TLG 1379 032 :: FRAGMENTA ALCHEMICA :: Καταβαφὴ λίθων καὶ σμαράγδων καὶ λιχνιτῶν καὶ ὑακίνθων (e cod. Paris. B.N. gr. 2327, fol. 147r) FRAGMENTA ALCHEMICA Alchem. Καταβαφὴ λίθων καὶ σμαράγδων καὶ λιχνιτῶν καὶ ὑακίνθων (e cod. Paris. B.N. gr. 2327, fol. 147r) Citation: Volume — page — (line) | ||
4t | ΚΑΤΑΒΑΦΗ ΛΙΘΩΝ ΚΑΙ ΣΜΑΡΑΓΔΩΝ ΚΑΙ | |
---|---|---|
5t | ΛΥΧΝΙΤΩΝ ΚΑΙ ΥΑΚΙΝΘΩΝ | |
6t | ΕΚ ΤΟΥ ΕΞ ΑΔΥΤΟΥ ΤΩΝ ΙΕΡΩΝ ΕΚΔΟΘΕΝΤΟΣ ΒΙΒΛΙΟΥ | |
7 | Λαβὼν κομάρου τοῦ δυσχερῶς εὑρισκομένου, ὃ Πέρσαι καὶ Αἰγύπτιοι τάλακ φασὶν, οἱ δὲ ταλὰκ, 𐆄 𐅶, καὶ θείου 𐆄 𐅶, καὶ ὕδατος θείου ἀθίκτου 𐆄 ιηʹ, λείωσον τὸ κόμαρον καὶ ἕνωσον τῇ ὑδραρ‐ | |
10 | γύρῳ· καὶ βάλε εἰς ἀνακλαστάριον ἀγγεῖον ὑάλινον, καὶ ἔχε. Ἐπὰν δὲ βούλει βάψαι σμάραγδον, λαβὼν ἰὸν χαλκοῦ καὶ ὄξος πρωτεῖον, λείωσον ἐν ἴγδῃ ὑαλίνῃ· συμμίξας καὶ χολὴν ταύρου ξηρὰν, ἢ γυπὸς, καὶ μετὰ τὸ ἑνωθῆναι ὁμοῦ, ποίησον σφαιρία, καὶ ψύξον ἐν σκιᾷ, καὶ ἔχε. | |
15 | Ἐπὰν οὖν μέλλῃς βάψαι λίθον, βάλε ἐκ τῶν σφαιρίων τούτων εἰς ἴγδην ὑαλίνην, καὶ λειώσας ἕνωσον αὐτῷ ἐκ τοῦ ἀνακλασταρίου, καὶ συλλειώσας, ποίησον ζωμὸν, καὶ ἔμβαλον εἰς βυσσίον ὑάλινον κεχρισμένον πυριμάχῳ πηλῷ· καὶ φέρε ἐκ τῶν κρυστάλλων οἷον βούλει σχῆμα· καὶ ἔμβαλε εἰς τὸ βυσσίον τὸ πεπηλωμένον τὸ ἔχον τὸν | |
20 | ζωμόν· καὶ βαλὼν κάρβωνας, ὑπόκαιε θέρμῃ πραείᾳ· καὶ ἔασον | |
λαβεῖν βράσμα ἕν· καὶ ἄρας ἐκ τοῦ πυρὸς, τίθει ἐν τόπῳ, καὶ ἔα | 350 | |
2.351 | ἀποβρέχεσθαι ἡμέρας γʹ· καὶ ἀνελόμενος, ἔχε τῆ τοῦ Θεοῦ χάριτι. Τῇ αὐτῇ δὲ ἀγωγῇ καὶ ἐπὶ λυχνίτου, σφαιροποίησον δρακόντειον αἷμα, καὶ χυλὸν ἀγχούσης βοτάνης· καὶ συλλείωσας μετὰ τοῦ ῥηθέντος ἀνωτέρω ὕδατος τοῦ ἐν τῷ σμαράγδῳ, βάλε κρύ‐ | |
5 | σταλλον, καὶ βάψεις. Ὁμοίως καὶ ὑάκινθον, λαζούριον λείου σὺν χυλῷ ἰσάτεως, καὶ ποίει σφαιρία, ὡς ἀνωτέρω ἐκδέδοται· τούτου γὰρ ἄλλο κρεῖσσον οὐκ ἔστιν. ΤΙΝΑ ΤΑ ΕΙΔΗ ΤΥΓΧΑΝΟΥΣΙ ΤΗΣ ΤΩΝ ΛΙΘΩΝ ΚΑΤΑΒΑΦΗΣ | |
10 | ΚΑΙ ΠΩΣ ΟΙΚΟΝΟΜΕΙΤΑΙ. —Ἐπεὶ οὖν ἔγνωμεν ὡς τὸ συνεκτικὸν αἴτιον τῶν ἔργων τῆς τέχνης ἐστὶν ἡ κόμαρις· πρόκειται δὲ λέγειν ἡμᾶς περὶ τῆς τῶν λίθων καταβαφῆς, ἀρτίως ἴδωμεν πρῶτον τίνα τὰ βαπτικὰ εἴδη τυγχάνουσι τῶν λίθων, καὶ ὅπως ἑνωθέντα τῇ κομάρῳ, βάπτουσι κρυστάλλους ἢ τοὺς φυσικοὺς ἐπιβάπτουσι, καὶ οἷα τὰ ἀγγεῖα | |
15 | ἐν οἷς καὶ ὅπου οἰκονομοῦνται. Ἐπὶ μὲν τῆς τῶν σμαράγδων ποιήσεως, καθὼς καὶ Ὀστάνει δοκεῖ τῷ πανδοχεῖ τῶν ἀρχαίων, ἰὸς χαλκοῦ, καὶ χολαὶ ζώων παντοίων, καὶ τὰ ὅμοια· ἐπὶ δὲ ὑακίνθων, ὑακίνθου πόα, καὶ ἰσάτιδος ῥίζα συνεψομένη· ἐπὶ δὲ λυχνίτου, ἄγχουσα καὶ αἷμα δρακόντειον· ἐπὶ δὲ νυκτοφανοῦς τε καὶ θαλασσοβαφοῦς ὀνομα‐ | |
20 | ζομένου λυχνίτου, ζώων χολαὶ θαλασσίων ἰχθυωδῶν ἢ κητωδῶν, διὰ τὸ τούτων νυκτοφανὲς, καὶ μᾶλλον γλαυκότερον, ὡς δηλοῦσιν ἔντερα καὶ λεπίδες αὐτῶν νυκτὸς ἀποστίλβοντα καὶ ὀστᾶ. Φησὶ γὰρ καὶ ἡ Μαρία· «Ἐὰν μὲν χλωρὸν θέλῃς, συμμάλασσε τὸν ἰὸν τοῦ χαλκοῦ μετὰ χολῆς χελώνης, ἐὰν δὲ κάλλιον βούλῃς, τῆς ἰνδικῆς χελώνης, | |
25 | ἐπίβαλε, καὶ ἔσται πάνυ πρωτεῖον· ἐὰν δὲ μὴ εὕρῃς χολὴν χελώνης πνεύμονι θαλασσίῳ τῷ κυανέῳ χρῶ, καὶ κάλλιον ποιήσεις· συντελεσ‐ θέντες δὲ, φέγγος βάλλουσιν· ὥστε τὰς μὲν χολὰς τῶν ζώων καὶ τὸν ἰὸν τοῦ χαλκοῦ Ὀστάνης, ἐπὶ τῶν σμαράγδων ἐξέλαβε, | |
