TLG 1379 031 :: FRAGMENTA ALCHEMICA :: Ποίησις κρυσταλλίων (e cod. Venet. Marc. 299, fol. 116r)

FRAGMENTA ALCHEMICA Alchem.
(Varia)

Ποίησις κρυσταλλίων (e cod. Venet. Marc. 299, fol. 116r)

Source: Berthelot, M., Ruelle, C.É. (eds.), Collection des anciens alchimistes grecs, vol. 2. Paris: Steinheil, 1888 (repr. London: Holland Press, 1963): 348–350.

Citation: Volume — page — (line)

8tΠΟΙΗΣΙΣ ΚΡΥΣΤΑΛΛΙΩΝ
9Λαβὼν ὠὰ ὅσα θέλεις, πλύνον μετὰ ὑδράλμης, καὶ ἀποσπόγγισον·
10καὶ πάλιν πλύνον μετὰ ὑδρονίτρου, καὶ τότε κλάσας, χώρισον τὰ ὄστρακα ἀπὸ τῶν ὑμένων αὐτῶν, καὶ τὰ κροκὰ παρὰ μίαν, καὶ τὸ λευκὸν παρὰ μίαν· καὶ σφάξας ὀρνίθια μαῦρα καὶ λαβὼν τὸ αἷμα, καὶ βαλὼν αὐτὸ εἰς ἐργαλεῖον, ἀνάσπασον ἀπ’ αὐτοῦ τὸ ὕδωρ, θέλῃς ὑπὸ μαλθακοῦ πυρὸς, θέλῃς ὑπὸ ἀκαύστου πυρός. Καὶ φύλαξον αὐτοῦ
15τὸ κατόχημα καὶ τὸ ὕδωρ· καὶ ἐὰν φέρῃ καὶ ἔλαιον, καὶ ἔχε αὐτὰ εἰς σκιάν. Τὸ δὲ λευκὸν τοῦ ᾠοῦ καὶ αὐτὸ ἀνάσπασον διὰ πυρὸς, καὶ
λάβε καὶ αὐτοῦ τὸ ὕδωρ καὶ τὸ ἔλαιον, καὶ ἔχε καὶ αὐτὰ παρὰ μίαν,348

2

.

349

καὶ τὸ κατόχημα ὁμοῦ ἔχων καὶ αὐτὰ εἰς σκιάν. Τὰ δὲ ὄστρακα σὺν τῶν ὑμένων τρίψας, καὶ βαλὼν εἰς δύο χωνία· καὶ χρίσας πηλῷ ἐντρίχῳ καὶ ψύξας, καῦσον εὐτόνως ὑπὸ ἀσκοφυσίων δύο, μέχρις ἂν ἀποκαχλάσωσιν, καὶ οὐκέτι ἀκούῃς τὸν καχλασμὸν αὐτῶν· ἐπὰν γὰρ
5διαγελάσῃ ἔσωθεν, ἔπαυσεν ὁ καχλασμὸς, καὶ ὡς ἐκ τούτου γνώσῃ ὅτι ἐψήθη, καὶ ἔασον αὐτὸ οὕτως ψυχρανθῆναι, καὶ κατάπαυσαι ἐν τῇ καμίνῳ· καὶ μετὰ τοῦτο κλάσας, εὑρήσεις ὕελον πράσινον. Ὁμοῦ λαβὼν καὶ τὸ κατόχημα τοῦ λευκοῦ καὶ αὐτὸ βαλὼν εἰς δύο χωνία, καὶ ἐμπλάσας, καῦσον καὶ αὐτὰ ὁμοῦ, καὶ εὑρήσεις κίτρινον
10ὕελον, τὸ λεγόμενον βερονίκη. Τὰ δὲ κροκὰ 〈λαβὼν〉 καὶ αὐτῶν τὰ κατοχήματα βαλὼν εἰς δύο χωνία, καὶ καύσας, εὑρήσεις ὕελον ἄσπρον. Ὁμοῦ δὲ καὶ τὰ κατοχήματα τοῦ αἵματος καύσας, ὁμοῦ εὑρήσεις ὔελον βένετον, τὸν λεγόμενον κυανόν.
16 Ἐπὰν δὲ τὴν τετρασωμίαν ταύτην καύσῃς οὕτως παρὰ μίαν, καὶ παρὰ μίαν καὶ ποιήσῃς αὐτὰ ὑέλια, ἀπὸ τότε ἰσοστάθμισον τὰ ὅλα καὶ σύμμιξον καὶ συλλείωσον· καὶ βαλὼν αὐτὰ ὁμοῦ εἰς δύο χωνία, τουτέστιν ἐπάνω καὶ ὑποκάτω, χώνευσον. Τὰ γὰρ πάντα πρὶν γοργο‐
20τέρως ἔχουσιν καῆναι. Καὶ ἐπὰν ἀποκαχλάσωσιν καὶ διαγελάσωσιν, ἔασον πέψαι τὸ ἔργον καὶ ψυχρανθῆναι· καὶ ἀπὸ τότε ἔκβαλε καὶ τρίψον αὐτὸ ψιλόν· καὶ τότε φέρε τὰ ἔλαια τῶν ὅλων σωμάτων, καὶ σύμμιξον αὐτὰ, καὶ πότισον αὐτὰ, ποιῶν τὸ σύνθεμα ὥσπερ ζυμὴν παχεῖαν,
συλλεαίνων τὸ ἔλαιον μετὰ τῶν ὑελίων, ἤγουν τῶν σωμάτων ἐκείνων.349

2

.

350

Καὶ ἀπὸ τότε ἔασον εἰς τὴν θυείαν, ἡλιάζων αὐτὸ εἰς τὴν αὐτὴν θυείαν μέχρις ἡμέρας γʹ· ταύτην τὴν ζυμὴν, ἐπὰν ἡλιασθῇ, θέλεις παροπ‐
τῆσαι καὶ ποιῆσαι κιννάβαριν.350