TLG 1379 026 :: FRAGMENTA ALCHEMICA :: Περὶ τῆς τιμιωτάτης καὶ πολυφήμου χρυσοχοϊκῆς (e cod. Paris. B.N. gr. 2327, fol. 280r) FRAGMENTA ALCHEMICA Alchem. Περὶ τῆς τιμιωτάτης καὶ πολυφήμου χρυσοχοϊκῆς (e cod. Paris. B.N. gr. 2327, fol. 280r) Citation: Volume — page — (line) | ||
2.321(1t) | ΠΕΡΙ ΤΗΣ ΤΙΜΙΩΤΑΤΗΣ ΚΑΙ ΠΟΛΥΦΗΜΟΥ | |
2t | ΧΡΥΣΟΧΟΙΚΗΣ | |
---|---|---|
3 | ΠΕΡΙ ΤΟΥ ΛΑΓΑΡΙΣΑΙ ΤΟ ΧΡΥΣΙΟΝ. —Λαβὼν ἅλας θαλάσσιον, θὲς εἰς τρυγίαν στερρὸν καὶ φίμωσον αὐτὸν, ἄνωθεν, καὶ θὲς ἐντὸς | |
5 | πύραν ἕως οὗ να κάῃ· καὶ θὲς καμπανοῦ ἅλας βʹ μέρη κεκοσκινισ‐ μένον, καὶ κεραμίδην κεκοσκινισμένον τὸ τρίτον, καὶ βαλὼν εἰς βʹ γαστρία, πάτον ἅλας καὶ πάτον χρυσάφην, ἵνα ἔνῃ σφυρισμένον ὥσπερ λέπος καὶ να ἔνῃ κεχρησμένον γύρωθεν μετὰ πηλοῦ τῆς σοφίας. Καὶ ἔκτοτε βάλε αὐτὸ εἰς τὸ φουρνέλλον, ὥστε να ψηθῇ. | |
10 | Τὸ δὲ φουρνέλλον ἐστὶ ταῦτα. Λαβὼν χύτραν, τρύπησον μέσον εἰς τὰ πλάγια σταυροειδῶς, καὶ βάλε βʹ σίδηρα, καὶ θὲς τὰ γάστρια μετὰ τὸ χρυσίον εἰς τοῦ σταυροῦ τὴν μέσην, καὶ ποίησον εἰς τῆς χύτρας τὸν | |
πάτον ὀπὴν, ἵνα ἐξεβαίνῃ ἡ τέφρα. Καὶ ἔκτοτε ἔμπλησον κάρβουνα, | 321 | |
2.322 | καὶ ἀγωνίζου ἵνα ψήνηται τὸ χρυσίον ἡ δὲ ἔνει τὸ χρυσίον κέντρον, πάλιν ἐπὶ τὴν αὔριον μάλαξον τὸ κεραμίδιν μετὰ ἅλας, καὶ πάλιν ἂς ψείνεται ἕως ὥρας. ΕΙΣ ΤΟ ΛΑΓΑΡΙΣΑΙ ΑΡΓΥΡΟΝ. —Ποίησον χωνὶ μετὰ τέφρας | |
5 | καὶ κεράμου κοσκινισμένου, καὶ θὲς ἄσημον λίτραν αʹ ἐν τῷ χωνίῳ· καὶ κατάκοψον λίτραν μόλιβδον, καὶ βάλε ἐν τῷ χωνίῳ ὀλίγον, καὶ ἂς βράζει ἕως οὗ ψυχρανθῶσιν ἐφ’ ἑαυτοῖς· καὶ ἔκτοτε ποίησον ἑτέραν χώνην καινὴν ἐν τῇ γῇ, καὶ θὲς τὸν ἄσημον πάλιν μέσον ὥστε να ψυχρανθοῦν ἐφ’ ἑαυτοῖς βράζωντες· εἶθ’ οὕτως ἄρον αὐτὸ, | |
10 | καὶ θὲς ἐν χωνίῳ, καὶ λύσον αὐτὸ ἐν πυρὶ, καὶ χύσον ὡς θέλεις. ΕΡΜΗΝΕΙΑ ΤΟΥ ΧΡΥΣΩΜΑΤΟΣ. —Λαβὼν χρυσίον ἐξάγιον αʹ, σφύρισον αὐτὸ ἄκμονι ὥσπερ λεπτὸν, καὶ κατάκοψον, καὶ θὲς ἐν τῷ χωνίῳ ἐν τῇ πύρᾳ ὥστε ἐρυθριάσῃ. Καὶ τότε βάλλων μέσον τοῦ χρυσίου να ποιήσῃ ὥρᾳ πατὲρ ἡμῶν. Καὶ βάλλων διάργυρον ἐν τῷ | |
15 | χωνίῳ, καὶ μίξον, καὶ ἄρον ἀπὸ τοῦ πυρός· καὶ βαλὼν ὕδωρ εἰς χηβάδιν, καὶ ἄρον αὐτὸ, καὶ πλύνον καλῶς ἐν τῇ χειρί σου. Καὶ βαλὼν ὑδράργυρον ἕτερον, θὲς αὐτὸ εἰς τὸ ὕδωρ τοῦ κογχυλίου, καὶ διαργύρωσον τὸν ἄσημον καὶ μετὰ νεραντζίου. Καὶ τότε χρύσωσαι αὐτὸ με τὸ χρυσωτήριον. Καὶ βαλὼν αὐτὸ ἐν τῇ πύρᾳ, ἄρον αὐτὸ | |
20 | καὶ τρίψον μετὰ βρούτζον χοιρείαν. Καὶ πάλιν βαλὼν αὐτὸ ἐν τῇ πύρᾳ κατὰ εʹ καὶ ϛʹ φορὰς, καὶ ὅταν ἴδῃς τὴν χρόαν ὅτι ἐξεβαίνει, πύρωσον πλέον, καὶ θὲς τῷ ὕδατι· εἶθ’ οὕτως σθλίβωσον αὐτὸ, καὶ πάλιν πυρώσας, θὲς ἐν τῷ ὕδατι. ΧΡΥΣΟΜΑΝ ΑΛΛΟΝ ΚΛΑΠΩΤΟΝ. —Χύσον ἄργυρον εἰς ῥιγλοχύτην, | |
25 | ἵνα ἔνει λαγαρισμένον ἑπταπλασίονα· εἶθ’ οὕτως πύρωσον αὐτὸ εἰς | |
τὸν σύρτην εἰς πᾶσαν φορὰν βʹ ἢ γʹ. Εἶθ’ οὕτως ῥίνισον αὐτὸ με | 322 | |
2.323 | ῥινάριν δαμασκηνὸν ψιλὸν, καὶ κοπάνισον τὸ χρυσάφην λεπτὸν, ἵνα ἔνῃ μάλαγμα. Εἶτα θὲς τὸ πέταλον ἐπάνω εἰς τὸν ἄσημον· καὶ τυλίξας αὐτὸ μετὰ ῥαμματίου, καὶ θὲς ἐν τῇ πύρᾳ ὥστε ἐρυθριᾶν.Καὶ ἄρον αὐτὸ ἐκ τοῦ πυρός· καὶ σθλίβωσον αὐτὸ μετὰ ἐλιάκονον· καὶ ὅπου λείπει | |
5 | χρυσάφην, θὲς με τὸ ἀκόνην. Καὶ πάλιν θὲς μέσον τοῦ πυρὸς, καὶ ἄρον, σθλίβωσον κατὰ γʹ φοράς· καὶ ἔκτοτε σύρε νέμαν ἐν τῷ συρταρίῳ. ΕΡΜΗΝΕΙΑ· ΕΙΣ ΤΗΝ ΕΓΚΟΨΙΝ. — 〈Λαβὼν〉 ἄσημον λαγαρισ‐ μένον μέρη βʹ, βαλὼν αὐτὰ εἰς χωνὴν ἔσω ἐν τῷ πυρὶ, καὶ ἀνάδευσον τὸ χωνίον μετὰ ποδῶν προβάτου, καὶ να θέσῃς τὴν τεάφην ἐκείνην τὴν | |
