TLG 1379 072 :: FRAGMENTA ALCHEMICA :: Fragmentum περὶ λευκώσεως (χαλκοῦ) (sine titulo) (e cod. Paris. gr. 2327, fol. 231v)

FRAGMENTA ALCHEMICA Alchem.
(Varia)

Fragmentum περὶ λευκώσεως (χαλκοῦ) (sine titulo) (e cod. Paris. gr. 2327, fol. 231v)

Source: Berthelot, M., Ruelle, C.É. (eds.), Collection des anciens alchimistes grecs, vol. 2. Paris: Steinheil, 1888 (repr. London: Holland Press, 1963): 318–319.

Citation: Volume — page — (line)

ΩΣΤΕ ΛΕΥΚΑΝΑΙ. —Λαβὼν ἀρσενίκην χρυσίζον, φολίατον, μίξον μετὰ ἅλατος ἴσου, τρίψον ἐν ἰγδίῳ καλῶς, θὲς ἐν μαρμάρῳ καὶ τρίβε μετὰ ὄξους, ὥσπερ χρῶα δῆ τῶν ζωγράφων, καὶ βάλε εἰς
10τὸν ἥλιον ἀναξηραίνεσθαι. Καὶ πάλιν τρίβε μετὰ ὄξους· τοῦτο ποίη‐ σον ἡμέρας γʹ. Ἔπειτα λαβὼν ἄγγος νέον πυρίμαχον, ἐν τούτῳ αὐτὸ γεγεννημένον καὶ βεβαμμένον θὲς τὸ σύνθεμα ἀπέσω (?), καὶ περι‐ χρίσας τὰς ἁρμογὰς ὥστε μὴ ἐκπνεῦσαι· τοῦτο γὰρ ἀπολέσει πᾶσαν βαφήν. Αἰθάλωσον ἀκριβῶς ὥστε μὴ ἀπομεῖναί τινα μελανίαν. Πάλιν
15βαλὼν ἐν μαρμάρῳ, τρίβε μετὰ ὄξους, καὶ πάλιν αἰθάλωσον. Εἶτα λαβὼν χαλκὸν ἐρυθρὸν καλὸν, ποίησον λάμνας πλατείας καὶ λεπτάς· θερμάνας, καταβάπτων εἰς ὄξος φορὰς δύο, ἔπειτα χωνεύσας αὐτὸν τρὶς, ἐπίρριψον εἰς τὴν ἄγγαν τοῦ χαλκοῦ κεράτια δʹ, καὶ ἴδῃς
γενόμενον λευκόν.318

2

.

319

Βάλλεται ἓν ἑξάγιον εἰς χιλίας χιλιάδας βάρος καθαρὸν, ἤγουν θείας, διὰ γοῦν τὸ βάρος βούλεται ἓν εἰς χιλιάδα, καὶ ἐκ τῶν χιλίων πάλιν ἓν εἰς ἕν. Ἔν τισι γέγραπται ἐῶ (?) καὶ ἀληθέστερον εἶναι δοκεῖ ὅτι θεῖον ὄξος καὶ ὁ ἀὴρ, ἢ ἐκ τῆς ἐργασίας ἀπολειφθέντος ἰσάκις
5βάλλονται ἐν τῇ κολωκήνθῃ, καὶ διοργανίζονται, ἵνα κάλλιον λαμ‐ πρυνθῶσιν· καὶ οὕτως μετ’ αὐτῶν λειοτρίβεται τὸ σύνθεμα τῇ ἡ
ὑστέρα φορὰ, καὶ τελειοῦται.319