TLG 1379 074 :: FRAGMENTA ALCHEMICA :: Περὶ τοῦ λίθου τῶν φιλοσόφων (e cod. B.N. gr. 2327, fol. 216r) FRAGMENTA ALCHEMICA Alchem. Περὶ τοῦ λίθου τῶν φιλοσόφων (e cod. B.N. gr. 2327, fol. 216r) Citation: Volume — page — (line) | ||
11t | ΠΕΡΙ ΤΟΥ ΛΙΘΟΥ ΤΩΝ ΦΙΛΟΣΟΦΩΝ | |
---|---|---|
12 | Ὁ περιβόητος φιλόσοφος ἐξ Ἀβδήρων, καὶ Ζώσιμος, καὶ Ἰωάννης ἀρχιερεὺς, Ἑρμῆς ὁ Τρισμέγιστος, καὶ Δημόκριτος, Ὀλυμπιόδωρος καὶ Στέφανος ἐν τῇ τῆς χρυσοποιΐας παραινέσει | |
15 | τὸν μολιβδόχαλκον ἐμυσταγώγησαν καὶ συμφωνήσαντες κατέστησαν ἀπὸ μολιβδοχάλκου, ἐν οἷς μετὰ πεῖραν καὶ τριβὴν καὶ τὴν τῆς ὕλης | |
διάκρισιν ὑπόμνησιν ποιούμενοι παρακελεύουσιν ἀπέχεσθαι πάντων τῶν | 447 | |
2.448 | τὴν καυστικὴν δύναμιν ἐχόντων, ἀπό τε πυρὸς καὶ θείου καὶ πάντω ἀρσενίκων· ἐπεὶ ἡ ἐπιμιξία καὶ ἡ σφοδρότης πᾶσαν βλάβην καὶ ἀποτυχίαν ἐργάζεται, προσδέχεσθαι δὲ πάντα τὰ ἐξιδιάζοντα καὶ ὑγρὰν δύναμιν ἔχοντα, πρός τε μίξιν στοιχοῦντος καὶ τὴν τοῦ μολίβδου | |
5 | σύγκρασιν· σύγκρασιν γὰρ καὶ συνουσίωσιν καλοῦσιν, πρῶτον διὰ χωνευτηρίου, ὕστερον δὲ καυματουμένην καὶ πλυνομένην, ἐπείπερ καὶ μαγνησίαν ταύτην καλοῦσιν ἐκ τοῦ ἀναμίγνυσθαι καὶ μάττεσθαι καὶ βάπτεσθαι κατὰ μίαν οὐσίαν τῆς συνουσιώσεως γινομένην τῆς κράσεως· μίξις δὲ παντὸς καὶ πάσης καθ’ ὑγρὰς καὶ ἐν ὑγροῖς | |
10 | γίνεται, ὡς καὶ καταπλυνόμενα μετάγεσθαι λέγεται, ἢ πηλὸς, ὁμοίως καὶ ὡσαύτως ἢ λίνα καὶ μετάξια λευκαινόμενα. Διὸ καὶ Ὀλυμπιόδωρος γράφει· «Ἐν τοῖς ὑγροῖς ἐπιστεύθη τὸ μυστήριον τῆς χρυσοποιΐας, διὰ ῥείθρων καὶ ῥευμάτων καὶ πλύνσεως τῆς καλουμένης ταριχείας καὶ ἀσκήσεως τὴν τοῦ μυστηρίου οἰκονομου‐ | |
15 | μένην τελευτήν. Ταριχεία δὲ εἴρηται ἐκ τοῦ τὰ ῥεῖθρα χέειν καὶ ἀνάπτειν καὶ ἐπισυνυπακούειν ταῖς πλύνσεσιν δηλούσης ὅτι κατὰ τὰς πλύνσεις τὰ ῥεῖθρα χύνεται, ἵνα καθαίρηται τὸ σύνθημα ἐκ τῆς ἀσκή‐ σεως τοῦ φιαλοβωμοῦ.» Ὁ Δημόκριτός φησι πρὸς τὸν βασιλέα· «Εἰ μὴ τὰς | |
