TLG 1379 043 :: FRAGMENTA ALCHEMICA :: Περὶ τοῦ ποιῆσαι τυρόκολλαν (e cod. Paris. B.N. gr. 2327, fol. 7r)

FRAGMENTA ALCHEMICA Alchem.
(Varia)

Περὶ τοῦ ποιῆσαι τυρόκολλαν (e cod. Paris. B.N. gr. 2327, fol. 7r)

Source: Berthelot, M., Ruelle, C.É. (eds.), Collection des anciens alchimistes grecs, vol. 2. Paris: Steinheil, 1888 (repr. London: Holland Press, 1963): 380.

Citation: Volume — page — (line)

2

.

380

(1t)

ΠΕΡΙ ΤΟΥ ΠΟΙΗΣΑΙ ΤΥΡΟΚΟΛΛΑΝ 〈Κ. Τ. Ε.〉
2 Λαβὼν τυρὸν παλαιὸν, καὶ τρίψον εἰς τυροτρίπτην· εἶτα βαλὼν ὕδωρ, καὶ ἔα σταθῆναι μέχρι ἡμέρας γʹ· εἶτα ἔξελε, καὶ ἄλλαξον τὸ ὕδωρ· εἶτα βαλὼν εἰς χύτραν ἀνάλειπτον, καὶ βράσον ἕως οὗ διαλυθῇ
5καὶ μείνῃ παχὺ τοῦ τυροῦ ἐν τῷ ὕδατι τῷ θερμῷ. Εἶτα βαλὼν τὸ αὐτὸ τυρὶν εἰς ἕτερον χλιαρὸν ὕδωρ, καὶ ἂς ἁπαλύνῃ, βράσον ἕως οὗ γένηται κόλλα. Εἶτα ἔχε ἄσβεστον ζωντανὸν ἕως τέσσαρας μοίρας, ἕνωσον ὁμοῦ καλῶς μετὰ τὴν κόλλαν, καὶ κόλλα εἴ τι δ’ ἂν θέλῃς, καὶ ἔα σταθῆναι δεμένον ἕως ἡμέρας ϛʹ.
10 Τὸν αὐτὸν τρόπον ποίει καὶ τὴν δερματόκολλαν. Βράσον ἕωσοὗ λυθῶσιν τὰ δερμάτια καλῶς εἰς τὴν βράσιν, καὶ σείρωσον. Εἶτα ἔασον ψυχρανθῆναι καὶ ξηρανθῆναι· καὶ τότε ἀνάλυε, καὶ κόλλα. Σύντριψον τὰ ἐλαφοκέρατα, καὶ ἔκβαλον τὴν ψίχα, τὰ δὲ ἄσπρα, εἰ δύνατον, ῥίνισον, καὶ βάλλε μοσκέβην ὕδωρ ἕως ἡμέρας ιʹ· καὶ
15βράσον εἰς λέβητα καλῶς, ἕως οὗ ἐκβῇ ἡ οὐσία· καὶ τότε σείρωσον καὶ ξήρανον· καὶ τότε μῖξον βʹ μέρη ἀσβέστου, καὶ αʹ τῆς
κόλλας, καὶ κόλλα. Ἡ δὲ μή γε κολλʹ καὶ οὕτως.380