10 | εἴσω ζυγισμένην πρὸς ὀλίγον ὀλίγην, ὥστε να ἐξέβη ὁ ἀτμός· καὶ τότε βάλε εἰς τὸ χωνίον· τρίψον τεάφην ἑτέραν εἰς ἕτερον χωνίον, καὶ πώμασον καλῶς ἔως τὴν μέσην· καὶ χύσον αὐτὰ μέσον, καὶ τότε τρίψον ἐν τῇ ἀκμώνῃ· καὶ θὲς ἐν τῇ κογχύλῃς, καὶ πλύνον καλῶς. Εἶθ’ οὕτως βάλε ὕελον βραχὺ εἰς ἀγγεῖον μολυβδοῦν, ἵνα βράσῃ. | |
15 | Ἔπειτα ῥίψον εἰς ἕτερον ἀγγεῖον, εἶτα εἰς τὸ γλυψημένον τοῦ ἀργυρίου ἢ τοῦ χρυσαφίου μετὰ σαπουνίου καὶ με τζαπαρικόν· καὶ θὲς ἐν τῇ πύρᾳ, καὶ ἔκβαλον αὐτὸ ἐκ τοῦ πυρὸς, ῥίνισον με κίσσηριν, καὶ σθλί‐ βωσον μετὰ κάλαμον, καί με κάρβουνον ὕστερον καί με σηπόγαστρον. ΕΡΜΗΝΕΙΑ ΤΟΥ ΣΜΑΡΔΟΥ. —Τρίψον λεπτὰ τὸν σμάρδον ἐν τῇ | |
20 | ἀκμώνῃ, καὶ θὲς εἰς κογχύλην· καὶ πλύνον καλῶς. Εἶτα βάλε ἐν τῷ γλύμματι· θὲς αὐτὸ ἐν τῇ πύρᾳ ἐν φουρνελλίῳ σιδηροῦν καθὼς καὶ τὴν ἔγκοψιν ἐν φουρνελλίῳ· ἔστω δὲ τὸ φουρνέλλιον σιδηροῦν πέταλον καμαροειδῶς καὶ κοσκινοειδῶς τετρημένον· καὶ ἔνεγκον αὐτὸ, τρίψον, ὥστε ἴδῃς τὸν ἄσημον μεσμιρεῖν μετὰ μολίβδου | |
25 | ἐν ξύλῳ. Καὶ πάλιν θὲς ἐν τῇ πύρᾳ εἰς τὸ φουρνελλίῳ, να κινήσῃ | |
δεύτερον ὁ σμάρδος. | 323 | |
2.324 | ΕΡΜΗΝΕΙΑ ΤΟΥ ΣΑΠΟΥΝΙΟΥ. —Τρίψον ἅλας, καὶ μίξον ὄξει σάπωνον. Λείωσον καλῶς, καὶ θὲς ἐν τῇ πύρᾳ, ὥστε να καῇ εἰς τρυγείαν στερρόν· καὶ πάλιν θὲς τρυγείαν ἐν τῇ πύρᾳ ἂς καῇ καλῶς. Εἶτα ζύγισον αὐτὸ, καὶ θὲς μέρη βʹ τρυγείαν κεκαυμένην καὶ ἓν ἅλας | |
5 | θαλάσσιον· καὶ βαλὼν αὐτὸ εἰς κογχύλην, λείωσον αὐτὸ μεθ’ ὕδατος, καὶ σαπούνισον τὸν ἄσημον. ΕΡΜΗΝΕΙΑ ΕΤΕΡΟΥ ΣΑΠΟΥΝΙΟΥ. —Λαβὼν σαπούνην, λείωσον καλῶς μετὰ ἅλατος πολλοῦ. Εἶτα θὲς ἐν τῷ πυρὶ εἰς τρυγείαν στερρὸν, καὶ ἀνάδευσον ὥστε να καῇ, οὐχὶ τελεία, ἀλλ’ ὥστε ἐν ἀγγείῳ ἄλλῳ | |
10 | λάμψει μέσον. Καὶ ἔκτοτε ἄρον αὐτὸ, καὶ τρίψας, λείωσον μεθ’ ὕδατος, καὶ σαπούνισον. Εἶτα θὲς εἰς ὕελον βοράχην παράνωθεν. Ἄλλοι δὲ σαπωνίζουν μόνον μετὰ ὕελον εἰς ψιλὴν δουλείαν· εἰς χρυσάφην ἐὰν τὸ ἔχουσιν. ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΒΑΣΙΛΙΚΗΣ ΚΟΛΛΗΣΕΩΣ. —Λαβὼν χρυσάφην | |
15 | μέρη γʹ καὶ τὸ τέταρτον μέρος ἀσήμην ἀπὸ παλαιὰ σολδία· καὶ χύσον αὐτὸ εἰς ῥυγλωχύτην, καὶ ἐὰν ἔνη ψιλὴ ἡ δουλεία, ποίησον τὸ ῥίνισμα· εἰ δὲ ἔστι χονδρὰ ἡ δουλεία, ποίησον τὸ πέταλον, καὶ κόλλησον μετὰ πανίου καμίνου μέρη βʹ, καὶ μετὰ ὕελον βοράχην τὸ τρίτον. ΠΕΡΙ ΤΗΣ ΒΑΣΙΛΙΚΗΣ ΚΟΛΛΗΣΕΩΣ ΤΗΣ ΑΡΓΥΡΗΣ. —Λαβὼν | |
20 | ἀσήμην, σολδία παλαιὰ ϛγ γʹ χάλκομαν κόκκινον ἑξάγ. αʹ· μίξον αὐτὰ εἰς χωνίον ἐν τῷ πυρί· καὶ χύσον αὐτὰ εἰς ῥυγλοχύτην· καὶ ἀνέχεις ψιλὴν δουλείαν, ποίησαι τὸ ῥίνισμα, καὶ κόλλησον· εἰς δὲ χονδρὰν, ποίησαι τὸ πέταλον, καὶ κόλλησαι με σαπούνιον. Ἄλλοι δὲ θέτουν γʹ μέρη ἀσήμην, καὶ αʹ χάλκομαν. | |
25 | ΑΛΛΗ ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΑΡΓΥΡΟΚΟΛΛΗΣΕΩΣ. —Λαβὼν ἀσήμην ἑξάγια γʹ, οἷον ἀσήμην θέλῃς ποιῆσαι· καὶ χάλκομαν ϛγ βʹ· θές τα εἰς χωνίον ἐν τῷ πυρὶ, ὥστε να λυθοῦν. Καὶ ἔκτοτε ἔπαρον κασσίτερον | |
ϛγ αʹ· καὶ θὲς μέσον εἰς τὸ χωνίον, καὶ ἀνάδευσον, καὶ χύσον εἰς | 324 | |
2.325 | πανὴν ἐπάνω, καὶ πλάκωσον με μάρμαρον. Ἔπειτα τρίψον ἐν τῷ ἀκμώνῃ, καὶ σαπούνισον, καὶ κόλλησον. ΕΤΕΡΑ ΚΟΛΛΗΣΙΣ ΤΑΧΥΤΑΤΗ, Η ΑΛΑΜΑΡΣΑ. —Λαβὼν χάλ‐ κομαν κόκκινον καὶ ποντικοφάρμακον κόκκινον ὅσον τὰ βʹ, καὶ τρυγίαν | |
5 | οἴνου οὐχὶ τόσον· θὲς πάντων τὰ εἴδη, καὶ πάτον τὸ χάλκομαν, καὶ τὸ ποντικοφάρμακον, καὶ τὴν τρυγίαν· τρίψον εἰς μάρμαρον, καὶ φίμωσον τὸ χωνίον ταυλοειδῶς, ἢ ποίησον μίαν ὀπὴν εἰς τὴν μέσην. Ἔστω δὲ λεπτότατον κεκομμένον τὸ χάλκομαν. Ἔστω δὲ ἡ ὀπὴ μικρὰ ὥσπερ σουβλίου ἄνωθεν ἵνα ἐξεβαίνῃ ὁ καπνός. Ἔπειτα ἄρας, χύσον εἰς ῥυ‐ | |
