TLG 1379 071 :: FRAGMENTA ALCHEMICA :: Περὶ τῆς θείας καὶ ἱερᾶς τέχνης τῶν φιλοσόφων (e cod. Paris. B.N. gr. 2327, fol. 230r) FRAGMENTA ALCHEMICA Alchem. Περὶ τῆς θείας καὶ ἱερᾶς τέχνης τῶν φιλοσόφων (e cod. Paris. B.N. gr. 2327, fol. 230r) Citation: Volume — page — (line) | ||
2.315(18t) | ΠΕΡΙ ΤΗΣ ΘΕΙΑΣ ΚΑΙ ΙΕΡΑΣ ΤΕΧΝΗΣ ΤΩΝ ΦΙΛΟΣΟΦΩΝ | |
19 | Ἡμεῖς μὲν ἐν αἰνίγμασιν γράψαντες, ἐῶμεν ἡμῖν τοῖς ἐντυγχά‐ | |
---|---|---|
20 | νουσιν τῷ παρόντι βιβλίῳ ἐπιμόνως σχολάσαι καὶ ἀνερευνῆσαι τοῦ | 315 |
2.316 | μυστηρίου τὴν ὑπόθεσιν· φησὶν γὰρ ὁ φιλόσοφος ὅτι ἄνθρωποι γεγρά‐ φασιν, δαίμονες δὲ φθονοῦσιν. Καὶ εἰκότως ἐπὶ βασιλείας οὐράνων οἱ πλείονες ἐντυγχάνοντες ἠξιώθησαν· σὺ δὲ τῆς Κλεοπάτρας βραχείᾳ ἐξηγήσει ἐξακολουθῶν, οἴσεις εἰς φῶς τὸ σκοτεινὸν εὕρημα, καὶ χαρίσῃ. | |
5 | «Ἄνελθε, φησὶν ἐκείνη, εἰς τὴν στέγην τὴν ἀνωτάτην». Ἐγὼ δέ σοι πλέον εἴποιμι ἐν τῷ πετηνῷ τῷ τετραστοίχῳ τῷ μέσον κειμένῳ τῶν δύο φωστήρων, ἡλίου φημὶ καὶ σελήνης, ὅπερ ἐστὶν ὠὸν ἀλαβαστροειδὲς, οὐκ ὠὸν ὄρνιθος, ἄπαγε, ἀλλ’ ἐμφερὲς τῇ ἰδέᾳ ὠόν. Ἀποδερμάτωσον, ἄνοιξον προσεχῶς, σύντριψον ἀνηλεῶς. Εἶτα | |
10 | λείωσον, καὶ λαβὼν σκεῦος ὑέλινον, ἐν αὐτῷ θὲς τὸ κόμαρι· πολυώνυμος γὰρ καλεῖται· καὶ πηλώσας ἔνδοθεν ἑτέραν χύτραν, βάλλε γανωτὴν, χῶσον ἐν ἱππείᾳ κόπρῳ θερμοτάτην ἡμέρας μʹ, ἀνὰ ἑπτὰ ἡμέρας παραλ‐ λάσσων τὸν τόπον. Μετὰ δὲ τὴν ἐμπρόθεσμον, λαβὼν αὐτὸ τὸ ἄγγος, καὶ ἐξελὼν τὸ ἐν αὐτῷ, λείωσον καλῶς ἐν πορφυρῷ τάφῳ, καὶ ἔσχε | |
15 | τὸν νεκρόν. Αὕτη πρώτη ποίησις καὶ πρῶτος τάφος. Εἶτα λαβὼν τὸν νεκρὸν τὸν φύσει ὀδωδότα, θὲς δι’ ἄμβικος, καὶ πυρὶ φλογὸς δρὸν σύγκαυσον ἀνασπῶν ὕδωρ ἂς μίγον. Καὶ τὸ μὲν ὕδωρ τὸ πρῶτον ἔχε ἰδίως, ὁμοίως καὶ δεύτερον ἐν σκεύεσιν ὑελίνοις· τὸ δὲ ἐναπομένον κάτω ἐξελὼν, τρίψας ἡμέρας ζʹ, μετὰ δευτέρου ὕδατος | |
20 | ἐν τάφῳ πορφυρῷ· τὸ δὲ πρῶτον ὕδωρ φύλαξον· εἶτα θάψον τὸν νεκρὸν πάλιν ὡς ἀνωτέρω ἐν ἱππείᾳ κόπρῳ ἡμέρας μʹ, ἀνὰ ἑπτὰ ἡμέρας παραλ‐ | |
