TLG 1379 041 :: FRAGMENTA ALCHEMICA :: Εἰ θέλεις ποιῆσαι φούρμας καὶ τύλους ἀπὸ βροντησίου, ποίει οὕτως (e cod. Venet. Marc. 299, fol. 128v) FRAGMENTA ALCHEMICA Alchem. Εἰ θέλεις ποιῆσαι φούρμας καὶ τύλους ἀπὸ βροντησίου, ποίει οὕτως (e cod. Venet. Marc. 299, fol. 128v) Citation: Volume — page — (line) | ||
9t | ΕΙ ΘΕΛΕΙΣ ΠΟΙΗΣΑΙ ΦΟΥΡΜΑΣ ΚΑΙ ΤΥΛΟΥΣ | |
---|---|---|
10t | ΑΠΟ ΒΡΟΝΤΗΣΙΟΥ, ΠΟΙΕΙ ΟΥΤΩΣ | |
11 | Λαβὼν νόμισμα οἷον θέλεις, ἔπαρον τὸ ἐκτύπωμα αὐτοῦ διὰ τεαφίου τοῦ κοινοῦ τοῦ ἑψητοῦ· καὶ χρίσον ἐλᾴδιον τὸ νόμισμα· καὶ ἐπαίρεις τὴν ἀποτύπωσιν αὐτοῦ, μικρὰν δὲ πυρὰν θέλεις παρέχειν τῷ τεαφίῳ, ἵνα μὴ καῇ. Ἐὰν γάρ ἐστιν ἡ πυρὰ ἐλαφρή, | |
15 | καλῶς ἐκτυποῖ τὸ χάραγμα· εἰ δὲ καῇ τὸ θεῖον, οὐδὲν ἐκτυποῖ. Καὶ ὅτε θέλεις τυπῶσαι ἀπὸ τεαφίου, εἰ τῶν ἐνδεχομένων ἐστὶν, καὶ τὰ δύο τυπάρια ἄλλασσε τοῦ τεαφίου· καὶ πάνυ χρήσιμος ἐκβαίνει ἡ ἀποτύ‐ πωσις τοῦ ὁλοκοτίνου. Ἡ δὲ ποίησις τῆς χώνης τῶν τυπαρίων ἐστὶν οὕτως. Ὅτε θέλεις | |
20 | χωνεῦσαι τυπάρια, φέρε στεφάνιον σιδηροῦν, καὶ βάλλε μέσα τοῦ | |
στεφανίου γενάμενον· καὶ βάλλε τὸν ἀντίχειρα τῆς ἀριστερᾶς σου | 375 | |
2.376 | χειρὸς ἐπάνω τοῦ ἐκτυπώματος τοῦ ὁλοκοτίνου· καὶ φέρε κονίαν κοσκινισμένην, καὶ βάλλε κατὰ τῆς δεξιᾶς σου χειρὸς πέριξ τοῦ τυπαρίου, καταγγίζων αὐτὸ, τὸν δὲ ἀντίχειρά σου τὸν ἀριστερὸν ἀεὶ ἐπάνω ἔχων τοῦ ἐκτυπώματος, ἵνα μὴ ἐκ τῆς κονίας γεμισθῇ. Καὶ ὅτε | |
5 | ἐξισωθῇ ἡ στάκτη, καὶ γένηται ἰσόχειλος τοῦ τυπαρίου, βλέπε, ἀποσ‐ πόγγισον καλῶς τὸ τυπάριον καὶ ἐκτρίχωσον. Καὶ ἀπὸ μαύρου κηρίου καλῶς σφράγισον ἅπαξ ἢ δίς. Καὶ ὅτε θεωρεῖς ὁλοκάθαρον τὸ τυπάριον τοῦ τεαφίου, φέρε ἀπὸ σηπίας ὀστέον ξηρόν· καὶ κόψον ἐξ αὐτοῦ πρὸς τὸ τυπάριον τοῦ ὁλοκοτίνου· καὶ καθάρισον μετὰ μαχαιρίου τὴν ὄψιν | |