10 | γλωχύτην· καὶ ὅταν θέλῃς να κολλήσῃς, θὲς ἀπὸ τὸ χάλκομαν τῶν εἰδῶν τὸ δον μέρος, καὶ ἀπετὸ ἀσήμην τὸ ποιεῖς τὰ γʹ μέρη· καὶ θὲς εἰς χωνίον ἵνα λυθῶσιν, καὶ χύσον εἰς ῥυγλωχύτην καὶ ποίησον τὸ ῥίνισ‐ μαν· καὶ ὅταν θέλῃς κολλῆσαι, σαπούνισον, καὶ θὲς τὸ ῥίνισμαν. ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟ ΠΟΙΗΣΑΙ ΧΡΟΑΝ ΧΡΥΣΑΦΙΟΥ. — | |
15 | Λαβὼν τὴν λεγομένην ὤχραν, θὲς ἐν τῷ πυρὶ ὡς ὅτε ἐρυθριᾷ· καὶ ἔκτοτε ἄρον, καὶ λείωσον ἐν ὕδατι μετὰ τζαπαρικοῦ, καὶ χρίσον τὸ χρυσάφην, καὶ θὲς αὐτὸ ἐν πυρὶ, καὶ γύριζε ὥστε να καπνισθῇ 〈καὶ〉 να ἔλθῃ ἡ χρόα· καὶ θὲς αὐτὸ ἐν ὕδατι. ΕΙΣ ΤΟ ΠΟΙΗΣΑΙ ΧΡΟΑΝ ΕΝ ΑΡΓΥΡΩ ΣΚΕΥΕΙ. ΧΡΥΣΟΜΑΝ. — | |
20 | Τρίψον τεάφην καὶ σκόρδον καὶ τρυγίαν ὁμοίως· καὶ θὲς αὐτὰ εἰς τρυγίαν στερρὸν με οὖρος καὶ ἅλας, ἵνα βράσῃ ἐν τῷ πυρί· καὶ θὲς τὸ ἔργον μέσον ὥραν πατὲρ ἡμῶν, καὶ ἄρον αὐτὸ, καὶ θὲς ἐν ὕδατι ψυχρῷ. Ταῦτα ποίει ἀπὸ εʹ καὶ ϛʹ φορὰς, ὥστε να βαθύνῃ ἡ χρόα τοῦ χρυσώ‐ ματος. Εἰς τὴν ἔγκαυσιν λείωσον ἀπὸ σολδία παλαιὰ μέρη γʹ καὶ τὸ δον | |
25 | μέρος μολίβδου, καὶ θὲς καὶ εἰς χωνὴν, καὶ χύσον εἰς τεάφην περισσὸν, καὶ σκέπασον. | |
ΕΙΣ ΤΟ ΓΑΝΩΣΑΙ ΑΡΓΥΡΟΝ. —Λαβὼν τζαπαρικὸν καὶ ἰάρην, | 325 | |
2.326 | λειώσας ἐν ὄξει, χρίσον τὸν ἄσημον εἰς τὸν ἥλιον, καὶ μελανίζει εὐθὺς, εἰ δὲ οὐκ εἰσὶν ταῦτα, κάπνισον τὸν ἄσημον μετὰ δᾳδίου. ΣΗΜΕΙΩΣΙΣ. —Τὸν χαλκὸν λευκαίνει ἡ ἀστριοψιακὴ, καὶ ἀρνογλώσσου ὁ ζωμὸς, ἤγουν τοῦ πεντανεύρου· λευκαίνει καὶ γλυ‐ | |
5 | καίνει τὸν ἄργυρον τὸ σαλονίτριον. Κίνα τὸν ἄργυρον εἰς τὸ χώνην εἰς τὸ χύμα· καὶ τὸ σαπούνην τῆς τρυγίας ξηρὸν κίνα εἰς τὸ χύμα, καὶ τὸ τζαπαρικὸν γλυκαίνει τὸν ἄργυρον εἰς τὸ χωνήν. ΜΥΣΤΙΚΟΝ. —Βάλε ἀρτζέντο καὶ ὀλίγον ἰάρην, καὶ ἀσένῃ τὸ ἀρτζέντο ὅσον χρῄζεις, καὶ τρίψον ἀμφότερα, καὶ βάλε εἰς τὸ χωνὴν, | |
10 | θέλῃς εἰς κασσίτερον, θέλῃς εἰς χάλκομαν, καὶ γίνεται ἀληθινὸν μά‐ λαγμαν. ΠΕΡΙ ΤΟΥ ΠΟΙΗΣΑΙ ΦΟΥΡΜΑΣ. —Ποίησον χύμαν ἐκ τὰ μέταλλα ἡ ἀλκίμην· καὶ χύσον αὐτὰ εἰς τόπον τυπα‐ ρίου· καὶ ἴσασον τὸν τόπον ἤγουν τὸ κεφάλην τοῦ τυπαρίου καλῶς, | |
15 | εἴτε με ῥινὴν, εἴτε διὰ τοῦ τροχοῦ. Καὶ κατάπλασαι τὸ κεφάλην ἐκεῖνον ἔνθα μέλλεις ποιῆσαι τὸ τυπάριν με κερὴν λεπτὸν, καὶ ποίησον στεφά‐ νην ἀπὸ κερὴν, καὶ θὲς γύρωθεν, ἵνα δέχεται ὕδωρ μέσα. Τότε ἔπα‐ ρον ψιλὸν σουβλίον, καὶ σημείωσον τὰ σημεῖα τοῦ τυπαρίου ὅλα ἐπάνω εἰς τὸ κερὴν ἐκεῖνον, ὥσπερ γράμματα ὥστε να φθάσῃ τὸ | |
20 | σουβλίον εἰς τὸ τυπάριν. Τότε τρίψον τὸ ἀρτζέντο καὶ τὸ ἰάρην εἰς ὕδωρ ἀπὸ λεμόνην, καὶ χύσαι τὸ ἐπάνω εἰς τὸ τυπάριν ἐπάνω εἰς τὰ γράμματα, εἰς τὴν ἀποτύπωσιν τοῦ ὁλοκοτίνου γύρωθεν καλοῦ, 〈ἵνα〉 μὴ δράμῃ ἔξωθεν. Καὶ εἰ μὲν θέλεις να τὸ ποιήσῃς βαθὺ, τήρα να σταθῇ ὅλην νύκτα· εἰ δὲ θέλεις να μηδὲν γένῃ βαθὺ, ἀστέκεται | |
25 | ἕως τὸ μεσημέρην. Καὶ ἐξελὼν, εὑρήσεις τετυπωμένον τὸ τυπάριν | |
χρησίμως· χρησίμως γὰρ αὐτὸ κόπτει τὸ ἀρκέτιον τὸ ἄλκιμον. | 326 | |
2.327 | ΠΕΡΙ ΧΡΥΣΟΓΡΑΜΜΙΑΣ ΕΤΕΡΟΝ. —Γρίψον βῶλον ὥσπερ κιν‐ νάβαριν· ἔπειτα ἔπαρον τοῦ ὠοῦ τὸ λευκὸν, καὶ θὲς εἰς ἀγγεῖον· καὶ βαλὼν ὕδωρ, τάραξον καλῶς, καὶ ἐξάφρισον ἕως ὅτε να ἐαγῇ ὁ ἀφρὸς ὅλος. Ἔπειτα βαλὼν ἀπὸ τὸ ὕδωρ τοῦ ὠοῦ, καὶ μίξον με τὸν βῶλον. | |
5 | Εἶθ’ οὕτως θὲς ὅπου χρῄζεις, καὶ ἀφ’ ὅτου ξηρανθῇ, θὲς πάλιν ἐπάνω εἰς τὸν βῶλον ἀπὸ τοῦ ὠοῦ τὸ λοιπόν· καὶ θέτε 〈εἰσ〉 τὸν ἀέρα τὸν χρυσὸν, καὶ ἀφ’ ὅτου ξηρανθῇ, ἐπάνω, τρίβε καὶ σθλίβονε με τὸ παρακόνην. ΠΕΡΙ ΤΟΥ ΠΟΙΗΣΑΙ ΧΡΥΣΑ ΚΕΦΑΛΑΙΑ ΕΝ ΒΙΒΛΟΙΣ. —Λάβε | |
