TLG 1379 052 :: FRAGMENTA ALCHEMICA :: Ποίησις ἀργύρου (e cod. Venet. Marc. 299, fol. 194v)

FRAGMENTA ALCHEMICA Alchem.
(Varia)

Ποίησις ἀργύρου (e cod. Venet. Marc. 299, fol. 194v)

Source: Berthelot, M., Ruelle, C.É. (eds.), Collection des anciens alchimistes grecs, vol. 2. Paris: Steinheil, 1888 (repr. London: Holland Press, 1963): 389–390.

Citation: Volume — page — (line)

11tΠΟΙΗΣΙΣ ΑΡΓΥΡΟΥ
12 Λαβὼν μολύβδου μοῖραν αʹ, κασσιτέρου μοίρας 𐅶ϛ, διὰ χώνης χοῦν ποίει· καὶ τρίψας ὄξει καὶ ἅλατι, λεύκαινε ταῦτα. Εἶτα βαλὼν εἰς κατζίον ἐν ἐλαίῳ λύε τρίς. Εἶτα ἐπὶ μοίρας εʹ τούτων βάλε ἀργύρου
15μοῖραν αʹ· καὶ ἑνώσας διάλυε πυρί. Ἔπειτα λύων κασσιτέρου μοίρας εʹ, ἀπὸ τούτου βάλε τοῦ συνθέματος μοῖραν μίαν· καὶ ὄψῃ αὐτὴν τὴν φύσιν τοῦ ἀργύρου. ΕΤΕΡΩΣ. Λαβὼν ὑδράργυρον δυτικὸν καὶ ὑδράργυρον ἀνατολικὸν, ἐπίσης τρίψον καὶ βάλε εἰς ὕελον, καὶ ἕψει ἑπτάκις· τὸ δὲ ἀναβαίνει
20ὡσεὶ κρύσταλλος. Εἶτα τρίψον αὐτὸ μετὰ λευκοῦ τῶν ὠῶν, καὶ αὖθις
ἕψει, καὶ ἀναβαίνει ὡσεὶ κρύσταλλος. Εἶτα τοῦτο λαβὼν, ποίει ἀπαιωρῶν389

2

.

390

ἐν τῷ σκεύει τοῦ ὄξους ὡς τὸ ἄνω ῥηθέν· καὶ στάζει κάτω τὸ ὕδωρ· ἐν ᾧ βαλὼν τὰ λευκὰ, ἔνθαψον αὐτὸ φιλοσόφως ὑέλῳ εἰς κόπρον ἡμέρας μʹ, ἄχρις ἂν ὅλον γένηται ὕδωρ.
Τοῦτο Σολομῶντος Ἰουδαίου ἐκ τῶν ἱερῶν τοῦ ἡλίου.390