TLG 1379 064 :: FRAGMENTA ALCHEMICA :: Ποίησις ἀσβέστου (e cod. Venet. Marc. 299, fol. 99v)

FRAGMENTA ALCHEMICA Alchem.
(Varia)

Ποίησις ἀσβέστου (e cod. Venet. Marc. 299, fol. 99v)

Source: Berthelot, M., Ruelle, C.É. (eds.), Collection des anciens alchimistes grecs, vol. 2. Paris: Steinheil, 1888 (repr. London: Holland Press, 1963): 281–282.

Citation: Volume — page — (line)

8tΕΤΕΡΑ ΠΟΙΗΣΙΣ ΑΣΒΕΣΤΟΥ
9Ἄλλοι δὲ ἄσβεστον μόνην λευκὴν ἐχρήσαντο πρὸς τὴν σῆ‐
10ψιν· ἀλλ’ ἐπὶ μὲν τοῦ λευκοῦ κομάρεως ἔβαλλον ὕδατα λευκὰ ὀργανιστὰ, ἐπὶ δὲ τῶν ξανθῶν ἔβαλλεν ὕδατα ξανθά· καὶ πέψεως γενομένης ἡμερῶν τριῶν ἀνεκομίζετο, καὶ προσφάτοις ὁμοειδέσιν προσέπλεκον, ὡς ἐπὶ τῆς πορφύρας τὸ τριακοστόδυον βάλλοντες. Ἔλεγεν γὰρ Ἑρμῆς ὅτι πορφύραν οἱ παλαιοὶ καὶ πορφυρόχρωμον
15λίθον οἶδαν τὸν ἰόχαλκον. Ἰδοὺ γὰρ Ἑρμῆς, πρὸς τὸν Παύσηριν γράφων, ἔλεγεν ὅτι «Ἐὰν εὕρῃς τὸν πορφυρόχρωμον λίθον, γίνωσκε ὅτι ἐκεῖνός ἐστιν· ἔχεις δὲ αὐτὸν, ὦ Παύσηρι, κεχαραγμένον ἐν τῷ κλειδίῳ·» καίτοι τοῦ Ἑρμοῦ οὐδαμοῦ βαφὴν λίθων ἢ πορφύρας
ποιησαμένου συγγραφὴν, ἀλλὰ καὶ τὸ κλείδιον περὶ τῆς κατὰ δύο281

2

.

282

συνθέματα κωμάρεως γέγραπται, ὡς ἀνοικτικῆς τοῦ ἰοῦ δυσχερείας·
τῆς μέντοι ἀσβέστου πολλὴν φροντίδα πεποίηται.282