10 | χρυσάφην καθαρὸν καὶ λέπτινον, καὶ ἀνάμιξον μετὰ ἀργυρίου, 〈θὲσ〉 ἐν πυρὶ εἰς τὸ χωνήν. Εἶτα βάλε τιάφην, καὶ ἀνάμιξον μετ’ αὐτοῦ ἐπὶ μάρμαρον πορφυροῦν· καὶ τρίψον αὐτὰ ὅσον σοι δυνατὸν ἵνα γένηται ὥσπερ πασπάλη· καὶ θὲς αὐτὰ εἰς πινάκην ἀγάνωτον πήλινον· καὶ θὲς αὐτὰ ἐν πυρὶ μαλθακῷ, καὶ σκέπασον μετὰ ὀστράκου | |
15 | καθαροῦ· καὶ ἐπιμελήθητι ἵνα ἐκκαῇ ἕως οὗ ἐρυθριάσῃ. Ἔπειτα ψυχρανθήτω ἐν μαρμάρῳ πορφυρῷ, καὶ τρίψον μετὰ ὕδατος πολλοῦ καὶ μικροῦ σπογγαρίου· καὶ σύναξον αὐτὰ, καὶ βάλε εἰς ἀγγεῖον καθα‐ ρόν· καὶ ἔα αὐτὸ ὀλίγον, ἕως οὗ να καθαρίσῃ κάτω· καὶ ῥίψας το ὕδωρ, πάλιν πλύνον αὐτὸ ἕως οὗ καθαρισθῇ ἀπὸ τῆς ὕλης· καὶ ὅταν | |
20 | θέλῃς, γράψεις. Βάλε ἀφ’ ἑσπέρας κομίδιν μεθ’ ὕδατος, καὶ σύγκαυσον μετὰ χρυσαφίου· εἶτα γράψον πρῶτον τὰ κεφάλαια· εἶτα θές τι ἕτερον μετὰ ὤχρας ἀναμιγμένα μετὰ τοῦ κομιδίου ἢ λαγχάνη μετὰ κινναβάρεως· ἐπάνω δὲ αὐτῶν τῶν κεφαλαίων γράφε μετὰ ζωγραφικοῦ κονδυλίου ὡς | |
25 | ἔθος ἐστὶν τῶν κονδυλίων, καὶ ἀποτέλει τὰ χρυσᾶ. ΠΕΡΙ ΤΟΥ ΧΡΥΣΩΣΑΙ ΖΩΑ ΕΙΣ ΚΟΠΑΝ Η ΚΛΑΔΗΝ Η ΑΛΛΟΝ | |
ΕΤΕΡΟΝ ΚΑΙ ΤΟ ΑΛΛΟΝ ΑΧΡΥΣΩΤΟΝ. —Λαβὼν ὀστέα προβατίνας, | 327 | |
2.328 | καῦσον αὐτὰ ἐν πυρὶ, ἕως οὗ τεφρωθῶσιν. Εἶτα μίξον ὀλίγον γύψον μετὰ ψιμμιθίου, καὶ τρίψον καλῶς ἕως ἂν λειανθῶσιν, καὶ μίξον ἰχθυό‐ κολλαν· πρόσπλαθε τοὺς τόπους ὅθεν βούλει χρυσῶσαι, καὶ ἂς ξηρανθῇ. Μετέπειτα δὲ χρύσονε τὸ ἕτερον. | |
5 | ΠΕΡΙ ΤΗΣ ΕΓΚΑΥΣΕΩΣ. — 〈Λάβε〉 βʹ μέρη ἀσήμην ἀπὸ σολδία παλαιὰ, καὶ γʹ χάλκομαν. ΕΙΣ ΤΟ ΧΡΥΣΩΣΑΙ ΖΩΑ ΕΙΣ ΚΟΥΙΙΑΝ, ΚΑΙ Ο ΚΑΜΠΟΣ ΝΑ ΕΝΑΙ ΑΣΠΡΟΣ. —Λαβὼν τὸ λευκὸν τοῦ ὠοῦ καὶ κεραμίδην τριμένον καὶ σιτισμένον, μὴ ἀναδεύσῃς. Ἔπειτα χρίσον τοὺς κάμπους, καὶ θὲς εἰς | |
10 | τὸν ἥλιον ἵνα ξηρανθῇ· εἶτα χρύσονε τὰ ζῶα. ΕΙΣ ΤΗΝ ΧΡΥΣΟΚΟΛΛΗΣΙΝ. —Θέτε ἀλαμάρσα μέρος αʹ, καὶ χρυσάφην μέρη βʹ· καὶ εἰς τὴν ἀργυρὴν θέτε ἀλαμάρσα μέρος αʹ, καὶ μέρη βʹ ἀσήμην. ΠΕΡΙ ΤΟΥ ΧΡΥΣΩΣΑΙ ΧΑΛΚΟΝ ΜΕ ΤΟΝ ΑΣΗΜΟΝ. —Ἀσήμην | |
15 | φίνον κοπάνισον ψιλὰ, καὶ κατάκοψον. Ἔπειτα ποίησαι ὥσπερ τὸ χρυσάφην· διαργύρωσον καὶ χρύσωσον. Ἔπειτα ἔπαρον τρυγίαν στερ‐ ρόν· καὶ θὲς μέσον ἔλαιον, καὶ ἂς βράσῃ. Ἔπειτα βάλε τὴν κοῦπαν μέσον, καὶ ἂς σταθῇ ὀλίγον. Καὶ τότε ἔπαρον βαμβάκην, καὶ τρίψον· καὶ πάλιν τὸ βάνε εἰς τὸ ἔλαιον μέσον, καὶ τρίψον ἕως οὗ να στεγνώσῃ | |
20 | μέσα εἰς τὸ ἔλαιον ὁ ὑδάργυρος. ΠΕΡΙ ΤΟΥ ΧΡΥΣΩΜΑΤΟΣ ΤΟΥ ΑΕΡΟΣ ΤΟΥ ΜΑΛΑΓΜΑΤΟΣ. — Περὶ τοῦ διαργυρῶναι. 〈Λαβὼν〉 τὸ ἀσήμην καλὰ καὶ καθαρά με λεμόνην ἢ με νεράντζην, καὶ βάλε το εἰς τρυγίαν, να ποιήσῃ καλά. Ἔπειτα ἔπαρον τὸν ἀέραν, καὶ βάλε εἰς τὸ ἀσήμην ἐπάνω. | |
25 | Καὶ παρευθὺς λύεται τὸ χρυσάφην εἰς τὸν διάργυρον. Καὶ τότε ἔπαρον ἓν σίδηρον πλατὺ καθαρόν· καὶ σθλίβονε ἐπάνω εἰς τὸ | |
πῦρ· τρίβε δὲ με λαγωπόδαρον. Ἔπειτα ὅταν ἴδῃς ὅτι στεγνώνη, | 328 | |
2.329 | ἔπαρον ὀδόντι λύκου, καὶ σθλίβονε ἄνωθεν τοῦ πυρὸς, καὶ χρύσονε. ΚΟΛΛΗΣΙΣ ΑΝΚΟΠΥΡΙΝΗ. —Ἀρχή· ποίησον κόλλησιν, καὶ βαλὼν βʹ μέρη κασσίτερον, καὶ αʹ μόλιβδον ἐν τῷ χωνίῳ ἔσω, καὶ ὅταν λειωθῇ, βάλε τζαπαρικὸν ὀλίγον· καὶ τότε ἔπαρον τὰ κομμάτια | |
5 | τὸ ῥινὴ, ὥστε να ποιήσῃ ἡ κόλλησις. Καὶ βάλε ἐπάνω εἰς μάρμαρον ἴσιον· καὶ ἔπαρον τὰ κομμάτια ἐγλήγορα, καὶ θές τα εἰς τὸ μάρμαρον, διά να κολλήσῃ ἴσια. Ὅταν χρυσόνῃς ἄσημον καὶ οὐδὲν ποιάνῃ, βάλε ὀλίγον πτερὸν αον να καῇ· καὶ ὀλίγον καὶ κερὴν καθαρὸν να καῇ ἐπάνω εἰς τὸν | |
10 | ἄσημον· εἶθ’ οὕτως χρύσονε. ΕΙΣ ΤΟ ΧΡΥΣΩΣΑΙ ΖΩΑ ΕΙΣ ΚΑΜΠΟΝ ΚΟΥΠΑΣ, ΚΑΙ Ο ΚΑΜΠΟΣ ΕΝΑΙ ΑΧΡΥΣΩΤΟΣ. —Ἔπαρον πετζόλλαν καὶ ὀλίγον ἀσβέστην· καὶ ἀνάδευε εἰς τὸ πῦρ· ἔπειτα χρίε καὶ με τερὸν (?) τὸν κάμπον· καὶ ὅταν στεγνώσῃ, διαργύρισον τὰ ζῶα. | |