μὴ προσθεὶς τὸ θαλάσσιον· ἐπὶ ὑακίνθου δὲ, πόαν ὑάκινθον, καὶ μέλαν | 351 | |
2.352 | ἰνδικὸν, καὶ ἰσάτιδος ῥίζαν· ἐπὶ δὲ τοῦ λυχνίτου, τὴν ἄγχουσαν καὶ τὸ δρακόντειον αἷμα· ἡ δὲ Μαρία, τὸν ἰὸν τοῦ χαλκοῦ καὶ τὰς χολὰς τῶν θαλασσίων ζώων· ἐπὶ δὲ τοῦ νυκτοφανοῦς δῆλον 〈ὅτι〉 καλοῦσιν ὑάκινθον οἱ περὶ λίθων σοφοί. Διὸ καὶ προσεπάγει λέγων· «Συντελεσ‐ | |
5 | θέντες δὲ, φέγγος βάλλουσιν, ὡς ἀκτῖνες ἡλίου». Πόθεν οὖν λαμβάνουσι τὸ πυραυγὲς οἱ λίθοι, μήτε τῶν χολῶν, μήτε τοῦ ἰοῦ τοῦ χαλκοῦ δυναμένων αὐτοῖς τοῦτο χαρίσασθαι, χλωρῶν ὄντων. ἐκ φύσεως; Τί οὖν φαμεν; Ἆρα τὴν Μαρίαν παρῆλθε τὸ τοιοῦτον χρησιμώτατον ἔργον; Αὕτη περὶ λυχνιτῶν ποιήσεως, ἣ καὶ | |
10 | ἀνωτέρω κατέλεξεν. Ὀστάνης δὲ τὴν ἄγχουσαν καὶ τὸ δρακόντειον αἷμα, καὶ ἄλλας ἑτέρων λίθων καταβαφὰς παραλαμβάνει· ὅθεν ὡς εἴδη προκαταλήξασαν τὴν ἐρυθρὰν τοῦ λίθου καταβαφὴν ἢ χροιὰν, ἥτις πυρρὰ μέν ἐστιν, ἀλλ’ οὐ νυκτοφανὴς, τιμιωτέραν ἡμῖν ἐνταῦθα εἰσηγεῖται ὁ τεχνίτης ἱκανὸν εἶναι παρασκευάζειν τὸν βαπτόμενον | |
15 | λίθον, ἡλίου δίκην, ἀκτῖνας ἀφιέναι, νυκτὶ καὶ δύνασθαι τοὺς κεκτη‐ μένους ἀναγινώσκειν καὶ γράφειν καὶ πάντα πράττειν, σχεδὸν ὡς ἐν ἡμέρᾳ· τὸ μὲν γὰρ θεωρεῖσθαι νυκτὸς ἕκαστος ἔχει λυχνίτης, κατὰ τὸ οἰκεῖον μέγεθος καὶ τὴν καθαρότητα φυσικὸν ἢ τεχνικόν· τὸ δὲ φωτὸς εἶναι χορηγὸν μόνον ἴδιόν τε καὶ ἐξαίρετον τοῦ νυκτοφανοῦς· | |
20 | ἡ γὰρ λέξις ἐνταῦθα, οὔτε ἡμέρᾳ φαινόμενον ὑπαινίττεται μόνον, ἀλλὰ τὸν νυκτὸς φαίνοντα δείκνυσιν. Αἱ μέντοι χολαὶ τῶν ζώων ἀποστάξασαι τὸ ὑδατῶδες σκιόφυκτοι γίνονται, καὶ οὕτω πρόκεινται τῷ ἰῷ τοῦ ἡμετέρου χαλκοῦ, τουτέστι τῇ κομάρῳ, καὶ ἕψονται ἅμα τεχνικῶς καὶ χρωσθεῖσαι τῷ ὕδατι, | |
25 | ἄφευκτοι γίνονται· καὶ σειρωθέντος τοῦ ὕδατος, θερμαίνονται οἱ λίθοι καὶ χαλῶνται θερμοὶ ἐν τῷ βάμματι, κατὰ τὴν Ἑβραίων φωνήν. Εἰ | |
μέντοι τὸ χολῶδες χρῶμα μεῖόν ἐστι δυνατὸν τῷ λίθῳ πολλὴν | 352 | |
2.353 | ἐποιῆσαι χλωρότητα, βάλλεται σὺν τῷ ἡμετέρῳ ἰῷ καὶ ὁ κοινὸς ἰὸς [τῆς ὑπηρεσίας] χαλκοῦ καὶ χαλκάνθης ὀλίγης, καὶ ὅσα ἕτερα δύνανται βοηθῆσαι τοῖς ἐπιβαπτομένοις ἢ πλαττομένοις λίθοις, καὶ μάλιστα τοῖς σμαράγδοις. | |
5 | Ἰστέον δὲ ὅτι αἱ χολαὶ τῶν θαλλαττίων ζώων λαμπηδόνα συμβάλλονται πρὸς ἑκάστου λίθου καταβαφὴν, συμμέτρως παραλαμ‐ βανόμεναι μετὰ τῶν ἀρμοζόντων ἑκάστῳ χρώματι ζωγραφικῶν, ἢ ἄλλων τινῶν εἰδῶν. Χρὴ δὲ γενέσθαι πᾶσαν βαφὴν ἐν ὑαλίνοις ποτη‐ ρίοις λαμπροῖς, καὶ πάντα ποιεῖν, μετὰ τοῦ καθολικοῦ κανόνος, τοῦτο | |
10 | ὡς ἐπινοεῖς· οὐ γὰρ ἀμελητέον αὐτῶν. ΤΙΣ Ο ΤΗΣ ΟΨΕΩΣ ΤΩΝ ΧΡΩΜΑΤΩΝ ΗΤΟΙ ΠΟΙΗΣΕΩΣ ΤΡΟΠΟΣ ΤΩΝ ΒΑΠΤΟΜΕΝΩΝ ΛΙΘΩΝ. —Διδάσκων ἡμᾶς ὁ φιλόσοφος τίς ὁ τῆς ὄψεως τρόπος τῶν χρώματι ὄντων βαπτομένων λίθων ἐστὶν, ἐν τῷ περὶ λίθων καταθέτῳ χαλκοῦ, οὕτως φησί· «Ἔστιν, ὡς ἤκουσα | |
15 | ἐν τῷ πατροπαραδότῳ βιβλίῳ, χολὴ ἰχνεύμονος, χολὴ γυπεία· ἐν ταύταις ταῖς χολαῖς, ὅστις ἂν δυνηθῇ τὸν ἰὸν τοῦ χαλκοῦ σῆψαι ἡμέρας μʹ, ἵνα, τῆς ὕλης σαπείσης, γένηται ἡ θέσις τῶν λίθων, καὶ ἀμετά‐ τρεπτος ὁ ἰὸς τὸ εἶδος φυλάξῃ, κατὰ τὸν Ἀγαθοδαίμονα· περὶ οὗ καὶ ὁ θεσπέσιος λέγει Μωϋσῆς ὁ προφήτης ἐν τῇ οἰκείᾳ χυμευτικῇ | |