20 | οὐσίας καταμάθῃς καὶ τὰς οὐσίας κεράσῃς, καὶ τὰ εἴδη νοήσῃς, καὶ τὰ γένη συνάψῃς τοῖς γένεσιν, εἰς μάτην τοῦ κόπου ἐπιχείρισας, ὦ | |
βασιλεῦ.» | 448 | |
2.449 | Καὶ ὁ Ζώσιμός φησιν· «Αὐτὸ γὰρ τὸ μυστήριον τῆς χρυσο‐ βαφῆς· σώματα ὄντα, πνεύματα γίνονται, ἵνα ἐν τῇ καταβαφῇ τοῦ πνεύματος βάψει»· ἤγουν τὰ σώματα κατὰ τὴν σύγκρασιν τοῦ μολιβδοχάλκου, ὑδραργύρῳ κατηγλαϊσμένα πνεύματα γίνονται· ἀνθ’ | |
5 | ὧν καὶ πρότερον ἐξυδατοῦνται καὶ καθέψηται διὰ ῥεύσεως τῆς κατ’ αὐτὸ ταριχείας, καὶ ἀσκήσεως μεταβολῆς, καὶ ἐξαλλοιοῦνται ἐκ τοῦ σώματος. Πέφυκεν γὰρ εἰς ἀσώματα ὑπερφυῶς ἐπὶ τὸ χρύσοπτον πάντα γίνεται. Ὁ δὲ Ὀλυμπιόδωρός φησιν· «Χαλκομόλιβδος αἰτήσιος | |
10 | λίθος· ἑξῆς οὖν ὁμορρευστήσαντα ποιεῖ τούτοις τὴν διὰ πυρός· τὸ δὲ μόλιβδος περιδίδοται, καὶ τοῦτο τοῦ πυρός». Τὸ γὰρ «ἐξίσου ὁμορρευσ‐ τήσαντα» οὐχ ὕλης προσθήκην ἐπέβαλεν, ἀλλὰ τὴν τῆς ὕλης ῥεῦσιν, ὅτι τῶν τριῶν ἅμα κατ’ αὐτῶν γινομένων ῥεῦσαι ποιεῖν δεῖ· καὶ πρότερον τὸ ἐξίσου συγκείμενον· καὶ ὅτι οὐχὶ τὸ μὲν ἓν ῥεῦσαι ποιεῖν | |
15 | χρὴ ἢ τὰ δύο μόνα, ἀλλ’ ἐξίσου ὁμοῦ τὰ τρία ἐν μιᾷ συγκράσει γινόμενα. Τὸ δὲ «ὁμορρευστήσαντα» δηλοῖ τὸ ἅμα ἑξῆς δῆ ποιεῖν ῥεῦσαι. Λίθος δὲ καλεῖται διὰ τὸ λιτὴν ποιεῖ τὴν αὐτοῦ περιουσίαν· οὐ γὰρ κατ’ αὐτοῦ μένουσα ἡ φύσις τοῦ ὕδατος τοῦ θείου δρᾶν τι δύναται, | |
20 | ἀλλὰ μετάλλων συντεθειμένων τῶν τὴν σύνθεσιν ἐχόντων εἰς συνου‐ σίαν, τοῦτο ποιεῖν καὶ τὰ μεγάλα ταῦτα ἐργάζεται. Ἔοικε γὰρ τὰ στερεὰ σύνθετα εἶναι, καὶ εἰ μὴ ταῦτα συμπλακῇ τοῖς ὑγροῖς, οὐδὲν | |
δύναται ποιεῖν, ὁμορρευστὴ δὲ τὰ χρύσοπτα πάντα ποιεῖν· αὐτὰ γὰρ | 449 | |
2.450 | καθ’ ἑαυτὰ στερεὰ ὄντα εὑρίσκεται ἄρρευστα, καὶ ῥεῦσαι οὐ δύναν‐ ται, ἐὰν μὴ τοῖς ῥευστοῖς διαλυθείη ἢ ἐξυδατωθείη. Ὁ Ζώσιμος δέ φησιν· «Μὴ φοβηθῇς κ. τ. λ. Ἐξάτμησις οὖν τοῦ ὕδατός ἐστιν ἡ ἐκλέπτησις. Ἐγὼ δὲ θαυ‐ | |
5 | μάζω πῶς τὸ ἡμέτερον σπούδασμα, ἢ ἄρα ἐκ τῆς ἀναδόσεως καὶ αἰθάλης τοῦ θείου ὕδατος δύναται ἕψεσθαι καὶ χρωΐζεσθαι τὸ ἡμέ‐ τερον σύνθημα. | |
Ὁ Στέφανος λέγει· Ὅρος φιλοσοφίας κ. τ. λ. | 450 |