15 | ΠΕΡΙ ΤΟΥ ΠΟΙΗΣΑΙ ΧΡΟΑΝ ΩΡΑΙΟΤΑΤΗΝ ΕΙΣ ΑΣΗΜΟΝ ΕΙΣ ΑΣΗΜΟΝ ΧΡΥΣΩ‐ ΜΕΝΟΝ. —Ἔπαρον τιάφην μέρη γʹ, καὶ τρυγίαν καθαρὰν ἀπὸ Μονο‐ βασίας μέρη βʹ, καὶ ἅλας μέρος αʹ, καὶ τρίψον καλῶς, ἂς βράσουν καλῶς μετὰ ὕδατος. Εἶθ’ οὕτως βάλε τὸ ἄσημον μέσον ἕως ὥραν πατὲρ ἡμῶν. Ἔπειτα ἔκβαλον τοῦτο, θὲς εἰς ὕδωρ ψυχρὸν καθαρὸν, καὶ βούρτζισον. | |
20 | ΟΤΑΝ ΣΚΑΖῌ ΤΟ ΑΣΗΜΗΝ. —Βαλὼν κεραμίδην χονδρὸν εἰς χωνὴν, καὶ ἂς βράσῃ καλῶς. Καὶ ἄνωθεν φύσα με τὸ καλάμην εἰς τὸ χωνήν· καὶ πίνει τὸν μόλιβδον. Ἐὰν γοῦν οὐδὲν ἐκαθάρισεν, πάλιν βάλε το δεύτερον. Εἶθ’ οὕτως σφύρισον, εἰ δὲ σκάζει, ῥίψον ἀφρὰ ὑδράργυρον καὶ κεραμίδην· βάλε εἰς τὸ χωνήν. | |
25 | ΕΙΣ ΚΟΛΛΗΣΙΝ ΤΟΥ ΣΜΑΡΔΟΥ. —Βάλε ἀσήμην φίνον μέρη ιʹ, καὶ αʹ χάλκομαν. Βάλε μβουράζω ἤγουν ὕελον βραχὺ, καὶ ποίησον εἴ τι θέλεις, καὶ σφύρισον ψιλὰ, καὶ σαπούνισον, καὶ | |
κόλλησον. | 329 | |
2.330 | ΠΕΡΙ ΤΟΥ ΠΟΙΗΣΑΙ ΣΥΡΜΑΝ ΚΟΥΦΙΟΝ. —Ἔπαρον ἀσήμην φίνον, σφύρισον, καὶ κατάκοψον, καὶ γύσε το εἰς σίδηρον στρογγύλον. Ἔπειτα βάλε το εἰς τὸν σύρτην, καὶ σύρε το μίαν φοράν. Κόπτε με ῥινὴ, καὶ ποίει βούκινον, καὶ βάλε του στεφάνην· καὶ βάλε ἄνωθεν | |
5 | ὕελον θέλῃς ἄστρον, καὶ κόλλησον. ΠΕΡΙ ΤΟΥ ΠΟΙΗΣΑΙ ΕΓΚΑΥΣΙΝ. —Βάλε ἀσήμην φίνον ϛγ αʹ, χάλκομαν ϛγ αʹ, καὶ μόλιβδον ϛγ αʹ· καὶ χώνευσον αὐτὸ εἰς χωνὴν, καὶ βάλε τριμμένην τιάφην πολλὴν, καὶ βάλε τὸ εἰς ἀφόριον τζουκάλην· καὶ χύσε μέσα να μηδὲν εὐγῇ ὁ ἀτμός. Καὶ ὅταν κρυώσῃ, | |
10 | μεταχώνευσαι τὸ βεργὴν εἰς ῥυγλωχύτην εἰς τεάφην. Ἔπειτα τρίψον καὶ πλύνον, καὶ βάλε ὅπου θέλεις. ΠΕΡΙ ΤΟΥ ΠΟΙΗΣΑΙ ΧΡΟΑΝ ΕΥΜΟΡΦΗΝ ΕΙΣ ΧΡΥΣΩΜΕΝΟΝ ΑΣΗ‐ ΜΗΝ. —Ἔπαρον κολοδίδαν κόρκομαν. Τρίψον καλῶς καὶ θὲς εἰς τρυγίαν στερρὸν μετὰ ὕδατος ἐν τῷ πυρὶ, καὶ τρυγίαν Μονοβασίας, καὶ | |
15 | ὀλίγον ἅλας, καὶ ἂς βράσῃ. Καὶ ἐπίθες μέσον ἕως ὥρας πατὲρ ἡμῶν. Ἔπειτα ἄρον αὐτὸ, καὶ θὲς ὕδατι ψυχρῷ· καὶ τοῦτο ποίει βʹ καὶ γʹ φοράς. ΠΕΡΙ ΤΟΥ ΠΟΙΗΣΑΙ ΚΟΛΛΗΣΙΝ ΚΑΚΚΑΒΙΩΝ ΚΑΙ ΕΙΣ ΣΟΥΛΙ‐ ΝΑΡΙΑ ΛΟΥΤΡΟΝ. —Βρέξον ἀσβέστην κοσκινισμένην, καὶ ἀνάδευσον | |
20 | καλῶς ἡμέρας πολλάς. Ἔπειτα ἔπαρον τὸ ἄνωθεν ἄνθος αὐτῆς, καὶ βράσον καὶ ποδοκέφαλα προβάτου καλῶς· καὶ τὸν ζωμὸν βάλε εἰς τὴν ἄσβεστον, καὶ βράσον καὶ τῆς πτελέας τὸ ἔσωθεν φλοῦν, καὶ μίξον αὐτὸ, καὶ ἀσπράδην ὠοῦ, καὶ κόλλησαι ὅ τι χρῄζεις. ΕΙΣ ΤΟ ΛΑΜΠΡΥ ΝΑΙ ΜΑΡΓΑΡΙΤΑΡΙΝ. —Λαβὼν | |
25 | χειμωνικὸν ἢ πεπόνην, σχίσον μέσον αὐτῷ, καὶ θὲς τὸ μαργαριτάριν μέσον, καὶ θὲς τὸ πεπόνην μέσον ἐν τῷ φουρνέλῳ να ψειθῇ, καὶ λαμ‐ πρύνονται. | |
ΑΛΛΟΝ. —Τάγησον τὸ μαργαριτάριν 〈εἰσ〉 ὄρνιθα ἢ περισ‐ | 330 | |
2.331 | τέριν, καὶ ἂς σταθῇ 〈εἰσ〉 ὥραν πατὲρ ἡμῶν· καὶ τότε σφάξον να τὸ ἐξεβάλῃς. ΠΕΡΙ ΤΩΝ ΣΥΡΜΑΤΩΝ ΤΗΣ ΧΡΥΣΟΧΟΙΚΗΣ ΤΕΧΝΗΣ. —Λαβὼν ἀσήμην καθαρὸν, λαγάρισον αὐτὸ με μόλιβδον ἐπταπλασίως 〈ἕωσ〉 | |
5 | γένηται ὡς χρυσός. Ἔπειτα τὸ σαπούνισαι καὶ ποίησαι τὸ νέμαν ψι‐ λὸν εἰς τὸν σύρτην· καὶ δίπλωσον, καὶ κλῶσον. Ἔπειτα τὸ ποίησαι συρὲς, καὶ φύλλα, καὶ κλαδία, καὶ ἄστροι, καὶ τριανάγυλλα, καὶ κλώσματα στριφτὰ καὶ πλεγμένα, καὶ ζῶα, καὶ πετηνὰ, καὶ ἄλλα εἴ τι θέλεις. Ποίησαι πέταλον σιδηροῦν λεπτὸν ἴσον· καὶ λαβὼν τετράγ‐ | |
10 | καθον, θὲς εἰς ἀγγεῖον μετὰ ὕδατος να βραχῇ νύκταν μίαν· καὶ τὸ πρωῒ, χύσον τὸ ὕδωρ, καὶ ἄφες ὅσον χρῄζεις· θές το ἐν τῷ πυρὶ, καὶ ἀνάδευσον καλῶς, ὥστε να γένῃ κόλλα. Ἔπειτα ἔπαρον τριχολαύδην, καὶ ἔπαρον πρὸς ἕνα σύρμαν, ἢ σύραν, ἢ φύλλον, καὶ θέτε τα κάτω μίαν εἰς τὴν κόλλαν. Ἔπειτα σύνθεναι εἰς τὸ πέταλον ἀπάνω εἰς τὸ | |