20 | τάξει· «Καὶ πάντα βαλὼν ἐν σφαιρίῳ ὑαλουργικῷ, ἕψει, ἕως γένηται κινναβαρῶδες, καὶ τελέσῃ τὸ θεοδώρητον μυστήριον.» Ὅτι δὲ τὴν ἀσινῆ καὶ σύμμετρον ἠνίξατο τοῦ συνθέματος θέρμην, διὰ τῆς τοῦ ἡλίου προσηγορίας, δείκνυσι σαφῶς, καὶ διὰ τῆς ἐπιστολῆς τῆς διὰ τῶν ἰάμβων πρὸς τὴν Σάνην, λέγων ἀναφανδόν· | |
25 | καὶ πάντ’ εἰσάξεις ὡς εἰς ἥλιον σφοδρόν. | |
ΠΕΡΙ ΧΥΜΕΥΤΙΚΗΣ. —Λαβὼν σηρικὸν λίτρας γʹ, κρύσταλλον | 353 | |
2.354 | καθαρὸν λίτραν αʹ, κασσίτερον ἑξάγια βʹ, λείωσον θεῖα (?) ὡς χοῦν· καὶ βάλε αὐτὰ εἰς χυτρίδιον ἄθικτον, καὶ παρόπτα αὐτὰ εἰς κάρβωνα, ἕως γένηται ὕαλος πράσινος. Ἐὰν ὑπάρχῃ τὸ πῦρ ἐκτεταμένον, γίνεται χρυσοειδές· εἰ δὲ ἐπὶ πλέον, λευκὸν ὥσπερ κρύσταλλος. | |
5 | ΑΛΛΟ ΚΕΦΑΛΑΙΟΝ ΠΕΡΙ ΛΙΘΩΝ. —Ἐπειδὴ τῶν λίθων οἱ μὲν βάπτονται, οἱ δὲ στύφονται, καὶ τῶν ἐπιβαπτομένων οἱ μὲν λειού‐ μενοι χρώννυνται, οἱ δὲ ἀκέραιοι ἐπιβάπτονται, ὁμοίως καὶ τῶν βαπτομένων λειοῦνται οὐ καθόλου πάντες, 〈καὶ〉 ἑτερογενεῖς εἰσιν, ἢ ὁμοιογενεῖς, εἴπωμεν πρότερον περὶ τῶν ἐπιβαπτομένων ὁμοειδῶν, | |
10 | ἔπειτα καὶ περὶ τῶν βαπτομένων [μὴ] ἑτερογενῶν, μετὰ ταῦτα καὶ τῆς περὶ τῶν μαργάρων ποιήσεως. Ὅτι μᾶλλον ἀναγκαῖον ἡ διὰ τοῦ ἐνὸς ζωμοῦ τῶν λίθων σκευὴ καὶ τελείωσις. Ζητῶ δὲ πρὸ πάντων πότερον εἷς ἐστιν ὁ ζωμὸς ὁ τὰ πάντα ἐργαζόμενος, ἢ δύο, ἢ τρεῖς. Ἀραιώσεως μὲν γὰρ καὶ βαφῆς καὶ | |
15 | στύψεως δεῖται πᾶς λίθος· κάτοχος γάρ ἐστι· τάχα δὲ καὶ ἀραιώσεως, ὡς τῷ καλῷ φιλοσόφῳ δοκεῖ· ἀραιώσεως μὲν, ἵνα παραδέξηται τὴν χροιάν· βαφῆς δὲ, διὰ τὸ ποθούμενον κάλλος καὶ τέλος· στύψεως δὲ, διὰ τὴν παραμονὴν τῆς μορφῆς. Ὥσπερ γὰρ ἐν ταῖς περὶ χρυσὸν καὶ ἄργυρον σκευαῖς, εἰσκρισεώς τε καὶ βαφῆς, καὶ κατοχῆς δεόμεθα, ὧν | |
20 | ἄνευ τῆς τελειότητος τὸ ξηρίον τῶν βαπτομένων εἰδῶν εἰσδεχθῆναι ἀδύνατον, οὕτω καὶ ἐπὶ τῶν λίθων ἀνάγκη. Τινὲς μὲν οὖν διὰ τριῶν ζωμῶν εἰργάσαντο, ὃ ἐξέδωκαν οὐ κατὰ στύφωσιν, ἀλλὰ κατὰ τάξιν· ἵνα ἀραιώσαντες, καὶ ἐπιστύψαντες, εἶτα βάψαντες ὁμοῦ καὶ στύψαντες, εἶθ’ οὕτω καὶ βάψαντες ἐν ζωμῷ ἑτέρῳ· | |
25 | ἄλλοι δὲ δι’ ἑνὸς μόνου τὸ πᾶν ἀπειργάσαντο ἀραιοῦντες, καὶ ἀναστύ‐ φοντες, καὶ βάψαντες παρέλαβον· καὶ ἔτι παρέδωκαν ἐφ’ οἷς καὶ τὴν | |
στύφωσιν, ὡς ἐπὶ τῶν μαργαριτῶν· οὐκ ἂν μυρίων τῆς αὐτῆς διδασ‐ | 354 | |
2.355 | καλίας Δημόκριτος καὶ Μαρία καὶ Ζώσιμος τὴν δι’ ἑνὸς ἀπάρτισιν τοῦ παντὸς ἔχοντος· ὃν τρόπον καὶ ἐπὶ τῆς ψυχροβαφῆς ἐδικαίωσε πορφύρας. Δυνατὸν γὰρ κἀκεῖ τοῦ στύφεσθαι τὴν αὐτὴν καὶ ἐπιβάπτεσθαι κοκκίνῳ, εἶτα καὶ ἐπιβάπτεσθαι κυάνεον. | |
5 | Ἀλλ’ εἴπερ ἐνδέχεται βάπτεσθαι ὁμοῦ καὶ κατέχεσθαι, ἐνδέχεται καὶ στύφεσθαι τὴν βαφὴν, ἔχειν δὲ τὸν ἕνα ζωμὸν τὸν στύφοντα, ἤτοι εἰσκρίνοντα, καὶ βάπτοντα, καὶ κατέχοντα, ὡς ἐπὶ τῶν ἰδίων ὑγρῶν τῶν πρώτων δύο συνθέτων, ὥς φησιν ὁ φιλόσοφος· οὕτω γὰρ ἂν οὐ μόνον σὺν αὐτῷ ὡς τεχνίτης ὀφθήσεται, ἀλλὰ καὶ ἀσφαλὴς ἐν | |
10 | πᾶσιν. Ὅτι δὲ ἀραίωσίς ἐστι καὶ στύψις καὶ βαφὴ, καὶ τῶν λοιπῶν προϊόντων· ἔστι γὰρ ἐννοεῖν ἐν διαφόροις φιλοσόφῳ εἰ παραλάβοιμεν τὰς σύριγγας τῶν λίθων, ὁπόταν πρότερον πληροῦσθαι καὶ ἀτελὲς μένει τὸ ἔργον· εἴτε γὰρ στύψαι κωλύσει τὴν βαφὴν πυκνώσας, ἀναπλη‐ | |
