TLG 1383 002 :: GEMINUS :: Calendarium [Sp.?] GEMINUS Astron. Calendarium [Sp.?] Citation: Page — (line) | ||
98(T1) | 〈Παράπηγμα〉 | |
T2 | Χρόνοι τῶν ζῳδίων, ἐν οἷς ἕκαστον αὐτῶν ὁ | |
---|---|---|
T3 | ἥλιος διαπορεύεται, καὶ αἱ καθ’ ἕκαστον ζῴ‐ | |
T4 | διον γινόμεναι ἐπισημασίαι, αἳ ὑπογεγραμμέ‐ | |
T5 | ναι εἰσίν. | |
6 | Ἀρξόμεθα δὲ ἀπὸ θερινῆς τροπῆς. Καρκίνον διαπορεύεται ὁ ἥλιος ἐν ἡμέραις λα. 〈Ἐν μὲν οὖν τῇ〉 αῃ ἡμέρᾳ Καλλίππῳ Καρκίνος ἄρχεται ἀνατέλλειν· τροπαὶ θεριναί· καὶ ἐπισημαίνει. | |
10 | 〈Ἐν δὲ τῇ〉 θῃ ἡμέρᾳ Εὐδόξῳ νότος πνεῖ. 〈Ἐν δὲ τῇ〉 ιαῃ ἡμέρᾳ Εὐδόξῳ Ὠρίων ἑῷος ὅλος ἐπιτέλλει. 〈Ἐν δὲ τῇ〉 ιγῃ ἡμέρᾳ Εὐκτήμονι Ὠρίων ὅλος ἐπιτέλλει. 〈Ἐν δὲ τῇ〉 ιϛῃ Δοσιθέῳ Στέφανος ἑῷος ἄρχεται δύνειν. 〈Ἐν δὲ τῇ〉 κγῃ Δοσιθέῳ ἐν Αἰγύπτῳ Κύων ἐκφανὴς | |
15 | γίνεται. | 98 |
99 | 〈Ἐν δὲ τῇ〉 κεῃ Μέτωνι Κύων ἐπιτέλλει ἑῷος. 〈Ἐν δὲ τῇ〉 κζῃ Εὐκτήμονι Κύων ἐπιτέλλει. Εὐδόξῳ Κύων ἑῷος ἐπιτέλλει· καὶ τὰς ἑπομένας ἡμέρας νε ἐτησίαι πνέουσιν· αἱ δὲ ε αἱ πρῶται πρόδρομοι καλοῦνται. Καλ‐ | |
5 | λίππῳ Καρκίνος λήγει ἀνατέλλων πνευματώδης. 〈Ἐν δὲ τῇ〉 κηῃ Εὐκτήμονι Ἀετὸς ἑῷος δύνει· χειμὼν κατὰ θάλασσαν ἐπιγίνεται. 〈Ἐν δὲ τῇ〉 λῃ Καλλίππῳ Λέων ἄρχεται ἀνατέλλειν· νότος πνεῖ· καὶ Κύων ἀνατέλλων φανερὸς γίνεται. | |
10 | 〈Ἐν δὲ τῇ〉 λαῃ Εὐδόξῳ νότος πνεῖ. Τὸν δὲ Λέοντα διαπορεύεται ὁ ἥλιος ἐν ἡμέραις λα. Ἐν μὲν οὖν τῇ αῃ ἡμέρᾳ Εὐκτήμονι Κύων μὲν ἐκφανής, πνῖγος δὲ ἐπιγίνεται· ἐπισημαίνει. Ἐν δὲ τῇ εῃ Εὐδόξῳ Ἀετὸς ἑῷος δύνει. | |
15 | Ἐν δὲ τῇ ιῃ ἡμέρᾳ Εὐδόξῳ Στέφανος δύνει. Ἐν δὲ τῇ ιβῃ Καλλίππῳ Λέων μέσος ἀνατέλλων πνίγη μάλιστα ποιεῖ. Ἐν δὲ τῇ ιδῃ Εὐκτήμονι πνίγη μάλιστα γίνεται. Ἐν δὲ τῇ ιϛῃ ἡμέρᾳ Εὐδόξῳ ἐπισημαίνει. | |