15 | σιδηροῦν, καὶ ποίει εἴ τι θέλεις πλουμία, καὶ ἀφ’ ὧν τὸ πληρώσεις, θές το ἐν τῷ πυρὶ, ἀπέξωθεν, ἕως οὗ να καῇ ἡ κόλλα πρὸς ὀλίγον. Καὶ τότε ἔπαρον ἀπὸ τὸ ἀσήμην αὐτὸ τὸ φίνον ϛγ αʹ, καὶ θές το εἰς τὸ χωνὴν, καὶ ἀνάδευσον αὐτά. Ἔστιν ἡ κόλλησις αὕτη· τότε ποίησαι τὸ σφυρισμένον ψιλὸν ὅσον δύναται, καὶ κατάκοψον με τὸ | |
20 | ψαλίδην λεπτῶς. Καὶ θὲς αὐτὸ κόλλησιν μέσον τῶν συρμάτων μετὰ πτερὸν βρεγμένον. Εἶτα θέλεις ποιῆσαι τὸ ῥίνισμα χονδρὸν καὶ θές το, καὶ παράνω βάλε ὑαλῆν βοράχη τετριμμένον ψιλὸν, καὶ κοκκίνισον αὐτὸ ἐν τῇ πύρᾳ. Ἔπειτα τὸ ἄσπρισον καὶ βούρτζισον τὰ ἀχείροτα· καὶ τότε λαγάριζε εἰς τὸν χαλκεπλύτην καὶ κέρατα βʹ ἡμισάδια, | |
25 | καὶ τὴν θελέαν γοῦν να βάνῃ εἰς τὴν ἀπέσω μερέαν ἀσήμην στρογ‐ γύλον μικρὸν διὰ δύναμιν· εἰς τὰ στρογγύλα γοῦν τὰ κομπεία· ὅπου οὐδὲν βάνεις σμάρδον θέλῃς κόλλησιν, ἀλλὰ μένειν ἀπὸ σολδία πα‐ | |
λαιὰ, ἢ ἀπὸ ἄλλον ὅπου λέγεται ἀλαμάρσα. | 331 | |
2.332 | ΑΛΛΗ ΜΕΘΟΔΟΣ ΜΥΣΤΙΚΗ. —Λαβὼν ἄσβεστον ἄβροχον, καὶ μίξον καὶ ἔλαιον μετὰ τῆς ἀσβέστου, καὶ πότισον καλῶς μίαν καὶ βʹ φοράς. Καὶ τότε βάλε ἐν τῷ ἀμβίκῳ, ἐπίβαλον δὲ καὶ ἐν τῷ φουρνελ‐ λίῳ στάκτην ἔχων κύκλωθεν καὶ ἐπάνω δακτύλων βʹ· καὶ ἐξήβαλον | |
5 | τὸ θεῖον ὕδωρ ἐν ἑτέρᾳ φιάλῃ. Καὶ τότε λαβὼν πανὴν λινὸν, καὶ βρέξον αὐτὸ ἐν τῷ ὕδατι τούτῳ· καὶ τίθες ἐν τῷ πυρὶ, καὶ εἰ μὲν ἅψει τὸ πανῆ, ἴσθι ὅτι οὐκ ὠφελεῖ. Καὶ πάλιν ἔπαρον τὸ ἔλαιον τῆς ἀσβέστου· καὶ βαλὼν αὐτὸ εἰς ἑτέραν ἄσβεστον, καὶ ποίησον αὐτὸ ὡς τὸ πρότερον, ἕως οὗ εὐτυχῆσαι αὐτὸ, ἤγουν ἕως οὗ μὴ καῆναι τὸ πανῆ ἐν τῷ πυρί. | |
10 | Καὶ τότε λαβὼν ἐκ τὸ ἔλαιον, καὶ θὲς κασσίτερον ἐν τῷ χωνίῳ, καὶ γίνεται χρυσός. ΕΤΕΡΟΝ ΥΔΩΡ ΘΕΙΟΝ. —Λαβὼν χάλκανθον λί‐ τραν αʹ, καὶ σαλονίτριον λίτραν αʹ, καὶ κιννάβαριν 𐆄 δʹ, τρίψας κα‐ λῶς ἐν θυείᾳ λιθίνῃ, καὶ βαλὼν ἐν τῷ ἀμβίκῳ, θὲς ἐν φουρνελλίῳ· | |
15 | καὶ φιμώσας μετὰ ζύμης καὶ ὠοῦ τὸ λευκὸν, τὸ αον ὕδωρ φύλαττε· τὸ δὲ βον τὸ κινούμενον ἐκ τῆς ῥυτῆς τοῦ ἀμβίκου ὅπου θέλει κοκ‐ κινίσει τὸ καπούτζιν τοῦ λαμπίκου. Αὐτὸ λέγεται τὸ ἰσχυρὸν ὕδωρ. Τότε ἔπαρον ἐξ αὐτῶν τῶν ὑδάτων 𐆄 βʹ καὶ ὑδραργύρου 𐆄 βʹ· καὶ βαλὼν αὐτὰ ἐν τῷ βικίῳ ἐν θερμοσποδιᾷ, καὶ γίνεται ὕδωρ τῆς ὑδραρ‐ | |
20 | γύρου. Ἔπειτα λαβὼν ἐκ τὸ ἐπίλοιπον ὕδωρ 𐆄 αʹ, καὶ ἄργυρον καθα‐ ρὸν 𐆄 αʹ, καὶ θὲς αὐτὸ ἐν ἐτέρῳ βικίῳ ἐν θερμοσποδιᾷ, καὶ γίνεται ὕδωρ τοῦ ἀργύρου. Καὶ τότε μίξον τὰ βʹ ὕδατα ἐν τῷ ἅμα τοῦ ὑδραρ‐ γύρου καὶ τοῦ ἀργύρου ἐν ἑτέρῳ βικίῳ ἀνοικτόν· καὶ βαλὼν αὐτὸ ἐν θερμοσποδιᾷ, καὶ γίνεται λευκὸν ὥσπερ κρύσταλλον. Εἶθ’ οὕτως | |
25 | λαβὼν ἐξ αὐτὸν τὸ κρύσταλλον ὅσον θέλεις, καὶ ἀπὸ τὸ ἔλαιον τῆς ἀσβέστου ἕτερον τόσον, καὶ ὑδράργυρον ἄλλον τόσον, καὶ τίθες ἐν | |
ἑτέρῳ βικίῳ, καὶ ἀνάδευσον καλῶς, ἕως οὗ λειωθῇ ὁ ὑδράργυρος. | 332 | |
2.333 | Τότε βάλε αὐτὰ ἐν τῷ ἀμβίκῳ, καὶ ποίει ἐλαφρὰν πυρὰν, καὶ ἐξήβα‐ λον τὸ ὕδωρ φορὰς γʹ ἀπὸ τὸν ἄμβικα, καὶ τίθες ἀεὶ ἀπὸ τὸν ἔλαιον αὐτοῦ ποτίζειν αὐτῷ· καὶ ὅταν γὰρ ποιήσεις αὐτὸ φορὰς γʹ, θέλεις ἰδεῖν ὅτι ἔγινεν ἔσω εἰς τὸν ἄμβικα ὥσπερ μίαν πέτραν. Καὶ τότε | |
5 | λαβὼν ἀπ’ αὐτὸν τὸ εἶδος 𐆄 αʹ, καὶ ὑδράργυρον 𐆄 αʹ, καὶ γίνεται ὅ τι θέλεις. ΥΔΩΡ ΙΝΑ ΕΚΒΑΛΗΣ ΧΡΥΣΟΜΑΝ ΑΠΟ ΑΣΗΜΗΝ. —Λαβὼν βʹ μέρη τζαπαρικὸν, καὶ σαλονίτριον μέρη γʹ, τρίψον καλῶς εἰς ὅλμον. Ἔπειτα βαλὼν ἐν τῷ ἀμβίκῳ, καὶ κλεῖσον καλῶς μετὰ | |
10 | στάκτης καὶ κεραμίδην καὶ ὠῶν· καὶ θὲς ἐν φουρνελλίῳ ἵνα βράσῃ ὥρας γʹ. Εἶτα ἄνοιξον τοῦ ἐξεβῆναι τὸ φάρμακον· καὶ πάλιν σφάλισον αὐτὸ καὶ ἂς βράζῃ ἕως ὄρθρου μετὰ καλῆς βίγλας· καὶ πληρωμέ‐ νων τῶν ὁρῶν ξεʹ, βάνε τὸ πῦρ πρὸς ὀλίγον, καὶ ἐπληρώθη τὸ θεῖον ὕδωρ. Καὶ ὅταν θέλῃς, ἐξηβάλε τὸ χρυσάφην ἀπὸ τὸ ἀσήμην. Κόψον | |
