TLG 1379 050 :: FRAGMENTA ALCHEMICA :: Διάγραμμα τῆς μεγάλης ἡλιουργίας παραβαλλόμενον εἰς τὴν οἰκονομίαν τοῦ παντός (e cod. Venet. Marc. 299, fol. 62r) FRAGMENTA ALCHEMICA Alchem. Διάγραμμα τῆς μεγάλης ἡλιουργίας παραβαλλόμενον εἰς τὴν οἰκονομίαν τοῦ παντός (e cod. Venet. Marc. 299, fol. 62r) Citation: Volume — page — (line) | ||
22t | ΔΙΑΡΓΑΜΜΑ ΤΗΣ ΜΕΓΑΛΗΣ ΗΛΙΟΥΡΓΙΑΣ ΠΑΡΑΒΑΛΛΟΜΕΝΟΝ | |
---|---|---|
23t | ΕΙΣ ΤΗΝ ΟΙΚΟΝΟΜΙΑΝ ΤΟΥ ΠΑΝΤΟΣ | |
24 | Ἰστέον ὅτι ἡ μεγάλη ἡλιουργία παραβάλλεται καὶ εἰκονίζεται εἴς τε | 387 |
2.388 | τὴν τοῦ παντὸς δημιουργίαν, καὶ εἰς αὐτὸν δὴ τὸν δημιουργὸν, κατὰ ἀλληγορίαν τοιάνδε. Τὸ πᾶν εἰς ἓξ πράγματα θεωρεῖται· εἴς τε τὰ τέσσαρα στοιχεῖα, 〈καὶ〉 εἰς ψυχὴν καὶ εἰς αὐτὸν δὴ τὸν θεὸν τὸν τούτων οἰκονόμον καὶ δημιουργόν. | |
5 | Τὰ δὲ τέσσαρα στοιχεῖά εἰσι ταῦτα· πρῶτον μὲν καὶ ἀνωφερέστερον, τὸ πῦρ, δεύτερον καὶ ὑπὸ τοῦτο, ὁ ἀήρ· τρίτον καὶ ὑπὸ τοῦτο, ἡ γῆ, τέταρτον καὶ ὑπὸ ταύτην, τὸ ὕδωρ. Ἔχεις ἰδοὺ τὰ τέσσαρα στοιχεῖα· πρὸς τούτοις δὲ ἔστι καὶ ἡ ψυχὴ καὶ ὁ θεὸς ὁ τούτων οἰκονόμος καὶ ποιητής. Ἐν τούτοις τοῖς ἓξ τὸ πᾶν τεθεώρηται· εἰσὶ δὲ καὶ ἐν τῇ μεγάλῃ | |
10 | ὑλουργίας ὕλῃ πράγματα ἓξ αὐτοῖς εὐστόχως παραβαλλόμενα· εἰσὶ δὲ ταῦτα· ὕδωρ, αἰθάλη, σῶμα, τέφρα, νεφέλη καὶ πῦρ, καὶ τὰ μὲν 〈πρῶτα〉 τέσσαρα τούτων τοῖς ἐξ τοῖς τέσσαρσι στοιχείοις συμπαραβάλ‐ λονται· τὸ δέ γε πέμπτον, ἤγουν ἡ νεφέλη, τῇ ψυχῇ παρεικάζεται, τὸ | |
δὲ ἕκτον, δηλονότι τὸ πῦρ, τῷ θεῷ εἰκονίζεται. | 388 |