TLG 1379 059 :: FRAGMENTA ALCHEMICA :: Ποίησις μᾶλλον τοῦ παντός (e cod. Venet. Marc. 299, fol. 97r) FRAGMENTA ALCHEMICA Alchem. Ποίησις μᾶλλον τοῦ παντός (e cod. Venet. Marc. 299, fol. 97r) Citation: Volume — page — (line) | ||
7t | ΠΟΙΗΣΙΣ ΜΑΛΛΟΝ ΤΟΥ ΠΑΝΤΟΣ | |
---|---|---|
8 | Ἀλλ’ ἐπειδὴ τῆς ἀμφοτέρων διαιτήσεως οὐκ ἀφῃρέθη τὸ κάλυμμα, δίκαιον ἐξ ὑπαρχῆς τὴν ποίησιν τοῦ παντὸς ὑμῖν κόμεως | |
10 | διαγράφειν. Τὸ ξανθὸν μόριον, λέκιθος ἐζεσμένη, λειοῦται ἀσφαλῶς ἐν τῷ χρυσοκομίῳ (?) τῆς τέχνης, ὅ ἐστιν οὐκ ἐν θυείᾳ καὶ δοίδυκι, ἀλλ’ ἐν ὀργάνοις μασθωτοῖς εἰσαγομένοις εἰς πύρωσιν χρυσοκομίῳ (?) θερμῷ. Τοῦτο δὲ τὰ ληφθέντα συνενοῦνται τοῖς μὴ ληφθεῖσιν ἐν σκιᾷ λειωθέντα. Ταῦτα οὖν ἑνούμενα δὶς ἀνασπῶνται, | |
15 | καὶ τὸ μένον κάτω πάλιν συσσήπεται τῷ ἄνω, οὐκ ἐν τοῖς θρεπ‐ τικοῖς ὀργάνοις τοῖς ἔχουσιν τοὺς κρουνοὺς, ἀλλ’ ἐν τοῖς πολοειδέ‐ σιν, καὶ τῇ πραείᾳ θέρμῃ ἐντὸς ἡμερῶν μʹ, πλεῖον ἢ ἔλασσον, ἵνα | |
διὰ τῆς σήψεως ἀμετάβλητον φυλαχθῇ τὸ εἶδος. | 275 | |
2.276 | Ὥσπερ γὰρ ἡ κιννάβαρις ἐν τοῖς λέβησιν ὀπτωμένη πάντοθεν πεφιμωμένοις οὖσιν ἀναδίδωσιν τὴν ὑδράργυρον, ἥ ἐστιν ὕδωρ θεῖον λευκὸν καὶ ἄργυρος ὄνομα, ἥ ἐστι ἀποδιδράσκουσα τὰ ἀπολλώνια, «καθάπερ τίς δάφνη παρθένος εἰς τὰ πώματα τῶν λεβήτων ἑαυτὴν | |
5 | αἰωρεῖ,» ἐπαγόμενον ἑνοῦν μετὰ τὴν καθαίρεσιν τοῦ πυρὸς εὑρίσκεται καὶ συλλέγεται πυρίφευκτος οὖσα, οὕτως καὶ ἡ ὑδράργυρος ἡ ἀπὸ τῆς τεχνικῆς κινναβάρεως τῆς σπάνης, τουτέστι τῆς σπανίως εὑρισ‐ κομένης, τῆς φρυγίας, λέγω δὴ τῆς φριττομένης ἐτοίμι, τάχα δὲ κυριώτερον τῆς καλουμένης καὶ φρυγίας καὶ ἀποδιδρασκούσης ῥαδίως | |
10 | οὐ μόνον τὸ πῦρ, ἀλλὰ καὶ τὴν ἔρευναν τῶν φρενῶν, αἰθερῶδες πνεῦμα γεγῶσαν. Πρός τε τὸ ὑπερκείμενον ἡμισφαίριον ἀναδραμοῦσα κάτεισί τε καὶ ἄνεισι, τὸ δραστήριον τούτου ἀποφεύγουσα, ἕως ἂν τὴν δραπετὶν ὁρμὴν ἀποθεμένη, τοῦ λοιποῦ σῶφρον γενομένη· οὐκ‐ έτι γενόμενον, ἀλλὰ καὶ δυσκάθεκτον καὶ θανατῶδες· περὶ οὗ φησιν | |
