TLG 1379 027 :: FRAGMENTA ALCHEMICA :: De quattuor elementis (tractatus qui incipit a vocibus ἀρχὴ τῆς κατὰ πλάτος τοῦ ἔργου ἐξηγήσεως) (e cod. Paris. B.N. gr. 2327, fol. 227r)

FRAGMENTA ALCHEMICA Alchem.
(Varia)

De quattuor elementis (tractatus qui incipit a vocibus ἀρχὴ τῆς κατὰ πλάτος τοῦ ἔργου ἐξηγήσεως) (e cod. Paris. B.N. gr. 2327, fol. 227r)

Source: Berthelot, M., Ruelle, C.É. (eds.), Collection des anciens alchimistes grecs, vol. 2. Paris: Steinheil, 1888 (repr. London: Holland Press, 1963): 337–342.

Citation: Volume — page — (line)

14ΑΡΧΗ ΤΗΣ ΚΑΤΑ ΠΛΑΤΟΣ ΤΟΥ ΕΡΓΟΥ ΕΞΗΓΗΣΕΩΣ. —Λάβε
15τὰ λευκὰ καὶ ξανθὰ τῶν ὠῶν, καὶ μάλαξον τῇ χειρί σου ὁμοῦ, ὡς γενέσθαι μυελὸν, καὶ βάλε αὐτὰ εἰς καινὴν χύτραν, καὶ φίμωσον καὶ χῶσον εἰς κόπρον ἢ ἐν θερμοσποδιᾷ, ἢ ἐν ἀχύρῳ ἡμέρας ζʹ ἢ δʹ. Εἶτα ἀνελὼν, θὲς ἐν ἄμβιξι, ὡς ἔγνως μετὰ ταπεινὴν λίαν πυρός· καὶ λάβε το ἐξ αὐτῶν ὕδωρ λευκόν. Ὅταν δὲ νοήσῃς ὅτι στάζει θολὸν ἢ μέλαν,
20ἔα, καὶ ἔχε τοῦτο ἰδίως. Δέχου δὲ καὶ τὸ ἔλαιον, καὶ ἔστω ὑστεία δυνατωτέρα, καὶ ἀποδεξάμενος καὶ αὐτὸ ἰδίως ἔχε· τὴν δὲ ἀπομένουσαν ἐν τῷ πατελλίῳ ὕλην κρύψον, ἥτις χαλκὸς κεκαυμένος καὶ μαγνήτης ἀσιατικός.
ΣΤΟΙΧΕΙΟΝ ΠΡΩΤΟΝ ΤΟΥ ΥΔΑΤΟΣ. —ΕΡΓΑΣΙΑ ΠΡΩΤΗ ΤΟΥ ΘΕΙΟΥ337

2

.

