμένη ἐδυστύχησεν‘ —

3

.

17

.

6

πεισθεὶς [δὲ] αὐτοῖς συνεχώρησα διαβαίνειν. καὶ ἐκβάντων αὐτῶν ἐπὶ τὴν νομιζομένην νῆσον ὥρας διελθούσης ἄφνω ἔδυνε 〈τὸ〉 θηρίον εἰς τὸν βυθόν.

3

.

17

.

7

ἡμῶν δὲ κραξάντων καὶ ἀφανοῦς γενομένου τοῦ θηρίου οἱ μὲν κακῶς ἀπώλοντο σὺν τῷ γνησιωτάτῳ φίλῳ· καὶ λίαν ἠχθόμην, τοὺς δὲ βαρβάρους ζητήσας οὐχ εὗρον.

3

.

17

.

8

Ἐμείναμεν δὲ ἡμέρας ηʹ ἐπὶ τοῦ ἀκρωτηρίου καὶ εἴδομεν ἑβδομαῖον τὸ θηρίον, ἐλέφαντας ἐπ’ αὐτῷ ἔχον. ποιησάντων δὲ ἡμῶν ἱκανὰς ἡμέρας ἀνεχωρήσαμεν εἰς τὴν Πρασιακὴν πόλιν.

3

.

17

.

9

.. † τὰ δὲ πλεῖστα καὶ παραδοξότατα θεωρήσας, ἅπερ ἦν ἀναγκαῖον δηλῶσαί σοι. εἶδον γὰρ θῆρας ποικίλους καὶ τόπους † φυσικῶν θεωρίαν ἑρπετῶν τε γένη· τὸ δὲ πάντων θαυμαστότατον, ἡλίου καὶ σελήνης

3

.

17

.

10

ἔκλειψιν .. χειμών τε πικρός. νικήσαντες γὰρ Δαρεῖον τὸν τῶν Περσῶν βασιλέα καὶ τοὺς αὐτοῦ [καὶ] ὑποτάξαντες τὴν χώραν ὅλην ἐπορευόμεθα
ὁρῶντες τὰ ἀγαθά. ἦν γὰρ χρυσὸς καὶ κρατῆρες 〈λίθοισ〉 κεκοσμημένοι, ὧν ἐχώρει ἕκαστος κρατὴρ † ἕνα ἥμισυ, ἄλλος δὲ ὀκτώ, καὶ ἕτερα πλεῖστα107
5θεάματα.

3

.

17

.

11

Ἀρχὴν δὲ ποιησάμενοι τῆς πορείας ἀπὸ 〈πυλῶν〉 Κασπιακῶν ὡδεύ‐ σαμεν. ἅμα δὲ γενέσθαι ὥραν ιʹ ἐσάλπιζεν ἐπὶ τὸ δεῖπνον ... καὶ κοι‐ μᾶσθαι ἐπὶ κοίτης· ἅμα δὲ τοῦ ἡλίου ἀνατέλλοντος ἡ σάλπιγξ ἐσήμανεν

3

.

17

.

12

... ἕως ὥρας δʹ· ὑπουργίας [δὲ] τοσαύτης οὔσης περὶ τοὺς στρατιώτας, ὥστε τὸν ἕνα ἕκαστον κεκοσμῆσθαι ὑποδέσεσι καὶ κνημῖσι καὶ περιμήροις [καὶ] δερματίνοις καὶ θώραξι τὰ σώματα αὐτῶν 〈περιβάλλεσθαι〉· προει‐ ρήκασι γὰρ οἱ ἐντόπιοι τὴν τῶν ἑρπετῶν ἐν ταῖς ὁδοῖς διαφθοράν, καὶ
5κατεκήρυξα μηδένα ἄνευ ταύτης τῆς διασκευῆς εἶναι.

3

.

17

.

13

Ὁδευσάντων δὲ ἡμῶν ὁδὸν ἡμερῶν ιβʹ ἤλθομεν εἴς τινα πόλιν, ἥτις ἦν μέση τοῦ ποταμοῦ. ὑπῆρχον δὲ ἐν τῇ πόλει κάλαμοι πηχῶν λʹ ... περί‐ μετρον ἔχοντες, ἀφ’ ὧν καὶ ἡ πόλις ἐστεγασμένη ἦν. οὐκ ἔκειτο δὲ εἰς

3

.

17

.

14

τὸ ἔδαφος, ἀλλ’ ἐπάνω τῶν προειρημένων καλάμων. ἐκεῖ οὖν τὴν παρεμ‐ βολὴν ἐκέλευσα παγῆναι. παραγενάμενοι δὲ ἐν ἐκείνῳ τῷ τόπῳ ὥρᾳ τρίτῃ τῆς ἡμέρας καὶ προσελθόντες τῷ ποταμῷ ηὕραμεν τὸ ὕδωρ πικρότερον
ἑλλεβόρου. θέλοντες οὖν διακολυμβῆσαι εἰς τὴν πόλιν ἀνῆλθον ἱπποπόταμοι108

3

.

17

.

15

καὶ ἥρπασαν τοὺς ἄνδρας. ἀπελείπετο οὖν ἡμῖν ἐκ παντὸς τρόπου ἀναχωρεῖν ἐκ τοῦ τόπου. καὶ σαλπίσαντες ... ἀπὸ ὥρας ϛʹ ἕως ὥρας ιαʹ τῷ ὕδατι ἦμεν ἐμπεποδισμένοι ἐπὶ τοσοῦτον, ὡς ἔβλεπον στρατιώτας τοῖς

3

.

17

.

16

ἰδίοις οὔροις προσχρωμένους. ἤλθομεν δὲ κατὰ τύχην εἴς τινα τόπον, οὗ ἦν λίμνη πάμφορος ὕλην ἔχουσα, ἐφ’ ἣν συνελθόντες ἐτύχομεν γλυκέος ὕδατος, ὥστε δοκεῖν μέλιτος διαφέρειν.

3

.

17

.

17

Λίαν οὖν περιχαρεῖς γενόμενοι εἴδομεν ἐπὶ τοῦ ἀκρωτηρίου στήλην ψηφίνην· ἦν δὲ ἐγγεγραμμένα ἐν αὐτῇ ταῦτα· ‘Σεσόγχωσις κοσμοκράτωρ ὕδρευμα ἐποίησα τοῖς τὴν ἐρυθρὰν θάλασσαν πλωϊζομένοις.‘

3

.

17

.

18

Ἐπέταξα οὖν παρεμβολὴν γενέσθαι καὶ τὰ πρὸς τὴν κοίτην ἀρτίζεσθαι καὶ πῦρ ἀνάπτειν. ἅμα δὲ τὴν σελήνην λαμπρὰν καὶ μετέωρον γενέσθαι περὶ ὥραν τρίτην τῆς νυκτὸς συνῆλθον [οὖν] τὰ θηρία ὅλης τῆς ὕλης ἐπὶ

3

.

17

.

19

τὴν προκειμένην λίμνην πρὸς τὸν ποτισμόν. ἦσαν δὲ σκορπίοι πηχυαῖοι, ἀμμοδύται, οἱ μὲν λευκοὶ οἱ δὲ πυρροί ... ἀγῶνος δὲ ἦμεν οὐ τοῦ τυχόντος· καὶ ἤδη τινῶν ἀπολωλότων καὶ † παίδων προχείρως κλαυθμῶν καὶ ὀλο‐ λυγμῶν γινομένων οὐ τῶν τυχόντων ἄρχεται θηρία τετράποδα παραγενέσθαι
5ἐπὶ τὸν πότον, ἐν οἷς ἦσαν λέοντες μείζονες τῶν παρ’ ἡμῖν ταύρων καὶ

3

.

17

.

20

ῥινοκέρωτες· καὶ πάντα ἐκ τῆς ὕλης τῶν καλάμων ἐξήρχοντο. σύαγροι δὲ μείζονες τῶν λεόντων—οἱ οὖν ὀδόντες αὐτῶν ἦσαν πηχυαῖοι—λύγγες τε καὶ παρδάλεις καὶ τίγρεις καὶ σκορπίουροι καὶ ἐλέφαντες καὶ βούκριοι καὶ ταυρελέφαντες, ἄνδρες τε ἑξάχειρες καὶ ἱμαντόποδες καὶ κυνοπέρδικες

3

.

17

.

21

ἄλλα τε ζῷα θηριόμορφα. ὁ δὲ ἀγὼν ἀναβολὴν οὐκ ἔσχε· σιδήρῳ 〈δὲ〉 ἠμυνάμεθα τὰ τοιαῦτα ...... νυκτάλωπες δὲ ἐκ τῆς ἄμμου ἀνεπήδων πηχῶν ιʹ, ἄλλοι δὲ πηχῶν ηʹ, κροκόδειλοί τε ἐκ τῆς ὕλης, οἵτινες τὰ σκευ‐109

3

.

17

.

22

ηφόρα ἀπώλλυον. νυκτερίδες δὲ ἦσαν περιστερῶν μείζονες ... ὀδόντας ἔχουσαι· νυκτικόρακες δὲ παρὰ τὴν λίμνην ἐκάθηντο, οὓς ἐθηρεύσαμεν ἡμεῖς καὶ μέγα ὄψον εἴχομεν ...

3

.

17

.

23

Ταῦτα δὲ πάντα διοικονομήσαντες ἤλθομεν εἰς τὴν κατὰ φύσιν ὁδὸν τὴν
φέρουσαν εἰς τὴν Πρασιακὴν γῆν. καὶ ἑτοίμως μου ἔχοντος ἀναζεῦξαι περὶ ἕκτην ὥραν γίνεται περὶ τὸν ἀέρα τοιαύτη θεωρία μηνὶ Δίῳ ἡμέρᾳ τρίτῃ· πρῶ‐ τον μὲν ἐξαίφνης πνοή, ὥστε τὰ σκηνώματα καταρριφῆναι καὶ ἡμᾶς ἑστῶτας110
5εἰς τὸ ἔδαφος καταπεσεῖν ...

3

.

17

.

24

Μετὰ δὲ ἡμέρας λʹ τῆς ὁδοῦ εὐβάτου γενομένης ἀνεζεύξαμεν καὶ μεθ’ ἡμέρας εʹ ἐκυριεύσαμεν τῆς Πρασιακῆς πόλεως σὺν Πώρῳ καὶ τοῖς σὺν

3

.

17

.

25

αὐτῷ [καὶ τοὺς ἐκείνῳ πᾶσιν]. παμπληθὴς δὲ ἦν ἀγαθοῖς, περὶ ὧν ἡμῖν γέγραπται. γενομένου δὲ 〈τούτου〉 καί μου τὰ πέριξ κατὰ φύσιν οἰκονο‐

3

.

17

.

26

μήσαντος καὶ τῶν Ἰνδῶν προθύμως συνελθόντων ἔλεγόν μοι· ‘Βασιλεῦ Ἀλέξανδρε, λήψῃ πόλεις καὶ βασιλείας καὶ ὄρη καὶ ἔθνη, εἰς ἃ οὐδεὶς τῶν

3

.

17

.

27

ζώντων ἐπέβη 〈ποτὲ βασιλεύσ〉.‘ ... τινὲς δὲ ἐκ τῶν πολυϊδρίων ἐλθόντες ἔλεγον· ‘Βασιλεῦ, ἔχομέν σοι δεῖξαί τι παράδοξον ἄξιόν σου· δείξομεν γάρ111

3

.

17

27bis

σοι 〈φυτὰ〉 ἀνθρωπιστὶ λαλοῦντα.‘ .. καὶ εἰσήνεγκαν ἡμᾶς εἴς τινα παράδεισον, ἔνθα ... ἥλιος καὶ [ἡ] σελήνη ἐν μέσῳ τοῦ παραδείσου· † κατὰ δὲ αὐτοὺς φρουρὰ ... ἱερὸν ἡλίου καὶ σελήνης. δύο δὲ ἦν δένδρα τὰ προειρημένα, ἃ ἦν παραπλήσια κυπαρίσσοις ... κύκλῳ δὲ ἦν δένδρα [τὰ
5προειρημένα] παρόμοια τῇ ἐν Αἰγύπτῳ μυροβαλάνῳ, καὶ ὁ καρπὸς ὅμοιος.

3

.

17

.

28

προσηγόρευον δὲ τὸ μὲν ἀρρενικὸν ἀρρένων λογισμόν, τὸ δὲ θηλυκὸν θηλειῶν· ὄνομα δὲ ἦν τοῦ ἑνὸς ἥλιος, τῆς δὲ θηλείας σελήνη, 〈ἃ〉 ἔλεγον τῇ ἰδίᾳ φωνῇ μουθοῦ ἐμαοῦσαι. ταῦτα δὲ περιεβέβλητο δορὰς παντοίων 〈θηρίων〉,

3

.

17

.

29

τὸ μὲν ἄρρεν ἀρρένων τὸ δὲ θῆλυ θηλειῶν. παρ’ αὐτοῖς δὲ σίδηρος οὐχ ὑπῆρχεν οὔτε χαλκὸς οὔτε κασσίτερος οὔτε πηλὸς 〈εἰσ〉 πλάσιν. ἐμοῦ δὲ ἐρωτῶντος τίνες αἱ δοραὶ δοκοῦσιν εἶναι, ἔφησαν λεόντων καὶ παρδάλεων. οὐκ ἔξεστι δὲ ὧδε τάφον ἔχειν εἰ μὴ τὸν τοῦ ἡλίου καὶ τῆς σελήνης 〈ἱερέα〉.
5περιβολαῖς δὲ ἐχρῶντο τῶν θηρίων ταῖς δοραῖς.112

3

.

17

.

30

Περὶ δὲ τῶν δένδρων τὴν αἰτίαν ἐζήτουν μαθεῖν· οἱ δὲ ἔφησαν· ‘Πρωίας γενομένης, ὅταν ὁ ἥλιος ἀνατείλῃ, φωνὴ ἐκ τοῦ δένδρου φέρεται, καὶ ὅταν κατὰ μέσον τοῦ οὐρανοῦ γένηται, καὶ ὅταν μέλλῃ δύνειν, τοῦτο

3

.

17

.

31

τρίτον· τὸ δ’ αὐτὸ καὶ ἐπὶ τῆς σελήνης.‘ καὶ οἱ δοκοῦντες ἱερεῖς εἶναι προσῆλθόν μοι λέγοντες· ‘Εἴσελθε καθαρὸς καὶ προσκύνησον.‘ συνεισῆγον δὲ τοὺς φίλους Παρμενίωνα Κρατερὸν 〈Φίλιππον〉 Ἰόλλαν Μαχήτην Θρασυλέοντα 〈Μαχάονα〉 Θεοδέκτην Διίφιλον Νεοκλῆν, ἄνδρας ιʹ. ὁ δὲ ἱερεὺς ἔλεγεν·

3

.

17

.

32

‘Βασιλεῦ, σίδηρον οὐ καθήκει εἰς τὸ ἱερὸν εἰσελθεῖν.‘ Προστάσσω οὖν τοῖς φίλοις τὰ ξίφη ἀποθέσθαι ἔξω τοῦ περιβόλου· συνεισῆλθον δέ μοι ἐκ τῆς δυνάμεως ἄνδρες τʹ ἀμάχαιροι. ἐκέλευσα οὖν τοὺς σὺν ἐμοὶ πάντας

3

.

17

.

33

κατοπτεῦσαι κύκλῳ τὸν τόπον. καὶ προσκαλοῦμαι ἐκ τῶν συνακολουθησάντων μοι Ἰνδῶν, ἵνα ἑρμηνείας τύχω παρ’ αὐτῶν. ὄμνυμι δὲ Ὀλύμπιον Ἄμμωνα Ἀθηνᾶν νικηφόρον θεοὺς ἅπαντας ... ἅμα τῷ δῦναι τὸν ἥλιον φωνὴ ἠνέχθη Ἰνδικὴ ἐκ τοῦ δένδρου, ἣ ἑρμηνεύθη μοι ὑπὸ τῶν Ἰνδῶν τῶν ὄντων

3

.

17

.

34

σὺν ἡμῖν. καὶ φοβούμενοι οὐκ ἤθελον μεθερμηνεῦσαι· σύννους ἐγενάμην καὶ εἵλκυσα αὐτοὺς κατὰ μόνας, καὶ εἶπον τοῦτο οἱ Ἰνδοί· ‘Ταχὺ ἀπολέσθαι

3

.

17

.

35

ἔχεις ὑπὸ τῶν ἰδίων.‘ ἐμοῦ δὲ καὶ τῶν παρεστηκότων μοι ἀποτερατωθέντων ἀπὸ τῆς σελήνης ἠβουλήθην πρὸς τὴν ἀνατολὴν ὀψίας πάλιν χρηματισθῆναι.
εἰκάσας δὲ τὸ μέλλον εἰσῆλθον καὶ ἠξίωσα, εἰ ἀσπάσομαι τὴν μητέρα μου113

3

.

17

.