15 | ὁ Ἀπόλλων ἐν τοῖς χρησμοῖς· ... καὶ πνεῦμα μελάντερον, ὑγρὸν, ἄχραντον. Τοῦτο λοιπὸν πησσόμενον, πήσσει, καὶ κατεχόμενον, κατέχει· καὶ τοῦτο φάσκουσιν ὡς τὸ πέρας τῆς τέχνης· ὁ σοφὸς ἀνακέκραγεν Ζώσιμος· «Πήγνυται δὲ αὐτὴ τῇ ὁμοίᾳ νεφέλῃ»· | |
20 | καὶ τοῦτό ἐστιν τὸ λεγόμενον τῷ φυσικῷ φιλοσόφῳ· «Τὰ θειώδη βάπτουσι καὶ φεύγουσιν, κατέχονται δὲ ὑπὸ τοῦ συγγενοῦς ὑδραργύ‐ | |
ρου. Τὸ γὰρ θεῖον λοιπὸν ἕως μιγῇ καὶ τῷ θείῳ θεῖον κρατηθῇ, | 276 | |
2.277 | καὶ τὸ ὑγρὸν ὑπὸ τοῦ καταλλήλου ὑγροῦ.» Διὰ τοῦτο Ζώσιμος ἔλεγεν ἐν βίβλῳ κλειδῶν· «Τάχα οὖν ὑπὸ ἄλλης φύσεως ἡ νεφέλη κατέχεται· ἀκόλουθον ὅτι ἡ φύσις τὴν φύσιν κρατεῖ». Οἱ δὲ ταῦτα θεώμενοι, φησὶν ὁ Δημόκριτος, ἀνακεκρά‐ | |
5 | γασιν λέγοντες· «Ὦ φύσεις οὐρανίων φύσεων δημιουργοί! Ὦ φύσεις παμμεγέθεις ταῖς μεταβολαῖς νικῶσαι τὰς φύσεις!» φύσεις οὐρανίους τὰ πολοειδὴ ὄργανα ὀνομάζων, ἐν οἷς τὴν τε γάσαντο καὶ τὴν ἄρσιν τῶν ὑδάτων· οὐ τῶν πρώτων ὑδάτων μόνον φημὶ τῶν διχαζομένων, ἀλλὰ καὶ τῶν ἐσχάτων, ἅπερ οὐχ ὑποδέξονται | |
10 | σταθμοῦ, ἀναγκαῖον μιγνύμενα τοῖς ἀσήπτοις· κἄντε γὰρ ἴσον βάλῃς, ἢ ἔλαττον, ἢ πλεῖον, οὐκ ἀδικηθήσῃ. Κάλλιον· μᾶλλον δὲ, ἧττον βαλέσθαι τὸν χαλκὸν τῷ λειπομένῳ συνθέματι, διὰ τὸ λέγειν Δημόκριτον· «Δεῖ δὲ ἔχειν αὐτὸν καὶ ὀλίγον θεῖον ἄπυρον, ἵνα διαδύῃ τὸ φάρμακον ἐντός»· ὀλίγον εἰπὼν | |
15 | θεῖον ἄπυρον ὅ ἐστιν ἄκαυστον, τουτέστιν τὸν χαλκόν. Καὶ πάλιν ἀεὶ τὸ τέταρτον τοῦ ἀσήμου κατέχειν τὸν χαλκὸν, ἄσημον καλῶν τὸν χαλκὸν, διὰ τὸ ἄγνωστον. Χαλκὸν δὲ τὸ πρῶτον ὕδωρ τὸ ἔνσκιον καὶ φευκτὸν, ἀπὸ μεταφορᾶς τοῦ ἐπισκίου χαλκοῦ· χαλκὸς γὰρ ἄσκιος οὐδέποτε γίνεται, ὥς φησιν ἡ Μαρία. Χαλκὸς δὲ ἄσκιος | |
20 | γίνεται καλυπτομένης αὐτοῦ τῆς σκιᾶς, τουτέστιν τῆς φυγῆς διὰ τῆς | |
οἰκονομίας. | 277 |