20 | Ἐν δὲ τῇ ιζῃ Εὐκτήμονι Λύρα δύεται· καὶ ἔτι ὕει· καὶ ἐτησίαι παύονται· καὶ Ἵππος ἐπιτέλλει. Ἐν δὲ τῇ ιηῃ Εὐδόξῳ Δελφὶς ἑῷος δύνει. Δοσιθέῳ Προτρυ‐ | |
γητὴρ ἀκρόνυχος ἐπιτέλλει. | 99 | |
100 | Ἐν δὲ τῇ κβῃ Εὐδόξῳ Λύρα ἑῷος δύνει· ἐπισημαίνει. Ἐν δὲ τῇ κθῃ Εὐδόξῳ ἐπισημαίνει. Καλλίππῳ Παρθένος ἐπιτέλλει· ἐπισημαίνει. Τὴν δὲ Παρθένον διαπορεύεται ὁ ἥλιος ἐν ἡμέραις λ. | |
5 | Ἐν μὲν οὖν τῇ εῃ ἡμέρᾳ Εὐδόξῳ ἄνεμος μέγας πνεῖ, καὶ ἐπιβροντᾷ. Καλλίππῳ δὲ οἱ ὦμοι τῆς Παρθένου ἐπι‐ τέλλουσι· καὶ ἐτησίαι λήγουσιν. Ἐν δὲ τῇ ιῃ ἡμέρᾳ Εὐκτήμονι Προτρυγητὴρ φαίνεται· ἐπιτέλλει δὲ καὶ Ἀρκτοῦρος, καὶ Ὀϊστὸς δύεται ὄρθρου· | |
10 | χειμὼν κατὰ θάλασσαν· νότος. Εὐδόξῳ ὑετός, βρονταί· ἄνεμος μέγας πνεῖ. Ἐν δὲ τῇ ιζῃ Καλλίππῳ Παρθένος μέση ἐπιτέλλουσα ἐπισημαίνει· καὶ Ἀρκτοῦρος ἀνατέλλων φανερός. Ἐν δὲ τῇ ιθῃ Εὐδόξῳ Ἀρκτοῦρος ἑῷος ἐπιτέλλει· καὶ τὰς | |
15 | ἑπομένας ἡμέρας ζ 〈ἄνεμοι〉 πνέουσιν· εὐδία ὡς τὰ πολλά· λήγοντος δὲ τοῦ χρόνου ἀπ’ ἠοῦς πνεῦμα γίνεται. Ἐν δὲ τῇ κῃ Ἀρκτοῦρος Εὐκτήμονι ἐκφανής· μετοπώρου ἀρχή· καὶ Αἲξ ἐπιτέλλει ἀστὴρ μέγας ἐπὶ τοῦ Ἡνιόχου· κἄπειτα ἐπισημαίνει· χειμὼν κατὰ θάλασσαν. | |
20 | Ἐν δὲ τῇ κδῃ ἡμέρᾳ Καλλίππῳ Στάχυς ἐπιτέλλει τῆς Παρθένου· ὕει. Τὸν δὲ Ζυγὸν διαπορεύεται ὁ ἥλιος ἐν ἡμέραις λ. | |
Ἐν τῇ αῃ ἡμέρᾳ Εὐκτήμονι ἰσημερία μετοπωρινή· | 100 | |
101 | καὶ ἐπισημαίνει. Καλλίππῳ ὁ Κριὸς ἄρχεται δύνειν· ἰσημερία μετοπωρινή. Ἐν δὲ τῇ γῃ Εὐκτήμονι Ἔριφοι ἐπιτέλλουσιν ἑσπέριοι· χειμαίνει. | |
5 | Ἐν δὲ τῇ δῃ Εὐδόξῳ Αἲξ ἀκρόνυχος ἐπιτέλλει. Ἐν δὲ τῇ εῃ Εὐκτήμονι Πλειάδες ἑσπέριαι φαίνονται ἐκ τοῦ πρὸς ἕω· ἐπισημαίνει. Καλλίππῳ Παρθένος λήγει ἀνατέλλουσα. Ἐν δὲ τῇ ζῃ ἡμέρᾳ Εὐκτήμονι Στέφανος ἀνατέλλει· | |