15 | ρώσει ταύτας καὶ τὸ χρῶμα καὶ τῶν λίθων καὶ μαργάρων τὰ πράγματα, ἐν τρισὶ κεφαλαίοις. Τὴν περὶ πορφύρας διὰ τῶν φθασάντων οἰκονομήσαντες λοιπὸν καὶ δείξαντες δι’ αὐτῶν τίς μὲν ἡ ἀρχέτυπος πορφύρα, τίς δὲ ἡ χρυσό‐ κολλα, καὶ τρίτον τίς ἡ τῶν ἱερωμένων, τὴν μὲν ἀκολούθως ἐπὶ τὴν | |
20 | προσεχῆ τοῦ τελείου διδασκαλίαν τῶν ἔργων τῆς τέχνης, τὸν περὶ λίθων λόγον διεξιέναι σπουδάζοντες, ὡς ἀγνοῆσαι τέως μὲν τὰς ἀφορμὰς πάλιν ἐκ τῶν ἀρχαίων λαμβάνοντες, κατὰ τὸν ἐκείνων σκοπὸν ὑμῖν ἀναπτύσομεν. Εἰδέναι γὰρ ὑμᾶς θέλω ὡς λίθους καὶ μαργάρους ἐκάλεσαν τὸ θεῖον ὕδωρ τὸ ἄθικτον, τουτέστι τῆς πορφύρας, | |
25 | διὰ τὸ τίμιον καὶ ἄφευκτον· οὐ γὰρ ἐπὶ λίθων γεηρῶν αὐτῶν ὁ λόγος ἐστίν· δείκνυσιν ὁ φιλόσοφος ἐν τοῖς περὶ ἰοῦ πονηθεῖσιν αὐτοῦ· λέγει γὰρ φανερῶς ὅτι οὐ λίθος σφίγγων, ἢ λίθου ἢ ξηρὸν ἢ ὑγρὸν, ἀλλὰ | |
μέθοδος ποιητικὴ σύνεργον ἔχουσα τὴν τῶν μελῶν ποιότητα, καὶ τὴν | 355 | |
2.356 | τῶν ὑγρῶν καταλλαγὴν, καὶ τὸ πῶς πόα βαπτική· τῇ δεήσει παρ’ αὐ‐ τοῖς λεγόμεναι πόαι, δείκνυσιν ὁ Πετάσιος 〈ὃσ〉 ἐν τοῖς δημοκριτείοις ὑπομνήμασιν ἐπὶ λέξεων γράφων «πόας» καλεῖ τὰς λεκίθους τῶν ὠῶν. Ἔξεστι δὲ τοῖς φιλομαθέσιν ἀπὸ τῶν παλαιῶν διὰ μυρίων τὸ | |
5 | τοιοῦτον πιστώσασθαι καὶ μαθεῖν ὅτι διὰ παντὸς εἴδους ὑγροῦ καὶ ξηροῦ, ἡ τέχνη τοῦ φυσικοῦ δύο θεῖα ἀνακηρύττει, οὐ μόνον τὸ στερεὸν καὶ ξανθὸν, ἀλλὰ καὶ τὰ ὑγρὰ καὶ λευκά. Διότι καὶ μυρίων ἡμᾶς ἀγαθῶν μετὰ πολλὰς προσηγορίας ἕκαστον αὐτῶν ὀνομάζουσιν, ὥσπερ χελιδο‐ νίαν, καὶ ἀριστολοχίαν, καὶ πόντιον ῥὰ, καὶ κρόκον κιλίκιον, καὶ θαψίαν, | |
10 | καὶ μέταλλα παντοῖα, καὶ ὕδωρ, καὶ οἶνον, καὶ γάλα παντοῖον, καὶ ἔλαιον, καὶ πόας ἅμα πάσας κατηγοροῦσι τῶν ἀμφοτέρων ὑδάτων συνθέσεων ἀπὸ χρώματος, ἢ σχήματος, ἢ ποιότητος, ἢ δυνάμεως δευτέρας, 〈ἢ〉 ἐνεργείας φυσικῆς ἢ τεχνικῆς, ἢ ὁμωνυμίας. Καὶ Δημό‐ κριτος· «Τὸ γὰρ κόμαρον νόμιζε τὸν λίθον»· καὶ ἡ Μαρία | |
15 | δὲ πάντα ἐν ταῖς περὶ μαργαριτῶν ἐκδόσεσι περὶ τῶν πρὸ αὐτῆς συγγραφέων εἰποῦσα· «Οὐ γὰρ οὕτω φρονήσαντες ταῖς τοῦ χρυσοῦ, μολύβδου καὶ ἀργύρου ποιήσεσι τῆς κομάρεως, καὶ ἐπ’ αὐτὸ παθόντες λέγουσι· μὴ ἔστω σοι ὑπερμεγέθης· μὴ ἑαυτῷ φθονήσῃς». Δέδεικται τοίνυν σαφῶς ὅτι πορφύρας, καὶ λίθων, καὶ μαργάρων | |
20 | οἱ παλαιοὶ μεμνημένοι τὸ κόμαρον διαγράφουσι· πολλὰ γὰρ ἀπεργάζεται· καὶ αὖθις τοῦτο λαβὼν ἀπεργάζου· τοῦτο γὰρ ποιεῖ τὸν τῆς Κυθερείης λίθον· ἔτι γε μὴν καὶ τὴν νεφέλην δόκιμον ποιεῖ· τοῦτο καὶ παντοῖον δείκνυσι λίθον· τοῦτο καὶ τὰ μιγνύμενα χρώματα κατέχει. Ὅρα ὡς τοῦ ἑνὸς εἴδους πολλὰ συνηγόρησεν ὁ φιλόσοφος. Μαρ‐ | |
25 | γαρίτης ὅς ἐστι τῆς Κυθήρης λόγον δεικνύει παντοῖον, δόκιμόν τε τὴν νεφέλην ποιεῖ, μίαν τε μίξιν ἐπὶ πάντων ἁρμόζειν τῷ λίθῳ· καὶ τὴν | |
αὐτὴν ὡς πῆξαι αὐτὸν, καὶ συνελόντα εἰπεῖν, κατεργάζεσθαι πάντα ὅσα | 356 | |
2.357 | καὶ βούλεται ὁ τεχνίτης. Τί δὲ τὸ ἓν εἶδος, ὦ Δημόκριτε; —Ὁ δέ φησι φέκλην καὶ ὠοῦ τὸ λευκόν. Ζώσιμος δὲ τὴν φέκλην ἀφροσέληνον εἶπε· καὶ τὸ ἀφροσέληνον, κόμαρον, λέγων ἐν τοῖς περὶ κομάρου καὶ ἀφροσελήνου παρὰ Δημοκρίτου ταῦτα· «Ἀφροσέληνον λέγων ἓν | |
