TLG 1379 028 :: FRAGMENTA ALCHEMICA :: Περὶ βαφῆς σιδήρου (e cod. Venet. Marc. 299, fol. 104r) FRAGMENTA ALCHEMICA Alchem. Περὶ βαφῆς σιδήρου (e cod. Venet. Marc. 299, fol. 104r) Citation: Volume — page — (line) | ||
19t | ΠΕΡΙ ΒΑΦΗΣ ΣΙΔΗΡΟΥ | |
---|---|---|
20 | Βαφὴ σιδήρου ἐστὶν ἡ σχεδὸν ἅπασι γνώσει τε λεπτὴ χρήσει τε | 342 |
2.343 | πολλή. Ἐπειδὰν κέρας (?) αἰγὸς λαβὼν, πυρί τε καύσας καὶ τρίψας, ἅλατος ἑνώσῃς διπλασίῳ, οὐ τῇ ὁλκῇ μόνον, τῷ δέ γε μεγέθει, ὕδατί τε τῷ γνωρίμῳ προσβαλὼν, καὶ φυράσας τοσοῦτον, ὥστε τὴν μίξιν δίυγρον γενέσθαι· ἔξεστι γάρ σοι μετὰ ταῦτα ξίφος οἷον δ’ ἂν καὶ βούλῃ, | |
5 | ἐπαλείψαντα κατά γε τὸ καλούμενον στόμα, καὶ ἄνθραξιν ἐμβάλλοντα, ἱκανῶς γέ πως πυρακτῶσαι· μετὰ δὲ ταῦτα γνωρίμῳ ὕδατι ἐπιρρίψαν, ἐστομωμένον βαφικῇ στομώσει ἔχειν τὸ ξίφος. Κοινὴ δὲ, ὡς εἴρηται, αὕτη καὶ πασίγνωστος ἐγγὺς ἡ βαφή. Ἡ δὲ εἰς ὕδωρ ἐπίρριψις οὐχ ἁπλῆ τις εἴη, ἀλλὰ πρὸς τὴν τοῦ ξίφους κατά τε τὸ | |
10 | σχῆμα καὶ τὴν χρῆσιν διαφοράν. Ὅσα μὲν γὰρ λιθουργικὰ, καὶ ἁπλῶς, ὅσα οὐκ εἰσάγαν ὀξὺ τὸ λεγόμενον ἔχει στόμα, ταῦτα ἁπλῶς μετὰ τὴν ἐκπύρωσιν ὕδατι ἐπιρρίπτονται· ὅσα δὲ τοὐναντίον, οἷον αἵ τε λεγόμεναι μάχαιραι καὶ αἱ σπάθαι, οὐχ ἁπλῶς, ἀλλ’ ἢ ῥάκους τινὸς ἀναδευθέντος τῷ ὕδατι, ἢ τοῦ ἐξ ἐρίου εἰς ὄμβρων ἐπίκλυσιν ἐπινενοη‐ | |
15 | μένου ὁμοίως ἀναδευθέντος, κατὰ τὸ λεγόμενον στόμα, ἐπιτιθέμενα στόματί τινι τούτων ἀπολαμβάνει, ἢ τὴν κατὰ τὴν βαφὴν στόμωσιν. Καὶ οὕτως μὲν αὕτη. ΔΕΥΤΕΡΑ ΒΑΦΗ. —Ἔστι δέ τις καὶ ἄλλη βαφῆς ἰδέα, ἡ οὐ μόνον τὸ κοινὸν τῶν σιδήρων ἀποβάπτουσα, στίλβον τε καὶ λαμπρότερον | |
20 | ἤπερ ἡ προειρημένη βαφὴ, ἀπεργάζεται, ἀλλά γε καὶ τὸν ὀνομαζόμενον ἰνδικὸν παραπλησίως ἢ μικρὸν πλέον στομοῦσα. Σμήχουσι τὴν κεφαλὴν ἔνιοι μὲν λευκογέω, τῶν ὀρνίθων δὲ τοῖς ὠοῖς ἕτεροι, καὶ ἄλλοι ἄλλοις, ἢ ἁπλοῖς καὶ τοῖς ἐκ φύσεως, ἢ συνθέτοις, καὶ τοῖς ἐκ τέχνης. Ἕν τι τῶν σμηχόντων ἐκ τέχνης ἐστὶ καὶ ἡ τῆς τοιαύτης βαφῆς ἰδέα ἣ | |