36

Ὀλυμπιάδα καὶ τοὺς γνησίους μου φίλους. πάλιν δέ μοι τῶν φίλων παρεστώτων ἅμα τῷ τὴν σελήνην ἀνατεῖλαι φωνὴν τὸ δένδρον τὴν αὐτὴν ἐξήνεγκεν Ἑλληνικῇ διαλέκτῳ· ‘Βασιλεῦ Ἀλέξανδρε, ἐν Βαβυλῶνι δεῖ σε ἀποθανεῖν· ὑπὸ τῶν ἰδίων ἀναιρῇ καὶ οὐ δύνασαι ἀνακομισθῆναι πρὸς
5τὴν μητέρα σου Ὀλυμπιάδα.‘

3

.

17

.

37

Ἐμοῦ δὲ λίαν καὶ τῶν φίλων μου θαυμαζόντων ἐβουλόμην στεφάνους καλλίστους περιθεῖναι τοῖς θεοῖς. τοῦ δὲ ἱερέως λέγοντος· ‘Οὐκ ἐξὸν

3

.

17

.

38

τοῦτο γενέσθαι· εἰ δὲ βιάζει, πρᾶξον ὃ θέλεις· βασιλεῖ γὰρ νόμος ἄγραφοσ‘ ... περιλύπου δέ μου διακειμένου καὶ λίαν δυσφοροῦντος ὅ τε Παρμενίων καὶ ὁ Φίλιππος παρεκάλουν με περὶ τὸν ὕπνον γενέσθαι· μὴ βουληθέντος δέ μου ἀναστὰς ὤρθρισα 〈καὶ〉 περὶ τὴν ἀνατολὴν σὺν τοῖς ιʹ φίλοις καὶ τῷ
5ἱερεῖ καὶ τοῖς Ἰνδοῖς πάλιν εἰς τὸ ἱερὸν ἀπελθὼν καὶ διαστολὰς δοὺς προσελθών τε εἰς τὸ ἱερὸν σὺν τῷ ἱερεῖ καὶ ἐπιθεὶς τὴν χεῖρα πρὸς τὸ

3

.

17

.

39

δένδρον ἐπηρώτησα λέγων· ‘Εἰ πεπλήρωταί μοι τὰ τῆς ζωῆς ἔτη, τοῦτο βούλομαι παρ’ ὑμῶν μαθεῖν, εἰ ἀνακομισθήσομαι εἰς Μακεδονίαν καὶ ἀσπά‐

3

.

17

.

40

σομαι τὴν μητέρα μου καὶ τὴν γυναῖκα, καὶ τότε † ἀπαναλῦσαι.‘ Ἅμα δὲ τῷ γενέσθαι τὴν ἀνατολὴν τοῦ ἡλίου καὶ βαλεῖν τὴν αὐγὴν εἰς τὴν κορυφὴν

3

.

17

.

41

τοῦ δένδρου φωνὴ ἐξαυδᾷ διαρρήδην λέγουσα· ‘Πεπλήρωταί σου τὰ τῆς ζωῆς ἔτη καὶ ἀνακομισθῆναι οὐκ ἔχεις πρὸς Ὀλυμπιάδα τὴν μητέρα σου, ἀλλ’ ἐν Βαβυλῶνι ἔχεις ἀπολέσθαι. μετὰ δὲ ὀλίγον χρόνον καὶ ἡ μήτηρ σου καὶ ἡ γυνή σου κακὴν κακῶς ἀπολοῦνται ὑπὸ τῶν ἰδίων καὶ αἱ ἀδελφαί
5σου ὑπὸ τῶν περὶ σέ. καὶ περὶ τούτων μηκέτι ἀξίου· οὐ γὰρ ἀκούσῃ ἔτι πρὸς ἃ ἀξιοῖς.‘

3

.

17

.

42

Ἐκεῖθεν οὖν ἀναζεύξας περὶ ὥραν αʹ ... ἀπὸ τῆς Πρασιακῆς παρε‐ γενόμην 〈εἰς Περσίδα〉. ἠπειγόμην δὲ ἐπὶ τὰ Σεμιράμεως βασίλεια. 〈ταῦτα〉 ἀναγκαῖον ἡγησάμην δηλῶσαί σοι. ἔρρωσο.‘114

3

.

18

.

1

Οὕτως γράψας τὴν ἐπιστολὴν ὁ Ἀλέξανδρος τῷ Ἀριστοτέλει ἐπῆγε τὰ στρατεύματα ἐπὶ τὰ Σεμιράμεως βασίλεια· ἐπιθυμητικῶς γὰρ αὐτὰ εἶχε θεάσασθαι· ἦν γὰρ καθ’ ὅλην τὴν χώραν καὶ τὴν Ἑλλάδα περιφήμιστα

3

.

18

.

2

... ἐβασίλευε δὲ τῆς πόλεως γυνὴ ἔχουσα κάλλος ὑπερήφανον, μέσης ἡλικίας τυγχάνουσα 〈χήρα, τριῶν παίδων μήτηρ, ὄνομα Κανδάκη〉, Σεμιράμεως τῆς βασιλίδος 〈ἀπόγονοσ〉. πρὸς αὐτὴν ἔπεμψεν ἐπιστολὴν Ἀλέξανδρος περιέχουσαν οὕτως· [Ἐπιστολὴ Ἀλεξάνδρου Κανδάκῃ.]

3

.

18

.

3

‘Βασιλεὺς Ἀλέξανδρος βασιλίσσῃ Κανδάκῃ τῇ ἐν Μερόῃ καὶ τοῖς ὑπ’ αὐτὴν τυράννοις χαίρειν. παραγενάμενος εἰς Αἴγυπτον ἤκουσα παρὰ τῶν ἐκεῖ ἱερέων † εἶδον ὑμῶν τάφους καὶ οἰκητήρια δηλοῦντα, ὅτι χρόνον τινὰ ἐκυριεύσατε Αἰγύπτου καὶ Ἄμμων μεθ’ ὑμῶν ἐστράτευσε, μετὰ δὲ ὀλίγον

3

.

18

.

4

χρόνον πάλιν χρηματίσαντος Ἄμμωνος ἀνελύσατε εἰς τὴν ἰδίαν πόλιν. διὸ ἔπεμψα πρὸς ὑμᾶς· τόν τε ναὸν καὶ 〈τὸ〉 ξόανον τοῦ Ἄμμωνος ἀγάγετε ἐπὶ τὰ ὅρια, ἵνα θύσωμεν αὐτῷ. εἰ δὲ μὴ βούλεσθε ἔρχεσθαι σὺν αὐτῷ, συμμίξαντες ἐν τάχει ἐν Μερόῃ συμβουλευσώμεθα. πέμψατε ἡμῖν ἐνθάδε
5ἃ ἂν φαίνηται.‘115

3

.

18

.

5

Ἀντέγραψεν αὐτῷ καὶ ἡ Κανδάκη· [Ἐπιστολὴ Κανδάκης Ἀλεξάνδρῳ.] ‘Βασίλισσα Κανδάκη Μερόης καὶ οἱ ὑπ’ αὐτὴν τύραννοι βασιλεῖ Ἀλεξ‐ άνδρῳ χαίρειν. τότε μὲν ἔχρησεν Ἄμμων στρατεύειν εἰς Αἴγυπτον, νῦν δὲ μήτε αὐτὸν κινεῖσθαι μήτε ἄλλον τινὰ ἐπιβαίνειν εἰς αὐτήν, τοὺς δὲ

3

.

18

.

6

παραγινομένους πρὸς ἡμᾶς ἀμύνασθαι καὶ χρῆσθαι ὡς πολεμίοις. μὴ καταγνῷς δὲ τοῦ χρώματος ἡμῶν· ἐσμὲν γὰρ λευκότεροι καὶ λαμπρότεροι ταῖς ψυχαῖς τῶν παρὰ σοῦ λευκοτάτων. ὑπάρχομεν δὲ εἰς πλῆθος σκυτάλαι πʹ ἐν ἑτοίμῳ πρὸς τοὺς ἐπιόντας κακοποιεῖν. ὀρθῶς δὲ ποιήσεις Ἄμμωνα

3

.

18

.

7

θεὸν προτιμῶν. κομίζουσι δέ σοι οἱ παρ’ ἐμοῦ πρέσβεις χρυσᾶς πλίνθους ὁλοσφυρήτους ρʹ, Αἰθίοπας ἀνήβους φʹ, ψιττακοὺς ςʹ, σφίγγας ςʹ καὶ τῷ Ἄμμωνι τῷ ἡμετέρῳ θεῷ τῷ ἐπὶ τῶν ὁρίων τῆς Αἰγύπτου στέφανον διὰ σμαράγδων καὶ μαργαριτῶν ἀτρήτων, ἐσφραγισμένους ὁρμαθοὺς ιʹ ...

3

.

18

.

8

γλωσσοκόμια ἐλεφάντινα πʹ. ἔστι δὲ τὰ πεμφθέντα θηρίων γένη παρ’ ἡμῶν ἐλέφαντες τνʹ, παρδάλεις τʹ, ῥινοκέρωτες πʹ, πάνθηρες ͵δʹ, ἐν γαλε‐ άγραις κύνες ἀνθρωποφάγοι Ϟʹ, ταῦροι μάχιμοι τʹ, ὀδόντες ἐλεφάντων Ϟʹ,

3

.

18

.

9

δοραὶ παρδάλεων τʹ, ῥάβδοι ἐβένιναι ͵αφʹ. πέμψον οὓς βούλῃ τοὺς παρα‐ ληψομένους ταῦτα εὐθέως καὶ γράψον ἡμῖν, ὅτε ὅλης τῆς οἰκουμένης κεκυρίευκας.‘

3

.

19

.

1

Λαβὼν δὲ ὁ Ἀλέξανδρος καὶ διελθὼν ἔπεμψε Κλεομένην Αἰγύπτου

3

.

19

.

2

ἐπιμελητὴν ταῦτα παραληψόμενον· αὐτὸς δὲ ὥδευσε πρὸς αὐτήν. ἡ δὲ Κανδάκη ἀκούσασα περὶ Ἀλεξάνδρου [καὶ] πῶς ταῖς πόλεσιν ἐπιβαίνει καὶ πῶς χειροῦται τοὺς τηλικούτους βασιλεῖς, ἕνα τῶν ἑαυτῆς ζωγράφων φωνή‐
σασα Ἕλληνα ἐκέλευσε πορευθέντα αὐτὸν ὡς εἰς ὑπάντησιν αὐτῷ ἀγνωστὶ116
5ζωγραφῆσαι τὸν Ἀλέξανδρον καὶ ἐπιστρέψαντα δοῦναι τῇ Κανδάκῃ. ἡ δὲ λαβοῦσα ἔθετο ἐν ἀποκρύφῳ τόπῳ.

3

.

19

.

3

Ἐγένετο δέ τι τοιοῦτον. ὁ υἱὸς τῆς Κανδάκης ὀνόματι Κανδαύλης μετὰ ὀλίγων ἱππαστῶν κατατρέχει εἰς τὰς σκηνὰς Ἀλεξάνδρου· οἱ δὲ ἐκεῖ φύλακες συλλαμβάνουσιν αὐτὸν καὶ παριστῶσι τῷ σωτῆρι Πτολεμαίῳ ἔχοντι

3

.

19

.

4

τὰ δεύτερα τῆς βασιλείας· ἐκοιμᾶτο γὰρ ὁ Ἀλέξανδρος. ἐξήτασεν αὐτὸν ὁ Πτολεμαῖος· ‘τίς τυγχάνεις;‘ ὁ δὲ εἶπεν· ‘υἱὸς Κανδάκης τῆς βασιλίδος.‘ ὁ δέ· ‘τί οὖν ὧδε ποιεῖς;‘ ὁ δέ· ‘μετὰ τῆς γυναικός μου καὶ ὀλίγης στρατείας

3

.

19

.

5

ἠρχόμην ἐνιαύσιον τελέσαι μυστήριον παρὰ τὰς Ἀμαζόνας. ὁ δὲ τύραννος τῶν Βεβρύκων ἰδών με γυναῖκα ἔχοντα καὶ ἐξελθὼν μετὰ πλείστης δυνά‐ μεως ἥρπασεν αὐτὴν καὶ τοὺς πλείονάς μου στρατιώτας ἀνεῖλεν. συνέστρεφον

3

.

19

.

6

οὖν, ὅπως πλείονα δύναμιν παραλαβὼν κατασκάψω τὴν Βεβρυκίαν.‘ Ταῦτα ἀκούσας ὁ Πτολεμαῖος ἀνίσταται καὶ εἰσελθὼν πρὸς Ἀλέξανδρον καὶ

3

.

19

.

7

διυπνίσας αὐτὸν διηγεῖται αὐτῷ ἅπερ ἤκουσεν. ἀκούσας δὲ ὁ Ἀλέξανδρος εὐθέως ἐγείρεται καὶ ἄρας αὐτοῦ τὸ διάδημα ἔστεψε τὸν Πτολεμαῖον καὶ τὴν χλανίδα περιέβαλλεν αὐτῷ καὶ λέγει· ‘πορεύου ὡς σὺ τυγχάνων Ἀλέξ‐ ανδρος καὶ εἰπέ· Ἀντίγονόν μου τὸν παρασπιστὴν φωνήσατε· καὶ ὅταν
5ἔλθω, διήγησαί μοι περὶ ὧν εἶπές μοι καὶ εἰπέ· τί βουλευσόμεθα περὶ αὐτοῦ; δός μοι συμβουλίαν.‘

3

.

19

.

8

Ἐξῆλθε δὲ ὁ Πτολεμαῖος· ὃν θεασάμενα τὰ στρατεύματα συνεφορά‐ ζοντο, τί πάλιν ἐνθυμεῖται ὁ φρενήρης Ἀλέξανδρος. ὁ Κανδαύλης δὲ ἰδὼν αὐτὸν ἐν τῇ βασιλικῇ ἐσθῆτι ἐδεδοίκει, μὴ κελεύσῃ αὐτὸν ἀναιρεθῆναι·

3

.

19

.

9

αὐτὸν γὰρ ὑπώπτευεν εἶναι τὸν Ἀλέξανδρον. εἶπε δὲ ὁ Πτολεμαῖος· ‘Ἀντί‐ γονόν μοί τις καλεσάτω τὸν παρασπιστήν μου.‘ προσῆλθεν Ἀλέξανδρος· εἶπεν ὁ Πτολεμαῖος· ‘Ἀντίγονε, οὗτός ἐστιν ὁ υἱὸς Κανδάκης τῆς βασιλίσσης· ἡρπάσθη δὲ αὐτοῦ ἡ γυνὴ ὑπὸ τοῦ τυράννου τῶν Βεβρύκων. τί μοι συμ‐

3

.

19

.

10

βουλεύεις ποιῆσαι;‘ ὁ δὲ εἶπεν· ‘Ἀλέξανδρε, συμβουλεύομαί σοι καθοπλί‐ σαντά σου τὴν στρατείαν πολεμῆσαι τοῖς Βέβρυξιν, ἵνα λυτρωσώμεθα αὐτοῦ

3

.

19

.

11

τὴν γυναῖκα καὶ παραδώσωμεν αὐτῷ εἰς τιμὴν τῆς μητρὸς αὐτοῦ.‘ Ὁ δὲ Κανδαύλης ἔχαιρε ταῦτα ἀκούων· εἶπε δὲ ὁ Πτολεμαῖος· ‘εἰ τοῦτο βούλῃ, Ἀντίγονε, τοῦτο καὶ ποίησον· ὡς παρασπιστής μου κέλευσον ἑτοιμάζεσθαι
τὴν στρατείαν.‘117

3

.

20

.

1

Οἱ μὲν οὖν ἡτοιμάζοντο κελεύοντος τοῦ Πτολεμαίου· ὁ δὲ Ἀλέξανδρος ἔφθασεν ἐπὶ τὸν τόπον παρὰ μίαν ἡμέραν. καὶ εἶπεν ὁ Ἀντίγονος· ‘Ἀλέξανδρε, μὴ ὀφθῶμεν τοῖς Βέβρυξιν ἡμέρας, μήποτε μαθὼν ὁ τύραννος

3

.

20

.

2

πρὸ τῆς μάχης τὴν τούτου γυναῖκα ἀναιρήσῃ. καὶ ποῖον ἔτι ἡμῖν ἐστι κλέος νίκης τοῦ Κανδαύλου ἀπολέσαντος τὴν γυναῖκα; ὥστε νυκτὸς εἰσβῶμεν εἰς τὴν πόλιν καὶ ἀνάψωμεν 〈τὰσ〉 οἰκίας, καὶ αὐτοὶ οἱ ὄχλοι τὴν γυναῖκα ἡμῖν παραδώσουσιν· οὐ γάρ ἐστιν 〈ἡ〉 μάχη περὶ βασιλείας, ἀλλὰ περὶ

3

.

20

.

