TLG 1379 065 :: FRAGMENTA ALCHEMICA :: Fragmentum alchemicum (sine titulo) (e cod. Venet. Marc. 299, fol. 100r)

FRAGMENTA ALCHEMICA Alchem.
(Varia)

Fragmentum alchemicum (sine titulo) (e cod. Venet. Marc. 299, fol. 100r)

Source: Berthelot, M., Ruelle, C.É. (eds.), Collection des anciens alchimistes grecs, vol. 2. Paris: Steinheil, 1888 (repr. London: Holland Press, 1963): 282.

Citation: Volume — page — (line)

3tΑΛΛΩΣ
4Τινὲς δὲ τὴν ἄσβεστον ὁμοίοις ὕδασι μίξαντες ὡς εἰ ὥραν μίαν
5διανέστησαν καὶ ἀνεκομίσαντο, φάσκοντες ὡς τὸ Μαρίας μολίβου μονοήμερον, εὑρίσκοντες Ζώσιμον λέγοντα· «Ἀλλὰ τὸν τοῦ λίθου χρήσιμον»· καὶ ταύτην ἡγοῦντο σῆψιν καὶ ἴωσιν. Διότι γράφει Δημόκριτος· «Τινὲς δὲ ἐν τοῖς ὀργάνοις ἴωσαν». Ὃν ἑρμηνεύων Πετάσιος ἔφασκεν· «Ἀντὶ τοῦ· διὰ τῶν ὀργάνων ἐποίησαν τὸν
10ἰόχαλκον· καὶ τοῦτο λαβόντες ὕδωρ εἵνωσαν ἄλλο ὕδατι ἀνασπάστῳ, ἐν ᾧ ἦν ἄσβεστος ὀστρακίτης· ὡς αὕτως ἴσον αὐτῷ βαλόντες διὰ τὸ λέγειν τὸν φιλόσοφον· «Λάβε τοῦ ἐν ὑστέροις σου δηλωθησομένου μέρος ἓν, καὶ χρυσοζωμίου ὅ ἐστιν χρυσάνθιον καὶ χρυσο‐ κογχύλιον. Τοῦτο γὰρ Ἑρμῆς τὸ ταὐτὸν ἔφησεν ὡς πολυώνυμον
15ἀγαθόν. Λαβὼν οὖν καὶ αὐτοῦ μέρος ἓν, ἐπιβαλὼν ὕδωρ θείου ἀθίκτου καὶ κόμμι ὀλίγον, πᾶν σῶμα βάψεις». Τῇ δὲ αὐτῇ ἀγωγῇ ἐπ’
ἀμφοτέρων τῶν ὑδάτων ἐχρῆτο.282