338

ΟΞΟΥΣ. —Καὶ ἐξαναμβικίσας διὰ τοῦ ὀργάνου εὐθέως τὸ θεῖον ὕδωρ ἕως τρὶς, καὶ κάτε φορὰν βάλε τῇ λίτρᾳ τοῦ ὕδατος 𐆄 αʹ θείαν ἄσβεστον. Εἶτα ἀμβίκισον αὖθις μετὰ μύρτων φύλλα φορὰς ζʹ· καὶ οὕτως ποίησον ἕως γένηται τὸ ὕδωρ τηλαυγὲς καὶ φαεινόν. Καὶ τότε
5λέγεται θεῖον ὄξος. Πρόσχες δὲ ἵνα τῇ πρώτῃ ἀγωγῇ, ὡς εἴπομεν, σήπτῃς κάτε φορὰν τοῦ διοργανισμοῦ ἡμέραν αʹ τὸν βίκον, ἢ ἐν τῇ κόπρῳ, ἢ ἐν ἀχύρῳ, ἢ ἐν θερμοσποδιᾷ τὸν ἔχοντα τὸ ὕδωρ μετὰ τῆς μιᾶς 𐆄 τῆς ἀσβέστου τῆς νεαρᾶς. Εἶτα ἀμβικίαζε· κάτε δὲ φορὰν βάνε νεαρὰν
10ἄσβεστον· τὴν δὲ πρώτην ῥίπτε· ὅσον γοῦν ἀμβικιάζεις, τοσοῦτον ὠφελήσεις. ΟΝΟΜΑΤΟΠΟΙΙΑ ΤΟΥ ΘΕΙΟΥ ΟΞΟΥΣ ΚΑΙ ΥΔΑΤΟΣ. —Τοῦτο λέγεται παρὰ φιλοσόφων θεῖον ὕδωρ, θεῖον ὄξος, μαγνησία λευκὴ, ὕδωρ ἀσβέστου, οὖρον ἄφθορον, ὑδράργυρος, ὕδωρ θαλάσσης, γάλα
15παρθένου, ὀνόγαλα, κυνόγαλον, γάλα βοὸς μελαίνης, ὕδωρ στυπτηρίας, ὕδωρ σποδοκράμβης, ὕδωρ νίτρου, καὶ δυτικὴ πνοή. Τοῦτο λευκαίνει τὸ σῶμα τῆς μαγνησίας, ἤγουν τὸν κεκαύμενον χαλκὸν, τοῦτο φέρει ἔξω τὴν φύσιν τὴν ἔνδον κεκρυμμένην· αὕτη ἐστὶν ἡ φύσις ἡ νικῶσα τὴν φύσιν, ἡ μεταλλάττουσα τὰς φύσεις, καὶ λειοῦσα, καὶ
20δεσμεύουσα, ἡ ἑγκυοῦσα καὶ τίκτουσα· ἡ δι’ οὗ τὸ πᾶν ἀποτελεῖται. ΑΡΧΗ ΤΗΣ ΕΡΓΑΣΙΑΣ ΤΟΥ ΑΕΡΟΣ. —Ὁμοίως λάβε τὸ ἔλαιον καὶ βάλε τῇ λίτρᾳ αὐτοῦ 𐆄 αʹ ἄσβεστον, καὶ σῆψον ἐν τῇ κόπρῳ ἡμέραν αʹ· εἶτα ἀμβίκισον, καὶ οὕτω ποίησον αʹ ἡμέραν καὶ μόνον· μέχρι δὲ φορὰς κʹ ἢ καὶ λʹ, ἀμβίκιζε μετὰ μύρτων φύλλων, ἕως
25γένηται καθαρώτατον, ὑπόλευκον, ξανθόν.
Τὸ δὲ πῦρ οὐχ ἔχω τί σοι λέγειν, ὅποιον εἶναι τῆς καμίνου, πλὴν338

2

.

339

ἔστω σοι, ἢ λαμπάδος, ἢ καλάμης, ἢ κόπρου λίαν μαλθακὸν, καὶ οὐχὶ ὡς πῦρ· Ὁ δὲ ἄμβιξ ἔστω μέσον καννάβου κεχωσμένος, ἢ ὕδατος ζέοντος, ἢ κόπρου, ἢ στάκτης· κρεῖττον δὲ ἐπὶ ὕδατος, ἥ τις καὶ ὑγρὰ λέγεται κάμινος. Τινὲς δὲ ἕως πεντηκοντάκις τοῦτο διοργανίζουσιν· κάτε
5γὰρ δέκα φορὰς λαμπρότερον φαίνεται τῇ χρείᾳ. Τὸ δὲ σημεῖον τῆς αὐτοῦ τελειώσεώς ἐστιν οὕτως. Πυρώσας πέταλα ἀλόγου σιδηρᾶ ἕως ἑπτάκις, κατάβαπτε ἐν αὐτῷ τῷ θείῳ ἐλαίῳ· καὶ εἰ μὲν λευκαίνεται τὸ πέταλον, ἁπαλύνεται καὶ μεταλλάττεται ἐκ τῆς οὐσίας αὐτοῦ, καὶ γίνεται τέλειον, χρυσοῦ κάλλιον· εἰ δὲ οὔ, στράφηθι
10πάλιν εἰς τὴν ἐργασίαν αὐτοῦ, ἤγουν τοῦ διοργανίζειν τὸ θεῖον ἔλαιον. ΑΡΧΗ ΤΗΣ ΟΝΟΜΑΣΙΑΣ ΑΥΤΟΥ. —Καὶ ὁ μὲν κρόκος αὐτοῦ λέγεται λέκιθος, καὶ χρυσοῦ σφαῖρα, κιννάβαρις, καὶ κιλίκιος κρόκος, καὶ ὤχρα ἀττικὴ, καὶ γῆ σινώπη, καὶ νίτρον πυρρὸν, καὶ νίτρον αἰγύπτιον, καὶ ἀρμενιακὸν, καὶ χάλκανθον, καὶ ἔλαιον. Τὸ δὲ ἐξ αὐτοῦ
15ἔλαιον, ὅταν σαπῇ καὶ διοργανισθῇ, λέγεται θεῖον ἔλαιον, καὶ οἶνος ἀμιναῖος, καὶ κιννάβαρις τῶν φιλοσόφων, καὶ κόμαρις, καὶ θεῖον ἅθικτον, καὶ ῥεφάνιον, καὶ κίκινον, καὶ χρυσοζώμιον, καὶ μήλινον, καὶ λινέλαιον, καὶ θεῖον ἄπυρον, καὶ σανδαράχην, καὶ ἀρσενικὸν, καὶ κομμιάκιον, καὶ ἀριστολοχία, καὶ μανδραγουρέλαιον, καὶ ῥέου, καὶ
20ἐλυδρίου, καὶ ὕδωρ πορφύρας, καὶ ἄνθους χαλκοῦ, καὶ χρυσαυγὲς, καὶ ἀμιάντου, καὶ στυπτηρία ἐξυπορηθεῖσα (?), καὶ ὑδράργυρος ἀνατολική.
ΑΛΛΗΣ ΦΥΣΕΩΣ. —Τὰ αὐτὰ πνεύματα, καὶ ὕδατα, καὶ339