λάσσων τὴν κόπρον. Δεύτερος τάφος καὶ καῦσις πρώτη αὕτη. | 316 | |
2.317 | Μετὰ δὲ τὴν ἐμπρόθεσμον ἐξελὼν ἐκ τῆς κόπρου, λείωσον πάλιν αὐτὸ ἐν μαρμάρῳ, τοῦ φυλαχθέντος 〈ὡσ〉 ἀνωτέρω πρώτου ὕδατος, καὶ θὲς ἐν τοῖς ἄμβιξι, καὶ ἀνάσπα ὕδατα ὡς καὶ πρότερον· καὶ τὸ μὲν φύλαξον, τὸ δὲ ἐνλειώσας τῇ τέφρᾳ, θὲς πάλιν ἐν ἱππείᾳ κόπρῳ ὀμοίως | |
5 | ἐν ἡμέραις μʹ, ἀνὰ ἑπτὰ ἡμέρας παραλλάσσων τὸν τόπον. Τρίτος τάφος πέφυκε καῦσις δευτέρα. Ἔπειτα λαβὼν τὸ καταχώσας μετὰ τὸν ἀριθμὸν τῆν μʹ ἡμερῶν, λείωσον μετὰ τοῦ φυλαχθέντος ὕδατος, καὶ θὲς πάλιν ἐν ἄμβιξι, καὶ ἀνάσπα ὕδατα ὡς ἀνωτέρω· καὶ τὸ μὲν φύλαξον, τὸ δὲ συλλείωσον τῷ | |
10 | συνθέματι, ἡμέρας καʹ, κατάχωσον ἐν ἱππείᾳ κόπρῳ, ἀνὰ ἑπτὰ ἡμέρας παραλλάσσων τὸν τόπον. Τέταρτος τάφος, καῦσις δὲ τρίτη πέλει. Πάλιν μετὰ τὴν ἐμπροθέσμον καʹ ἡμέρας λαβὼν τὸ σύνθεμα, λείωσον μετὰ τοῦ φυλαχθέντος ὕδατος ἡμέρας ζʹ, ὡς καὶ πρότερον, καὶ ἀνάσπα ὕδωρ δι’ ἄμβικος, καὶ τὸ μὲν πρῶτον φύλαξον, τὸ δὲ δεύτερον | |
15 | συλλείωσον τῷ συνθέματι, κατάχωσον ἡμέρας καʹ, ἀνὰ ἑπτὰ ἡμέρας παραλλάσσων τὴν κόπρον. Πέμπτος τάφος πέφυκε καῦσις τετάρτη. Καὶ μετὰ τὴν καʹ ἡμέραν, ἐξελὼν, λειοτρίβησον μετὰ τοῦ φυλαχθέντος ὕδατος· καὶ θὲς ἐν ἄμβιξι, ἀνάσπα ὕδατα· καὶ τὸ μὲν φύλαξον, τὸ δὲ συλλείωσον, καὶ θάψον καʹ ἡμέρας. Ἕκτος τάφος | |
20 | βέλτιστος, καῦσις δὲ πέμτη. Εἶτα λαβὼν ἐκ τῆς φθορᾶς τὸ ἄφθαρτον, λείωσον τῷ φυλαχθέντι ὕδατι καὶ ἀνάσπα ὕδατα· καὶ τὸ μὲν φύλαξον, τὸ δὲ συλλειοτρίβησον, ὡς | |
ἀνωτέρω, καὶ θάψον καʹ ἡμέρας. Ἕβδομος τάφος 〈ἐστὶ〉 καὶ καῦσις ἕκτη. | 317 | |
2.318 | Τελευταῖον ἐκβαλὼν τὸ σύνθεμα ἀπὸ τοῦ ἄγγους λειοτρίβησον ἡμέρας ζʹ μετὰ τοῦ φυλαχθέντος ὕδατος· καὶ λαβὼν τὸ σύνθεμα, πότισον αὐτὸ λειοτριβῶν ἐν μαρμάρῳ πάντα τὰ ὕδατα ἡμέρας τόσας δέοι ἵνα πίῃ τὰ ὕδατα τὸ σύνθεμα, καὶ ψυγὲν ἐν ἡλίῳ, καὶ μετὰ | |
5 | τούτου αἰθάλωσον, καὶ ἔχε πνεῦμα. Ὄγδοος τάφος ἑβδομὴ | |
καὶ ἡ καῦσις. | 318 |