TLG 1379 035 :: FRAGMENTA ALCHEMICA :: Περὶ ζύθων ποιήσεως (e cod. Venet. Marc. 299, fol. 162r) FRAGMENTA ALCHEMICA Alchem. Περὶ ζύθων ποιήσεως (e cod. Venet. Marc. 299, fol. 162r) Citation: Volume — page — (line) | ||
2.372(1t) | ΠΕΡΙ ΖΥΘΩΝ ΠΟΙΗΣΕΩΣ | |
2 | Λαβὼν κριθὴν λευκὴν, καθαρίαν, καλὴν, βρέξον ἡμέραν αʹ, καὶ ἀνάσπασον ἢ καὶ κοίτασον ἐν ἀνηνέμῳ τόπῳ ἕως πρωΐ· καὶ πάλιν βρέξον ὥρας εʹ· ἐπίβαλε εἰς βραχιώνιον ἀγγεῖον ἠθμοειδὲς, καὶ βρέχε. | |
---|---|---|
5 | Προαναξήρανε ἕως οὗ γένηται ὡς τύλη· καὶ ὅτε γένηται, ψῦξον ἐν ἡλίῳ ἕως οὗ πέσῃ· τὸ μαλίον γὰρ πικρόν. Λοιπὸν ἄλεσον καὶ ποίησον ἄρτους προσβάλλων ζύμην ὥσπερ ἄρτου· καὶ ὄπτα ὠμότερον· καὶ ὁτ’ ἂν ἐπανθῶσιν, διάλυε ὕδατι γλυκεῖ καὶ ἤθμιζε διὰ ἠθμοῦ ἢ κοσκίνου λεπτοῦ. Ἄλλοι δὲ ὀπτῶντες ἄρτους βάλλουσιν εἰς κλουβὸν μετὰ | |
10 | ὕδατος, καὶ ἑψοῦσι μικρὸν, ἵνα μὴ κοχλάσῃ, μήτε ᾖ χλιαρὸν, καὶ ἀνασπῶσι καὶ ἠθμίζουσιν· καὶ περισκεπάσαντες, θερμαίνουσι καὶ | |
ἀνακρίνουσιν. | 372 |