5 | εἶδος· σύνθετον δὲ καὶ αὐτὸ τὸ ἀφροσέληνον». Ὅτι δὲ ἀεί τινες αὐτὸ ἐκδεδώκασιν, εἴτε φέκλην εἶναι ἀπὸ κοπτικοῦ, εἴτε ἀπὸ σεληνιακῆς ἀπορροίας, ἄγει ἄργυρον καὶ κόμαρον· τούτων γὰρ ὧν ἡ ἐνέργεια μία καὶ ἡ οὐσία ἰδία, τὸ ἀφροσέληνον καὶ τὸ κόμαρον ἐνέργειαν μίαν ἔχουσι πάντως, καὶ ἕν τι ὀφείλουσιν εἶναι. | |
10 | Ἀλλὰ γὰρ ὁ Δημόκριτος, ἐπὶ τῆς κομάρεως ἐλθὼν, κατηγορεῖ φάσκων· «Ἐπίχριε ὅσον βούλει λίθον, λειώσας αὐτὸν, καὶ ἔσται μαργαρίτης.» Τοῦτο δὲ παντοῖον δείκνυσι λίθον. Ἐν δὲ ταῖς καταλ‐ λήλων τῶν εἰδῶν 〈βίβλοισ〉 συνεῖχεν αὐτὰ εἰρηκώς· «Ἀφροσέληνον κομάρῳ συλλειοῦν, καὶ μαλάττειν, καὶ πηγνύειν, καὶ βάπτειν, καὶ | |
15 | ἀραιοῦν.» Καὶ παντοῖον δείκνυσι λίθον· καὶ πάλιν φησὶν ὁ αὐτός· «Λαβὼν τὴν λεπίδα τῶν ναυπλοίων κόχλων, καὶ τοὺς μικροὺς μαργά‐ ρους λύσας». Καὶ πήσσειν διόλου αὐτὸς ἐμφαίνει διὰ τοῦ ἀφροσελήνου 〈καὶ〉 κομάρεως· «Πῆξον, φησὶν, ὕδωρ 〈διὰ〉 τοῦ ἀφροσελήνου», καὶ τὰ ἑξῆς. Καὶ αὐτὴ δὲ Μαρία· «Τὸ ἓν εἶδος τὰ πάντα ἐργάζεται.» | |
20 | Περὶ τῶν λίθων διδάσκουσα, ἡλιοτρόπιον ἔφησε βητάν· τὸν ἰὸν ὑποδείξασα, γράφει οὕτως· «Ἔστω σοι οὖν παντὸς λίθου ἀραίωσις, στυφομένου στύψις, ἡ μανδραγόρα ἡ τὰ σφαιρία ἔχουσα· ἐκείνης γὰρ ἄνευ τῆς βοτάνης οὐδὲν γίνεται. Τοῦτο ἔκρυψαν τὸ μυστήριον· οὔτε γὰρ γῆ, οὔτε βάσις, οὔτε | |
25 | κρύσταλλος ἀραιοῦσθαι χωρὶς τοῦ ζητουμένου δύναται· τοῦτο γὰρ παντὸς κυριεύει, ἥ τε βαφὴ σὺν τῇ στύψει μιγεῖσα καὶ ἐπὶ πλείονα χρόνον ἐπιστήσεται τὸ κάτοχον· τούτου δὲ μὴ εὑρισκομένου, πάροδος ἡ βαφὴ καὶ ἀσθενὴς καὶ ἀπαράμονος ἔσται, καὶ δοκιμαζομένη τοῖς | |
θερμοῖς ὕδασιν, ἢ ἐλαίῳ ἐξαφανίζεται. Διὸ «λείου ἐμφρόνως», ὁ | 357 | |
2.358 | Πανοπολίτης φησὶν ἐν τοῖς περὶ λίθων τῶν βαφικῶν καὶ κατόχων γενομένων. Καὶ ζωμοῦ ἐργασίαν εἰπών· «Ἰδοὺ καὶ κατόχου λόγοι ἐπέχουσι μετὰ τὸ πυριμαχεῖν· τὸ γὰρ βάπτον αὐτοὺς ἀνέδειξαν οἱ ζωμοὶ ἀναντιρρήτως». Ἀλλ’ ἐπείδη τὸ εἰρημένον ἀμάρ‐ | |
5 | τυρον ἦν, καταλιμπάνειν τὸν λόγον οὐκ ἀγαθόν. Ἀκούειν δὲ δεῖ καὶ τῆς τῶν παλαιοτέρων ἐκδόσεως, τὰ παραπλήσια λεγόντων εἴδη. Ἰδοὺ γὰρ ἐν τῇ τῶν Αἰγυπτίων Σοφῇ βίβλῳ φησὶ Δημόκριτος οὐχὶ τοῦτο μόνον, ἀλλ’ ὅτι καὶ «μία φαρμάκου σύνθεσις πολλὰ χρώματα ποιεῖ», καὶ «μία μάλαξις τοῖς πᾶσι ποιεῖ», καὶ «τὸ ἓν εἶδος πολλὰ ἀπεργά‐ | |
10 | ζεται.» ΠΕΡΙ ΒΑΦΗΣ ΣΜΑΡΑΓΔΟΥ. —Λαβὼν δύο χώνας, ἔχε ἐν ἑτοίμῳ· καὶ λαβὼν σηρικοῦ μέρος αʹ, λῦσον ὄξει, καὶ χρίσον τὸ σύνθημα τὰ δύο χωνία· καὶ λαβὼν χαλκὸν κεκαυμένον μέρος, ποίησον λεπτό‐ τατον, καὶ μέρισον εἰς δύο· καὶ τὸ μὲν ἓν μέρος ὑπόστρωσον τῇ μιᾷ | |
15 | χώνῃ, καὶ ἔνθες κρύσταλλον λίθον, καὶ ὑποκάλυψον αὐτὴν τῷ ἑτέρῳ μέρει τοῦ τετριμμένου χαλκοῦ. Εἶτα ἐπιπώμασον μετὰ τῆς ἑτέρας χώνης, καὶ ἀσφάλισον πηλῷ πυριμάχῳ τὰς ἁρμονίας ἀμφοτέρων τῶν χωνῶν, ἵνα μὴ ἐκπνεύσῃ τὸ ξηρίον, ἢ κινηθῇ, καὶ γυμνωθῇ τὸ ἓν μέρος καὶ τοῦ λίθου, γένηται περικὸν ἐν τῷ σείεσθαι τὰς χώνας. Μετὰ οὖν | |
20 | τὸ ἐπιχρίσαι εὐφυῶς ἐπάνω ἕως κάτω, ἔασον ξηρανθῆναι· καὶ καῦσον πυρὶ ἐλαφφῷ ὥρας θʹ· καὶ ἀνακαλύψας εὑρήσεις τὸν ἀπὸ κρυστάλλου ἀλλοιωθέντα λίθον εἰς σμάραγδον. Τοῦτο τὸ ἀφροσέληνον καὶ τὸ κόμαρον αἰνιγματωδῶς οἱ φιλόσοφοι εἶπον· τὸ γὰρ ἀφροσέληνον καὶ τὸ κόμαρον μιᾶς ἐπιστήμης ὑπάρχουσι· | |