3

ἀπαιτήσεως γυναικός.‘ Οὕτως εἰπόντος τοῦ Ἀντιγόνου προσέπεσεν αὐτῷ ὁ Κανδαύλης καὶ εἶπεν· ‘ὦ τῶν φρενῶν σου, Ἀντίγονε· εἴθε σὺ ἦσθα

3

.

20

.

4

Ἀλέξανδρος καὶ μὴ παρασπιστὴς Ἀλεξάνδρου.‘ καὶ δὴ νυκτὸς [εἰσβαινούσης] εἰσῆλθον εἰς τὴν πόλιν καὶ κοιμωμένων αὐτῶν ἀνάπτουσιν τὰ προάστεια. αὐτῶν δὲ διυπνισθέντων καὶ πυνθανομένων, τί τὸ αἴτιον τοῦ ἐμπρησμοῦ, ἐκέλευσεν ὁ Ἀλέξανδρος ἐκβοᾶν, 〈ὅτι〉 Κανδαύλης ἐστὶν ὁ βασιλεὺς μετὰ πλεί‐

3

.

20

.

5

στης δυνάμεως κελεύων ὑμῖν· ἀπόδοτέ μοι τὴν γυναῖκα, πρὶν ὅλην τὴν πόλιν καταφλέξω.‘ οἱ δὲ προληφθέντες πάντες καὶ γενόμενοι κατὰ τοῦ τυράννου αὐτῶν ἤνοιξαν τὰ βασίλεια καὶ σύγκοιτον οὖσαν τὴν γυναῖκα τῷ τυράννῳ ἀπέσπασαν καὶ παρέδωκαν αὐτὴν τῷ Κανδαύλῃ, τὸν δὲ τύραννον ἀνεῖλον.

3

.

20

.

6

Ὁ δὲ Κανδαύλης εὐχαριστήσας τῇ συμβουλίᾳ καὶ τῇ ἐπινοίᾳ τοῦ Ἀλεξάνδρου καὶ περιπλακεὶς αὐτῷ εἶπεν· ‘Ἀντίγονε, πίστευσον σεαυτὸν

3

.

20

.

7

ἐμοὶ 〈καὶ ἐλθὲ〉 πρὸς τὴν μητέρα μου, ἵνα σοι δῶρα βασιλικὰ δῶ.‘ ὁ δὲ Ἀλέξανδρος χαίρων εἶπεν· ‘αἴτησαί με παρὰ τοῦ βασιλέως· κἀγὼ γὰρ ἐπιθυμῶ θεωρῆσαι τὴν πόλιν.‘ μεταδέδωκε δὲ τῷ Πτολεμαίῳ Ἀλέξανδρος,

3

.

20

.

8

ἵνα αὐτὸν ἐκπέμψῃ ὡς ἄγγελον αὐτοῦ. εἶπε δὲ ὁ Πτολεμαῖος Κανδαύλῃ· ‘βούλομαι διὰ γραμμάτων ἀσπάσασθαί σου τὴν μητέρα· ὥστε παραλαβὼν τὸν ἄγγελόν μου Ἀντίγονον πάλιν σῶον ἔκπεμψον ὧδε, ὥσπερ καὶ σεαυτὸν

3

.

20

.

9

σῶον σὺν τῇ γυναικί σου ἀποκαθιστῶ.‘ ὁ δὲ εἶπε· ‘βασιλεῦ, οὕτω παρα‐ λαμβάνω τὸν ἄνδρα τοῦτον παρ’ ἐμαυτῷ ὡς αὐτὸν Ἀλέξανδρον. ἐκπέμψω δέ σοι αὐτὸν μετὰ βασιλικῶν δώρων.‘

3

.

21

.

1

Καὶ δὴ πορευόμενος ἔλαβεν ἱκανὴν στρατείαν καὶ τῆς ὁδοιπορίας τὰ κτήνη καὶ ἁμάξας. ὁδεύων δὲ ἐθαύμαζε τὰ ποικίλα ὄρη τῆς κρυσταλλο‐
φόρου τὰ φθάνοντα μέχρι τῶν οὐρανίων νεφῶν καὶ τὰ δένδρα τὰ ὑψι‐ πέτηλα καρπῶν καταγέμοντα, οὐχ ὡς παρ’ Ἕλλησιν, ἀλλ’ ὡς ἴδια θαύ‐118

3

.

21

.

2

ματα. μηλέαι γὰρ ἦσαν χρυσίζουσαι ... ὥσπερ τῶν παρ’ Ἕλλησι κιτρίων, καὶ βότρυες σταφυλῆς, ὡς μὴ δύνασθαι δραγμὸν ἕνα χωρῆσαι, καὶ ῥοιαὶ

3

.

21

.

3

〈τὸ〉 τῶν βαλάνων ἔχουσαι περίμετρον ὡς πεπόνων μεῖζον. πλεῖστοι δὲ δράκοντες περὶ τὰ δένδρα ἐνειλοῦντο καὶ σαῦροι ἰχνευμόνων μείζονες πίθηκοί τε οὐδὲν ἀποδέοντες τῶν παρ’ Ἕλλησιν ἄρκτων ἄλλα τε ζῷα

3

.

21

.

4

μυρία ποικίλα τῇ χροᾷ καὶ ξένα τῇ μορφῇ. ἔνιοι δὲ ἦσαν τόποι ἔνθεοι καὶ κοῖλοι πετρώδεις καταβάσεις ἔχοντες. εἶπεν ὁ Κανδαύλης· ‘Ἀντίγονε, τὰ ὧδε θεῶν οἰκητήρια καλεῖται, καὶ πολλάκις ἐν τούτοις τοῖς σπηλαίοις ὁρῶνται ἐπὶ κλιντηρίων θεοὶ τῷ αὐτοὺς καλέσαντι βασιλεῖ. ὥστε ἐὰν
5θέλῃς ἆρον σπονδὴν καὶ ποίησον θυσίαν ἐν τοῖς τόποις, καὶ φανήσονταί

3

.

21

.

5

σοι.‘ καὶ ὁ μὲν Κανδαύλης οὕτως εἶπε. καὶ τὴν πορείαν ἐποιοῦντο καὶ ἔφθασαν εἰς τὰ βασίλεια, καὶ ὑπήντησαν αὐτῷ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ἡ

3

.

21

.

6

μήτηρ. καὶ ὡς ἔμελλον περιπλέκεσθαι αὐτῷ, ὁ Κανδαύλης εἶπεν· ‘οὐ πρότερον ἐμοὶ περιπλακήσεσθε, ἀδελφοί, εἰ μὴ ἂν τὸν σωτῆρά μου γενό‐ μενον καὶ τῆς γυναικός μου εὐεργέτην ἀσπάσησθε, Ἀντίγονον ἄγγελον

3

.

21

.

7

βασιλέως Ἀλεξάνδρου.‘ οἱ δὲ εἶπον· ‘τί σοι παρέσχε σωτήριον‘; ὁ δὲ διηγήσατο αὐτοῖς τὴν ἁρπαγὴν τῆς γυναικὸς τὴν γεναμένην ὑπὸ τῶν Βεβρύ‐ κων καὶ τὴν ἄλλην βοήθειαν, 〈καὶ〉 περιεπλάκησαν αὐτῷ οἱ ἀδελφοὶ καὶ ἡ μήτηρ. λαμπρὸν δὲ καὶ βασιλικὸν γίνεται δεῖπνον.

3

.

22

.

1

Τῇ δὲ ἑξῆς προῆλθεν ἡ Κανδάκη ἐν βασιλικῷ διαδήματι ἐμφαίνουσα ὑπερμεγέθη τὴν ἡλικίαν καὶ τὴν ὄψιν ἡμίθεον, ὡς δοκεῖν τὸν Ἀλέξανδρον

3

.

22

.

2

ὁρᾶν τὴν ἑαυτοῦ μητέρα Ὀλυμπιάδα. ἔβλεπε δὲ τὰ βασίλεια λάμποντα
χρυσορόφοις στέγεσιν καὶ πετρώδεσι τοίχοις. στρωμναὶ δὲ ἦσαν, σηρικῆς ὑφάσματα τέχνης, χρυσῷ δεδημιουργημέναι, κλιντῆρες δὲ οὐνιώνων καὶ βηρύλλων τὰς βάσεις ἔχοντες. τὰ δὲ ἀνάκλιντρα ἱμαντοδέτοις κολλήμασιν119
5ἐπτυγμένα τράπεζαί τε ἐλεφαντίνοις ἥλοις ἡλωμέναι ... ὥστε διὰ τὸ πλῆθος

3

.

22

.

3

μὴ δυνηθῆναι ἀριθμεῖσθαι· ἅρματα δὲ δρεπανηφόρα τετορνευμένα ἐκ πορφυ‐ ρίτου λίθου σὺν τοῖς ἡνιόχοις καὶ πώλοις, ὡς δοκεῖν αὐτοὺς εἰς δρόμον ὁρμᾶν, καὶ ἐλέφαντες ἐκ τοῦ ὁμοίου λίθου [χρώματος] γλυφέντες τοῖς ποσὶ συμπατοῦντες τοὺς πολεμίους καὶ ταῖς προβοσκίσιν εἱλίσσοντες τοὺς ἀντι‐

3

.

22

.

4

δίκους· ὅλοι τε ναοὶ σὺν τοῖς κίοσιν ἐκ μιᾶς ψήφου γεγλυμμένοι, καὶ βαρ‐ βάρων θεῶν ἀγάλματα τοῖς ὁρῶσι μετά τινος φόβου ἐκφαίνοντα τὴν ὄψιν εἰς τὸ αἱματηρόν, δοκοί τε οὐρανομήκεις 〈εἰσ〉 τὸ ὕψος ἐστεγασμένοι ὅσα

3

.

22

.

5

πλάτανοι ἢ κυπάρισσοι· κατάρρυτος δὲ ποταμὸς χρυσοϋφὲς ὕδωρ διαβλύζων, ἄλλο γένος Πακτωλοῦ· καὶ † συγκείμενον δένδρον στιχηρὸν πίπερος ἤκμασεν ὀπώραν.

3

.

22

.

6

Ταῦτα ὁρῶν ὁ Ἀλέξανδρος ἀπεθαύμαζε. καὶ ἦν συνέστιος τοῖς ἀδελφοῖς Κανδαύλου· παρεκάλει δὲ ὁ Κανδαύλης τὴν μητέρα καὶ ἠξίου διδόναι τῷ ἀγγέλῳ ἄξια τῆς αὐτοῦ φρονήσεως δῶρα καὶ ἀπολῦσαι 〈αὐτόν〉.

3

.

22

.

7

τῇ δὲ ἑξῆς λαβοῦσα τῆς χειρὸς τὸν Ἀντίγονον Κανδάκη ἐδείκνυεν αὐτῷ κοιτῶνας διαυγεῖς ἐξ ἀερίτου λίθου, ὥστε τὸν ἥλιον διὰ τῶν μαρμάρων ὑπονοεῖν ἔνδοθεν ἀνατέλλειν· καὶ ἐν αὐτῷ δὲ τρίκλινος ἐξ ἀμιάντων ξύλων,

3

.

22

.

8

ἅπερ ἐστὶν ἄσηπτα καὶ ἄκαυστα ἀπὸ πυρός. οἰκία δὲ ᾠκοδόμητο οὐ παγεῖσα τὸ θεμέλιον ἐπὶ τῆς γῆς, ἀλλὰ μεγίστοις τετραγώνοις [καὶ] ξύλοις πηχθεῖσα, ἐπὶ τροχῶν συρομένη ὑπὸ εἴκοσιν ἐλεφάντων· ὅπου δὲ ἐπο‐

3

.

22

.

9

ρεύετο ὁ βασιλεὺς πόλιν πολεμῆσαι, εἰς αὐτὴν κατέμενεν. εἶπε δὲ ὁ Ἀλέξανδρος τῇ βασιλίδι Κανδάκῃ· ‘ταῦτα πάντα ἄξιον θαυμάζειν, εἰ παρὰ τοῖς Ἕλλησιν ἐτύγχανε καὶ οὐ παρὰ σοί, ὅτι καὶ ὄρη τοιαῦτα τυγχάνει120

3

.

22

.

10

ποικίλα‘. παρωργίσθη Κανδάκη καὶ εἶπεν· ‘ἀληθῶς εἴρηκας, Ἀλέ‐ ξανδρε.‘ ὁ δὲ ἔκθαμβος γενόμενος τῷ ὀνόματι ἀπεστράφη. ἡ δὲ εἶπε· ‘τί ἀπεστράφης φωνηθεὶς Ἀλέξανδρος;‘ ὁ δὲ εἶπεν· ‘ἐγώ, κυρία, Ἀντί‐ γονος καλοῦμαι ἄγγελος Ἀλεξάνδρου‘. — ‘κἂν Ἀντίγονος καλῇ, παρ’ ἐμοῦ

3

.

22

.

11

βασιλεὺς Ἀλέξανδρος τυγχάνεις· ἄρτι δέ σοι δείξω.‘ καὶ κατέχουσα αὐτὸν 〈τῆς χειρὸσ〉 εἰσφέρει εἰς τὸν κοιτῶνα αὐτῆς καὶ εἶπεν· ‘ἐπιγινώσκεις

3

.

22

.

12

τὸν σεαυτοῦ χαρακτῆρα; τί τρέμεις; τί τετάραξαι; ὁ Περσολέτης, ὁ Ἰνδο‐ λέτης, ὁ καθελὼν τρόπαια Μήδων καὶ Πάρθων νῦν χωρὶς πολέμων καὶ στρατείας ὑποχείριος ἐγίνου Κανδάκῃ βασιλίσσῃ· ὥστε γίνωσκε, Ἀλέξανδρε, ὅτι ὅστις δοκεῖ τῶν ἀνθρώπων φρονεῖν μέγα, ἄλλος μείζονα τούτου τὴν

3

.

22

.

13

φρόνησιν σχῇ‘. Ἐθυμαίνετο δὲ ὁ Ἀλέξανδρος καὶ ἔτριζε τοὺς ὀδόντας· εἶπεν ἡ Κανδάκη· ‘τί θυμαίνῃ; τί τρίζεις τοὺς ὀδόντας; τί δύνασαι

3

.

22

.

14

ποιῆσαι;‘ ... ὁ δὲ εἶπεν· ‘ἐὰν εἶχον τὸ ξίφος μου, ἀνῄρουν σε πρώτην, ἵνα μὴ ὑπῆρχόν σοι ὑποταγείς, εἶτα 〈ἐμαυτόν, διότι〉 ἐμαυτοῦ προδότης ἐγενόμην‘. ἡ δὲ εἶπε· ‘καὶ τοῦτο γενναῖον καὶ βασιλικόν. ἀλλὰ μηδὲν ἀγωνιάσῃς, Ἀλέξανδρε· ὡς γὰρ σὺ τὸ τέκνον μου καὶ τὴν γυναῖκα αὐτοῦ
5ἀπὸ τῶν Βεβρύκων ἔσωσας, κἀγώ σε οὕτω φυλάξω πρὸς τοὺς βαρβάρους

3

.

22

.

15

μὴ εἶναι Ἀλέξανδρον. ἐὰν γὰρ γνῶσιν, ὅτι σὺ εἶ Ἀλέξανδρος, ἀναιροῦσί σε εὐθέως, ὅτι καὶ σὺ Πῶρον ἀνῄρηκας· ἡ γὰρ γυνὴ τοῦ βραχυτάτου μου υἱοῦ θυγάτηρ ἐστὶ τοῦ Πώρου. ὅθεν καλοῦ Ἀντίγονος· ἐγὼ γὰρ φυλάξω σου τὸ μυστήριον‘.

3

.

23

.

1

Ταῦτα εἰποῦσα συνεξῆλθεν αὐτῷ καὶ λέγει· ‘τέκνον Κανδαύλη καὶ
θυγάτηρ Μάρπησσα, εἰ μὴ κατ’ εὔκαιρον εὑρήκειτε τὴν στρατιὰν Ἀλε‐ ξάνδρου, οὔτε ἐγὼ σὲ ἀπελάμβανον οὔτε σὺ τὴν γυναῖκά σου ηὕρισκες. ὥστε ἄξιοι γενώμεθα τοῦ ἀγγέλου Ἀλεξάνδρου καὶ δῶμεν αὐτῷ δωρεάσ‘.121

3

.

23

.

2

εἶπε δὲ ὁ υἱὸς αὐτῆς ὁ δεύτερος 〈Κάραγοσ〉. ‘ἔστω, μῆτερ· Ἀλέξανδρός μου διέσωσε τὸν ἀδελφὸν καὶ τὴν τούτου γυναῖκα· δῶμεν ὃ βούλει.‘ ὁ δὲ τρίτος υἱὸς αὐτῆς εἶπε· ‘μῆτερ, ἀπόστα. 〈ἄχθεται〉 ἡ ἐμὴ γυνή, ἀναι‐ ρεθεὶς παρὰ Ἀλεξάνδρου ὁ πατὴρ αὐτῆς. καὶ αὐτὴ οὖν λυπῆσαι θέλει
5τὸν Ἀλέξανδρον καὶ τὸν ἐκείνου ἄγγελον ὑποχείριον ἔχουσα ὧδε ἀναιρῆσαι,

3

.

