TLG 1379 058 :: FRAGMENTA ALCHEMICA :: Ὅτι σύνθετον καὶ οὐχ ἁπλοῦν τὸ εἶδος καὶ τίς ἡ οἰκονομία (e cod. Venet. Marc. 299, fol. 96r)

FRAGMENTA ALCHEMICA Alchem.
(Varia)

Ὅτι σύνθετον καὶ οὐχ ἁπλοῦν τὸ εἶδος καὶ τίς ἡ οἰκονομία (e cod. Venet. Marc. 299, fol. 96r)

Source: Berthelot, M., Ruelle, C.É. (eds.), Collection des anciens alchimistes grecs, vol. 2. Paris: Steinheil, 1888 (repr. London: Holland Press, 1963): 272–275.

Citation: Volume — page — (line)

2

.

272

(1t)

ΟΤΙ ΣΥΝΘΕΤΟΝ ΚΑΙ ΟΥΧ ΑΠΛΟΥΝ ΤΟ ΕΙΔΟΣ,
2tΚΑΙ ΤΙΣ Η ΟΙΚΟΝΟΜΙΑ
3 Πότερον ἁπλοῦν ἐστιν ἢ σύνθετον, ἢ μέρους φύσεως ἡ τέχνη ἡ παρὰ τοῖς διδασκάλοις φύσεως καλουμένης; Φύσει μὲν οὖν ἁπλοῦν
5χρυσόκολλα ὦν γένος ἀπλοῦν κατὰ τὸν ἔνθεον Ἡσίοδον καὶ Ἄρατον, καὶ χρυσέα κεφαλὴ κατὰ τὸν θεσπέσιον Δανιὴλ τὸν θεηγόρον, καὶ χρύσεον χορὸν κατὰ τὸν τρισμέγιστον Ἑρμῆν, οὐκ ἂν ῆ τὸ ἓν τὸ ζητούμενον. Τέχνη δὲ πάλιν οὐκ ἄρα ἁπλοῦν, οὐδὲ ὡς ἐκ μερῶν συνιστάμενον. Εἰ γὰρ μίαν καὶ τὴν αὐτὴν οἰκονομίαν εἶχεν τὰ μέρη
10καὶ κατ’ οὐδὲν ἀλλήλων διέφερεν, οὐκ εῖσαν μέρη ὅλως. Πᾶν γὰρ μέρος φυσικὸν 〈ἢ〉 τεχνικὸν συνεισφέρει τι ξένον καὶ τὸ ὅλον· καὶ ἄνευ αὐτοῦ τὸ πᾶν ἀτελὲς εὑρεθήσεται, καθὼς ἔστιν σκοπεῖν ἐπὶ τῶν μορίων τοῦ σώματος, τῶν παρὰ Γαληνῷ τόπων ἐπονομαζομένων· ὡς ἔστιν ἀκούειν αὐτοῦ λέγοντος· «Τόπους γὰρ, φησὶν, ὀνομάζουσιν τὰ
15μόρια τοῦ σώματος.» Ἀνὰ γάρ τι τῶν μερικωτάτων, ἀτελὲς τὸ πᾶν272

2

.

273

ὀφθήσεται σύνθεμα, οἷον λειώσεως τυχὸν ἢ ὀπτήσεως, ἢ καύσεως, ἢ σήψεως τῆς ἐν πρίσματι, ἢ βαλανείῳ, ἢ ὀρνιθέᾳ, ἢ κηρωτακίδι, ἢ 〈διὰ〉 τοῦ ἀμβικισμοῦ, ἢ πυρὸς γυμνοῦ, ἢ ἐπιδιπλωμάσιος, ἢ Μαρίας ὑδραργύρου, ἢ ἄλλης τινὸς οἰκονομίας αὐτῶν.
5 Εἰ οὖν πᾶν μέρος φυσικὸν, ἢ τεχνιτῶν συνεισφέρει τι τὸ ὅλον, χρεὸν καὶ ταῦτα τῷ παντὶ συνεισφέρειν. Εἰ γὰρ σκευάζουσιν τὰ μέρη, τὸ παράπαν οὐδὲν ἐν τῇ οἰκονομίᾳ τῷ πόσῳ· λοιπὸν τὸ πᾶν ἑαυτοῦ διοίσει μόνον, ὡς ἡ τὸ δίπηχυ δένδρον γενήσεται τρίπηχυ, τιθεμένης τῆς αὐξήσεως. Εἰ δὲ τῶν μερῶν ἕκαστον λυσιτελεῖ τῷ παντὶ,
10σκοπήσωμεν ἑκάτερον τούτων ὅπως ἔχει πρὸς θάτερον. Ἡ μὲν οὖν ὑδράργυρος, εἰς τὰ πώματα τῶν λεβήτων ἑαυτὴν ἐωροῦσα, τῆς ἰώσεως τὸ πᾶν ἀπεργάζεται. Ὡς γὰρ ἡ τῶν ζωγράφων κηρωτακὶς τὰ χρώματα μίγνυσι τοῦ παντὸς ἀποτελεῖ ζώου τῆς τέχνης, 〈οὕτω〉 καὶ τῆς μαγνη‐ σίας προστιθεμένης αὐτῇ, τουτέστι τῆς ἀνασπάσεως τε καὶ ῥεύσεως,
15καὶ ἐν ταῖς λεκίθοις, τοῦ θείου τοῦ θείου μιγέντος, καὶ θείου ἀποτε‐ λοῦντος τὰς δεχομένας ... ... Τινὲς δὲ ἄλλως ἐκλαμβάνουσι τὸ ῥητόν. Ἐπειδὴ γὰρ, φησὶν, ὁ μὲν Ἑρμῆς τὰ θεῖα λέγει πυρίφλεκται, Δημόκριτος δὲ τὰ
θειώδη βαπτὰ καὶ φευκτὰ, κατεχόμενα ὑπὸ τῆς συγγενοῦς ὑδραργύ‐273

