TLG 1379 063 :: FRAGMENTA ALCHEMICA :: Οἰκονομία τῆς ἀσβέστου (e cod. Venet. Marc. 299, fol. 99v) FRAGMENTA ALCHEMICA Alchem. Οἰκονομία τῆς ἀσβέστου (e cod. Venet. Marc. 299, fol. 99v) Citation: Volume — page — (line) | ||
8t | ΑΛΛΗ ΟΙΚΟΝΟΜΙΑ ΤΗΣ ΑΣΒΕΣΤΟΥ | |
---|---|---|
9 | Ἔνιοι δὲ ξανθὸν βαλόντες ὕδωρ ἐν ταῖς ἰώσεσιν ἢ λευκὸν κατὰ φύσιν | |
10 | ἅπαξ ἀνασπάσαντες ἠρκέσθησαν αἰθάλαις αἰθαλῶν, τὴν πρώτην καὶ τὴν δευτέραν μετὰ τὴν ἴωσιν κρίναντες. Ἔλεγεν γὰρ ὅτι οὐ τὸ πολ‐ λάκις ἀνάγεσθαι χαρίζεται τοῖς ὑγροῖς τὸν κάτοχον καὶ τὴν εἴσκρισιν, ἀλλ’ ἡ τῶν σωμάτων συμπλοκὴ, καὶ ἡ τῶν ὀργάνων ἰδιότης, καὶ ἡ διὰ | |
τῆς κηροτακίδος διαφορὰ, καὶ ἡ ποσότης τῶν ἡμερῶν ἐν τῇ σήψει. | 280 | |
2.281 | Συμβαίνει δὲ τὸν ἰόχαλκον ταῖς πολλαῖς αἰθάλαις μὴ μόνον μελαίνεσθαι τῇ τῶν στερεῶν σωμάτων χροιᾷ βαπτόμενον, ἀλλ’ ἔσθ’ ὅτε καὶ δαπανᾶσθαι τελείως. Τοῦτο δὲ οἱ τελέσαντες παραχρῆμα ἑτέραις αἰθάλαις ὁμοχρώοις τῆς κινναβάρεως συνέμιξαν καὶ ἀπέθηκαν· | |
5 | ἡ αἰθάλη τῆς ὑδραργύρου αἰθάλῃ μιγεῖσα παραμονιμώτερον τηρεῖ τὸ | |
ποίημα τῆς ὑδραργύρου· καὶ πάλιν τάχα οὖν ὑπὸ ἑτέρας τῆς φύσεωσνεφέλης κατέχεται. | 281 |