23

.

3

τοῦτον τὸν Ἀντίγονον‘. ἡ δὲ εἶπε· ‘καὶ τί σοι ὄφελος, τέκνον, ἐὰν τοῦτον ὧδε κολάσῃς; οὐδὲν μέλει Ἀλεξάνδρῳ, ἐὰν τοῦτον ὧδε ἀνέλῃσ‘. εἶπε δὲ ὁ Κανδαύλης· ‘ἀλλ’ ἐμοῦ οὗτος σωτὴρ ἐγένετο καὶ τῆς γυναικὸς καὶ δεῖ με

3

.

23

.

4

τοῦτον σῶον ἐκπέμψαι πρὸς Ἀλέξανδρον‘. ὁ δὲ εἶπεν· ‘οὐκοῦν καὶ ἡμεῖς ἕνεκα τούτου ὧδε συνάψωμεν πρὸς ἀλλήλους μάχην‘. ὁ δὲ Κανδαύλης

3

.

23

.

5

εἶπεν· ‘ἐγὼ μὲν οὐ θέλω· εἰ δὲ σὺ βούλει, ἑτοιμότερόν με εὑρήσεισ‘. ἡ δὲ Κανδάκη ἀγωνιάσασα περὶ τῶν τέκνων, μὴ ἔλθωσιν εἰς μάχην, καὶ λαβοῦσα τὸν Ἀλέξανδρον κατὰ μόνας εἶπεν· ‘πανταχοῦ φρενήρης γενάμενος οὐδεμίαν δύνασαι ἀφορμὴν εὑρεῖν φρενῶν, ὅπως μὴ διὰ σὲ πολεμήσωσί

3

.

23

.

6

μου τὰ τέκνα;‘ εἶπεν ὁ Ἀλέξανδρος· ‘〈Κάραγε καὶ σὺ〉 Κανδαύλη, ἐάν με ὧδε ἀναιρήσητε, οὐδὲν μέλει Ἀλεξάνδρῳ· οὐδὲ γὰρ οἱ ἄγγελοι τιμῆς τυγ‐ χάνουσι πρὸς μάχην. ὥστε εἰ καὶ ἐμὲ ὧδε ἀναιρήσητε, ἔχει ἄλλους ἀγγέλους

3

.

23

.

7

πλείους ὁ Ἀλέξανδρος. εἰ δὲ βούλεσθε παρ’ ἐμοῦ τὸν ἐχθρὸν εὐάλωτον λαβεῖν Ἀλέξανδρον, ὑπόσχεσθέ μοι δωρεῶν τι μέρος δοῦναι ἐνταῦθα, ἵνα πρὸς ὑμᾶς καταμείνω καὶ ποιήσω ὧδε τὸν Ἀλέξανδρον παραγενέσθαι, ὡς ὑμῶν βουλομένων ἃς ἡτοιμάσατε αὐτῷ δωρεὰς κατ’ ὄψιν ἀποδοῦναι, καὶ
5τότε τὸν ἐχθρὸν ὑποχείριον λαβόντες ἑαυτοὺς ἐκδικήσαντες ἀναπαῆτε‘.

3

.

23

.

8

Ἐπείσθησαν οἱ ἀδελφοί· ἡ δὲ Κανδάκη θαυμάσασα τῶν φρενῶν τοῦ Ἀλε‐ ξάνδρου εἶπεν αὐτῷ κατ’ ἰδίαν· ‘Ἀλέξανδρε, εἴθε ἦς μου καὶ σὺ υἱὸς καὶ διὰ σοῦ πάντων τῶν ἐθνῶν κατεκράτουν· οὐ γὰρ πολέμῳ ἐχειρώσω τὰς

3

.

23

.

9

πόλεις, ἀλλ’ ἀγχινοίᾳ πολλῇ.‘ ἥσθη μὲν οὖν παρ’ αὐτοῖς δορυφορούμενος,
ἐγκρατῶς τῆς Κανδάκης φυλαττούσης αὐτῷ τὸ μυστήριον.122

3

.

23

.

10

Μεθ’ ἡμέρας δὲ πορευομένου αὐτοῦ δίδωσιν ἡ Κανδάκη δῶρα βασι‐ λικά, στέφανον ἀδαμάντινον πολυτάλαντον καὶ θώρακα δι’ οὐνιώνων καὶ βηρύλλων χλαμύδα τε ἀστεροφεγγῆ ὁλοπόρφυρον διὰ χρυσοῦ, καὶ ἐκπέμπει αὐτὸν μετὰ παραδοχῆς καὶ τῶν ἰδίων στρατιωτῶν.

3

.

24

.

1

Ὁδοιπορήσας δὲ τεταγμένας ἡμέρας ἔφθασεν ἐπ’ ἐκεῖνον τὸν τόπον, ἔνθα ἐν σπηλαίῳ εἶπεν αὐτῷ ὁ Κανδαύλης θεοὺς διαιτᾶσθαι. θύσας δὲ τοῖς τόποις καὶ χοὰς σπεισάμενος εἰσῆλθεν ἔνδον μετὰ ὀλίγων στρατιωτῶν καὶ ὁρᾷ ὁμίχλην ἀστεροφεγγῆ στίλβοντά τε ὀροφώματα ἀστέρων βολαῖς,

3

.

24

.

2

ἔξωθεν δὲ φαντασίαν εἰδώλων καὶ θροῦν σιγῇ δεδουλωμένον. καὶ ὁρᾷ τινας ἀνακειμένους ἀστράπτοντας ἐκ τῶν ὀφθαλμῶν ὡς φέγγη, ἕνα δὲ λέ‐ γοντα· ‘χαίροις Ἀλέξανδρε· οἶδάς με [τὸ] τίς εἰμι;‘ ὁ δέ· ‘οὐ, κύριε‘. ὁ δὲ † ναός· ‘ἐγώ εἰμι Σεσόγχωσις κοσμοκράτωρ βασιλεύς, συνδίαιτος [με] θεῶν
5γενόμενος· οὐ τοσοῦτον δὲ εὐτύχησα ὅσον σὺ † καὶ σχῇς ὄνομα ἀθάνατον‘.

3

.

24

.

3

ὁ δέ· ‘πῶς, κύριε;‘ ...... εἶπε Σεσόγχωσις· ‘καλὸν μὲν θνητὸν ὄντα μὴ εἰδέναι, πότε τελευτᾷ· προσδεχόμενος γὰρ ἐκείνην τὴν ἡμέραν, ἀφ’ ἧς
ἡμέρας ἔμαθεν, ἐτελεύτησε. τὸ δὲ ἐν ἀγνοίᾳ παθεῖν τοῦτο λήθην παρέχει123

3

.

24

3bis

τὸ μὴ ἔχειν κατὰ γνώμην, εἰ καὶ ὅλως τελευτᾷ. ἣν μέντοιγε κτίζεις πόλιν περιφανὴς πᾶσιν ἀνθρώποις ἔσται· πολλοὶ δὲ βασιλεῖς ἐπιβήσονται τῷ ἐδάφει σε προσκυνοῦντες ὡς θεόν. 〈οἰκήσεις δὲ αὐτὴν καὶ〉 θανὼν καὶ μὴ θανών· τάφον γὰρ ἕξεις αὐτὸς ἣν κτίζεις πόλιν‘.

3

.

25

.

1

Οὕτως εἰπόντος τοῦ ἀγγέλου ἐξέρχεται ὁ Ἀλέξανδρος· καὶ παραλαβὼν τοὺς 〈ἰδίουσ〉 τὴν ὁδοιπορίαν ἐποιεῖτο. ὑπήντησαν δὲ αὐτῷ οἱ σατράπαι καὶ ἔστεψαν αὐτὸν τῷ διαδήματι καὶ ἔδωκαν αὐτῷ τὴν βασιλικὴν ἐσθῆτα.

3

.

25

.

2

καὶ τὴν πορείαν ἐπὶ Ἀμαζόνας ἐποιεῖτο· γενόμενος δὲ παρ’ αὐταῖς ἔπεμψεν αὐταῖς ἐπιστολὴν περιέχουσαν οὕτως· [Ἐπιστολὴ Ἀλεξάνδρου Ἀμαζόσιν.]

3

.

25

.

3

‘Βασιλεὺς Ἀλέξανδρος Ἀμαζόσι χαίρειν. τὴν μὲν πρὸς Δαρεῖον μάχην οἶμαι ὑμᾶς ἀκηκοέναι. ἐκεῖθεν δὲ εἰς τοὺς Ἰνδοὺς ἐστρατεύσαμεν καὶ εὑρόντες τοὺς † ἑπομένους αὐτῷ βασιλεῖς, ὄντας δὲ καὶ γυμνοσοφιστάς, καὶ λαβόντες φόρον παρ’ αὐτῶν ἀφήκαμεν ἐπὶ τῶν ἰδίων τόπων μένειν
5παρακαλέσαντας ἡμᾶς καὶ ἐν εἰρήνῃ τὴν χώραν κατεστήσαμεν, ὥστε ἡδέως

3

.

25

.

4

ἡμᾶς προσδέξασθαι καὶ θυσίαν ὑπὲρ ἡμῶν ποιῆσαι. ἐκεῖθεν δὲ ἀναζεύγ‐ νυμεν πρὸς ὑμᾶς· ὑμεῖς οὖν συναντήσατε ἡμῖν· οὐ γὰρ ἐρχόμεθα κακο‐ ποιήσοντες, ἀλλ’ ὀψόμενοι τὴν χώραν, ἅμα δὲ καὶ ὑμᾶς εὐεργετήσοντες. ἔρρωσθε.‘

3

.

25

.

5

Ταύτης τῆς ἐπιστολῆς ἀναγνωσθείσης γράφουσι καὶ αὐταί· [Ἐπιστολὴ Ἀμαζόνων Ἀλεξάνδρῳ.] ‘Ἀμαζόνων αἱ κράτισται .. Ἀλεξάνδρῳ βασιλεῖ χαίρειν. γεγράφαμέν σοι, ὅπως εἰδῇς πρὸ τοῦ σε ἐπιβάλλειν ἐπὶ τοὺς τόπους, ἵνα μὴ ἀδόξως ἀναλύσῃς· διὰ τῆς ἐπιστολῆς διασαφοῦμέν
5σοι τὰ κατὰ τὴν χώραν ἡμῶν καὶ ἡμᾶς οὔσας σπουδαίας. ἐσμὲν γὰρ

3

.

25

.

6

τοῦ Ἀμαζονικοῦ ποταμοῦ πέραν· οἰκοῦμεν δὲ ἐν νήσῳ· ἔστι δὲ τὸ περί‐ μετρον αὐτῆς ἐνιαυτοῦ 〈πορεία〉. κύκλῳ δὲ ποταμὸς οὐκ ἔχων ἀρχήν·
ἔστι δὲ μία πρόσοδος. ἐσμὲν δὲ αἱ κατοικοῦσαι παρθένοι ἔνοπλοι124

3

.

25

.

7

μυριάδες κʹ· ἄρσεν δὲ παρ’ ἡμῶν οὐδὲν ὑπάρχει· οἱ δὲ ἄνδρες πέραν τοῦ ποταμοῦ κατοικοῦσι τὴν χώραν νεμόμενοι. ἡμεῖς δὲ κατ’ ἐνιαυτὸν ἄγομεν πανήγυριν, ἱπποφονίαν θύουσαι τῷ Διὶ καὶ Ποσειδῶνι καὶ Ἡφαίστῳ ἐπὶ ἡμέρας λʹ ... ὅσοι δὲ βούλονται διακορεῦσαί τινας ἐξ ἡμῶν, καταμένουσι
5πρὸς αὐτάς· καὶ τὰ θηλυκά, ὅσα ἂν τίκτωσι, γενόμενα ἑπτέτη διαβιβάζουσι

3

.

25

.

8

πρὸς ἡμᾶς. ὅταν δὲ πολέμιοι ἐπιστρατεύωσι πρὸς ἡμᾶς, ἐκπορευόμεθα ἐφ’ ἵππων αἱ πλεῖσται μυριάδες κʹ· αἱ δὲ λοιπαὶ τὴν νῆσον φυλάττουσιν. καὶ ἐρχόμεθα εἰς συνάντησιν ἐπὶ τὰ ὅρια· οἱ δὲ ἄνδρες ὄπισθεν παρατε‐

3

.

25

.

9

ταγμένοι ἀκολουθοῦσιν. καὶ εἴ τις ἂν ἐν τῷ πολέμῳ τραυματίας γένηται ... προσκυνεῖται † διὰ τῆς ἡμέρας ἐπίετε φρέκετε ... συγγενείαις στέφανος ἀείμνηστος ὑπάρχει. εἴ τις δ’ ἂν πέσῃ ἐν τῷ πολέμῳ ὑπερμαχοῦσα, αἱ ἔγγιστα αὐτῆς χρήματα λαμβάνουσιν οὐκ ὀλίγα. ἐὰν δέ τις σῶμα ἀναγάγῃ
5τῶν ἐναντίων, πρόκειται ἆθλον χρυσοῦ καὶ ἀργύρου πλῆθος καὶ σίτησις

3

.

25

.

10

διὰ βίου. ὥστε ἡμᾶς ἀγωνίζεσθαι ὑπὲρ τῆς ἰδίας δόξης. κἂν πολεμίων κρατήσωμεν ἢ φύγωσιν, αἰσχρὸν αὐτοῖς καταλείπεται εἰς ἅπαντα τὸν χρόνον· ἐὰν δὲ ἡμᾶς νικήσωσιν, ἔσονται γυναῖκας νενικηκότες. ὅρα οὖν βασιλεῦ,

3

.

25

.

11

μὴ τὰ αὐτά σοι συμβήσεται. στεφανοῦμεν δέ σε κατ’ ἐνιαυτόν, ὅσον ἐὰν σὺ τάξῃς. βουλευσάμενος δὲ ἀντίγραψον ἡμῖν· εὑρήσεις δὲ ἡμῶν τὴν
παρεμβολὴν ἐπὶ τῶν ὁρίων.‘125

3

.

26

.

1

.... [Ἐπιστολὴ Ἀλεξάνδρου Ἀμαζόσιν.] ‘Ἀλέξανδρος βασιλεὺς Ἁμα‐ ζόσι χαίρειν. τὰ τρία μέρη τῆς οἰκουμένης κεκυριεύκαμεν, καὶ οὐ διελίπαμεν τρόπαια κατὰ πάντων ἱστάντες. αἰσχρὸν οὖν ἡμῖν ἀπολειφθήσεται, ἐὰν

3

.

26

.

2

μὴ στρατευσώμεθα ἐφ’ ὑμᾶς. εἰ μὲν οὖν θέλετε ἀπολέσθαι καὶ ἀοίκητον τὴν χώραν τὴν ἑαυτῶν γενέσθαι, μείνατε ἐπὶ τῶν ὁρίων. εἰ δὲ βούλεσθε εἰς τὴν ἰδίαν [πόλιν] οἰκεῖν καὶ μὴ πεῖραν πολέμου λαβεῖν, διαβᾶσαι τὸν

3

.

26

.

3

ποταμὸν ὄφθητε 〈ἡμῖν〉. ὡσαύτως δὲ καὶ οἱ ἄνδρες ταξάτωσαν ἑαυτοὺς ἐν τῷ πεδίῳ. καὶ ἐὰν ταῦτα πράξητε, ὄμνυμι πατέρα ἡμῶν Δία καὶ Ἥραν καὶ Ἄρην καὶ Ἀθηνᾶν νικαφόρον μὴ ἀδικῆσαι ὑμᾶς. ἀλλὰ καὶ ὃν δἂν βούλεσθε φόρον λήψομαι παρ’ ὑμῶν, καὶ οὐκ ἐλευσόμεθα εἰς τὴν

3

.

26

.

4

ὑμετέραν γῆν. ἃς δ’ ἂν κρίνητε, ἐφίππους ἐξαποστείλατε πρὸς ἡμᾶς· δίδομεν δὲ κατὰ μῆνα ἕκαστον ἑκάστῃ χρυσοῦ μνᾶς εʹ· μετὰ δὲ [τὸν] ἐνιαυ‐ τὸν αὗται μὲν ἀπελεύσονται ἐπὶ τὰ ἴδια, ἑτέρας δὲ ἀποστείλατε. βουλευσά‐ μεναι οὖν περὶ τούτων ἀντιγράψατε ἡμῖν. ἔρρωσθε.‘

3

.

26

.

5

... Ἐπιστολὴ Ἀμαζόνων Ἀλεξάνδρῳ. ‘Ἀμαζόνων αἱ κράτισται καὶ ἡγούμεναι βασιλεῖ Ἀλεξάνδρῳ χαίρειν. διδόαμέν σοι ἐξουσίαν ἐλθεῖν πρὸς ἡμᾶς καὶ θεάσασθαι ἡμῶν τὴν χώραν. τασσόμεθα δέ σοι διδόναι κατ’ ἐνιαυτὸν χρυσοῦ τάλαντα ρʹ καὶ τὰς κρατίστας φʹ ἐξαπεστάλκαμέν σοι εἰς

3

.