15 | τὸ ἀσήμην, καὶ βαλὼν αὐτὸ ἐν τῷ λαμβύκῳ, καὶ φίμωσον καλῶς. Εἶτα σείρωσον τὸ ὕδωρ, καὶ χώριζε τὸ χρυσάφην, καὶ γίνεται ῥίνισ‐ μαν, καὶ μάζωσαι με τὸ χρυσωτήριον. ΕΤΕΡΟΝ ΩΣΑΥΤΩΣ. —Λαβὼν στυπτηρίαν λίτρας βʹ, σαλονί‐ τριον λίτραν αʹ, βιτριόλῳ ῥωμάνῳ λίτρας ἥμισυ, τρίψον, θὲς ἐν | |
20 | λαμβίκῳ, καὶ βαλὼν ἐν φουρνελλίῳ, καὶ κλεῖσον καλῶς, καὶ κάτωθεν βάλε ὕελον ἄλλον, ἵνα ἐπιδέχεται τὸ δυνατὸν ὕδωρ, καὶ πληροῦται τὸ θεῖον ἄθικτον ἐπὶ ὥρας κδʹ· καὶ ὅταν βούλει, ἐξηβάλε τὸ χρυσάφην ἀπὸ τὸ ἀσήμην. Θὲς αὐτὸν τὸ δυνατὸν ὕδωρ ἔνδον ἐν ὑελίῳ ἐν θερμοσποδιᾷ, καὶ ὁ ἄσημος γίνεται ὕδωρ, καὶ πλέει ὡς ἀφρὸς ἐν αὐτῷ τὸ ὕδωρ. | |
25 | Ἔπειτα λαβὼν τὸ ὕδωρ αὐτὸ με τὸν ἄσημον τὸν μεμιγμένον, καὶ βαλὼν ἐν τῷ φουρνελλίῳ μετὰ τὸν ἄμβικα, καὶ ποίησον ἐλαφρὰν πυράν· καὶ ἔκβαλον ἐκ τούτου τὸ ὕδωρ ἐκ τῶν μαστῶν, καὶ τὸ ἀσήμην μένει κάτω. | |
ΤΟ ΛΑΓΑΡΙΣΜΑΝ ΧΡΥΣΑΦΙΟΥ. —Λαβὼν μαρκαζήταν 𐆄 | 333 | |
2.334 | ηʹ, καὶ τεάφην 𐆄 δʹ, καὶ χωνεύσας ὁμοῦ ἐν τῷ χωνίῳ, καὶ γίνεται ἀντεμόνιον. Καὶ ὅταν θέλῃς λαγαρίσαι χρυσάφην χονδρὸν, θὲς τὸ χρυσάφην εἰς τὸ χωνὴν μέσον τοῦ πυρός. Εἶτα βαλὼν ἀπὸ τὸ ἀντεμόνιον ὅσον θέλεις μέσον τῆς χώνης, καὶ ἂς βράσῃ. Ὅταν | |
5 | δὲ ψυχρανθῇ, βαλὼν αὐτὸ ἐν βυσάλῳ ἑλληνικῷ ἐν τῷ πυρὶ, ὥστε να ψυχρανθῇ. ΕΤΕΡΟΝ ΟΜΟΙΟΝ ΕΙΣ ΑΣΗΜΟΝ. —Ξύσον τὸ χρυσάφην ἀπὸ τὸ ἀσήμην, καὶ βαλὼν ἐν τῷ χωνίῳ τὰ ξύσματα, εἶτα τρίψον ἀπὸ τὸ ἀντεμόνιον μέσον τῆς χώνης, καὶ ἂς βράσῃ· καὶ μετὰ ταῦτα θὲς εἰς | |
10 | βύσαλον ἑλληνικὸν, ἵνα λαγαρισθῇ, ὥστε ψυχρανθῇ, καὶ γίνεται λαγαρισμένον μάλαγμα. ΟΤΑΝ ΣΚΑΖῌ ΤΟ ΑΣΗΜΗΝ Η ΤΟ ΧΡΥΣΑΦΗΝ. —Θὲς μέσον τῆς χώνης ἄφρατον ὑδάργυρον καὶ κεραμίδιον, ἂς βράζῃ, καὶ γλυκαίνεται· ὅσον βαλεῖς πλέον, κάλλιον γίνεται. | |
15 | ΤΟ ΠΟΥ ΣΤΑΜΑΤΙΣΙΣ ΥΔΡΑΡΓΥΡΟΥ. —Θὲς ὑδράργυρον ὅσον θέλεις, καὶ μόλυβδον ἄλλον τόσον, καὶ θές τα ἐν κλάσματι χύτρας ἐν καμίνῳ· καὶ θὲς λουμπάρδιν ὀλίγην, καὶ γίνεται ἄσημος ἔκλεκτος. ΑΛΛΟΝ. —Θὲς ὑδράργυρον εἰς γαστρὴν, καὶ κρομμυδίου ζωμὸν, καὶ λουμπάρδιν, καὶ βάλε εἰς τὸ καμίνην, καὶ θέτε καὶ ἀξούγγιν μέσα, | |
20 | καὶ ἂς βράσῃ, ὥστε να γένῃ στάκτη, καὶ ἐξ αὐτὴν τὴν στάκτην βαλὼν εἰς ἄσημον μέσον εἰς τὴν χώνην, καὶ γίνεται μάλαγμα. ΠΕΡΙ ΤΟΥ ΠΟΙΗΣΑΙ ΓΡΑΜΜΑΤΑ ΧΡΥΣΑ. —Λαβὼν ἀέραν χρυσὸν, τρίψον εἰς μάρμαρον πορφυροῦν, καὶ θὲς μέσον μέλι ὀλίγον, καὶ τρίψον πολλά. Ἔπειτα θὲς εἰς κογχύλην καὶ πλύνον καλῶς | |
25 | μετὰ ὕδατος, ὥστε να ἐξεβάλῃς τὸ μέλιν. Εἶθ’ οὕτως σκεύασον μετὰ ὠοῦ τὸ λευκὸν, καὶ γράφε. Καὶ ὅταν ξηρανθοῦν, σθλίβωσον με λιθάριν ἢ με λυκουδόντι, καὶ γίνεται εὔμορφον. Στύψον γοῦν τὸ λευκὸν τοῦ ὠοῦ | |
με σφουγγάριν πολλάκις, ὥστε να γένῃ ὕδωρ, ἵνα μηδὲν μολυχυάσῃ· | 334 | |
2.335 | καὶ βάλε καὶ ποντικοφάρμακον λευκὸν τετριμμένον· καὶ ἂν σὲ μίνη χρυσάφην, πλύνε τὸ ὠὸν ἵνα ἐξέβῃ. ΠΕΡΙ ΤΟΥ ΠΟΙΗΣΑΙ ΩΡΑΙΟΧΑΛΚΟΝ ΩΣΠΕΡ ΧΡΥΣΟΝ. —Λαβὼν τούτια πτενὴ 𐆄 αʹ, ὁμοίως κόπρον 𐆄 αʹ, σύκα ξηρὰ καὶ μαῦρα | |
5 | 𐆄 αʹ, τρίψον εἰς ὅλμον, καὶ ἀνάμιξον, καὶ ἔπαρον κασσίτερον 𐆄 αʹ. Καὶ σφυρίσας, κατάκοψον, μίξον μετὰ τοῦ εἴδους ἐκείνου· καὶ θὲς ἐν τῇ χώνῃ, καὶ κλεῖσον ἄνωθεν μετὰ πηλοῦ, καὶ φύσα καὶ ἂς βράσῃ. Ὅταν νοήσῃς ὅτι ἐχύθη, ἀπόκλεισον καὶ χύσον, καὶ πάλιν ἀνάμιξον τὰ εἴδη· καὶ ποίησον ὡς τὸ πρότερον, ὥστε να θέσῃς ὅλον ἐκεῖνον τὸ εἶδος, | |
10 | καὶ γίνεται ὡς χρυσός. ΠΕΡΙ ΤΟΥ ΣΑΠΟΥΝΙΟΥ. —Λαβὼν πρωτίον τοῦ σαπουνίου, καὶ μίξον, καὶ ἅλας τρίψον. Εἶθ’ οὕτως κίνησον. ΕΤΕΡΟΝ. —Λαβὼν τζαπαρικὸν, καὶ ἅλας, καὶ ὕδωρ, καὶ τρί‐ ψον καλῶς. Εἶθ’ οὕτως τὸ κίνησον τὸ ὡραιόχαλκον. | |