25 | σκευάζεται ἔκ τε τῆς 〈πυρᾶσ〉 ἀπὸ ξύλων· εἰ καὶ μὴ ἀπὸ πάντων | |
τέφρας, ἐλαίου τε καί τινων ἑτέρων. Οὐκ ἄδηλόν ἐστι τοῖς πολλοῖς ὃ | 343 | |
2.344 | λέγω. Τοῦτο δὴ οὖν λαβὼν καὶ ἐκκαύσας καθάπερ καὶ ταῖς χρυσοχοϊκαῖς χρήσεσιν ἐκκαίεσθαι εἴθισται, ἅλατι τε ἑνώσας τριτημό‐ ριον ὁλκὴν ἕλκοντι, εἰ δέ γε πάνυ εἴη ὁ σίδηρος τῶν εὐέκτων καὶ ἡμίσειαν, ἐπαλείψας τὸ τοῦ σιδήρου καλούμενον στόμα, πυράκτωσον. | |
5 | Εἶτα κατὰ τὸν προϋφηγημένον σοι τρόπον, πρός τε τὴν τοῦ σχήματος διαφορὰν, καὶ τὴν χρῆσιν τῶν ὀργάνων, προσάγαγε τῷ ὕδατι. Ἔστω δέ σοι γνωστὸν ὡς εἴ γε ὡς εἰκὸς εὔθραυστον συμβῇ τὸ στομωθὲν διὰ τὴν σκληρότητα, ἐλαίῳ ἐμβαλὼν ἢ ἀκαύστῳ καὶ ἀμίκτῳ παντελῶς τῷ σμήγματι, ἀποκαταστήσεις τὴν συμμετρίαν ἁρμόζουσαν· ἕξεις γὰρ, | |
10 | οὕτω ποιῶν καὶ ἐργαζόμενος, ἀποτελεσθέν σοι καθαρῶς τὸ βούλημα. ΤΡΙΤΗ ΒΑΦΗ. —Φθέγξομαι δή που βαφὴν τῆς μυστικῆς ἐχέγγυον φιλοσοφίας· ξένον γὰρ τὸ χρῆμα τῇ γνώσει, καὶ θαυμαστὸν τῇ καταλήψει, χρῆμα δυσεύρετον καὶ πασίγνωστον, περισπούδαστον τῇ φύσει, εἰ καὶ τοῖς ἀνθρώπων πλείστοις εὐκατάγνωστον. Οὐ γὰρ | |
15 | πᾶσι τίκτει μὲν τοῦτο γῆ, οὐκ ἀπὸ τῆς χείρονος μοίρας, ἀλλ’ ἐκ τῆς λεπτῆς καὶ διειδεστάτης καὶ ἀνωφεροῦς· συνεργεῖ δὲ τῶν ὄντων τὸ τίμιον, χρυσόν· τίκτουσα δὲ, οὐκ ἀπωθεῖται, ἀλλ’ ἐν τοῖς κόλποις ἴσχουσα τροφῆς ἐμπιπλᾷ· οὐκ ἐν τούτῳ δὲ μόνη, ἀλλ’ ἔχει κἀν τούτῳ τὸν χρυσὸν κοινόν. Τί οὖν τοῦτο; πολλὰ γὰρ τοιαῦτα, ὑγρὸν, πεπηγός· | |
20 | οὐχ ὅτι μετὰ τὴν γέννησιν πέπηγεν, ἀλλ’ ὅτι πηκτὸν τὸ λυσίσωμον καὶ σωματοειδὲς, τὸ παντόρευστον, καὶ ἄρρευστον καὶ αὐτόρρευστον· τοῦτο οὖν ὃ ἐγὼ λέγω, οὐκ ἔστιν ἄλλο ἢ τοῦτο· τοῦτο λαβὼν τὸ μυστήριον, διάστησον κατὰ μικρὸν, διαστήσας δὲ ὕδατι ἐθίμῳ καὶ κοινῷ, ἐπαφιείς τε ὀλιγίστῳ ὅσον δίυγρον γενέσθαι, ἕξεις τὴν | |