26

.

6

συνάντησιν, φερούσας σοι τὰ χρήματα καὶ ἵππους γενναίους ρʹ. αὗται ἔσονται παρὰ σοὶ τὸν ἐνιαυτόν· εἴ τις δ’ ἂν διακορευθῇ ὑπὸ ἀλλογενοῦς, ἔσται ὡς τὰ πάτρια ἐκβεβηκυῖα. γράψον δὲ ἡμῖν, ὅσαι ἂν παρὰ σοὶ καταμενοῦσι, τὰς δὲ

3

.

26

.

7

λοιπὰς ἐξαποσιείλας λήψῃ ἄλλας. πειθαρχοῦμεν δέ σοι καὶ παρόντι 〈καὶ ἀπόντι〉· ἀκούομεν γάρ σου τὴν ἀρετὴν καὶ ἀνδραγαθίαν· ἡμεῖς γάρ ἐσμεν 〈οὐδὲν〉 παρὰ τὴν οἰκουμένην πᾶσαν, ἣν ἐπελήλυθας, ὥστε [σοι] ἀντι‐
ποιεῖσθαι πραγμάτων· ἐδόκει δὲ ἡμῖν καὶ ἐπὶ τῆς ἰδίας οἰκεῖν πειθαρχούσας.‘126
5 〈Ταῦτα δὲ συντάξας τὴν ὁδοιπορίαν ἐποιεῖτο εἰς τὴν Πρασιακὴν γῆν. σφόδρα δὲ εἰς ἀθυμίαν ἦλθον οἱ στρατιῶται· θέρους γὰρ μεσάζοντος Ζεὺς οὐκ ἐπαύσατο ὕων ἡμέρας τεσσαράκοντα, ὥστε τοὺς τῶν ἀσπίδων ἀναφορέας ὑπὸ τοῦ ὕδατος σήπεσθαι, ἔτι δὲ καὶ τοὺς τῶν ἵππων χαλινούς. καὶ πολλοὶ τῶν πεζῶν τοὺς πόδας διαβεβρεγμένοι ἐτρώθησαν διὰ τὴν
10ἀνυποδησίαν. μόλις δὲ παυσαμένου τοῦ ὑετοῦ καῦμα ἐγένετο τοσοῦτον, ὥστε μηδένα δύνασθαι φέρειν· ἐγένοντο δὲ καὶ βρονταὶ μέγισται καὶ ἀστραπαὶ ἔπιπτον πυκναί, ὥστε φωνὰς περιτρέχειν † ὑπὸ τῶν στρατιωτῶν. μέλλων δὲ διαβαίνειν τὸν Ὕπανιν ποταμὸν ἐπυνθάνετο τῶν ἐγχωρίων περὶ τοῦ πλήθους τῆς τοῦ βασιλέως δυνάμεως, ὃς πέραν ἦν ἐν τῇ Πρασιακῇ
15γῇ. ἦν δὲ αὕτη παρὰ τὸν ὠκεανόν. καὶ εἶπον αὐτῷ οἱ ἐγχώριοι, ὅτι εἰσὶν αὐτοῦ ἐλέφαντες ἐπὶ φάτνῃ πεντακισχίλιοι καὶ ἅρματα μύρια καὶ ἀνθρώπων πολλαὶ μυριάδες. ταῦτα ἀκούσας ὁ φρενήρης Ἀλέξανδρος προνομεύσας τὴν παραποταμίαν καὶ τὴν ἄλλην χώραν τῶν Ἰνδῶν καὶ οὕτω βωμοὺς κτίσας ἐμπύρους διὰ τοῦ στρατεύματος αὐτοῦ θυσίας τοῖς θεοῖς ἐτελείωσεν.
20 Παρέλαβε δὲ γράμματα παρὰ τοῦ σοφοῦ Ἀριστοτέλους περιέχοντα οὕτως· ‘Ἀριστοτέλης βασιλεῖ Ἀλεξάνδρῳ χαίρειν. ἀπορῶ σφόδρα ζητῶν, τί πρῶτον, 〈τί〉 ἔπειτα, τί ἔσχατον καταλέξω. ὁ γὰρ Ζεὺς μαρτυρεῖ καὶ ὁ Ποσειδών, ὅτι τῶν εὐτυχῶν 〈σου〉 καὶ ἐπιφανῶν καὶ περιφήμων ἔργων πρῶτον τοῖς θεοῖς πᾶσι καὶ θεαῖς χάριν ἔχω. πάντα γὰρ ἀγῶνα καὶ
25ἆθλον καὶ κίνδυνον ὑποδεξάμενος ἐν οὐδενὶ κατελήφθης. ἐν γὰρ τῇ τῶν Ἰνδῶν χώρᾳ δὶς καὶ πλεονάκις εἰς χειμῶνας εἰσπεσὼν διεσώθης· εἰς δὲ ἐκείνην τὴν χώραν ἐάν τις εἰσελθεῖν τολμήσῃ, ἐπιφανῶν καὶ θαυμαστῶν ἔργων δόξαν λήψεται. στρατηγίας γὰρ γενναῖος ἀγωνιστὴς ὢν ῥᾳδίως γιγνώσκεται, καὶ Νέστωρ τὴν βουλήν, καὶ ἐν τῇ μάχῃ γενναῖός τις
30Ὀδυσσεύς, ὃς
πολλῶν ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω.
λέγω γάρ σοι, ἃ περὶ τριάκοντα ἔτη πέπρακται· περὶ οὗ λέγουσιν· ‘Ἀλεξανδρος ὁ Μακεδὼν ἀπὸ δυσμῶν εἰς ἀνατολὴν ἦλθε, καὶ γηθοσύνως αὐτὸν παρέλαβον οἱ Αἰθίοπες καὶ οἱ Σκύθαι127
35
οἱ μὲν δυσομένου Ὑπερίονος, οἱ δ’ ἀνιόντος. ἄλλοι δέ, οἳ ἐτόλμων ἀντιτάσσεσθαί σοι, καὶ αὐτοὶ ἔπεμψαν δεόμενοι, ὅπως φίλος αὐτοῖς γένῃ. εὖγε, βασιλεῦ ἰσόθεε, ἔρρωσο.‘ Ἀναλαβὼν δὲ τὸ στράτευμα ἦλθε καὶ ἐπορεύθη εἰς Βαβυλῶνα· καὶ παραγενόμενος ἐκεῖ λαμπρῶς ἐτιμήθη καὶ θυσίας προσήνεγκε τοῖς θεοῖς
40καὶ ἀγῶνα γυμνικὸν καὶ μουσικὸν ἐτέλεσεν.〉

3

.

27

.

1

Τούτων δὲ τῶν ἐπιστολῶν διαπεμφθεισῶν γράφει καθ’ ἑαυτὸν τὰ πεπραγμένα Ὀλυμπιάδι τῇ μητρὶ ἐν ἰδίᾳ γραφῇ οὕτως· [Ἐπιστολὴ Ἀλεξ‐ άνδρου Ὀλυμπιάδι].

3

.

27

.

2

Ὑπὲρ μὲν τῶν ἐν ἀρχῇ κατασταθέντων ἡμῖν ἕως τῶν κατὰ τὴν Ἀσίαν πραγμάτων πέπεισμαί σε εἰδέναι ἐκ τῶν παρ’ ἡμῶν γραφέντων. ἐδόκει

3

.

27

.

3

δὲ καὶ περὶ τῆς ἄνω πορείας βέλτιον δηλῶσαί σοι. ποιησάμενος γὰρ πορείαν ἐπὶ Βαβυλῶνα καὶ ἀναλαβὼν τῶν δυνάμεων μάλιστα χιλιάδας οβʹ πάλιν ἐποιησάμην ἄλλην πορείαν καὶ παραγενόμενος ἀνὰ παρασάγγας .. ἦλθον ἐπὶ τὰς Ἡρακλέους στήλας ἐν ἡμέραις Ϟεʹ. ἔφησαν γὰρ τὸν Ἡρακλέα
5ὅρους ποιῆσαι ἐν τῇ χώρᾳ, ἐν ᾗ ἐπορεύετο, στήλας βʹ, τὴν μὲν χρυσῆν τὴν δὲ ἀργυρῆν, τὸ μὲν ὕψος πηχῶν ιγʹ, τὸ δὲ πλάτος πηχῶν

3

.

27

.

4

βʹ. ἐμοῦ δὲ μὴ πιστεύοντος, εἴ εἰσι σφυρήλατοι, ἔδοξέ μοι θῦσαι τῷ Ἡρακλεῖ καὶ ἐκτρυπῆσαι μίαν τῶν στηλῶν· ἐφάνη δέ μοι ὁλόχρυσος. ἐγένετο δέ μοι πάλιν ἀναπληρῶσαι τὸ τρύπημα, καὶ εὑρέθησαν χρυσοῖ

3

.

27

.

5

͵αφʹ ἀναλωθῆναι. ἐντεῦθεν δὲ ἀναζευγνύω δι’ ἐρήμου καὶ κρημνώδους χώρας· ὑπὸ δὲ τῆς ὁμίχλης οὐκ ἦν ἰδεῖν τὸν παρεστῶτα ὅστις ποτέ ἐστιν.

3

.

27

.

6

περὶ μὲν οὖν τῶν τόπων ταῦτα· ἐβαδίζομεν δὲ ἀνὰ παρασάγγας .. [δι’ ἡμερῶν εʹ] καὶ ἤλθομεν ἐν ἡμέραις ζʹ ἐπὶ τὸν καλούμενον Θερμώδοντα

3

.

27

.

7

ποταμόν, ὃς ἐξερεύγεται .. χώραν πεδινὴν καὶ εὐδαίμονα. ὧδε δὲ ᾤκουν Ἀμαζονίδες γυναῖκες τῷ μεγέθει 〈καὶ κάλλει〉 ὑπερέχουσαι καθ’ ὑπερβολὴν τῶν λοιπῶν γυναικῶν καὶ κάλλιπποι. ἐσθῆτα δὲ φοροῦσιν ἀνθινήν· ὅπλοις δὲ ἐχρῶντο ἀργυραῖς ἀξίναις· σίδηρος δὲ καὶ χαλκὸς οὐκ ἦν παρ’ αὐταῖς.128

3

.

27

.

8

συνέσει δὲ ἦσαν καὶ ἀγχινοίᾳ κεκασμέναι. καὶ παρέβαλλον † τῷ δήμῳ παρὰ τὸν ποταμόν· οὐ γὰρ ἦν εἰς τὸ πέραν διαβῆναι, οὗ αἱ Ἀμαζόνες ᾤκουν. ἔστι γὰρ ὁ ποταμὸς μέγας καὶ ἀδιάβατος· ἔχει δὲ θηρίων πλῆθος καὶ λίθων μεγάλων. αὗται δὲ διαβᾶσαι παρετάξαντο ἡμῖν.

3

.

28

.

1

Καὶ λαβόντες παρ’ αὐτῶν φόρους ἀνεχωρήσαμεν ἐπὶ τὴν Ἐρυθρὰν θάλασσαν εἰς τὸν στενὸν τόπον· ἦν δὲ ἐκ δεξιῶν [τόπος καὶ] ὄρος ὑψηλόν,

3

.

28

.

2

τὸ δὲ ἐξ ἀριστερῶν θάλασσα ἐπέκλυζεν. θύσαντες δὲ τῷ Ποσειδῶνι [ἵππους] πώλους ιʹ καὶ ἀναπαυσάμενοι ἀνεζεύξαμεν καὶ ἤλθαμεν ἐπὶ τὸν Ἄτλαντα ποταμόν. ἐκεῖ δὲ οὐκ ἦν ὁρᾶν οὔτε τὴν γῆν οὔτε τὸν οὐρανόν· ἦν δὲ ἔθνη πολλὰ καὶ παντοδαπὰ ἐκεῖ κατοικοῦντα· εἴδομεν γὰρ κυνο‐
5κεφάλους 〈καὶ ἀκεφάλουσ〉 ἀνθρώπους, οἵτινες τοὺς ὀφθαλμοὺς εἶχον ἐπὶ τῷ στήθει καὶ τὸ στόμα ...

3

.

28

.

3

Ἀπὸ δὲ τοῦ τόπου τούτου ἦν γῆ ἀπέχουσα ... προσπλεύσαντες οὖν εὕρομεν πόλιν τοῦ Ἡλίου, ἧς ἦν περίμετρον σταδίων ρκʹ [Ἡλιοπολίτης],

3

.

28

.

4

πύργοι δὲ ἦσαν ιδʹ χρυσῷ καὶ σμαράγδῳ ᾠκοδομημένοι· τὸ δὲ τεῖχος ἐκ λίθου Ἰνδικοῦ. ἐν μέσῳ δὲ ἦν βωμὸς χρυσῷ καὶ σμαράγδῳ ᾠκοδομημένος, ἔχων ἀναβαθμοὺς ξʹ, ἐπάνω δὲ ἐφεστήκει ἅρμα ἵππων ἐκ χρυσοῦ καὶ

3

.

28

.

5

σμαράγδου· ἰδεῖν δέ αὐτὰ οὐκ ἦν ῥᾳδίως διὰ τὴν ὀμίχλην. ὁ δὲ ἱερεὺς τοῦ
Ἡλίου Αἰθίοψ ἦν ... εἶτα εὕραμεν σκότος· ἔδοξε δέ μοι πάλιν θῦσαι τῷ Ἡλίῳ129

3

.

28

.

6

Ἐπεὶ δὲ οὐχ εὑρήκαμεν φῶς, πάλιν ἀνεχωρήσαμεν καὶ ἤλθομεν ἐπὶ τὸν Τάναϊν ποταμόν, ὃς παρέρρει τὴν Ἀσίαν καὶ τὴν Εὐρώπην, καὶ ἤλθομεν ἐπὶ τὰ Κύρου βασίλεια καὶ Ξέρξου καὶ κατελάβομεν πολλὰς καὶ σπουδαίας οἰκίας χρυσοῦ καὶ ἀργύρου γεμούσας καὶ ἐπίσημα ποτήρια [τε] πολλὰ καὶ

3

.

28

.

7

ἄλλα σπουδαῖα. ἦν δὲ ὁ οἶκος μέγας προμήκης, οὗ αὐτὸς ὁ βασιλεὺς εἴθιστο χρηματίζειν, ἐν ᾧ ἔφασαν ὄρνεον ἀνθρωπίνῃ φωνῇ ἑρμηνεύειν

3

.

28

.

8

† ἡνίκα ἂν τὰς πρω † ἦν γὰρ ἐν μέσῳ τῆς ὀροφῆς ὀρτυγοτροφεῖον χρυσοῦν κρεμώμενον, ἐν ᾧ ἦν ὄρνεον ἡλίκον 〈περιστερά〉· τοῦτο ἔφασαν ἑρμηνεύειν τοῖς βασιλεῦσιν· ἐν αὐτῷ δὲ ἔφασαν εἶναι χρόνον ἱκανόν. βουλομένου δέ μου καθελεῖν αὐτό, ὅπως ἀποστείλω σοι, ὁ ἱερεὺς ἔφασκεν αὐτὸ ἱερὸν εἶναι.

3

.

28

.

9

Ἔτι δὲ ἐν τοῖς βασιλείοις τοῖς ἐν Σούσοις ἔστιν κρατὴρ ἀργυροῦς χωρῶν μετρητὰς τξʹ, ὃν καὶ ἐξεμετρήσαμεν 〈ἐν〉 τῷ μεγάλῳ δείπνῳ, ὅτε τὴν θυσίαν ἐποιησάμεθα τῶν Σωτηρίων. ἦν δὲ [ὁ] οἶκος κατεσκευασμένος εἰς τὸν Ἑλληνικὸν ῥυθμόν, ἔνθα αὐτὸς ὁ βασιλεὺς εἴθιστο χρηματίζειν.

3

.

28

.

10

ἐκεῖ ἔκειτο μὲν ἐν τῷ μέσῳ θρόνος χρυσοῦς· ὧδε ἔφασαν τὸν βασιλέα καθέζεσθαι, ὅταν πρέσβεσιν Ἕλλησι χρηματίζῃ. ἦν δὲ ἐνταῦθα καὶ ἡ

3

.

28

.

11

Γλαύκου τέχνη, ἐναρμόνιος λύρα αὐτομάτως κρουομένη· κύκλῳ δὲ ἔκειτο
τοῦ θρόνου κυλικεῖον χρυσοῦν πηχῶν ιϛʹ ἔχον ἀναβαθμοὺς ιβʹ καὶ ἄλλο παρὰ τοῦτο πηχῶν κζʹ· ἐπάνω δὲ ἐφεστήκει ἀετὸς χρυσοῦς ὑπερέχων ταῖς130

3

.

28

.

