TLG 1379 073 :: FRAGMENTA ALCHEMICA :: Ὁ λίθος τῆς φιλοσοφίας (fort. auctore Zosimo) (e cod. B.N. gr. 2327, fol. 215v) FRAGMENTA ALCHEMICA Alchem. Ὁ λίθος τῆς φιλοσοφίας (fort. auctore Zosimo) (e cod. B.N. gr. 2327, fol. 215v) Citation: Volume — page — (line) | ||
2.446(15t) | Ο ΛΙΘΟΣ ΤΗΣ ΦΙΛΟΣΟΦΙΑΣ | |
16 | Ζώσιμος· Κἀγὼ δὲ κόμαριν μέλλω ἑρμηνεῦσαι ὑμῖν. Ἡ κό‐ | |
---|---|---|
μαρις μεμιγμένη μαργάρους ἀποτελεῖ. Ἐπεί γε αὐτὸν λίθον ἐκάλεσαν, | 446 | |
2.447 | πᾶν δὲ πνεῦμα σεύει τῇ δυνάμει τοῦ ξηρίου· οὐδεὶς οὖν τῶν προφητῶν ἐτόλμησεν μυσταγωγῆσαι τῷ λόγῳ· ἀλλὰ καὶ αὐτοῖς νοήμοσιν παρέδωκαν ἀπέχεσθαι τὴν θηλυκὴν δύναμιν προτιμοτέραν αὐτῆς· αὕτη γὰρ καὶ μόνη λευκότης σεβασμία γέγονεν παντὸς προ‐ | |
5 | φήτου ἑρμηνείαι σὺν ἡμῖν καὶ τοῦ μαργάρου τὴν δύναμιν ἐργασίαν ἔχει τῷ ἐλαίῳ ἑψούμενος. Λαβὼν μαργαριτάριν τὸ ἀττικὸν, ἕψε ἐλαίῳ οὐχ ὑποφίμῳ, ἀλλ’ ἀπώμῳ, ἐπὶ ὥρας γʹ, ἐπὶ μέσοις φωσί· καὶ λαβὼν ῥάκος ἐρίου ἔκθλιβε τῇ μαργάρῳ, ἵνα ἀποβάλλῃ τὸ ἔλαιον, καὶ ἔχε εἰς τὰς χρείας τῶν | |
10 | καταβαφῶν· ἡ γὰρ τελείωσις τοῦ ἐλαίου διὰ μαργάρων ἐστίν. | 447 |