25 | καὶ ἐν τούτοις τοῖς ὀνόμασι δυσεύρετόν ἐστιν· ἀλλ’ οἱ σοφοὶ τῶν Ἰσμαηλιτῶν σαφῶς εἶπον τοῦτο, καὶ οὕτως εἱρμήνευσαν, οἱ μὲν ταλ’κ, καλ’κ, οἱ δὲ χάλκ· καλεῖται δὲ φόβος καὶ τρόμος. Διὰ τοῦτο εἶπον· | |
«Ἀφροσέληνον ἕνωσον μετὰ κομάρεως, λειῶν καὶ μαλάττων καὶ | 358 | |
2.359 | πηγνύων καὶ βάπτων αὐτὸν, χώνευσον ἄργυρον, καὶ ἐπίβαλε ἀπὸ τοῦ συνθήματος, καὶ ἴδῃς τὴν ἄργυρον εἰς χρυσὸν μεταποιηθεῖσαν, καὶ θαυμάσεις. Ἡ φύσις τῇ φύσει τέρπεται, καὶ ἡ φύσις τὴν φύσιν νικᾷ.» Καὶ πάλιν εἶπον· «Τὴν χρυσόκολλαν λείωσον οὔρῳ ἀφθόρῳ ὥρας ζʹ, | |
5 | καὶ καταμίγνυε αὐτῇ θεῖον ξανθόν· ἐπίβαλε οὖν σῶμα τοῦ χαλκοῦ ἢ ἀργύρου, καὶ ἔσται χρυσός.» ΣΙΔΗΡΟΥ ΟΙΚΟΝΟΜΙΑ ΠΡΟΣ ΛΙΘΩΝ ΚΑΤΑΒΑΦΑΣ ΚΑΙ ΕΤΕΡΑΣ ΟΙΚΟΝΟΜΙΑΣ. —Λαβὼν μίσυος λίτραν αʹ, χαλκίτου λίτραν αʹ, χαλκάνθου λίτραν αʹ, ἅλατος ἀμμωνιακοῦ καὶ νίτρου ἀλεξανδρινοῦ, | |
10 | στυπτηρίας σχιστῆς ἀνὰ λίτραν αʹ, ὄξους δριμυτάτου ξέστας ιʹ· καὶ λειώσας πάντα καλῶς λίαν, ἔμβαλον ἐν ὑαλίνῳ ἀγγείῳ, καὶ ἔασον ἡμέρας γʹ ἐν ἡλίῳ, κινῶν καθ’ ἡμέραν αὐτό· καὶ τῇ τετάρτῃ ἡμέρᾳ ἔασον καταστῆναι· καὶ ἀποσειρώσας κάθαρον, καὶ ἔχε. Καὶ λαβὼν ὑαλίνην θυείαν, ἔμβαλε τὸ ὄξος· εἶτα λαβὼν ἐκ τούτου τοῦ σιδήρου | |
15 | λίτραν αʹ, ἔμβαλε ἐν τῷ ὄξει, καὶ τίθει πεφιμωμένως ἐν ἡλίῳ, καὶ ἔασον ἡμέρας λʹ· καὶ τῇ ἐμπροθέσμῳ, ἔχε εἰς τὰς δηλου‐ μένας σοι χρείας. ΜΟΛΥΒΔΟΥ ΟΙΚΟΝΟΜΙΑ. —Λαβὼν λιθαργύρου λίτραν αʹ, στίμμεως λίτρας τὸ ἥμισυ, νίτρου ἀλεζανδρίνου 𐆄 θʹ, λειοτριβήσας | |
20 | ὁμοῦ, ἐπίρρανον αὐτοῖς ἔλαιον· καὶ βάλε εἰς χώνην, καὶ εὑρήσεις μόλυβδον τὸν ἀναζητούμενον. Ὅταν δὲ ἴδῃς καπνὸν ἐξερχόμενον ἀπὸ τῆς καμίνου καὶ τῆς χώνης κάτωθεν, ὑποσυρίζοντος τοῦ συνθήματος, νόει ὡς κατεσπάσθη. ΠΕΡΙ ΑΡΑΙΩΣΕΩΣ ΚΡΥΣΤΑΛΛΟΥ. — 〈Λαβὼν〉 ἀσβέστου μέρος | |
25 | αʹ, λῦσον οὔρῳ, ἢ ὄξει· καὶ στυπτηρίας μέρος αʹ· καὶ λαβὼν τὸ ὕδωρ ἔχε ἰδίᾳ· καὶ λαβὼν λύχνον, πλάτυνον αὐτοῦ τὴν ἐπάνω ὀπήν· καὶ θεὶς τὰ κρυστάλλια, πώμασον ὀστράκῳ τὸν λύχνον, καὶ τίθει ὑπὸ | |
μέσων καρβώνων, καὶ ἅψον. Καὶ ὅταν ἴδῃς τὸν λύχνον ὡς πῦρ, | 359 | |
2.360 | ἄνοιξον τὸν λύχνον, καὶ κένωσον τὸν λίθον εἰς τὸ ὕδωρ τῆς ἀσβέστου καὶ στυπτηρίας, καὶ ἀραιοῦται· καὶ ὅταν ψυγῶσι, κατάμαξον ῥάκει. ΑΛΛΗ ΑΡΑΙΩΣΙΣ. — 〈Λαβὼν〉 θεῖον καὶ ἄσβεστον, καὶ στυπτη‐ ρίαν σχιστὴν, χρῶ ἡμέρας γʹ· καὶ θερμάνας ἀνθρακιᾷ, βάπτε ἡμέραν | |
5 | μίαν, μᾶλλον δὲ μετὰ μίαν ἡμέραν. ΑΛΛΩΣ. — 〈Λαβὼν〉 χυλὸν πράσου μετὰ ὄξους, ἡμέρας γʹ ἔα συμπιεῖν καὶ στυπτηρίαν στρογγύλην· καὶ βαλὼν τὸν λίθον, δίδου βράσματα δύο, καὶ ἔα διανυκτερεῦσαι· τῇ δὲ ἑξῆς ἀπόκλυζε, καὶ χρῶ. ΑΛΛΩΣ. —Βαλὼν εἰς βατάνιον τοὺς λίθους, ἐπιπώμασον καὶ | |
10 | δίδου ὀπτηθῆναι ὀλίγον· εἶτα ἀναπωμάσας τὸ βατάνιον, ἐπίχεε ὄξος καὶ στυπτηρίαν· καὶ ἔτι θερμοῦ ὄντος τοῦ λίθου, ἔμβαλε εἰς οἷον βούλει χρῶμα. ΠΟΙΗΣΙΣ ΛΙΘΟΥ ΑΕΡΙΤΟΥ. —Λαβὼν λίθον ἀερίτην, ἀραίου οὕτως· λαβὼν σκόροδα, λείωσον καὶ ἔγκρυψον τὸν λίθον ἡμέρας ζʹ, | |
15 | εἶτα εἰς ἀνθρωπίνην κόπρον ἡμέρας γʹ. Ἔπειτα ποιήσας γυργάθιον ἀπὸ τριχῶν ἱππείων, ἔνθες τὸν λίθον· καὶ λαβὼν κογχύλην, βάλε εἰς χύτραν καινὴν πλήσας ἀπὸ τῆς κογχύλης, καὶ χάλα τὸν λίθον ἀπῃωρημένον· καὶ ἐπιπωμάσας ἀσφαλῶς, ἔνθες ἐν θερμοσποδιᾷ ἀδιαλείπτως ἐπὶ ἡμέρας γʹ· καὶ ἄρας, εὑρήσεις τὸν λίθον ψυγένθα ὅμοιον ὑακίνθῳ λίθῳ | |