2

.

340

μαργαρίτας, καὶ λίθους τιμίους ἐκάλεσαν οἱ φιλόσοφοι· μεγάλης γὰρ δυνάμεώς εἰσιν ἔμπλεα· ἐὰν γὰρ ἐργάσῃς αὐτὰ ὥστε φέρειν τὴν φύσιν ἔξω τὴν ἔνδον κεκρυμμένην, τότε ἔφθασας τὸ μυστήριον τῶν φιλοσόφων. Αὕτη ἐστὶν ἡ κεφαλαίωσις τοῦ μυστηρίου, καὶ οὕτως
5λευκαίνεται, καὶ πάλιν ζανθοῦται, καὶ γίνεται χαλκὸς κύπριος ὁ κεκαυ‐ μένος χαλκὸς, ἤτοι τὸ σῶμα τῆς μαγνησίας, περὶ οὗ φασιν· «Ἠ μαγνησία οἰκονομηθεῖσα οὐκ ἐᾷ ῥήγνυσθαι τὰ σώματα· τὸν χαλκὸν λευκαίνει, τὸν σίδηρον μαλάττει, τὸν κασσίτερον ἄρρευστον τοῦτον ποιεῖ, τὴν ὑδράργυρον χρυσὸν ἀποκαθίστησι.»
10 ΑΡΧΗ ΤΗΣ ΕΡΓΑΣΙΑΣ ΤΟΥ ΠΥΡΟΣ. ΣΤΟΙΧΕΙΟΝ ΤΡΙΤΟΝ· ΤΟ ΠΥΡ. — Εἶτα λάβε τὸ πῦρ, ἤγουν τὸν χαλκὸν τὸν κεκαυμένον, ἤτοι τὴν ἐν τῷ πατελλίῳ τῶν κεκαυμένων ὠῶν τέφραν, λειότριβε συνεχῶς ἐν ἡλίῳ ὅλην τὴν ἡμέραν, ὑγραίνεται γὰρ κατὰ μικρόν· καὶ ὁ καπνὸς αὐτοῦ ἄρχεται ἐκλείπειν. Εἶτα πότιζε αὐτὸν, καὶ τρίβε καὶ ξήραινε ἐν ἡλίῳ, ἢ ἐν
15θερμοσποδιᾷ, ἢ φούρνῳ μετὰ τοῦ θείου ὄξους, τρὶς τῆς ἡμέρας, καὶ τοῦτο ἔσῃ ποιῶν μέχρις ἂν καταντήσῃς εἰς σημεῖον τοιοῦτον· γελάσει σοι ἄργυρος ἐν τῇ χώνῃ· ῥίπτε ἐπάνω ἐκ ταύτης τῆς τέφρας· καὶ εἰ μὲν χρυσανθῇ, καλόν· εἰ δὲ οὔ, στράφηθι εἰς τὴν αὐτοῦ ἐργασίαν. ΚΑΙ ΑΡΧΗ ΤΗΣ ΕΡΓΑΣΙΑΣ ΤΗΣ ΓΗΣ, ΗΤΟΙ ΤΗΣ ΠΑΓΚΡΑΤΟΥΣ
20ΑΣΒΕΣΤΟΥ. ΣΤΟΙΧΕΙΟΝ ΤΕΤΑΡΤΟΝ· Η ΓΗ. —Λειοτρίβησον τὰ κέλυφα τῶν ὠῶν, καὶ ἀπόστυφε αὐτὰ νίτρῳ καὶ ὕδατι ἡμέραν αʹ. Εἶτα ἀπόκλυζε αὐτὰ πολλάκις διὰ γλυκέως· εἶτα ξήρανον καὶ λειοτρίβησον ὡς χοῦν· εἶτα βάλε ἰσοστάθμῳ ὕδατι ὠῶν, καὶ ἄφες ἐν φούρνῳ ἀρτοποιοῦ, ἢ θερμοσποδιᾷ ἕως ξηράνσεως ἡμέρας ζʹ. Εἶτα ἐξελὼν, λειοτρίβησον
25αὖθις, καὶ ἴσον ὕδατι ὠῶν μίξας, πάλιν φιμώσας, ἔα ἐν φούρνῳ ἡμέρας340

