TLG 1379 040 :: FRAGMENTA ALCHEMICA :: Τίς ἡ μετὰ τὴν ἴωσιν οἰκονομία (e cod. Venet. Marc. 299, fol. 128r) FRAGMENTA ALCHEMICA Alchem. Τίς ἡ μετὰ τὴν ἴωσιν οἰκονομία (e cod. Venet. Marc. 299, fol. 128r) Citation: Volume — page — (line) | ||
2.375(1t) | ΤΙΣ Η ΜΕΤΑ ΤΗΝ ΙΩΣΙΝ ΟΙΚΟΝΟΜΙΑ | |
2 | Ἐξαιθριώσαι μετὰ τὴν ἴωσιν ἡμέρας εʹ τὸ φάρμακον, κατὰ τὴν παραίνεσιν Ἴσιδος. Εἰ μὲν ξηρίον βούλει σκευάζειν, μῖξον ἀλλήλοις τὰ μόρια τοῦ συνθέματος, σεσηπός φημι καὶ τὸ ἄσηπτον, ὑγρὸν καὶ | |
---|---|---|
5 | ξηρόν. Καὶ λειώσας ἐν ἡλίῳ ἢ σκιᾷ, κατάθου ἐν ἱππείᾳ. Εἰ δὲ ὑγρὸν ἐπείγῃ φάρμακον ἐκτελεῖν, μίξας ἄμφω τὰ ὕδατα, καὶ ἀσφα‐ λισάμενος ἐν τοῖς ἄγγεσιν, ἀπόδος τῇ τῶν βολβίτων πυρίᾳ τρεῖς ἢ | |
πέντε μόνον ἡμέρας, καὶ λειοτριβήσας, ἔχε τέλειον τὸ ξηρίον. | 375 |