20 | ἀληθινῷ. ΣΜΑΡΑΓΔΟΥ ΠΟΙΗΣΙΣ. —Λαβὼν χαλκοῦ κεκαυμένου ἰὸν, καὶ ἔλαιον δᾴδινον, καὶ ὀλίγον ἰνδικὸν, καὶ χρυσοκόλλης καὶ ἐλυδρίου μέρη γʹ, ἔμβαλε ἐντὸς τοῦ ἄγγους ἔνθα τὸ ἔλαιον, καὶ ἕψει μαλθακῷ πυρὶ ἐπὶ ἀνθράκων. Ἔπειτα ἀνεθέντος τοῦ ἐλυδρίου, μετάβαλε διηθήσας | |
25 | ὀθόνῃ, καὶ ἐπίθες εἰς αὐτοματάριον, καὶ ἔασον χωνεύεσθαι ἐπὶ ὥρας ἓξ, καὶ κατενέγκας, εὑρήσεις αὐτὸν καιόμενον. ΣΚΩΡΙΔΙΟΥ ΠΟΙΗΣΙΣ ΚΑΤΑ ΜΑΡΙΑΝ. —Λαβὼν χαλκοῦ κεκαυ‐ μένου μέρος αʹ, κουφολίθου μέρος αʹ, συλλείωσον ὁμοῦ· καὶ λαβὼν | |
μόλιβδον τὸν ἀπὸ λιθαργύρου καὶ στίμμεως, φρύξον τὸν μόλιβδον | 360 | |
2.361 | καὶ συλλειῶσον ἀμφότερα νιτρελαίῳ, καὶ χώνευσον ἕως ὁμορρευσ‐ τήσωσι· καὶ στόχασαι τὸν μόλιβδον, καὶ ἄρας ἔχε· εὑρήσεις γὰρ κόκκινον. Εἶτα λαβὼν ἀργυροκοράλλου μέρη δʹ, χρυσοκοράλλου μέρος αʹ, ὁμοῦ χωνεύσας, ἔασον ἑψηθῆναι, καὶ εὑρήσεις ὃ βούλει. | |
5 | Ο ΚΡΥΣΤΑΛΛΟΣ ΑΡΑΙΟΥ ΤΑΙ, ΚΑΙ ΟΥ ΡΗΓΝΥΤΑΙ ΟΥΤΩΣ. —Λαβὼν ὠοῦ τὸ λευκὸν, καὶ κουφολίθου, ποίει γλοιοῦ πάχος, καὶ κατάχριε τοὺς λίθους, καὶ ἔνδυσον εἰς ὀθόνιον, καὶ ἀπαιώρει ἡμέρας γʹ. ΕΙΣ ΤΟ ΓΕΝΕΣΘΑΙ ΤΟΝ ΚΡΥΣΤΑΛΛΟΝ ΑΠΑΛΟΝ. —Λαβὼν θύννων γάρος, καὶ ὀπὸν κυρηναϊκὸν, καὶ ὄξος, βάλε τὸν λίθον, καὶ | |
10 | ἔασον ἡμέρας εʹ· ἢ βάλε εἰς βατράχιον ὄξος λευκόν· εἶτα ἔμβαλε τοὺς λίθους ἐν ὑάλῳ. ΒΗΡΥΛΛΟΥ ΠΟΙΗΣΙΣ. —Λαβὼν τὸν κρύσταλλον, αἶρε θριξί· καὶ ἀπαιώρει εἰς ἄγγειον ἔχον οὖρον ὅνου θηλείας, ὃ οὐ χρὴ ἅπτεσθαι αὐτόν. Ἀπαιωρείσθω οὖν ἡμέρας τρεῖς. Ἔστω δὲ πεφιμωμένον τὸ | |
15 | σταμνίον. Εἶθ’ ὕστερον αὐτὸν ἐπιτίθει πυρὶ μαλθακῷ ἑψῶν, καὶ εὑρήσεις βήρυλλον ἄριστον. Πρόστυφε δὲ διὰ θείου καὶ ἀσβέστου, καὶ στύψει βαλὼν εἰς χωνίον μέχρι τοῦ ἡμίσεως τῆς χώνης· καὶ ἐγκρύψας αὐτὸν τῇ χώνῃ ὅσον βούλει, μὴ ἁπτομένους τοῦ ὀρτράκου μήτε ἀλλήλοις, κάλυψον μεθ’ ἑτέρας· καὶ περιπηλώσας ἀσφαλῶς, ὄπτα νυχθήμερον ἕν. | |
20 | Ὑάκινθον εἰ βούλει λυχνίτην ποιῆσαι, σκεύαζε ξηρίον οὕτως. Χαλκίτου μέρη γʹ, μίσυος μέρη γʹ, κόκκου γαλακτικοῦ μέρος αʹ· μίξας, χρῶ, ὡς προείρηται, ἐν τῇ χώνῃ στρωννύων καὶ ἐπιστρωννύων, καὶ ὀπτῶν ὥρας γʹ. ΛΙΘΟΥ ΚΡΥΣΤΑΛΛΟΥ ΚΑΘΑΡΣΙΣ. —Λαβὼν τοὺς λίθους, βάλε | |
25 | εἰς γύργαθον, καὶ τίθει εἰς χαλκεῖον βαλανείου, καὶ ἔασον ζέννυσθαι ἡμέρας ζʹ· καὶ ὅταν καθαρθῇ, λαβὼν τίτανον θερμὴν, φύρασον οὔρῳ, καὶ ἔγκρυψον τὸν λίθον· καὶ ἔασον στυφθῆναι ἐπὶ ὥρας γʹ, ἄλλοι δὲ ἡμέρας ζʹ. Καὶ ἐὰν μὴ καθαρθῇ, πάλιν ἔγκρυβε, καὶ μετὰ τὸ ἀποκαθαρθῆναι, βάπτε εἰς ὃ βούλει χρῶμα. | |
30 | ΑΡΑΙΩΣΙΣ ΛΙΘΩΝ. —Λαβὼν τέφραν συκῆς, καὶ τέφραν | 361 |
2.362 | δρυΐνην, καὶ χοίρου κόπρον ξηρὰν ἐξίσου, καὶ φυράσας μετὰ λευκοῦ τοῦ ὠοῦ, βάλε εἰς χωνίον, καὶ περιπηλώσας τὰς ἁρμονίας, πύρωσον πολὺ ἔχοντα τὸν λίθον, καὶ οὕτως ἄρας θερμὸν, ἔμβαλε εἰς τὴν βαφήν. ΑΡΑΙΩΣΙΣ ΚΡΥΣΤΑΛΛΟΥ. —Λαβὼν ἀσβέστου μέρος αʹ, λῦσον | |
5 | ὕδατι ὠοῦ, καὶ λαβὼν καθαρὸν τὸ ὕδωρ τῆς ἀσβέστου, ἔχε ἐκ μέρους. Εἶτα λαβὼν στυπτηρίας σχιστῆς μέρος αʹ, μίξον τῷ ὕδατι τῆς ἀσβέστου, καὶ συμμίξας, ἔχε τοῦτο τὸ ὕδωρ ἐκ μέρους. Εἶτα λαβὼν λύχνον, πλάτυνον τὴν ἐπάνω αὐτοῦ ὀπὴν, ὡς ἂν δυνηθῇς συνθεῖναι τὰ κρύσ‐ ταλλα. Εἶτα συνθεὶς, πώμασον ὀστράκῳ τὸν λύχνον, καὶ κάθισον | |