2

.

341

ζʹ· καὶ οὕτω ποίησον ἕως τρισσάκις. Εἶτα λειοτρίβησον, ἐν ἡλίῳ πολλάκις ξηράνας, καὶ ποτίζων ἄχρις ἡμερῶν γʹ· τῇδε ἑξῆς, λειοτρί‐ βησον, καὶ βάλε εἰς ἄγγος, καὶ φίμωσον, καὶ δὸς καμίνῳ ὑελουργικῷ ἡμερονύκτια δύο, καὶ ἐκβαλὼν, εὑρήσεις κιμωλίαν χλωράν. Ταύτην
5δὲ πάλιν λειοτριβήσας καὶ ποτίσας πολλάκις τῆς ἡμέρας, ὄπτησον ἐν πυρὶ κόπρου· καὶ τοῦτο τρὶς ἢ πεντάκις ποιήσας, εὑρήσεις αὐτὴν ψιμμίθιον λευκότατον. Εὑρήσεις δὲ αὐτῆς τὸ τέλειον εἰ λευκάνεις ἐπὶ χώνης τὸν χαλκόν· εἰ δὲ οὔ, στράφηθι εἰς τὴν ἐργασίαν αὐτῆς. ΟΝΟΜΑΤΟΠΟΙΑ ΤΗΣ ΓΗΣ. —Ταῦτα ἐκάλεσαν οἱ σοφοὶ θείαν
10ἄσβεστον, γῆν χείαν, γῆν ἀστερίτην, στυπτηρίαν σχιστὴν, λιθάργυρον λευκὴν, κιμωλίαν, στιλβίδα, ἀφροσέληνον, κόμμι, χάλκανθον, οὖρον ἄρρευστον, ψιμμίθιον, ἀνδροδάμαντα ἀλαβάστρινον, ὀπὸν συκῆς καὶ τιθυμάλλου. Η ΕΝΩΣΙΣ ΤΩΝ ΤΕΣΣΑΡΩΝ ΣΟΙΧΕΙΩΝ. —Πρόσχες, ὦ φίλε,
15ἂν μὴ κατὰ τὸν εἰρημένον σοι τρόπον καλῶς οἰκονομήσῃς τὰ τέσσαρα στοιχεῖα, μὴ ἐπιχειρήσῃς τὴν ἕνωσιν αὐτῶν, ἵνα μὴ ἀκαίρως κομήσῃς, σὺ δὲ αὐτὸς τὸν κάματον ὑποστῇς μόνος. ΠΡΟΣΧΕΣ. —Λάβε ἀπὸ τοῦ ᾠκονομημένου πυρὸς μέρος ἓν, καὶ ἀπὸ τῆς ᾠκονομημένης γῆς μέρη δʹ, καὶ λειώσας, βάλε εἰς ἄγγος, καὶ
20ἐπάνω βάλε τοῦ ᾠκονομημένου ἀέρος διπλάσιον τοῦ πυρός· καὶ κρέμασον τὸ ἄγγος μέσον ἑτέρου μεγάλου ἄγγους ἔχοντος ἔξος δριμὺ, καὶ πώμασον τὸ ἄγγος, καὶ ἔα ἡμέρας τινὰς ἕως γένηται ὡς ζύμη. Γίνωσκε ὅτι τινὲς ἔβαλον μέρη δύο τῆς γῆς, καὶ ἓν τοῦ πυρός· καὶ ἄλλοι γʹ τῆς γῆς, καὶ ἓν τοῦ πυρός· καὶ ἄλλοι δʹ καὶ πλεῖον 〈τῆς
25γῆσ〉, καὶ ἓν τοῦ πυρός. Καὶ ταῦτά εἰσι πάντα καλά· ἀλλὰ τὸ κρεῖττον
τὸ ἄνωθέν ἐστιν εἰρημένον.341