10 | χειμαίνει. Ἐν δὲ τῇ ηῃ Εὐδόξῳ Πλειάδες ἐπιτέλλουσιν. Ἐν δὲ τῇ ιῃ Εὐδόξῳ 〈Στέφανοσ〉 ἑῷος ἐπιτέλλει. Ἐν δὲ τῇ ιβῃ ἡμέρᾳ Εὐδόξῳ Σκορπίος ἀκρόνυχος ἄρχεται δύνειν· καὶ χειμὼν ἐπιγίνεται, καὶ ἄνεμος μέγας πνεῖ. | |
15 | Ἐν δὲ τῇ ιζῃ Εὐδόξῳ Σκορπίος ἀκρόνυχος ὅλος δύνει. Καλλίππῳ Χηλαὶ ἄρχονται ἀνατέλλουσαι· ἐπισημαίνει. Ἐν δὲ τῇ ιθῃ Εὐδόξῳ βορέαι καὶ νότοι πνέουσιν. Ἐν δὲ τῇ κβῃ Εὐδόξῳ Ὑάδες ἀκρόνυχοι ἐπιτέλλουσιν. Ἐν δὲ τῇ κηῃ Καλλίππῳ τοῦ Ταύρου κέρκος δύνει· | |
20 | ἐπισημαίνει. Ἐν δὲ τῇ κθῃ Εὐδόξῳ βορέας καὶ νότος πνέουσιν. Ἐν δὲ τῇ λῃ Εὐκτήμονι χειμὼν κατὰ θάλασσαν πολύς. Τὸν δὲ Σκορπίον ὁ ἥλιος διαπορεύεται ἐν ἡμέραις λ. Ἐν μὲν οὖν τῇ γῃ Δοσιθέῳ χειμαίνει. | |
25 | Ἐν δὲ τῇ δῃ ἡμέρᾳ Δημοκρίτῳ Πλειάδες δύνουσιν ἅμα ἠοῖ· ἄνεμοι χειμέριοι ὡς τὰ πολλά, καὶ ψύχη, ἤδη καὶ | |
πάχνη· ἐπιπνεῖν φιλεῖ· φυλλορροεῖν ἄρχεται τὰ δένδρα | 101 | |
102 | μάλιστα. Καλλίππῳ τοῦ Σκορπίου τὸ μέτωπον ἐπιτέλλει πνευματῶδες. Ἐν δὲ τῇ εῃ Εὐκτήμονι Ἀρκτοῦρος ἑσπέριος δύεται· καὶ ἄνεμοι μεγάλοι πνέουσιν. | |
5 | Ἐν δὲ τῇ ηῃ Εὐδόξῳ Ἀρκτοῦρος ἀκρόνυχος δύνει· καὶ ἐπισημαίνει· καὶ ἄνεμος πνεῖ. Ἐν δὲ τῇ θῃ Καλλίππῳ τοῦ Ταύρου δύνει κεφαλή· ὑετοί. Ἐν δὲ τῇ ιῃ Εὐκτήμονι Λύρα ἑῷος ἐπιτέλλει· καὶ ἐπιχει‐ μάζεται ὑετῷ. | |
10 | Ἐν δὲ τῇ ιβῃ Εὐδόξῳ Ὠρίων ἀκρόνυχος ἄρχεται ἐπι‐ τέλλειν. Ἐν δὲ τῇ ιγῃ Δημοκρίτῳ Λύρα ἐπιτέλλει ἅμα ἡλίῳ ἀνίσ‐ χοντι· καὶ ὁ ἀὴρ χειμέριος γίνεται ὡς ἐπὶ τὰ πολλά. Ἐν δὲ τῇ ιδῃ Εὐδόξῳ ὑετία. | |