12

πτέρυξιν ὅλον τὸ κυλικεῖον. ἦν δὲ καὶ ἀναδενδρὰς ἑπτάκλαδος, ὅλη χρυσῆ, καὶ λεύκη καὶ πλάτανος καὶ μυρσίνη, πάντα ταῦτα εὖ εἰργασμένα. περὶ γὰρ τῶν λοιπῶν τί σοι μέλλω λέγειν; τοσαῦτα γὰρ ἦν, ὥστε ἀπὸ τοῦ πλήθους μὴ δύνασθαι αὐτὰ μνημονεύειν.‘

3

.

30

.

1

Ταύτης δὲ τῆς ἐπιστολῆς πεμφθείσης Ὀλυμπιάδι τῇ μητρὶ μετ’ ὀλίγας ἡμέρας, ὄντος αὐτοῦ ἐν Βαβυλῶνι καὶ μέλλοντος μεταλλάττειν τὸν βίον, μεγάλην τινὰ ἔμφασιν ποιεῖται τὸ δαιμόνιον [καὶ] σημείου γεναμένου

3

.

30

.

2

τοῦδε. τῶν γὰρ ἐγχωρίων γυναικῶν 〈τισ〉 ἔτεκε βρέφος, 〈ὃ〉 τὰ μὲν ἄνω μέλη τοῦ σώματος ἕως τοῦ ὀμφαλοῦ εἶχε πάντα παιδός, τὰ δὲ ὑποκάτω θηρίων ἀγρίων προτομαῖς ἐστεφανωμένα, ὥστε εἶναι ὅλον τὸν τύπον τῇ γραφομένῃ Σκύλλῃ παραπλήσιον, εἰ μὴ τῇ τῶν θηρίων ἀλλοιώσει καὶ τῷ
5πλήθει διήλλαττεν· 〈ἦσαν γὰρ αἱ προτομαὶ〉 λεόντων καὶ παρδάλεων καὶ

3

.

30

.

3

λύκων. καὶ τούτων μὲν ἦσαν αἱ μορφαὶ κινούμεναι καὶ εὔδηλοι πᾶσιν ... ἅμα δὲ τῷ τεκεῖν τὴν γυναῖκα τὸ προειρημένον βρέφος ἐμβαλοῦσα αὐτὸ εἰς τὸ προκόλπιον καὶ κατακαλύψασα παρεγένετο εἰς τὴν αὐλὴν Ἀλεξάνδρου καὶ λέγει· ‘Εἰσαγάγετέ με πρὸς τὸν βασιλέα· ἔχω γάρ τι περιχρήσιμον

3

.

30

.

4

αὐτῷ ἐμφανίσαι.‘ Ὁ δὲ ἐτύγχανεν ἀναπαυόμενος ἔν τινι κοιτῶνι μέσον ἡμέρας· ὡς δὲ διηγέρθη καὶ ἤκουσε 〈περὶ〉 τῆς γυναικός, προσέταξε καλεῖν

3

.

30

.

5

αὐτήν. ἡ δὲ εἰσελθοῦσα προσέταξε τοὺς ἔνδον μεταστῆναι· ἐξελθόντων δὲ πάντων ἀποκαλύψασα ἔδειξεν αὐτῷ τὸ γεννηθὲν τέρας 〈φάσκουσα αὐτὴ τετοκέναι〉.

3

.

30

.

6

Ἰδὼν δὲ αὐτὸ ὁ Ἀλέξανδρος ἐθαύμασε καὶ τοὺς μάγους καὶ τοὺς Χαλδαίους συγκαλεσάμενος ἐκέλευσε τὴν σύγκρισιν ποιήσασθαι περὶ τούτων,

3

.

30

.

7

ἀπειλήσας αὐτοῖς θάνατον ἢ ζημίαν, ἐὰν μὴ εἴπωσι τὴν ἀλήθειαν. ἦσαν δὲ οἱ ἐπιδοξότατοι καὶ συνετώτατοι τῶν Χαλδαίων εʹ. ὁ μὲν εἷς αὐτῶν κατὰ [μὲν] τὴν τέχνην πολὺ διέφερεν, ὃς οὐκ ἐτύγχανε κατὰ τὴν πόλιν131

3

.

30

.

8

παρεπίδημος ὤν. οἱ δὲ παρόντες ἀπεφήναντο ἰσχυρότατον καὶ φοβερώτατον ἔσεσθαι τὸν Ἀλέξανδρον τοῖς πολεμίοις καὶ κυριεύειν πάντων τῶν ἀνθρώπων

3

.

30

.

9

.... καὶ οὐδένα ἄλλον αὐτοῦ εἶναι καρτερώτερον. καὶ οὗτοι μὲν ταῦτα εἰπόντες ἀπηλλάγησαν· μετ’ αὐτοὺς δὲ παραγίνεται ὁ ἄλλος Χαλδαῖος ἐκ τῆς ἀποδημίας πρὸς Ἀλέξανδρον καὶ ἰδὼν τὴν διάθεσιν τοῦ σημείου ἀνε‐ βόησε μέγα καὶ τὸ ἱμάτιον διέρρηξε δεινοπαθῶν καὶ ἐδάκρυεν ἐπὶ τῇ
5μεταλλαγῇ τῇ μελλούσῃ γενέσθαι περὶ τὸν τηλικοῦτον Ἀλέξανδρον.

3

.

30

.

10

ὁ δὲ Ἀλέξανδρος ἰδὼν αὐτὸν περιπαθῆ γενόμενον ἠγωνίασεν οὐ μετρίως καὶ ἐκέλευσεν αὐτὸν θαρροῦντα λέγειν τὰ ἐκ τοῦ σημείου θεω‐

3

.

30

.

11

ρούμενα. ὁ δὲ λέγει αὐτῷ τάδε· ‘Βασιλεῦ, οὐκέτι σὺ ἐν τοῖς ζῶσι κατα‐ ρίθμητος εἶ, ἀλλὰ τὸ σῶμά σου λέλοιπε τὴν ἀνθρωπίνην φύσιν.‘ Τοῦ δὲ

3

.

30

.

12

Ἀλεξάνδρου ἀπαιτοῦντος αὐτὸν περὶ τοῦ τυχόντος ἀπεκρίθη αὐτῷ· ‘Κράτιστε πάντων, ὁ μὲν τύπος 〈ὁ〉 ἀνθρώπινος σὺ εἶ, τῶν δὲ θηρίων αἱ μορφαὶ οἱ περί σε ὄντες. εἰ μὲν οὖν τὸ ἄνω μέρος ἔζη καὶ 〈ἐν〉 κινήσει ἦν,

3

.

30

.

13

καθάπερ καὶ τὰ ζῷα τὰ ὑπὸ τοῦτο ὄντα ... ὥσπερ οὖν καὶ τοῦτο μετέστη ἐκ τοῦ ζῆν, οὕτω καὶ σὺ κεχώρισαι εἰς τοὺς μηκέτι ὄντας, 〈καὶ〉 ὃν τρόπον τὰ θηρία τὰ ὑπὸ τοῦτο ὄντα οὐ συμφωνοῦσιν, ἀλλὰ ἔχουσιν ἄγριον τὴν διάθεσιν πρὸς τοὺς ἀνθρώπους, οὕτως καὶ οἱ περί σε ὄντες

3

.

30

.

14

διάκεινται πρός σε. ἔσται δὲ πολὺς συγκλυσμὸς [σοι] κατὰ τὴν οἰκου‐ μένην σοῦ τελευτήσαντος, τῶν περί σε διενεγκάντων καὶ † περὶ αὐτοὺς ἀκροφώνουν.‘132

3

.

30

.

15

Οὕτως ταῦτα εἰπὼν ἐξῆλθεν ἔξω, τὸ δὲ βρέφος κατακαῦσαι ἔκρινεν ὁ Χαλδαῖος. ὁ δὲ Ἀλέξανδρος ἀκούσας ταῦτα εἶπεν· ‘Ὦ Ζεῦ, τὴν μὲν ἐπιβολὴν δοίης ἡμᾶς ἐπὶ τέλος ἄγειν· εἰ δὲ οὕτως σοι ἔδοξε, δέχου κἀμὲ

3

.

30

.

16

τρίτον ὄντα θνητόν.‘ Τοῦτο δὲ ἐβούλετο λέγειν, ὅτι καὶ Διόνυσος διὰ τὴν ἐπιφάνειαν τῶν ὑφ’ ἑαυτοῦ κατεργασθέντων μετὰ τῶν θεῶν ἐστίν, ὡσαύτως δὲ καὶ ὁ Ἡρακλῆς· τρίτον δὲ καὶ ἑαυτὸν ἔκρινε 〈διὰ〉 τῶν ἔργων 〈τῶν〉 ἀποδεδειγμένων εἰς ἅπασαν τὴν οἰκουμένην ἄξιον τοῖς θεοῖς
5συνέστιον γενέσθαι.

3

.

31

.

1

Τῆς δὲ μητρὸς αὐτοῦ Ὀλυμπιάδος πλεονάκις γραφούσης περὶ τοῦ Ἀντιπάτρου καὶ δεινοπαθούσης, 〈ὡσ〉 σκυβαλίζεται μήτηρ οὖσα Ἀλεξάνδρου καὶ λέγει μὲν Ἀντίπατρος ἃ βούλεται, καταγράφει δὲ αὐτῆς ἀτοπίαν· (καὶ διὰ ταῦτα † πάλιν φαμένη εἰς Ἤπειρον διαδραμεῖν ἐβούλετο) Ἀλέξ‐
5ανδρος (διέγνω γὰρ τὴν ἐνεστῶσαν πρὸς τὴν μητέρα Ἀντιπάτρου λῦσαι ἔχθραν καὶ μεταπέμψασθαι τὸν Ἀντίπατρον πρὸς αὑτόν) εἰς Μακεδονίαν

3

.

31

.

2

ἀπέστειλε Κράτερον. αἰσθόμενος οὖν ὁ Ἀντίπατρος τὴν ἐπίνοιαν Ἀλέξ‐ άνδρου τῆς στρατιωτικῆς λειτουργίας ἐπεβούλευεν αὐτῷ φόνον, εὐλαβούμενος μήποτε εἰς προπηλακισμὸν ἔλθῃ. καὶ γὰρ ἤκουε καὶ διελογίζετο τὸν Ἀλεξ‐ ανδρον ἐπιδεδωκέναι πολὺ πρὸς ὑπερηφανίαν διὰ τὰς ἐπιτετευγμένας

3

.

31

.

3

αὐτῷ πράξεις. μεταπεμψάμενος οὖν [τὸ] τοξικὸν φάρμακον, οὗ τὴν δύναμιν ᾔδει δεινὴν οὖσαν, καὶ ἐμβαλὼν εἰς ἡμιόνου χηλὴν ἐξεσμένην πρὸς τὸ διασώζεσθαι τὸ πλῆθος τοῦ φαρμάκου (ἕτερον γὰρ ἀγγεῖον οὔτε χαλκοῦν
οὔτε κεράμινον κατίσχυεν ὑπενέγκαι τὴν δύναμιν, ἀλλ’ εὐθέως ἐρρήσσετο)133
5καὶ περικαθάψας πυξίδα σιδηρᾶν ἔδωκε Κασάνδρῳ τῷ υἱῷ καὶ ἐξαπέστειλε ποιῆσαι ξένια Ἀλεξάνδρῳ λόγῳ συλλαλήσοντα Ἰόλλᾳ ἀδελφῷ περὶ τῆς τοῦ φαρμάκου δόσεως.

3

.

31

.

4

Ἀφικόμενος δὲ ὁ Κάσανδρος εἰς Βαβυλῶνα καὶ καταλαβὼν τὸν Ἀλέξ‐ ανδρον περὶ τὰς θυσίας ὄντα καὶ ὑποδοχὰς ξένων συνελάλησε τῷ Ἰόλλᾳ,

3

.

31

.

5

ἀρχιοινοχόῳ ὄντι τοῦ Ἀλεξάνδρου. τὸν δὲ Ἰόλλαν ἔτυχεν ὀλίγαις ἡμέραις πρότερον Ἀλέξανδρος ῥάβδῳ καθιγμένος κατὰ τῆς κεφαλῆς διά τινα αἰτίαν ἐξ ἀταξίας γεγενημένην, ὅθεν ὁ νεανίσκος προχείρως ὀργιζόμενος ἀσμένως ὑπήκουσε πρὸς τὸ παρανόμημα. καὶ παρέλαβε Μήδιον Θεσσαλὸν Ἀλεξ‐
5άνδρου μὲν ὄντα φίλον, ἑαυτοῦ δὲ ἐραστήν. οὗτος δὲ συνηδικημένος τῷ Ἰόλλᾳ διὰ τὴν διάθεσιν διετάξατο πρὸς αὐτὸν ὡς δώσων τὸ φάρμακον

3

.

31

.

6

πιεῖν. τοῦ δὲ Ἀλεξάνδρου ἡδέως γενομένου μετὰ τῶν παρόντων φίλων καὶ τεχνιτῶν [καὶ] 〈τῶν〉 περὶ τὸν Διόνυσον (πολλοὶ γὰρ ἀπήντων εἰς ἄνεσιν ἐν Βαβυλῶνι † τὸν Ἀλέξανδρον στεφανώσαντες καὶ κατ’ ἰδίαν ἀγωνι‐

3

.

31

.

7

σάμενοι τὴν ἐπιφάνειαν ἡδέως γενομένου † ἐπῆγον .... ἐξαναστάντος καὶ ἀναπαύεσθαι βουλομένου προσῆλθεν αὐτῷ Μήδιος ἀξιῶν αὐτὸν εἰσελθεῖν πρὸς τοὺς ἑαυτοῦ φίλους, φάμενος αὐτῷ συνῆχθαι τοὺς ἀναγκαιοτάτους τῶν φίλων. τοιαῦτα δὲ αὐτοῦ διαλεχθέντος συνθεὶς Ἀλέξανδρος τῇ τοῦ

3

.

31

.

8

Μηδίου ψυχαγωγίᾳ παραγίνεται εἰς τὸ συμπόσιον. ἦσαν δὲ οἱ παρόντες
κʹ· Περδίκκας Μελέαγρος Πύθων Λεόννατος Κάσανδρος Πευκέστης Πτολε‐ μαῖος Λυσίμαχος, Φίλιππος ὁ ἰατρός, Νέαρχος Κρής, Στασάνωρ, Ἡρακλείδης ὁ Θρᾷξ ... Εὐρώπιος, Ἀρίστων Φαρσάλιος, Φίλιππος 〈ὁ〉 μηχανικός, Φιλώτας,134

3

.

31

.

9

Μένανδρος ... τούτων δὲ τὸ μέλλον γίνεσθαι Περδίκκας τε καὶ Πτολεμαῖος Ὀλκίας Λυσίμαχος Εὐμένης Ἄσανδρος οὐκ ᾔδεσαν, οἱ δὲ ἄλλοι πάντες μετειλήφασι τῆς πράξεως καὶ συμπεφωνηκότες 〈ἦσαν〉 πρὸς τὸν Ἰόλλαν

3

.

31

.

10

καὶ Κάσανδρον καὶ δεδωκότες ὅρκους. ἐπεθύμουν γὰρ ἤδη πραγμάτων καὶ τὰ τοῦ Ἀλεξάνδρου ὑφορῶντο [καὶ] τὸ τῆς ψυχῆς ὑπέρογκον αὐτοῦ καταπλαγέντες. τοῦ δὲ Ἀλεξάνδρου ἀνακλινθέντος προσήνεγκεν αὐτῷ Ἰόλλας

3

.

31

.

11

τὸ ποτήριον. εἶθ’ οὕτως τοῖς παροῦσι λόγου ἐμπεσόντος διατριβῆς ἕνεκεν, τοῦ πότου διεληλυθότος ἱκανὸν χρόνον, ἐξαίφνης ὁ Ἀλέξανδρος ἀνεβόησεν ὡς τόξῳ πεπληγὼς εἰς τὸ ἧπαρ· μικρὸν δὲ ἐπισχὼν χρόνον καὶ τὴν ὀδύνην καρτερήσας ἀπῄει πρὸς ἑαυτόν, ἐντειλάμενος τοῖς παροῦσι πίνειν.

3

.

32

.

1

Οἱ δὲ ἀγωνιάσαντες ἔλυσαν παραχρῆμα τὸ συμπόσιον, ἔξωθεν καρα‐ δοκοῦντες τὸ συμβησόμενον. ὁ δὲ Ἀλέξανδρος ἀπερᾶσαι βουλόμενος τὸ πολὺ τοῦ οἴνου ᾔτησε πτερόν· εἴθιστο γὰρ οὕτως ἐμεῖν. ὁ δὲ Ἰόλλας

3

.

32

.

