TLG 1379 060 :: FRAGMENTA ALCHEMICA :: Ἡ οἰκονομία (e cod. Venet. Marc. 299, fol. 98v) FRAGMENTA ALCHEMICA Alchem. Ἡ οἰκονομία (e cod. Venet. Marc. 299, fol. 98v) Citation: Volume — page — (line) | ||
2.278(1t) | ΑΛΛΩΣ. Η ΟΙΚΟΝΟΜΙΑ | |
2 | Τινὲς μὲν οὖν οὕτως ἐργασάμενοι εὐδοκίμησαν· ἄλλοι δὲ τὸ πᾶν ζέσαντες ἢ ὀπτήσαντες, ἔκλασαν καὶ διεμέρισαν 〈ὡὰ〉 σὺν τοῖς ὀστράκοις, ἀφελόμενοι τοὺς ὑμένας, καὶ βάλοντες ἐν θυείᾳ τὸ λευ‐ | |
---|---|---|
5 | κόν τε καὶ ξανθὸν, ἐλείωσαν, ἅμα προσθέντες ἐπὶ τοῦ ξανθοῦ καὶ ἄλλην μοῖραν λεκίθου· ἐπὶ δὲ τοῦ λευκοῦ τοὐναντίον, διὰ τὸ λέγειν Ζώσιμον· «Ἐπὶ μὲν τοῦ λευκοῦ λαμβάνει δύο μέρη ἄσβεστον, ἐπὶ δὲ τοῦ ξανθοῦ πάλιν κροκοῦ μέντοι καὶ ἐλύδριον τὸ διπλάσιον. Εἰ γὰρ ὀξυτονήσωμεν τοῦ κροκοῦ, καὶ μὴ βαρύνομεν, ὅ ἐστιν παροξυ‐ | |
10 | τονήσομεν, εὑρήσομεν σαφῶς τὸ λεγόμενον.» Εἶτα ποιήσαντες τῇ αὐτῇ συσταθμίᾳ σύνθεμα ὑδάτων τοῖς μασθωτοῖς ὀργάνοις, λειοῦσιν ἐν ἰγδίῳ καλῶς. Καὶ ποιήσαντες ἐλαίου ἢ οἴνου ἢ ζύθου πάχος, διχάζουσιν, καὶ χωρὶς πυρὸς καταίρουσιν, τοῦ «ἔα κάτω, καὶ γενήσεται» μεμνημένοι. Μετὰ δὲ τὸν τεταγμένον | |
15 | χρόνον, ποιοῦσιν τῶν ὑδάτων τῶν ἀθίκτων τὴν ἄρσιν, ἥ ἐστιν κώμαρις σκυθικὴ, καὶ χαλκὸς ἰοποιηθείς. Καὶ μαρτυρεῖ αὐτοῖς Πετάσιος, γράφων· «Τινὲς δὲ ἐν τοῖς ὀργάνοις ἴωσαν» ἀντὶ τοῦ «διὰ τῶν ὀργάνων ἀνέσπασαν τὸν χαλκόν·» καὶ μίξαντες ἀμφότερα, λέγω δὴ τὸ σαπὲν πέταλον τῷ μὴ | |
20 | σαπέντι πετάλῳ, καὶ τοῖς βολβίτοις ἀπέδωκαν πρὸς δύο ἢ τρεῖς. Καὶ τοῦ ποθουμένου ἔτυχον, ὥς φησιν, εἴτε οὕτως, εἴτε ἐκείνως, | |
εἴτε ἄλλως· ἡ πεῖρα διδασκαλίη. Ἔρρωσο ἐν Κυρίῳ. | 278 |