TLG 1379 056 :: FRAGMENTA ALCHEMICA :: Περὶ λευκώσεως τοῦ ἀρσενικοῦ τοῦ σχιστοῦ (e cod. Paris. B.N. gr. 2327, fol. 279v) FRAGMENTA ALCHEMICA Alchem. Περὶ λευκώσεως τοῦ ἀρσενικοῦ τοῦ σχιστοῦ (e cod. Paris. B.N. gr. 2327, fol. 279v) Citation: Volume — page — (line) | ||
10t | ΠΕΡΙ ΛΕΥΚΩΣΕΩΣ ΤΟΥ ΑΡΣΕΝΙΚΟΥ | |
---|---|---|
11t | ΤΟΥ ΣΧΙΣΤΟΥ | |
12 | Λαβὼν ἀρσενίκην, λείωσον μετὰ ὄξους ἴσου· καὶ ἀναλαβὼν, ἐπίθες ἐπάνω κηροτακίδι φιάλην ἐπὶ φιάλην· ἐπάνω περιπηλώσας, ἐλαφρῷ πυρὶ ὑπόκαιε, ἄχρις ἂν ἴδῃς τὴν φιάλην γενομένην ... Καὶ ἄρας τὴν | |
15 | αἰθάλην, ποίησον ὡς κηρωτὴν μετὰ ὕδατος, καὶ κόλλησον τὴν φιάλην χρησίμως γενομένην σὺν ἀριθμῷ· ἔασον δὲ τὸ θεῖον ἄχρις ἂν λευκανθῇ, καὶ ὄπτησον ἐν θερμοσποδιᾷ, ὡς ἄνω πρόκειται, καὶ ἔχε· καὶ λαβὼν σανδαράχην, λειοτρίβησον μετὰ ὄξους· βαλὼν εἰς βʹ θήκας, βάλε εἰς κλίβανον, καὶ ἄρας τὴν αἰθάλην, ἔχε ἀρσενίκην καὶ σανδα‐ | |
20 | ράχην. Καὶ ἡ μαγνησία οὕτω πρῶτον λευκαίνεται ὡς ρῶν (sic), καὶ | |
μετὰ ξανθοῦται. | 391 |