2

.

342

Τοῦτο δὲ πρὸς σὲ, ὦ φίλε, γεγράφαμεν, ἔξω τοῦ φθόνου ὄντες, ἵνα μὴ πλανηθῇς. Μετὰ δὲ τὸ γενέσθαι ὡς ζύμην τὸ σύνθημα, ἐξελὼν, ὄπτησον εἰς ἐλαφρὰν πύραν, ἵνα ξηρανθῇ. Εἶτα πάλιν τρίψον αὐτὸ ἐν ῥωμαίῳ μαρμάρῳ, καὶ βάλε ἐν τῷ ἄγγει, καὶ βάλε
5καὶ ἐκ τοῦ ἀέρος διπλάσιον τοῦ πυρός· καὶ ἀπαιώρησον ὡς καὶ πρώην τὸ ἄγγος μέσον τοῦ ὄξους· καὶ οὕτως ποίει κατὰ τὸν ἄνω τύπον μέχρι καὶ φορὰς ζʹ· κάτε φορὰν δὲ βάνε διπλάσιον τοῦ πυρὸς τὸν ἀέρα· μετὰ δὲ τὴν ζʹ, ἐξελὼν, ξῄρανον καὶ λειοτρίβησον μετὰ διπλοῦ τῆς γῆς τοῦ ἀέρος· καὶ βάλε τὸ ἄγγος εἰς σαρζεῖν (?) ἡμερονύκτιον. Εἶτα ἐκβαλὼν,
10σκόπησον τί χροιᾶς ἐστί· καὶ εἰ ἐνήλλακται ἡ χροιὰ αὐτοῦ, σκόπησον ὅτι ἤρξατο τῆς ὁδοῦ πορεύεσθαι· εἰ δὲ οὔ, στρέψον αὐτὸ εἰς τὴν ἐργασίαν αὐτοῦ ἕως φέρῃ θεωρίαν ἑτέραν· καὶ οὕτως ἐξελὼν, λειοτρί‐ βησον χωρὶς τοῦ ἀέρος, ἀλλὰ μίξον τὸν ἀέρα, καὶ τὸ θεῖον, ἤγουν τὸ ὄξος θεῖον μετ’ αὐτοῦ λειότριψον πολλάκις τὴν ἡμέραν· εἶτα σῆψον
15πάλιν, ὡς ἀνωτέρω προείπομεν, εἰς ἄγγος μετὰ ὄξους δριμέως ἡμέρας δύο· λύεται γὰρ ὡς ὕδωρ· καὶ οὕτως γενόμενον ἔκβαλε τοῦ ὄξους, καὶ πῆξον ἐν μαλθακῷ πυρὶ καὶ ἀρτίῳ, ἕως εἰς λίθον κηροῦ στερεωτάτου πήξῃ.
Καὶ οὕτως ἔχε Θεοῦ χάριν ἄφθονον εἰς αὐτοῦ τιμὴν καὶ πενίας λύσιν.342