2

περιχρίσας τῷ φαρμάκῳ ἔδωκεν αὐτῷ· διὸ πολὺ ἐνήργει τὸ φάρμακον, ἀκρατέστερον εἰς τὸ σῶμα προσενεχθέν. σπαραχθεὶς δὲ διὰ κενῆς ὁ Ἀλέξανδρος καὶ συσχεθεὶς ὀδύναις ἐξαισίοις διενυκτέρευεν ὑπομένων καρτε‐ ρικῶς. τῇ οὖν ἐρχομένῃ ἡμέρᾳ συνορῶν ἑαυτὸν ἐν κακοῖς διακείμενον καὶ
5λαλοῦντα ἀσαφῶς διὰ τὸ τὴν γλῶτταν ἤδη συνοιδᾶν μετεστήσατο πάντας,
εἰ δύναιτο ἡσυχίας τυχεῖν 〈καὶ〉 ἰδιάσαι καὶ διαλεχθῆναι πρὸς ἑαυτὸν135

3

.

32

.

3

περὶ ὧν ἤθελεν. ὁ δὲ Κάσανδρος συμφωνήσας πρὸς τὸν ἀδελφὸν ὑπὸ νύκτα ἀπῆλθεν· παραγενόμενος δὲ [αὐτοῦ] εἰς ὅρους τοὺς Κίλικας [αὐτοῦ] ὑπομένει ἐκεῖ τὴν Ἰόλλα παρουσίαν· συγκείμενον γὰρ ἦν τῷ Ἰόλλᾳ, ἐὰν τελευτήσῃ Ἀλέξανδρος, ἀπαλλαγῆναι πάντως. τὸν δὲ ἄνδρα τῆς τροφοῦ
5ἀπέστειλεν ἐν Μακεδονίᾳ κατὰ θάλατταν πρὸς τὸν πατέρα, διὰ σημείων γράψας ὡς ἐχούσης τῆς πράξεως τέλος.

3

.

32

.

4

Ὁ δὲ Ἀλέξανδρος νυκτὸς γεναμένης πάντας ἐκέλευσεν ἐκ τοῦ οἴκου μετελθεῖν καὶ τὰ παιδισκάρια ἅμα τὰ ἄνηβα τὰ παρεστηκότα, ἐν οἷς καὶ

3

.

32

.

5

Καμβοβάφην καὶ Ῥωξάνην τὴν ἑαυτοῦ γυναῖκα ἐξέπεμψεν. 〈ἦν δὲ〉 ἐκ τοῦ οἴκου θύρα τις φέρουσα ἐπὶ τὸν ποταμὸν τὸν καλούμενον Εὐφράτην, ὃς διὰ μέσης τῆς Βαβυλῶνος διαρρεῖ. ταύτην ἐκέλευσεν ἀνοῖξαι καὶ μηδένα προσεδρεύειν παρ’ αὐτῇ, ὃν τρόπον εἰώθεισαν φυλάττειν. ἀναχωρησάντων
5δὲ πάντων καὶ τῆς ὥρας μεσονυκτίου γενομένης ἐξαναστὰς ὁ Ἀλέξανδρος ἐκ τῆς κλίνης ἀπέσβεσε τὸν λύχνον καὶ τῆς θύρας ἐξελθὼν τετραποδιστὶ

3

.

32

.

6

ἐπορεύετο πρὸς τὸν ποταμὸν [γενόμενος]. προσελθὼν δὲ πλησίον περιε‐ βλέψατο καὶ εἶδε τὴν ἑαυτοῦ γυναῖκα Ῥωξάνην προστρέχουσαν αὐτῷ, 〈ἣ〉 ὑπονοήσασα ἐν τῇ μεταστάσει τῇ αὑτῆς 〈καὶ〉 πάντων, 〈ὡσ〉 διενοεῖτο ἐγχειρεῖν τι ἄξιον τῆς ἑαυτοῦ τόλμης, ἐπηκολούθει τῇ κρυφαίᾳ ἐξόδῳ αὐτοῦ
5ἐν τῷ σκότῳ καὶ τῷ στεναγμῷ τοῦ Ἀλεξάνδρου, σπανίως μὲν ἀναφωνοῦντος, ὁδηγοῦντος δὲ τῷ στεναγμῷ τὴν Ῥωξάνην τὴν [δὲ] ἐπακολουθήσασαν.

3

.

32

.

7

ὡς δὲ ἡσύχασεν, ἥδε αὐτὸν περιλαβοῦσα εἶπεν .... ὦ Ῥωξάνη, μικρὰ
† εἴη σεαυτὴν χάρις τὴν ἐμὴν δόξαν ἀφαιρεῖσθαι· πλὴν ὅπως ταῦτα μηδεὶς ἀκούσῃ.‘ Πάλιν δὲ ὑπ’ αὐτῆς κατεχόμενος λάθρᾳ ἀπῆλθεν εἰς τὸν οἶκον.136

3

.

32

.

8

Ἡμέρας δὲ γενομένης ἐκέλευσε Περδίκκαν καὶ Πτολεμαῖον καὶ Λυσί‐ μαχον εἰσελθεῖν καὶ εἶπε πρὸς αὐτούς, ὅπως ἄλλος μὴ εἰσπορευθῇ πρὸς

3

.

32

.

9

αὐτόν, μέχρις ἂν διάθηται περὶ τῶν πραγμάτων. ὁ δὲ 〈ἐτράπετο〉 πρὸς τὸ γράφειν τὴν διαθήκην, παρακαθισάμενος ἑαυτῷ Κομβάρην καὶ Ἑρμογένην ἄνηβα παιδάρια. ὁ δὲ Περδίκκας ὑπονοήσας τὸν Ἀλέξανδρον καταλελοιπέναι τὰ πράγματα Πτολεμαίῳ διὰ τὸ πολλάκις πρὸς αὐτὸν εἰρηκέναι ὑπὲρ τῆς
5Πτολεμαίου γενέσεως, ἔτι δὲ καὶ τὴν Ὀλυμπιάδα πεποιηκέναι φανερόν, ὡς ἦν ἐκ Φιλίππου, λαβὼν τὸν Πτολεμαῖον κατὰ μόνας ἐξορκίζει, εἰ γίνεται τῶν Ἀλεξάνδρου πραγμάτων διάδοχος, μερίζειν τὰ πράγματα αὐτῷ τὰ

3

.

32

.

10

κοινῇ συγκριθέντα. τὸν δὲ ὅρκον ὑπομείνας ὁ Πτολεμαῖος καὶ οὐδεμίαν ἔννοιαν ἔχων ὑπὲρ ὧν ὁ Περδίκκας ὑπενόει, καὶ αὐτὸς νομίζων τὸν Περ‐ δίκκαν διάδοχον εἶναι τῶν πραγμάτων διὰ τὸ πολὺ πρότερον παρ’ Ἀλεξ‐ άνδρῳ πάντων κατὰ ἀνδρείαν καὶ φρόνησιν ἡγῆσθαι, ὁρκίζει αὐτὸν τὸν
5αὐτὸν ὅρκον ἐν μέρει.

3

.

32

.

11

Ὁ δὲ Ἀλέξανδρος ἐκείνην τὴν ἡμέραν καὶ 〈τὴν〉 ἐπιγιγνομένην νύκτα γενόμενος πρὸς τὸ γράφειν ἐκέλευσε πρὸς αὑτὸν καλεῖν τὸν Περδίκκαν καὶ

3

.

32

.

12

Ὀλκίαν καὶ Πτολεμαῖον καὶ Λυσίμαχον. οὗτοι μὲν εἰσῆλθον, καὶ ἐξαίφνης ἐκ τῶν Μακεδόνων πάντων ἐγένετο βοὴ καὶ συνδρομὴ πρὸς τὴν αὐλὴν Ἀλεξάνδρου, φαμένων ἀνελεῖν τοὺς σωματοφύλακας, εἰ μὴ δείξωσιν αὐτοῖς τὸν βασιλέα. τοῦ δὲ Ἀλεξάνδρου πυθομένου, τίς ὁ θόρυβος, προσελθὼν

3

.

32

.

13

ὁ Περδίκκας ἐδίδαξεν αὐτὸν τὰ λεγόμενα ὑπὸ τῶν Μακεδόνων. προσέταξεν οὖν τὴν κλίνην ἀναρθῆναι εἰς ἕνα τόπον τοιοῦτον, ὥστε τὴν δύναμιν
παραπορευομένην ὁρᾶν, εἰσάγειν δὲ αὐτοὺς † καὶ στρατηγίας μονοχίτωνας καὶ δι’ ἑτέρας θύρας ἐξαγαγεῖν, ὅπως μή τι οὖν νεωτερίσωσιν. παραγγεί‐137
5λαντος δὲ τοῦ Περδίκκα τοῖς Μακεδόσι τὰ προσταχθέντα ὑπὸ τοῦ βασιλέως εἰσεπορεύοντο οἱ Μακεδόνες, διεξιόντες καὶ παραθαρσύνοντες αὐτόν, 〈καὶ〉 οὐκ ἦν ὃς οὐκ ἐδάκρυεν ἐπὶ τῷ γεγονότι συμπτώματι περὶ τὸν τηλικοῦτον βασιλέα.

3

.

32

.

14

Πευκόλαος δέ τις ἐξ αὐτῶν, ἀνὴρ τῷ μὲν εἴδει οὐκ ἀπρεπής, ἰδιώτης 〈δὲ〉 καὶ οὐδεμιᾶς τάξεως ὑφηγούμενος, πλησίον στὰς τοῦ Ἀλεξάνδρου 〈εἶπεν〉· ‘Ἐπ’ ἀγαθῷ μὲν [σου] Ἀλέξανδρε Φίλιππος τῆς Μακεδονίας 〈ἦρξεν〉, ἐπ’ ἀγαθῷ δὲ καὶ σύ.‘ Μεταλαβὼν τὴν φωνὴν Μακεδονιστὶ εἶπεν δακρύων·

3

.

32

.

15

‘Σὺ ἡμᾶς ἐὰν ἀπολείψῃς, ἀπόλωλε Μακεδονία· σοῦ τελευτῶντος καλόν ἐστι καὶ Μακεδόνας συναποθανεῖν σοι τῷ ποιήσαντι Μακεδονίαν ἀξίαν τοῦ Διός.‘ Ὁ δὲ Ἀλέξανδρος δακρύων ἐξέτεινε τὴν χεῖρα τὴν δεξιὰν καὶ λαβὼν τοῦ Μακεδόνος τῆς χειρὸς ἔμφασιν ἐποιεῖτο παρακλήσεως.

3

.

33

.

1

Ἐπεὶ δὲ παρῆλθον οἱ Μακεδόνες, μετεκαλέσατο πάλιν τοὺς περὶ τὸν Περδίκκαν· Ὀλκίαν δὲ κατασχὼν ἐκέλευσεν ἀναγινώσκειν τὴν διαθήκην. ἔστι δὲ τοῦ μερισμοῦ τῆς διαθήκης ἀντίγραφον τὸ ὑποτεταγμένον, ὃ ἔλαβε παρὰ Ἀλεξάνδρου Ὀλκίας.
5Διαθήκη Ἀλεξάνδρου.

3

.

33

.

2

Βασιλεὺς Ἀλέξανδρος υἱὸς Ἄμμωνος καὶ Ὀλυμπιάδος Ῥοδίων τάγ‐ μασι καὶ ἄρχουσι βουλῇ δήμῳ χαίρειν.

3

.

33

.

3

Ἡμεῖς τὰς πρὸς Ἡρακλέους τοῦ προγόνου ἡμῶν στήλας ὁρισθείσας 〈ὑπερβαλόντες καὶ〉 τοῦ πεπρωμένου μετὰ τῆς τῶν θεῶν προνοίας [δὲ] τυγχάνειν μέλλοντες ἐκρίναμεν ἐπιστεῖλαι ὑμῖν ἅπερ ἐγνώκαμεν, ἡγούμενοι μάλιστα ὑμᾶς τῶν Ἑλλήνων ἐπιτηδείους φύλακας τῶν ὑπ’ ἐμοῦ κατεργα‐

3

.

33

.

4

σθέντων πόνων, ἅμα δὲ καὶ ἀγαπῶντες τὴν ὑμετέραν πόλιν. διὸ καὶ
ἐγράψαμεν τὴν φρουρὰν ἐξαγαγεῖν τῆς πόλεως, ὅπως μετέχουσα τῆς παρρησίας εἰς τὸν αἰῶνα διαφυλάττῃ τὴν ἐλευθερίαν, ἅμα δὲ καὶ βου‐138

3

.

33

.

5

λόμενος διαφυλαχθῆναι παρ’ ὑμῖν τὸ ἡμέτερον τίμιον. οἴδαμεν γὰρ τὴν πόλιν ὑμῶν εὐχάριστον οὖσαν καὶ μνήμης ἀξίαν· διὸ καὶ φανησόμεθα πεφροντικότες αὐτῆς οὐχ ἧσσον τῆς ἰδίας πατρίδος καὶ ἡμῶν ἀξίως. ἐποιησάμεθα γὰρ τὴν διαίρεσιν τῶν πραγμάτων τοιαύτην, διδόντες μετὰ
5παρρησίας τὴν χώραν ἑκάστῳ, ἀρχόμενοι πρῶτον ἀφ’ ἧς γεννηθέντες εἰς τοῦτο προήλθομεν δόξης.

3

.

33

.

6

Συντετάχαμεν δὲ τοῖς ἐπιμεληταῖς τῶν χωρίων ἀποστεῖλαι ἐκ τῆς σατραπείας χρυσοῦ νενομισμένου τάλαντα 〈͵αʹ〉 τοῖς κατ’ Αἴγυπτον 〈ἱεροῖσ〉 καὶ τὸ σῶμα ἡμῶν συντετάχαμεν ἵνα ἀποκομισθῇ. τὴν δὲ διάταξιν τῆς ἰδίας ταφῆς, 〈ὡς ἂν〉 οἱ ἱερεῖς οἱ κατ’ Αἴγυπτον κρίνωσιν, καὶ ἡμεῖς συγχωροῦμεν.

3

.

33

.

7

ἐνετειλάμεθα δὲ καὶ Θήβας [ἃς] ἐπανορθοῦν ἐκ τῶν βασιλικῶν χρημάτων, ἱκανῶς κρίναντες ἠτυχηκέναι καὶ σεσωφρονισμένους ἀξίως τῶν ἡμαρτημένων εἰς ἡμᾶς. δίδοσθαι 〈δὲ〉 καὶ σῖτον ἀπὸ τῆς Μακεδονίας Θηβαίοις τοῖς

3

.

33

.

8

κατερχομένοις εἰς Θήβας, ἄχρις ἂν εὐανδρήσῃ ἡ χώρα. συντετάχαμεν δὲ
καὶ ὑμῖν δοῦναι εἰς τὴν ἐπισκευὴν τῆς πόλεως χρυσοῦ τάλαντα τεʹ καὶ τριήρεις οζʹ, ὅπως ἀσφαλῶς ἐλεύθεροι ἦτε, καὶ σίτου † ἐλευθερίας ἐξ Αἰγύπτου δωρεὰν κατ’ ἐνιαυτὸν πυροῦ μεδίμνους ͵βʹ καὶ ἐκ τῆς Ἀσίας διὰ139
5τῶν οἰκονόμων καὶ ἐκ τῶν σύνεγγυς ὑμῖν χωρῶν πυροῦ μεδίμνους ͵βʹ· καὶ χώραν ὑμῖν καταμετρῆσαι, ὅπως ἔχητε ἐν τῷ 〈λοιπῷ〉 χρόνῳ αὐτάρκη σῖτον καὶ μηδενὸς δέησθε, ἔχητε δὲ τῆς πόλεως ὑμῶν ἀξίως.

3

.

33

.

9

〈Ταῦτα〉 τῷ τε ἐπὶ Μακεδονίας ἐπιμελητῇ Κρατερῷ ἐντετάλμεθα καὶ τῷ Αἰγύπτου σατράπῃ Πτολεμαίῳ καὶ τοῖς κατὰ τὴν Ἀσίαν Περδίκκᾳ καὶ Ἀντιγόνῳ. ὑμῖν δὲ πάλιν ἐντελλόμεθα λαβόντας τὴν ἐπιστολὴν παρὰ Ὀλκία τοῦ ἀποδιδόντος ὑμῖν αὐτὴν τὸ συμφέρον τὸ ἴδιον σταθμωμένους
5μὴ ἀγνοῆσαι, ὅτι [δὲ] ὑμῖν ἀνεῖται τοῦτο βραβεύειν πρὸς 〈τὸ〉 τὴν ὑμετέραν

3

.

33

.

10

πόλιν συναύξειν. μάλιστα δὲ πέπεισμαι πειθαρχεῖν ὑμᾶς τοῖς ἐμοῖς λόγοις. Πτολεμαῖος δὲ 〈ὁ〉 τοῦ ἐμοῦ σώματος γιγνόμενος φύλαξ καὶ ὑμῶν φροντίσει· ὅτι δὲ συνοίσει ὑμῖν, δεδείχαμεν κατ’ ἰδίαν. μὴ οὖν νομίζετε παρατε‐ θεῖσθαι τὴν διαθήκην ὑμῖν εἰκῇ. τοὺς δὲ ἐπιμελητὰς τῆς βασιλείας βραβεύειν,
5εἴ τις δὴ ἔκ τινος † θεωρίας τῶν ἐπιμελητῶν ᾖ διαίρεσις.

