TLG 1379 030 :: FRAGMENTA ALCHEMICA :: Βαφὴ τοῦ ἰνδικοῦ σιδήρου γραφεῖσα ἀπὸ ἀρχῆς Φιλίππου (e cod. Venet. Marc. 299, fol. 118v) FRAGMENTA ALCHEMICA Alchem. Βαφὴ τοῦ ἰνδικοῦ σιδήρου γραφεῖσα ἀπὸ ἀρχῆς Φιλίππου (e cod. Venet. Marc. 299, fol. 118v) Citation: Volume — page — (line) | ||
8t | ΒΑΦΗ ΤΟΥ ΙΝΔΙΚΟΥ ΣΙΔΗΡΟΥ, ΓΡΑΦΕΙΣΑ | |
---|---|---|
9t | Τῼ ΑΥΤῼ ΧΡΟΝῼ. | |
10 | Λαβὼν σιδήρου ἁπαλοῦ λίτρας δʹ, κατάτεμε εἰς μικρὰ μέρη· καὶ λαβὼν φλοιὸν φοινικοβαλάνου τοῦ λεγομένου ἐλιλέγ ἐν Ἀράβοις, σταθμὸν μιλ ιεʹ, καὶ σταθμὸν μιλ δʹ βελιλὲγ ὁμοίως κεκαθαρμένου ἀπὸ τῶν ἐντὸς, ἤτοι τὸν φλοιὸν μόνον, καὶ ἀμβλὰγ ὁμοίως κεκαθαρμένου μιλ δʹ· καὶ μαγνησίας ὑελουργικῆς ἀνωτέρας θηλυκῆς | |
15 | μιλ βʹ, κόψον ὁμοῦ πάντα μὴ πάνυ λεπτῶς, καὶ πρόσμιξον ταῖς δʹ λίτραις τοῦ σιδήρου· καὶ βάλε εἰς χώνην· καὶ ἴσασον τὸν τόπον τῆς χώνης πρὸ τῆς ἐκκαύσεως· εἰ γὰρ μὴ οὕτως ποιήσεις, ὥστε μὴ κινεῖσθαι αὐτὴν τῇδε κἀκεῖσε, ἀνάγκη ὑφιστάσαι ἐν τῇ χωνείᾳ. Εἶτα μετὰ τοῦτο ἐπίβαλλε τὰ κάρβωνα, καὶ ὄξυνον τὴν χώνην, ἕως λυθῇ ὁ σίδηρος, καὶ | |
20 | ἑνωθῶσιν αὐτῷ τὰ εἴδη. Χρῄζουσι δὲ αἱ τέσσαρες λίτραι τοῦ σιδήρου. | |
καρβώνων λίτρας ρʹ. | 347 | |
2.348 | Πρόσεχε δὲ ὅτι, ἐὰν ἔστιν ὁ σίδηρος ἁπαλώτερος, οὐ χρῄζει τὴν μαγνησίαν, ἀλλὰ μόνα τὰ λοιπὰ εἴδη. Ἡ γὰρ μαγνησία ξηραίνει αὐτὸν εἰς ὑπερβολὴν, καὶ γίνεται θρυπτός. Εἰ δέ ἐστιν ἁπαλὸς, χρεία αὐτῆς μόνον, ἵνα ἔστιν ἀνωτέρα· Αὕτη γὰρ τὸ πᾶν ἀπεργάζεται. | |
5 | Αὕτη ἐστὶν ἡ πρώτη καὶ βασιλικὴ ἐργασία, ἣν ἐπιτηδεύονται σήμερον, ἐξ ἧς καὶ τὰ θαυμάσια ξίφη τεκταίνονται. Ηὑρέθη δὲ ὑπὸ τῶν | |
Ἰνδῶν, καὶ ἐξεδόθη Πέρσαις, καὶ παρ’ ἐκείνων ἦλθεν εἰς ἡμᾶς. | 348 |