10 | τοῦ ὀστέου τῆς σηπίας· τὸν δὲ νῶτον αὐτοῦ παρέασον οὕτως. Καὶ φέρε μάρμαρον, καὶ ἀκόνησον τὸ αὐτὸ ὀστέον τοῦ σηπιδίου καλῶς. Καὶ βάλλε αὐτὸ ἐπάνω τοῦ τυπαρίου, κανονίζων ἐὰν καλῶς περιλαμβάνῃ τὸ τυπάριον καὶ τὴν κονίαν. Καὶ βαλὼν τὸν ἀντίζειρά σου, πῆξον κατὰ κολακείαν, ἵνα ἐκτυπώσῃς τὸ σηπίδιον εἰς τὸ τυπάριον. | |
15 | Καὶ τότε εὐφυῶς βάλλε ἐπάνω τοῦ σηπιδίου κονίαν. Καὶ βαλὼν τὰς δύο παλάμας τῶν χειρῶν σου, πῆξον δʹ ἢ εʹ ἐπάνω τῆς κονίας. Καὶ πάλιν γέμισον· καὶ πάλιν πῆξον· καὶ ὅτε γεμισθῇ καλῶς τὸ στεφάνιον, ἐκ τῆς κονίας πεπηλωμένον, κούφισον εὐφυῶς τὸ στεφάνιον σὺν τῷ τυπαρίῳ· καὶ μετὰ μαχαιρίου διαξύων τὸ κάθισμα τοῦ τυπαρίου, καὶ | |
20 | εὐφυῶς μετὰ τῶν δακτύλων σου ὑποσύρεις καὶ ἐκβάλλεις τὸ τυπάριον τοῦ στεφανίου, καὶ εἰς αὐτὴν τὴν ἀποτύπωσιν μεταβάλλεις τὸ αὐτὸ βροντήσιον· ψυχρὸν δὲ θέλεις μεταβιβλήσκεσθαι, καὶ οὐχὶ πυρίζον τὸ τυπάριον. Ἐὰν γὰρ ζεστὸν τὸ τυπάριόν ἐστιν, ἀναβράζει ὁ ἰός, καὶ οὐ διεξέρχεται εἰς τὸ τυπάριον. | |
25 | Ἡ δὲ συγκέρασις τοῦ βροντησίου ἐστὶν οὕτως· ἰοῦ κυπρίου λίτρα αʹ, κασσιτέρου καθαροῦ 𐆄 βʹ. Ἡ δὲ χρώϊσις τοῦ χαράγμα‐ τός ἐστιν οὕτως· χαλκάνθου 𐆄 βʹ, χαλκίτου 𐆄 αʹ, στυπτηρίας 𐆄 | |
βʹ, ὤχρας, ἅλατος 𐆄 ζʹ· λειώσας καὶ κοσκινίσας, στίβασον δόμον | 376 | |
2.377 | πρὸς δόμον τὰ φάκια ὡς ἔστιν τὰ πέταλα τῶν χρυσοεψητῶν· καὶ σκεπάσας τὴν χύτραν, θὲς αὐτοματάριον καίεσθαι ὥρας γʹ· καὶ κατένεγκε καὶ ἔα ψυχρανθῆναι· καὶ ἀποσκεπάσας εὑρίσκεις χρωϊσμένα τὰ φάκια· καὶ χαράξας αὐτὰ ψίχισον ψωμίῳ καθαρῷ· | |
5 | καὶ τρίψας τεάφιον κοινὸν, καὶ κοσκινίσας, βάλλε εἰς τὰς χεῖράς σου | |
τὸ ἔλαιον, καὶ τρίβε τὰ τυφθέντα, καὶ ἀποτρέχουσιν. | 377 |