15 | Ο ΥΕΛΟΣ. —Τὸ βοράχον τὸ ποιοῦν μετὰ τζαπαρικὸν καὶ στύ‐ ψεως καὶ ἅλας. ΠΕΡΙ ΤΟΥ ΛΕΥΚΑΝΑΙ ΚΑΣΣΙΤΕΡΟΝ. —Λαβὼν ποντικοφάρ‐ μακον κίτρινον ὅσον θέλεις, καὶ σαλονίτριον ἄλλον τόσον, τρίψον καλῶς. Εἶθ’ οὕτως τὸ ἀνάμιξον· ἔπειτα θὲς αὐτὸ εἰς ὕελον μέσον τοῦ πυρὸς | |
20 | εἰς ἀνθρακίαν, ἵνα καῇ ἕως οὗ [οὐ] μὴ ἐκβῇ πλέον καπνός· καὶ γίνεται λευκὸν ὥσπερ χιών. Εἶθ’ οὕτως ἐξέβαλον, καὶ τρίψον καλῶς, καὶ βαλὼν κασσίτερον εἰς τὴν χώνην 𐆄 δʹ· καὶ ζύγισον καὶ ὀψιαστικὴν 𐆄 αʹ· καὶ χώρισε αὐτὴν εἰς μέρη ϛʹ· καὶ ὅταν ἔλθῃ ὁ [χαλκὸς] κασσίτερος μέσον τῆς χώνης, βάλε τὸ αον μέρος καὶ πούμωσον | |
25 | μετὰ καρβώνων, καὶ ἂς βράζῃ ἕως οὗ να ἐξέβῃ ὁ ἀτμός. Καὶ πάλιν θὲς ἄλλον μέρος ὁμοίως ὡς τὸ πρῶτον, ὥστε να τὸ ἀποβάλῃς. Καὶ τότε | |
χύσον εἰς κουπίδη σιδηροῦν, καὶ ἔσται ᾠκονομημένον. Καὶ ὅταν θέλῃς | 335 | |
2.336 | χρυσῶσαι ἄσημον, θὲς ὡς χρῄζεις ἢ ὡς θέλεις, καὶ βάλε. Καὶ ὅταν τὸ σμίγῃς με τὸ ἀσήμην, βάλε καὶ τρυγίαν ὀλίγην εἰς τὸ χωνὴν, ἤγουν τὸ δον. ΠΕΡΙ ΤΟΥ ΠΟΙΗΣΑΙ ΧΑΛΚΟΝ ΩΣΠΕΡ ΧΡΥΣΟΝ. —Λαβὼν θουθείαν | |
5 | μέρη γʹ, κούρκουμα μέρος αʹ, σταφίδας καὶ ἰσχάδας πυρροὺς καὶ μέλι καὶ κουκουκία καθαραστὰ μέρος αʹ, ἀμυγδάλων τὸ ἔσω φλοῦν, γλυκό‐ ριζον, κρόκον ὠοῦ, καὶ ζαφρὰν μέρος αʹ, χολὴν πυρροῦ βοὸς ξηρὰν μέρος αʹ, τρίψον τὴν θουθείαν, ὡς τρίβουσιν τὴν κιννάβαριν μετὰ ἐλαίου, καὶ ποίησον ὡς πηλῶδες. Καὶ τότε τρίψον τὰ ἄλλα εἴδη, | |
10 | καὶ ἕνωσον· καὶ λαβὼν χαλκὸν 𐆄 γʹ, καὶ σφύρισον λεπτῶς ἐν τῇ ἀκμωνῇ, καὶ ἀνάδευσον τὰ εἴδη· καὶ θὲς ἐν τῇ χώνῃ, καὶ κλεῖσον μετὰ πηλοῦ τὴς τέχνης, καὶ θὲς ἐν τῷ πυρὶ, καὶ φύσα μετὰ μηχανῆς καλῶς, καὶ ὡς βράζει πλεώτερον, καὶ βάνης καὶ ἀπὸ τὰ εἴδη ταῦτα, τοσοῦτον γίνεται καλλίων ὥσπερ χρυσός. | |
15 | ΥΔΩΡ ΠΙΣΤΗΣ ΟΙΚΟΝΟΜΙΑΣ. —Λαβὼν τὴν ὀρνιθίαν γονὴν σώαν, ἀμόλυντον, ἄσπιλον, διέλε ταύτην ὡς ἐπὶ τῶν καρυκίων (χρειώδης γὰρ ἡμῖν ἐν πολλοῖς ἡ μαγειρικὴ τέχνη καθέστηκεν). Εἶτα ἐν δυσὶ χυτριδίοις μέρος ἑκάτερον τῶν ὑγρῶν ἐμβαλὼν, ποίησον τῶν διὰ μαστωτῶν ὀργάνων ὑστείαν μεγάλην· ὅσον να ἴδῃς ὅτι ἔλυσεν | |
20 | ἐκεῖνον, ὅπου ἔνι μέσα εἰς τὴν μπότζαν, καὶ ἐπίγεν εἰς τὸ φοῦντος ὡς ἂν κερὴν, καὶ τότε ἄφες το να κρυώσῃ, καὶ τζάκησαί το, καὶ θέλεις εὑρεῖν ἐκεῖνον ὁποῦ ἔνι μέσα πολύτιμον, καὶ ἐκεῖνον θέλει ἔσται διὰ τὴν χρείαν σου. Καὶ αὐτὸ τὸ βοτάνην ποιεῖ τὸν μόλιβδον τὸν κεκαθαρισμένον με τὸν ὑδάργυρον, ὁμοίως εἰς χρυσάφην φίνον εἰς πᾶσαν | |
25 | δοκιμήν. Λύσε αον τὸν μόλυβδον ὄντα λιτρῶν ηʹ· καὶ ὅτε λυθῇ ὁ μόλιβδος, ῥίψον ὑδάργυρον ᾠκονομημένον ἄλλαις ηʹ λίτραις, καὶ ἄφες να βράσῃ αον καλῶς, ἵνα καπνίσῃ. Καὶ τότε ῥίψον μίαν λίτραν ἀπ’ ἐκεῖνον τὸ βοτάνην, καὶ ἂς βράσῃ καλῶς μέσα. Καὶ ἀνακάτωνέ το μετὰ | |
ἑνὸς ξύλου ἀναπτομένου ἕως ὥρας δʹ. Εἶτα εὔγαλον αὐτὸ ἔξω καὶ ἄφες | 336 | |
2.337 | το να κρυώσῃ, καὶ γίνεται μέλαν· ἀλλὰ χρωΐζει πρὸς ἐρυθράδαν, καὶ αὐτὸ ἔσται τὸ φάρμακον. Ἔτι δὲ λύσον μόλυβδον ᾠκονομημένον λίτρας ηʹ· καὶ ὅτε λυθῇ καλῶς, ῥίψον ὑδράργυρον ἕτερον λίτρας ηʹ· καὶ βαλὼν ἀπὸ τὸν βον βοτάνην λίτραν αʹ, καὶ ἂς βράσουν καλῶς ὥραν | |
5 | ἡμίσειαν, καὶ ἄφες ἵνα κριώσῃ. Ἔτι λύσον μόλυβδον λίτρας ηʹ καὶ μέσα τὴν λύσιν καλῶς ποίησον αὐτὸ πεντάκις, καθὼς προείπομεν· καὶ τῇ ὑστέρᾳ φορᾷ δίδεισε χρυσίον εἰς ἄκρος. Ἔτι δὲ ἀπ’ ἐκεῖνον τὸ χρυσίον βάνεις λίτρας ηʹ μόλιβδον, καὶ λίτρας ηʹ ὑδράρ‐ γυρον, καὶ ἀπὸ βοτάνην ἐκεῖνον γίνεται χρυσίον εἰς ἄκρος. | |
10 | ΚΑΙ ΑΛΛΟΣ ΦΗΣΙΝ. —Λαβὼν ὠὰ ὅσα βούλει ... | 337 |