25 | μυστικὴν σιδήρου βαφήν. Ἐν αὐτῇ δ’ οὖν καθὼς κἀν ταῖς ἄλλαις νενόμισται τῇ φύσει βαφαῖς ἐνεργοῦν ὄψει παράδοξον. Ἔσται γάρ σοι στερρὸς ἐν πᾶσι καὶ ἀκάματος ὁ καταβαφεὶς σίδηρος, σιδηρωλέτης· | |
τοῦτο καὶ μαρμάρων σιδηροφάγων δουλεύει γένη καὶ ὑποτάσσεται. Αὕτη | 344 | |
2.345 | ἐστὶν ἡ μυστικωτάτη βαφὴ, τὸν ἰνδικὸν ἐκβάπτουσα σίδηρον. Σκόπει δέ· ἂν γὰρ ᾖ λίαν σκληρὸς ὁ μέλλων στομοῦσθαι σίδηρος, μὴ προσ‐ φέρῃς αὐτῷ ἀκράτῳ, καὶ, ὡς εἴπομεν, τῷ μυστηρίῳ. Ἐκδαπανεῖ γὰρ καὶ καταθραύει ἅπαν τὸ ἀντιστατοῦν· ἀλλ’ οἰκονομήσας δι’ ἐξελαιώ‐ | |
5 | σεως, ἢ δι’ ἐπομβρίας ἱκανῶς, οὕτω χρῶ τοδὶ ἐπὶ ποσὸν ἡ διὰ πείρας τριβὴ ἀταλαιπώρως ἐκδιδάξει. ΤΕΤΑΡΤΗ ΒΑΦΗ. —Τετάρτη δὲ πρὸς τοὺς εἰρημένους κρείσσων τε καὶ ἀγνωστοτέρα καὶ θαυμασιωτέρα τῶν εἰρημένων, ἔτι δὲ καὶ ἁπλουστέρα. Ἐπεὶ γὰρ τὸ τίμιον ζῷον ὁ ἄνθρωπος, ὅρα οἵαν ἐν θνητοῖς | |
10 | ἔλαχεν δόξαν· πολλὰ μὲν γὰρ ἂν ἔχοι τις τῶν αὐτοῦ ἀπαριθμεῖν γέμοντα θαύματος. Ὁμῶς δ’ οὖν ἐκεῖνο χρεὼν εἰπεῖν ὃ τὴν βαπτικὴν καὶ στομωτικὴν δύναμιν εἴληφεν. Πολλὰ μὲν ὁ ἄνθρωπος, καὶ πολλα‐ χόθεν τὴν τῶν περιττωμάτων ποιεῖται κένωσιν· διχόθεν δὲ μάλιστα δι’ ὧν καὶ τὰ κενούμενα πλείω φέρεται. Οὐ τὸ αὐτὸ δὲ τῶν περιττω‐ | |
15 | μάτων ἀμφοτέρωθεν ἀπορρέον, τὸ μὲν ὑγρὸν, τὸ δὲ ξηρὸν ἀπεκληρώθη καλεῖσθαι. Ἔχει μὲν ἑκάτερον αὐτῶν μυρίας καὶ παντοδαπὰς τὰς ἐνεργείας καὶ δυνάμεις· καί γε περιττώματα καὶ ἀχρεῖα ἐν ἀνθρώπῳ ὄντα· ἔχει δὲ μετὰ τῶν ἄλλων τὸ ὑγρὸν περίττωμα τὴν βαπτικήν τε καὶ στομωτικὴν σιδήρου δύναμιν· μόνῳ γὰρ σίδηρος | |
20 | κάλλιστος ἀποτελεῖται· ἡ δὲ σιδηροβαφὴ γίνεται, καθὼς κἀν τῷ πρὸ αὐτοῦ εἴρηται, πρὸς τὴν διάφορον τῶν σιδήρων χρῆσίν τε καὶ τὸν σχηματισμόν· πᾶσι δὲ, ὡς καὶ κατ’ ἀρχὰς ἐρρήθη, προτερεύει τῶν | |
πρὸ αὐτοῦ ἡ σιδηροβαφὴ τοῖς πλεονεκτήμασιν. | 345 |