3

.

33

.

11

Ἀποδείκνυσι βασιλεὺς Ἀλέξανδρος Ἄμμωνος καὶ Ὀλυμπιάδος 〈υἱὸσ〉 βασιλέα Μακεδονίας ἐπὶ μὲν τοῦ παρόντος Ἀρριδαῖον τὸν υἱὸν Φιλίππου. ἐὰν δὲ γένηται ἐκ Ῥωξάνης υἱὸς Ἀλεξάνδρῳ, ἐκεῖνον εἶναι βασιλέα καὶ ὄνομα ἐπιτεθῆναι αὐτῷ, ὃ ἂν δόξῃ Μακεδόσιν. ἐὰν δὲ θῆλυ γεννηθῇ ἐκ
5Ῥωξάνης, ἑλέσθωσαν Μακεδόνες ὃν ἂν βούλωνται βασιλέα, ἐὰν μὴ βούλωνται Ἀρριδαῖον τὸν Φιλίππου υἱόν. ὁ δὲ αἱρεθεὶς διαφυλαττέτω τὴν τῶν Ἀργειαδῶν ἀρχήν, καὶ συντελείτωσαν Μακεδόνες Ἀργειάδαις μετὰ τοῦ140

3

.

33

.

12

βασιλέως τὰ νομιζόμενα. ἐφειμένον δὲ ἔστω Ὀλυμπιάδι τῇ μητρὶ Ἀλεξ‐ άνδρου κατοικεῖν ἐν Ῥόδῳ, ἐὰν Ῥόδιοι συνδοκήσωσιν· οὐ γάρ ἐστιν ἐξουσία πράσσειν τι ἄνευ Ῥοδίων. ἐὰν δὲ μὴ βούληται κατοικεῖν ἐν Ῥόδῳ, γιγνέσθω ὅπου ἂν βούληται, λαμβάνουσα τὰς αὐτὰς προσόδους ἃς καὶ ἐπὶ Ἀλεξάνδρου
5τοῦ υἱοῦ αὐτῆς ἐλάμβανεν.

3

.

33

.

13

Ἄχρι τοῦ δόξαι Μακεδόσι βασιλέα ἀποδεῖξαι, βασιλεὺς Ἀλέξανδρος Ἄμμωνος καὶ Ὀλυμπιάδος υἱὸς ἀποδείκνυσιν ἐπιμελητὰς τῆς ἑαυτοῦ βασι‐ λείας πάσης Μακεδονίας μὲν Κρατερὸν καὶ γυναῖκα τούτῳ Κυνάνην τὴν Φιλίππου θυγατέρα τοῦ γενομένου βασιλέως Μακεδονίας, Λυσίμαχον δὲ
5ἐπὶ Θρᾴκης καὶ γυναῖκα τούτῳ Θεσσαλονίκην τὴν Φιλίππου τοῦ βασιλέως

3

.

33

.

14

γενομένου Μακεδόνων θυγατέρα· δίδωσι δὲ τὴν ἐφ’ Ἑλλησπόντῳ σατρα‐ πείαν Λεοννάτῳ καὶ γυναῖκα τούτῳ Κλεοδίκην τὴν ἀδελφὴν Ὀλκίου, Παφλα‐ γονίαν δὲ καὶ Καππαδοκίαν Εὐμένει τῷ ὑπομνηματογράφῳ. τοὺς δὲ νησιώτας ἀφίησιν ἐλευθέρους καὶ ἐπιτρόπους αὐτῶν Ῥοδίους εἶναι· Παμφυ‐

3

.

33

.

15

λίαν δὲ καὶ Κιλικίαν Ἀντιγόνῳ ..... τούτων δὲ πάντων μέχρι τῶν ἐντὸς Ἅλυος ποταμοῦ † χώρα ἀρχέτω. τῆς δὲ Βαβυλῶνος καὶ τῆς προσηκούσης αὐτῇ Σέλευκον ὁπλοφόρον. Φοινίκην δὲ καὶ Συρίαν τὴν κοίλην καλου‐ μένην Μελεάγρῳ. Αἴγυπτον δὲ Περδίκκᾳ καὶ Λιβυκὴν [καὶ] Πτολεμαίῳ141
5καὶ γυναῖκα τούτῳ Κλεοπάτραν τὴν ἀδελφὴν Ἀλεξάνδρου. τοῖς δὲ ἐπάνω [τῇ] τῆς Βαβυλωνίας χώρας στρατάρχην καὶ ἐπιμελητὴν Φανοκράτην καὶ γυναῖκα τούτῳ Ῥωξάνην τὴν Βακτριανήν.

3

.

33

.

16

Προστάσσω δὲ τοῖς ἐπιμεληταῖς τῆς βασιλείας κατασκευάσαι πύελον χρυσᾶν ἀπὸ ταλάντων ςʹ, εἰς ἣν τεθήσεται τὸ Ἀλεξάνδρου σῶμα τοῦ Μακε‐ δονίας βασιλέως. ἀποστεῖλαι δὲ καὶ Μακεδόνας τοὺς πρεσβυτέρους καὶ ἠσθενηκότας εἰς Μακεδονίαν καὶ Θεσσαλῶν τοὺς ὁμοίως διακειμένους·

3

.

33

.

17

δοθήτω δὲ χρυσίου τάλαντα γʹ. ἀποστεῖλαι δὲ εἰς Ἄργος τὴν Ἀλεξάνδρου τοῦ βασιλέως πανοπλίαν καὶ χρυσοῦ νενομισμένου τάλαντα 〈νʹ〉 τῷ Ἡρακλεῖ ἀκροθίνια τοῦ πολέμου [στρατιᾶς]. ἀποστεῖλαι δὲ καὶ εἰς Δελφοὺς τῶν ἐλεφάντων τοὺς ὀδόντας καὶ τῶν δρακόντων τὰς δορὰς καὶ φιάλας χρυσᾶς

3

.

33

.

18

ιγʹ ἀκροθίνια τῆς στρατείας. δοθήτω δὲ καὶ Μιλησίοις εἰς ἐπισκευὴν τῆς
πόλεως χρυσίου νενομισμένου τάλαντα ρνʹ καὶ Κνιδίοις † γέατ.142

3

.

33

.

19

Βούλομαι δὲ καὶ Περδίκκαν, 〈ὃν〉 καταλείπω βασιλέα 〈Αἰγύπτου〉 σὺν τῇ κτιζομένῃ Ἀλεξανδρείᾳ ... ὥστε μένειν μακαρίαν μελομένην τῷ πάντων δεσπόζοντι μεγάλῳ Σεράπιδι. καὶ † ἀνθρώπων καταστῆναι ἐπιμελητὴν τῆς πόλεως, 〈ὃσ〉 κληθήσεται ἱερεὺς Ἀλεξάνδρου καὶ προσελεύσεται 〈ταῖσ〉
5μεγίσταις πόλεως δόξαις, κεκοσμημένος χρυσέῳ στεφάνῳ καὶ πορφυρίδι,

3

.

33

.

20

λαμβάνων ἐνιαύσιον τάλαντον. καὶ οὗτος ἔσται ἀνύβριστος καὶ πάσης λειτουργίας ἀπολυθήσεται· λήψεται δὲ ὁ τοιοῦτος τὴν τάξιν ταύτην ὁ διαφέρων ἐν γένει τῶν ἄλλων πάντων, καὶ μενεῖ αὕτη ἡ δωρεὰ αὐτῷ τε καὶ ἐκγόνοις.

3

.

33

.

21

Ἀποδείκνυσι βασιλεὺς Ἀλέξανδρος Ἰνδικῆς βασιλέα τῆς μὲν παρατει‐ νούσης παρὰ τῷ Ὑδάσπῃ ποταμῷ Ταξίλην, τῆς δὲ περιεχομένης ἀπὸ τοῦ Ὑδάσπου 〈μέχρις Ἰνδοῦ〉 ποταμοῦ Πῶρον, ἐπὶ δὲ Παροπανισαδῶν Ὀξυδράκην

3

.

33

.

22

τὸν Βακτριανὸν τὸν Ῥωξάνης πατέρα τῆς Ἀλεξάνδρου γυναικός. τὴν δὲ
Ἀραχωσίαν ... καὶ Δραγγηνὴν ... τὴν Βακτριανὴν καὶ Σουσιανὴν Φιλίππῳ, τὴν 〈δὲ〉 Παρθυαίαν καὶ τὰ ἐχόμενα τῆς Ὑρκανίας Φραταφέρνῃ, Καρ‐ μανίαν δὲ Τληπολέμῳ, τὴν δὲ Περσίδα Πευκέστῃ. † σατράπῃ Ὀξύντην143
5μεταστῆσαι ἐπὶ τῆς Μηδίας.

3

.

33

.

23

Ἀποδεικνύει βασιλεὺς Ἀλέξανδρος βασιλέα τῆς Ἰλλυρίδος Ὀλκίαν· δίδωσι καὶ ἵππους ἄγεσθαι ἐκ τῆς Ἀσίας φʹ, τάλαντα ͵γʹ· ἀπὸ δὲ τούτων κατασκευασάτω ἱερὸν καὶ ἀναθέτω ἀνδριάντας Ἄμμωνος Ἡρακλέους Ἀθηνᾶς

3

.

33

.

24

Ὀλυμπιάδος Φιλίππου. ἀναθέτωσαν δὲ καὶ οἱ τῆς βασιλείας ἐπιμεληταὶ εἰκόνας † Ὀλκίου περίμετρον ἐν † ἀγγυίραο καὶ ἀνδριάντας κεχρυσωμένους ἐν Δελφοῖς. ἀναθέτω δὲ καὶ Περδίκκας εἰκόνας χαλκᾶς Ἀλεξάνδρου Ἄμμωνος Ἡρακλέους Ὀλυμπιάδος Φιλίππου.

3

.

33

.

25

Τούτων δὲ πάντων ἔστωσαν θεοὶ ἐπόπται Ὀλύμπιοι, Ἡρακλῆς 〈ὁ〉 πρῶτος γενάρχης Ἀλεξάνδρου τοῦ βασιλέως ....”

3

.

33

.

26

〈Ἐλθὼν δὲ πρὸς αὐτὸν Πτολεμαῖος εἶπεν· ‘Ἀλέξανδρε, τίνι κατα‐ λείπεις τὴν βασιλείαν‘; Λέγει· ‘Τῷ ἰσχύοντι θέλοντι σῴζοντι συντελοῦντι.‘ Ταῦτα δὲ αὐτοῦ εἰπόντος εὐθὺς ἐγένετο ὁμίχλη περὶ τὸν ἀέρα καὶ σκότος
καὶ ἐφάνη μέγας ἀστὴρ πεσὼν ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὴν θάλασσαν, καὶ σὺν144
5αὐτῷ ἀετὸς μέγας, καὶ τὸ χαλκοῦν ἄγαλμα Διὸς τὸ ἐν Βαβυλῶνι ἐκινήθη.

3

.

33

.

27

ὁ δὲ ἀστὴρ πάλιν ἀνῆλθεν εἰς τὸν οὐρανὸν καὶ ὁ ἀετὸς σὺν αὐτῷ ἔχων ἀστέρα φεγγώδη. κρυβέντος δὲ τοῦ ἀστέρος ἐν τῷ οὐρανῷ εὐθὺς καὶ Ἀλέξανδρος ἐκάμμυσε τοὺς ὀφθαλμούς.

3

.

34

.

1

Οἱ δὲ Πέρσαι ἐμάχοντο βουλόμενοι τὸν βασιλέα εἰς τὴν Περσίδα ἀνακομίσασθαι καὶ ὡς θεὸν Μίθραν προσκυνῆσαι· οἱ δὲ Μακεδόνες ἀντε‐ ποιοῦντο βουλόμενοι ἀναλαβεῖν αὐτὸν εἰς Μακεδονίαν. λέγει αὐτοῖς Πτολε‐

3

.

34

.

2

μαῖος· ‘Ἔστι μαντεῖον τοῦ Βαβυλωνίου Διός· παρ’ αὐτοῦ χρησμὸν λήψομαι,

3

.

34

.

3

ποῦ ἀγάγωμεν τὸ τοῦ Ἀλεξάνδρου σῶμα.‘ Ἐρωτηθεὶς δὲ ἐχρημάτισεν ὁ Ζεὺς οὕτως· ‘Αὐτὸς χρησμὸν δίδωμι τὸν συμφέροντα πᾶσιν ὑμῖν. ἔστι πόλις πρὸς Νείλῳ ἐπὶ Ὠκεανοῦ ῥείθροις, † πέντε ἀγροὺς βασιλικοὺς λαβοῦσα, πλουσιωτάτη, ἐγγὺς τῆς Ἀμαζονίδος, τοὔνομα Μέμφις. ἐκεῖσε πέμψας
5ἄγαγε καὶ κατάπαυσον τὸν τῶν ἀθανάτων υἱὸν καὶ τίμησον αὐτὸν βασιλέα κερασφόρον.‘

3

.

34

.

4

Οὕτω τοῦ χρησμοῦ δοθέντος ἐκόμισεν αὐτὸν Πτολεμαῖος εἰς Αἴγυπτον. ἔλαβε δὲ λάρνακα μολυβδίνην καὶ ἐνέθηκεν αὐτῇ μέλι νησιωτικὸν καὶ ἀλόην καὶ μύρραν Τρωγοδυτικήν, καὶ θέμενος ἐπὶ ἅμαξαν ἡμιόνων ἤγαγεν εἰς Αἴγυπτον. ἐπεὶ δὲ εἰς Πηλούσιον ἦλθον, οἱ Μεμφῖται ὑπήντησαν σὺν
5αὐληταῖς καὶ ἀγάλμασιν κατὰ τὸ εἰωθὸς καὶ εἰσήγαγον εἰς Μέμφιν ὡς

3

.

34

.

5

Σεσόγχωσιν κοσμοκράτορα ἡμίθεον. ὁ δὲ ἀρχιπροφήτης τοῦ Μεμφίτου ἱεροῦ εἶπεν· ‘Ἀγάγετε αὐτὸν εἰς τὴν πόλιν, ἣν αὐτὸς ἔκτισεν ἐν τῇ Ῥακωτίδι· ὅπου γὰρ ἂν ᾖ τὸ σῶμα αὐτοῦ, οὐ παύεται ὁ τόπος οὗτος

3

.

34

.

6

πολέμοις καὶ μάχαις ταραττόμενος.‘ Τότε οὖν ποιεῖ αὐτῷ τάφον Πτολε‐ μαῖος ἐν τῇ Ἀλεξανδρείᾳ, ὃς μέχρι τοῦ νῦν καλεῖται Ἀλεξάνδρου σῆμα, καὶ ἐκεῖ ἔθαψεν αὐτὸν μεγαλοπρεπῶς.〉

3

.

35

.

1

Οὐ τοσούτους δὲ βασιλεῖς Ἀλέξανδρος πολεμῶν ἐνίκησεν, ὅσους τελευτῶν
κατέλειψεν. ἐβίωσε μὲν οὖν Ἀλέξανδρος ἔτη λʹ. ἀπὸ ιεʹ ἐτῶν ἀρξάμενος πολεμεῖν ἐπολέμησεν ἔτη ζʹ, μέχρι κʹ ἐτῶν γεγένηται· τὰ δὲ ἄλλα λʹ ἐν εἰρήνῃ καὶ ἀμεριμνίᾳ καὶ εὐφροσύνῃ ἔζησεν. ὑπέταξεν ἔθνη βαρβάρων145
5κβʹ, Ἑλλήνων ιʹ· ἔκτισε δὲ πόλεις ιγʹ, αἵτινες μέχρι τοῦ νῦν κατοικοῦνται καὶ εἰρηνεύονται· Ἀλεξάνδρειαν τὴν ἐπὶ Βουκεφάλῳ ἵππῳ, Ἀλεξάνδρειαν τὴν πρὸς Πέρσας, Ἀλεξάνδρειαν τὴν ἐπὶ Πώρῳ, Ἀλεξάνδρειαν τὴν ἐν Σκυθίᾳ, Ἀλεξάνδρειαν τὴν ἐπὶ τοῦ Τίγριδος ποταμοῦ, Ἀλεξάνδρειαν τὴν ἐπὶ Βαβυλῶνος, Ἀλεξάνδρειαν τὴν πρὸς Τρωάδα, Ἀλεξάνδρειαν τὴν ἐπὶ
10Σούσοις, Ἀλεξάνδρειαν τὴν πρὸς Αἴγυπτον. Ἐγγεννήθη μὲν οὖν Τύβι τῇ νεομηνίᾳ ἀνατολῆς οὔσης, ἐτελεύτησε
δὲ Φαρμοῦθι τετράδι δύσεως.146