TLG 1379 066 :: FRAGMENTA ALCHEMICA :: Fragmentum alchemicum (sine titulo) (e cod. Venet. Marc. 299, fol. 100v) FRAGMENTA ALCHEMICA Alchem. Fragmentum alchemicum (sine titulo) (e cod. Venet. Marc. 299, fol. 100v) Citation: Volume — page — (line) | ||
2.283(1t) | 〈ΑΛΛΩΣ〉 | |
2 | Ἕτεροι δὲ τὸν σποδὸν τῶν πρώτων ὑδάτων ταῖς ἀπ’ αὐτῶν αἰθά‐ λαις ἑνώσαντες ὡς εἰ ⸔ τῇ 𐆄 βαλόντες καὶ προδιχάσαντες, ταύ‐ τας ἔβρεχον ὡς ὥραν μίαν, καὶ ἀνεκομίζοντο ὕδωρ. Καὶ πάλιν ἑτέ‐ | |
---|---|---|
5 | ραν βαλόντες, ἀπέβρεχον καὶ ἀνεκομίζοντο. Καὶ τρίτον καὶ σποδῷ μίξαντες, ἀνελάμβανον τὰς αἰθάλας, καὶ οὕτω ταῖς ὑπολελειμμέναις αἰθάλαις ἔμισγον, λευκαῖς καὶ ξανθαῖς ἢ ἀλλοίαις, τοῦ σταθμοῦ μὴ φροντίσαντες· καὶ οὗτοι Ζωσίμῳ τῷ μεγάλῳ ἐξακολουθοῦντες εἰπόντι· «Πάντη γὰρ ἢ πλεῖον ἢ ἔλαττον, οὐδὲν ἀδικήσεις· ἓν γάρ | |
10 | ἐστι τὸ ζητούμενον ἀπ’ αἰῶνος, ἡ τῆς ποιήσεως ἀγωγή.» | 283 |