TLG 1379 048 :: FRAGMENTA ALCHEMICA :: Κινναβάρεως σκευασία (e cod. Paris. B.N. gr. 2327, fol. 232r)

FRAGMENTA ALCHEMICA Alchem.
(Varia)

Κινναβάρεως σκευασία (e cod. Paris. B.N. gr. 2327, fol. 232r)

Source: Berthelot, M., Ruelle, C.É. (eds.), Collection des anciens alchimistes grecs, vol. 2. Paris: Steinheil, 1888 (repr. London: Holland Press, 1963): 383–384.

Citation: Volume — page — (line)

13tΚΙΝΝΑΒΑΡΕΩΣ ΣΚΕΥΑΣΙΑ
14〈Λαβὼν〉 ὑδραργύρου μέρη βʹ, καὶ θείου ζῶντος λελειωμένου ...
15οὔρου καθαροῦ μέρος αʹ, καὶ λαβὼν βικίον καθαρὸν δυνατὸν, καὶ ἄνευ καπνοῦ τῶν δυνάμεων βαστάσαι τὴν πυρὰν, βάλε τὴν σκευὴν εἰς αὐτό· μὴ γέμει δὲ, ἀλλὰ μᾶλλον ἵνα ἐστὶ κενὸν ὅσον δάκτυλα βʹ ἢ γʹ, καὶ ἀνάμιξον πάντα, καὶ ποίησον καμίνιον οἷον τοῦ ὑελοψοῦ.
Ἔστω δὲ τοιοῦτον βικίον εὐρύχωρον· καὶ ἄφες τόπον ὅσον θέλεις383

2

.

384

εἰσελθεῖν τὸ βικίον, καὶ χώρισον κάλαμον· καὶ μετὰ ταῦτα ἄναψον τὸ καμίνιον. Ἔασον δὲ καὶ ἑτέραν θυριδίτζαν μικρὰν ὅθεν μέλλει εἰσελθεῖν τοῦ πυρὸς λάβρα κύκλωθεν. Τὸ δὲ σημεῖον τῆς ἑψήσεως τοιοῦτόν ἐστι· τήρησον τὸ κένωμα τοῦ βικίου, καὶ ἐὰν ἴδῃς ἐξερχόμενον καπνὸν ὡσεὶ
5πορφύρας σχῆμα ἔχοντα, καὶ τὴν θερμότητα κινναβαρίζουσαν, ἰδοὺ γέγονεν. Κατάλειπε πλέον τοῦ ἐκκαίειν τὸ ὑέλιον· εἰ γὰρ τούτου γενο‐ μένου πλέον ἐθέλεις ἐκκαῦσαι, ῥήγνυται τὸ ὑέλιον. Ὑδράργυρον βράσον μετὰ ῥεφανίνῳ ἐλαίῳ θείῳ τε, καὶ καυστὸν ἀρσένικον ἐν ἀγγείῳ ὑελίνῳ ἐπὶ ἡμέρας γʹ, τῇ δὲ δἡμέρᾳ ἔασον
10ψυγῆναι. Καὶ ἔστω πάλιν ὑδράργυρος μετὰ ὄξους δριμυτάτου· καὶ λαβὼν θείου τὸ ἥμισυ κατὰ σταθμὸν τοῦ ἀργύρου, καὶ μίξας αὐτὰ ὁμοῦ ἐν νίτρῳ, καὶ τρίψον αὐτὴν εἰς ἰγδὴν, καὶ γενήσεται ξανθή. Καὶ βαλὼν αὐτὴν εἰς ἄγγος ὄξος δριμύτατον, καὶ φιμώσας καλῶς ἵνα μὴ διαπνεύσῃ, καὶ ἔασον ἡμέρας εʹ· τῇ δὲ ϛ ἡμέρᾳ εὑρήσεις τὸ μυστήριον. Γλύκιζε
15αὐτὴν, καὶ ξηράνας αὐτὴ ἐν ἡλίῳ, καὶ ἔχε τὸ μυστήριον. Σὺν Θεῷ, λαβὼν ὠὰ, κλάσας αὐτὰ, καὶ χώρισον τὰ πυρρὰ, καὶ τὰ λευκὰ ταῦτα παρίδε· καὶ θέσον εἰς ἄμβικον, καὶ ἔασον ἡμέρας ηʹ ἢ ζʹ· καὶ κάθελε ἀπ’ αὐτοῦ τὸ ὕδωρ· τὸ δὲ σωματούμενον καῦσον μέχρι γίνεται ἡ ἄσβεστος, καὶ ἔχε ταύτην ἀκριβῶς πεφυλαγμένην. Αὐτὴ
20λέγεται ἄσβεστος γέοδρα (?).384