10 | μέσων καιομένων καρβώνων. Καὶ ἐπὰν ἴδῃς τὸν λύχνον ἀνάψαντα ὡς πῦρ, διάνοιξον τὸν λύχνον, καὶ κένωσον τὰ γλυμμίδια εἰς τὸ συντεθειμένον ὕδωρ τὸ ἀπὸ τιτάνου καὶ στυπτηρίας, προθερμάνας τὸ ὀστράκινον ἄγγος. Εἶτα ἐπίβαλον τὸν ἰὸν, λελειωμένον πάνυ, καὶ κίνει ὥστε ἑνωθῆναι ὁμοῦ πάντα. Εἶτα ὀλίγον τοῦ ἰνδικοῦ ἐπίβαλε, καὶ τὴν χρυσόκολλαν, | |
15 | τριπλασίαν τοῦ ἰνδικοῦ. Εἶτα θέρμανον τῇ πύρᾳ, στρέφων τριχολαβίδι, καὶ ἔασον εἰς τὸ φάρμακον. ΑΛΛΩΣ. —Λαβὼν στυπτηρίας μέρος αʹ, χαλκοῦ κεκαυμένου μέρη εʹ, ἰοῦ μέρη δʹ, τρίψας ὄξει, ποίει πάχος μέλιτος, καὶ ἔνθες τὰ λιθάρια, καὶ ἔασον ἡμέρας ζʹ, καὶ ἔσται. | |
20 | ΣΜΑΡΑΓΔΟΥ ΠΟΙΗΣΙΣ. —Βρέχε στυπτηρίᾳ ὑγρᾷ ἐπὶ ἡμέρας γʹ· ἐπανελόμενος βικίον μετὰ ὄξους, καὶ ἕψει ξύλοις ἐλαΐνοις μαλθακῶς, καὶ ἔασον ἀποψυγῆναι· καὶ ἀνελόμενος, βάλε εἰς ἔλαιον ἐξιωμένον ἐν αὐτῷ κυπρίου χαλκοῦ, καὶ ἔασον ἐπὶ ἡμέρας ἕξ. ΑΛΛΩΣ. — 〈Λαβὼν〉 χρυσόκολλας ἀρμενιακῆς ἐξίου οὔρῳ | |
25 | ἀφθόρου παιδὸς ἡμέρας βʹ κοτύλῃ, χολῆς ταυρίας μέρη βʹ· ἔμβαλε εἰς χυτρίδιον, καὶ περιπηλώσας, ἕψε ἐλαΐνοις ξύλοις ἐλαφρῷ πυρὶ ἐπὶ ὥρας ἕξ. Οἱ δὲ λίθοι ἔστωσαν ἀπὸ κρυστάλλου. | |
ΥΑΚΙΝΘΟΥ ΠΟΙΗΣΙΣ. —Λαβὼν ἄνθος ὑακίνθου, βρέξον | 362 | |
2.363 | γάλακτι βοείῳ ἡμέραν αʹ, καὶ τρίβων, πάρεχε ὕδωρ ἐκ σιδίων βεβρεγ‐ μένων ὀμβρίῳ ὕδατι, καὶ μίγνυε χρυσόκολλᾳ. Εἰ δὲ πορφυρᾶ θέλῃς βάψαι, κυπρίου χαλκοῦ ῥίνισμα συλλείω‐ σον. Εἰ δὲ χρυσοφανῆ, μολύβδου γῆν σύμμιγε, ἢ πράσου χυλὸν μετὰ | |
5 | χρυσοκόλλης. ΠΩΣ ΔΕΙ ΠΟΙΗΣΑΙ ΤΑ ΥΠΟΛΕΥΚΑ ΛΙΘΑΡΙΑ ΕΡΥΘΡΑ. —Στυπ‐ τηρίαν ὕδατι ζέσας σὺν τῷ λίθῳ, καὶ κόκκον μετὰ ὄξους, θερμάνας εἰς καινὴν χύτραν, μετὰ τὸ ψύξαι τὸν λίθον ἐκ τῆς στύψεως, ἔμβαλε ... ΚΡΥΣΤΑΛΛΟΥ ΣΤΥΨΙΣ. —Θεῖον, καὶ ἄσβεστον, καὶ στυπ‐ | |
10 | τηρίαν σχιστὴν χρῶ τρίτον, καὶ ἔασον ἡμέρας θʹ, καὶ θερμάνας ἐπὶ ἀνθρακιᾶς, βάπτε μετὰ ἡμέραν μίαν. ΑΛΛΩΣ. —Στυπτηρίαν βρέξον ὄξει ἐπὶ ἡμέρας ζʹ, καὶ οὕτως λαβὼν ἀναγαλλίδος τῆς τὸ κυάνεον ἄνθος ἐχούσης, καὶ ἀειζώου, καὶ τιθυμάλλου χυλόν· καὶ χρυσοκόλλην (?) ἐπὶ μαλθακοῦ | |
15 | πυρὸς ἕψει· ἔπειτα ἔμβαλε τὸν λίθον. ΣΕΛΗΝΙΤΟΥ ΠΟΙΗΣΙΣ. — 〈Λαβὼν〉 χολῆς θαλασσίας χελώνης 𐆄 δʹ, χολῆς αἰγὸς 𐆄 βʹ, ἰοῦ καθαροῦ 𐆄 ϛʹ ἢ γʹ, ἔμβαλε τοὺς λίθους διισταμένους ἀπ’ ἀλλήλων· καὶ περιπήλωσον τὴν χύτραν, καὶ δὸς ὀπτᾶσθαι εἰς φοῦρνον. Ἔπειτα ἐκβαλὼν καὶ ψύξας, βάλε εἰς ἀγγεῖον | |
20 | κυπρινέλαιον ἐπὶ ἡμέρας ιεʹ, διόλου δὲ εἰς ἔλαιον σπάνιον. ΚΑΤΑΣΚΕΥΗ ΕΙΣ ΤΟ ΒΑΨΑΙ ΛΙΘΟΝ ΕΡΥΘΡΟΝ. —Λαβὼν ῥίνισμα ἀπὸ χρυσοῦ καθαροῦ μερίδα αʹ, καὶ μαγνησίαν καλὴν μέρος αʹ, καὶ ἀρσενικὸν ἐρυθρὸν μέρος αʹ, σῶρι χρυσίζον μέρος αʹ, τρίψον ἕκαστον ἰδίᾳ, καὶ σεῖσον πανίῳ μεταξωτῷ· καὶ ἔασον ὁμοῦ, καὶ τρίψον | |
25 | πάλιν, καὶ σεῖσον εἰς μεταξωτόν· καὶ φύρασον οὔρῳ βοείῳ πρωίμως συνηγμένῳ, καὶ χρίσον τὸν λίθον, καὶ ἔασον στεγνῶσαι. Ἔπειτα τίθει | |
τὸν λίθον εἰς χώνην μικρὰν, καὶ ἐπάνω τοῦ λίθου ἑτέραν χώνην, καὶ | 363 | |
2.364 | χρίσον τὰς ἁρμονίας καλῶς, καὶ θὲς τὸ χωνίον εἰς καμινάριον μικρὸν, καὶ ἀναπτέσθω ἡμέρας βʹ ἀκαταπαύστως. Ἔστω ἠρέμα τὸ πῦρ ἁπτό‐ μενον· καὶ ἔασον ψυχρανθῆναι μέχρι τῆς ἐπιούσης ἡμέρας· μέλλεις | |
γὰρ εὑρεῖν ἐρυθρὸν οἷον βούλει. Τέλος. | 364 |