2

.

274

ρου· ὑδράργυρον δὲ τὸν Ὀσίριδος τάφον ἀποκαλοῦσιν οἱ διδά‐ σκαλοι, τουτέστιν τὴν ἀπὸ τῆς ἑψήσεως νέκρωσιν, ἀναγκαῖον τὸ ὑδραργυρισθὲν ὕδωρ θείου ἢ θειῶδες ὑγρὸν ὡς πυρίφευκτον, ἕως ἂν τῇ ἱππείᾳ προσομιλήσῃ. Οὐδὲν γὰρ, φησὶν ὁ Ζώσιμος, ἐτι‐
5μήθη τὸ πᾶν τῆς τέχνης, εἰ μὴ ὁ τῶν ὑγρῶν κατάλογος. Οὐ δεῖ οὖν μετὰ τὴν σῆψιν τι περιεργεῖν ὅλως κατά τινας· πρὸς οὓς, ὥς φησιν ὁ Πανοπολίτης. Τινὲς δὲ μετὰ τὴν ἴωσιν οὐδὲν περιειργάσαντο, λέγοντες αὐτὸ θεῖον καὶ ὕδωρ θείου καὶ ὑδράργυρον. Ἡμεῖς οὖν ἐροῦμεν· τί δή ποτε οὖν ὁ μέγας Ζώσι‐
10μος ἐν τῷ Σ στοιχείῳ τὴν τοιαύτην ἔντασιν διαλύων ἐκέλευσεν ἐνεχθῆναι τὸν χαλκόν; «Καὶ ἠνέχθη, φησὶν, ὁ χαλκός· καὶ ἦν τέλειος κατὰ πάντα, καὶ ἐπεβλήθη, καὶ οὐκ εἰσέκρινεν.» Καὶ διε‐ γείρων αὐτῶν τὴν φρένα, παρήγαγεν αὐτοὺς εἰς μέσον τὸν χρυσόκολλον καὶ καταβάψεις, χρυσὸν καλῶν τὴν ἴωσιν ἥτις λέγε‐
15ται καὶ ξάνθωσις· σύνθεμα δὲ τὸ χρῶμα καὶ τὸ λευκόν· λευκὸν γὰρ ὡσαύτως καλοῦσιν, ἀλλὰ τὸ τίμιον, χρυσόκολλον. Ὥσπερ γὰρ ἥλιος τῶν τε ὑπερτέρων καὶ κατωτέρων σφαιρῶν φωτισμός ἐστιν· ἢ καὶ τῶν μὲν ἀνωτέρων διὰ παντὸς, τῶν δὲ κατωτέρων ἔσθ’ ὅτε, διὰ τὸ φθάνειν τὸ ἀποσκίασμα τοῦ κώνου τῆς γῆς ἄχρι τῆς
20ἑρμαϊκῆς σφαίρας, τῆς ἰώσεως, ἤτοι ξανθώσεως, τῶν τε προτέρων καὶ τῶν ὑστέρων τιμιωτέρα ἐστίν. Τί δήποτε οὖν ταύτῃ ἄλλην ἐργασίαν ἐπέβαλλεν; Ὅτι γὰρ
οὐ περὶ φυσικοῦ χρυσοῦ ἐστὶν ὁ λόγος τῶν παλαιῶν, δῆλον ἐξ ὧν274

2

.

275

ἔφησεν. Ὁ γὰρ χρυσός τί ἔτι χρείαν ἔχει βαφῆναι; Τί δὲ προσε‐ τίθει λέγων; «Πολὺ δὲ καὶ τέλειον χαλκὸν εὑρόντες ἐν τοῖς ἱεροῖς, οὐ κατέβαψαν, διὰ τὸ ἐξ ὑπαρχῆς ἑτέραν ἐργασίαν εἶναι·» καὶ ἐτέρωθι πάλιν· «Καὶ οὐδαμῶς ἕστηκεν ὁ νοῦς πασῶν τῶν γραφῶν, εἰ μὴ ἐν
5τῷ ὀργάνῳ τῷ τὸν χαλκὸν ἀνασπῶντι.» Καὶ περὶ τῆς διὰ τοῦ ὀργάνου
ἀνασπάσεως, ὁ αὐτὸς καὶ τοῦτο φάσκει πρὸς τὸ πέρας τῆς τέχνης.275