15 | Ἐν δὲ τῇ ιεῃ Εὐκτήμονι Πλειάδες δύνουσι· καὶ ἐπιση‐ μαίνει· καὶ Ὠρίων ἄρχεται 〈δύνειν· καὶ ἀρχομένῳ〉 καὶ μεσοῦντι καὶ λήγοντι ἐπιχειμάζει. Ἐν δὲ τῇ ιϛῃ Καλλίππῳ 〈ὁ〉 ἐν τῷ Σκορπίῳ λαμπρὸς ἀστὴρ ἀνατέλλει· ἐπισημαίνει· καὶ Πλειάδες δύνουσι φανεραί. | |
20 | Ἐν δὲ τῇ ιηῃ Εὐδόξῳ Σκορπίος ἄρχεται ἐπιτέλλειν ἑῷος. Ἐν δὲ τῇ ιθῃ Εὐδόξῳ Πλειάδες ἑῷαι δύνουσι, καὶ Ὠρίων ἄρχεται δύνειν· καὶ χειμάζει. Ἐν δὲ τῇ καῃ Εὐδόξῳ Λύρα ἑῷος ἐπιτέλλει. Ἐν δὲ τῇ κζῃ Εὐκτήμονι Ὑάδες δύονται· καὶ ἔτι ὕει. | |
25 | Ἐν δὲ τῇ κηῃ Καλλίππῳ τοῦ Ταύρου τὰ κέρατα δύεται· | |
ὑετία. | 102 | |
103 | Ἐν δὲ τῇ κθῃ Εὐδόξῳ Ὑάδες δύνουσι· καὶ χειμαίνει σφόδρα. Τὸν δὲ Τοξότην ὁ ἥλιος διαπορεύεται ἐν ἡμέραις κθ. Ἐν μὲν οὖν τῇ ζῃ Εὐκτήμονι Κύων δύεται· καὶ ἐπιχειμάζει. | |
5 | Καλλίππῳ ὁ Τοξότης ἄρχεται ἀνατέλλειν, καὶ Ὠρίων δύνει φανερός· χειμαίνει. Ἐν τῇ ηῃ Εὐδόξῳ Ὠρίων ἑῷος δύνει. Ἐν δὲ τῇ ιῃ Εὐκτήμονι τοῦ Σκορπίου τὸ κέντρον ἐπιτέλλει. Ἐν δὲ τῇ ιβῃ Εὐδόξῳ Κύων ἑῷος δύνει· χειμαίνει. | |
10 | Ἐν δὲ τῇ ιδῃ Εὐδόξῳ ὑετός. Ἐν δὲ τῇ ιεῃ Εὐκτήμονι Ἀετὸς ἐπιτέλλει· νότος πνεῖ. Ἐν δὲ τῇ ιϛῃ Δημοκρίτῳ Ἀετὸς ἐπιτέλλει ἅμα ἡλίῳ· καὶ ἐπισημαίνειν φιλεῖ βροντῇ καὶ ἀστραπῇ καὶ ὕδατι ἢ ἀνέμῳ ἢ ἀμφότερα ὡς ἐπὶ τὰ πολλά. Εὐδόξῳ Κύων ἀκρό‐ | |
15 | νυχος ἐπιτέλλει· νότια. Καλλίππῳ οἱ Δίδυμοι μετίασι δυόμενοι· νότια. Ἐν δὲ τῇ ιθῃ Εὐκτήμονι Αἲξ δύνει. Ἐν δὲ τῇ καῃ Εὐδόξῳ Σκορπίος ἑῷος ἐπιτέλλει· καὶ χειμαίνει. | |
20 | Ἐν δὲ τῇ κγῃ Εὐδόξῳ Αἲξ ἑῴα δύνει. Ἐν δὲ τῇ κϛῃ Εὐδόξῳ Ἀετὸς ἑῷος ἐπιτέλλει. Τὸν δὲ Αἰγόκερω ὁ ἥλιος διαπορεύεται ἐν ἡμέραις κθ. | |
Ἐν μὲν οὖν τῇ αῃ ἡμέρᾳ Εὐκτήμονι τροπαὶ χειμεριναί· | 103 | |
104 | ἐπισημαίνει. Καλλίππῳ Τοξότης λήγει ἀνατέλλων· τρο‐ παὶ χειμεριναί· χειμαίνει. Ἐν δὲ τῇ βᾳ Εὐκτήμονι Δελφὶς ἐπιτέλλει· χειμαίνει. Ἐν δὲ τῇ δῃ Εὐδόξῳ τροπαὶ χειμεριναί· χειμαίνει. | |
5 | Ἐν δὲ τῇ ζῃ Εὐκτήμονι Ἀετὸς ἑσπέριος δύεται· καὶ χειμαίνει. Ἐν δὲ τῇ θῃ Εὐδόξῳ Στέφανος ἀκρόνυχος δύνει. Ἐν δὲ τῇ ιβῃ Δημοκρίτῳ νότος πνεῖ ὡς 〈τὰ πολλά· Εὐδόξῳ Δελφὶς ἑῷοσ〉 ἐπιτέλλει. | |
10 | Ἐν δὲ τῇ ιδῃ Εὐκτήμονι μέσος χειμών· νότος πολὺς ἐπιπνεῖ χειμερινὸς κατὰ θάλασσαν. Ἐν δὲ τῇ ιεῃ Καλλίππῳ Αἰγόκερως ἄρχεται ἀνατέλλειν· νότος. Ἐν δὲ τῇ ιϛῃ Εὐκτήμονι νότος χειμέριος κατὰ θάλασσαν. | |
15 | Ἐν δὲ τῇ ιηῃ 〈Εὐδόξῳ Ἀετὸσ〉 ἀκρόνυχος ἐπιδύνει· καὶ νότος πνεῖ. Ἐν δὲ τῇ κζῃ Εὐκτήμονι Δελφὶς ἑσπέριος δύνει. Καλλίππῳ Καρκίνος δύνων λήγει· χειμαίνει. Τὸν δὲ Ὑδροχόον διαπορεύεται ὁ ἥλιος ἐν ἡμέραις λ. | |
20 | Ἐν μὲν οὖν τῇ βᾳ Καλλίππῳ Λέων ἄρχεται δύνειν· ὑετία. Ἐν δὲ τῇ γῃ Εὐκτήμονι Λύρα ἑσπέριος δύνει· ὑετία. Δημοκρίτῳ χειμών. | |
Ἐν δὲ τῇ δῃ ἡμέρᾳ Εὐδόξῳ Δελφὶς ἀκρόνυχος δύνει. | 104 | |
105 | Ἐν δὲ τῇ ιαῃ Εὐδόξῳ Λύρα ἀκρόνυχος δύνει· ὑετός. Ἐν δὲ τῇ ιδῃ Εὐδόξῳ εὐδία· ἐνίοτε καὶ ζέφυρος πνεῖ. Ἐν δὲ τῇ ιϛῃ Δημοκρίτῳ ζέφυρος πνεῖν ἄρχεται ἡμέραις γ καὶ μ ἀπὸ τροπῶν καὶ παραμένει. | |
5 | Ἐν δὲ τῇ ιζῃ Εὐκτήμονι ζέφυρον ὥρα πνεῖν. Καλλίππῳ Ὑδροχόος μέσος ἀνατέλλει· ζέφυρος πνεῖ. Ἐν δὲ τῇ κεῃ Εὐκτήμονι 〈Ὀϊστὸσ〉 ἑσπέριος δύνει· καὶ σφόδρα ἐπιχειμάζει. Τοὺς δὲ Ἰχθύας ὁ ἥλιος διαπορεύεται ἐν ἡμέραις λ. | |
10 | Ἐν μὲν οὖν τῇ βᾳ χελιδόνα ὥρα φαίνεσθαι· καὶ ὀρνιθίαι πνέουσι. Καλλίππῳ δὲ Λέων δύνων λήγει· καὶ χελιδὼν φαίνεται· ἐπισημαίνει. Ἐν δὲ τῇ δῃ Δημοκρίτῳ ποικίλαι ἡμέραι γίνονται, ἁλκυο‐ νίδες καλούμεναι. Εὐδόξῳ δὲ Ἀρκτοῦρος ἀκρόνυχος | |
15 | ἐπιτέλλει· καὶ ὑετὸς γίνεται· καὶ χελιδὼν φαίνεται· καὶ τὰς ἑπομένας ἡμέρας λ βορέαι πνέουσι, καὶ μάλιστα οἱ προορ‐ νιθίαι καλούμενοι. Ἐν δὲ τῇ ιβῃ Εὐκτήμονι Ἀρκτοῦρος ἑσπέριος ἐπιτέλλει, καὶ Προτρυγητὴρ ἐκφανής· ἐπιπνεῖ βορέας ψυχρός. | |
20 | Ἐν δὲ τῇ ιδῃ Δημοκρίτῳ ἄνεμοι πνέουσι ψυχροί, οἱ ὀρνιθίαι καλούμενοι, ἡμέρας μάλιστα θ. Εὐκτήμονι δὲ Ἵππος ἐπιτέλλει· ἐπιπνεῖ βορέας ψυχρός. Ἐν δὲ τῇ ιζῃ Εὐδόξῳ χειμαίνει· καὶ ἰκτῖνος φαίνεται. | |
Καλλίππῳ τῶν Ἰχθύων ὁ νότιος ἐπιτέλλει· λήγει βορέας. | 105 | |
106 | Ἐν δὲ τῇ καῃ Εὐδόξῳ Στέφανος ἀκρόνυχος ἐπιτέλλει. ἄρχονται ὀρνιθίαι πνέοντες. Ἐν δὲ τῇ κβῃ Εὐκτήμονι ἰκτῖνος φαίνεται· ὀρνιθίαι πνέουσι μέχρις ἰσημερίας. | |
5 | Ἐν δὲ τῇ κθῃ Εὐκτήμονι τοῦ Σκορπίου οἱ πρῶτοι ἀστέρες δύνουσιν· ἐπιπνεῖ βορέας ψυχρός. Ἐν δὲ τῇ λῃ Καλλίππῳ τῶν Ἰχθύων ὁ βόρειος ἐπιτέλλων λήγει· ἰκτῖνος φαίνεται· βορέας πνεῖ. Τὸν δὲ Κριὸν διαπορεύεται ὁ ἥλιος ἐν ἡμέραις λα. | |
10 | Ἐν μὲν τῇ αῃ Καλλίππῳ Σύνδεσμος τῶν Ἰχθύων ἀνατέλλει· ἰσημερία ἐαρινή. Εὐκτήμονι ἰσημερία ἐαρινή, καὶ ψεκὰς λεπτή· ὕσει· ἰσημερινὸς χειμαίνει σφόδρα· ἐπισημαίνει. Ἐν δὲ τῇ γῃ Καλλίππῳ Κριὸς ἄρχεται ἐπιτέλλων· ὑετὸς ἢ νιφετός. | |
15 | Ἐν δὲ τῇ ϛῃ Εὐδόξῳ ἰσημερία· ὑετὸς γίνεται. Ἐν δὲ τῇ ιῃ Εὐκτήμονι Πλειάδες ἑσπέριοι κρύπτονται. Ἐν δὲ τῇ ιγῃ Εὐδόξῳ Πλειάδες ἀκρόνυχοι δύνουσι, καὶ Ὠρίων ἄρχεται δύνειν ἀπὸ ἀκρονύχου· ὑετὸς γίνεται. Δημοκρίτῳ Πλειάδες κρύπτονται ἅμα ἡλίῳ δύνοντι καὶ | |
20 | ἀφανεῖς γίνονται νύκτας μ. Ἐν δὲ τῇ καῃ Εὐδόξῳ Ὑάδες ἀκρόνυχοι δύνουσιν. Ἐν δὲ τῇ κγῃ Εὐκτήμονι Ὑάδες κρύπτονται· καὶ χάλαζα ἐπιγίνεται, καὶ ζέφυρος πνεῖ. Καλλίππῳ Χηλαὶ ἄρχονται δύνουσαι· πολλαχῇ δὲ καὶ χάλαζα. | |
25 | Ἐν δὲ τῇ κζῃ Εὐδόξῳ Λύρα ἀκρόνυχος ἐπιτέλλει. | 106 |
107 | Τὸν δὲ Ταῦρον διαπορεύεται ὁ ἥλιος ἐν ἡμέραις λβ. Ἐν μὲν οὖν τῇ αῃ ἡμέρᾳ Εὐδόξῳ Ὠρίων ἀκρόνυχος δύνει· ὑετία. Καλλίππῳ ὁ Κριὸς λήγει ἐπιτέλλων· ὑετία, πολλαχῇ δὲ καὶ χάλαζα. | |
5 | Ἐν δὲ τῇ βᾳ Εὐκτήμονι Κύων κρύπτεται· καὶ χάλαζα γίνεται· τῇ δὲ αὐτῇ Λύρα ἐπιτέλλει. Εὐδόξῳ Κύων ἀκρό‐ νυχος δύνει· καὶ ὑετὸς γίνεται. Καλλίππῳ τοῦ Ταύρου ἡ κέρκος ἐπιτέλλει· νότια. Ἐν δὲ τῇ ζῃ Εὐδόξῳ ὑετὸς γίνεται. | |
10 | Ἐν δὲ τῇ ηῃ Εὐκτήμονι Αἲξ ἑῴα ἐπιτέλλει· εὐδία· ὕει νοτίῳ ὕδατι. Ἐν δὲ τῇ θῃ Εὐδόξῳ Αἲξ ἑῴα ἐπιτέλλει. Ἐν δὲ τῇ ιαῃ Εὐδόξῳ Σκορπίος ἑῷος δύνειν ἄρχεται· καὶ ὑετὸς γίνεται. | |
15 | Ἐν δὲ τῇ ιγῃ Εὐκτήμονι Πλειὰς ἐπιτέλλει· θέρους ἀρχή· καὶ ἐπισημαίνει. Καλλίππῳ ἡ τοῦ Ταύρου κεφαλὴ ἐπι‐ τέλλει· ἐπισημαίνει. Ἐν δὲ τῇ καῃ Εὐδόξῳ Σκορπίος ἑῷος ὅλος δύνει. Ἐν δὲ τῇ κβῃ Εὐδόξῳ Πλειάδες ἐπιτέλλουσι· καὶ ἐπιση‐ | |
20 | μαίνει. Ἐν δὲ τῇ λαῃ Εὐκτήμονι Ἀετὸς ἑσπέριος ἐπιτέλλει. Ἐν δὲ τῇ λβῃ Εὐκτήμονι Ἀρκτοῦρος ἑῷος δύνει· ἐπιση‐ μαίνει. Καλλίππῳ ὁ Ταῦρος λήγει ἀνατέλλων. Εὐκτήμονι | |
Ὑάδες ἑῷαι ἐπιτέλλουσιν· ἐπισημαίνει. | 107 | |
108 | Τοὺς δὲ Διδύμους ὁ ἥλιος διαπορεύεται ἐν ἡμέραις λβ. Ἐν μὲν οὖν τῇ βᾳ Καλλίππῳ οἱ Δίδυμοι ἄρχονται ἐπι‐ τέλλειν· νότια. Ἐν δὲ τῇ εῃ Εὐδόξῳ Ὑάδες ἑῷαι ἐπιτέλλουσιν. | |
5 | Ἐν δὲ τῇ ζῃ Εὐδόξῳ Ἀετὸς ἀκρόνυχος ἐπιτέλλει. Ἐν δὲ τῇ ιῃ Δημοκρίτῳ ὕδωρ γίνεται. Ἐν δὲ τῇ ιγῃ Εὐδόξῳ Ἀρκτοῦρος ἑῷος δύνει. Ἐν δὲ τῇ ιηῃ Εὐδόξῳ Δελφὶς ἀκρόνυχος ἐπιτέλλει. Ἐν δὲ τῇ κδῃ Εὐκτήμονι Ὠρίωνος ὦμος ἐπιτέλλει. Εὐδόξῳ | |
10 | Ὠρίων ἄρχεται ἐπιτέλλειν. Ἐν δὲ τῇ κθῃ Δημοκρίτῳ ἄρχεται Ὠρίων ἐπιτέλλειν, καὶ | |
φιλεῖ ἐπισημαίνειν ἐπ’ αὐτῷ. | 108 |