TLG 1379 025 :: FRAGMENTA ALCHEMICA :: Λαβύρινθος ἥνπερ Σολομὼν ἐτεκτήνατο (e cod. Venet. Marc. 299, fol. 102v) FRAGMENTA ALCHEMICA Alchem. Λαβύρινθος ἥνπερ Σολομὼν ἐτεκτήνατο (e cod. Venet. Marc. 299, fol. 102v) Citation: Volume — page — (line) | ||
2.39(12t) | ΛΑΒΥΡΙΝΘΟΣ ΗΝΠΕΡ ΣΟΛΟΜΩΝ ΕΤΕΚΤΗΝΑΤΟ. | |
13 | Εἴ τινα λαβύρινθον ἀκούεις, ξένε, ἥνπερ Σολομὼν ἐκ νοὸς ἐκτυπώσας, | |
---|---|---|
15 | λίθοις ἐτεκτόνησε τορνοσυνθέτοις, τούτου θέσιν σχῆμά τε καὶ ποικιλίαν γραμμαῖς ἀμυδραῖς εἰκονίζων πρὸς λόγον, ὁρῶν τὸ λοιπὸν τὰς ἑλίξεις μυρίας ἔσωθεν ἔξω, σφαιρικοὺς ἀναδρόμους, | |
20 | ἐκεῖθεν ἔνθεν κυκλικῶς ἐστραμμένους, | 39 |
2.40 | τὸν τοῦ βίου μάνθανε κυκλικὸν δρόμον, ὄλισθον ἐμφαίνοντα τῶν συντριμμάτων, ἐκ τῶν κυκλικῶν σφαιρικῶν κυλισμάτων ἑλίσσεται κατ’ ἴσχνος συνθέτοις στρόφοις, | |
5 | ὥσπερ πονηρὸς ταῖς ἑλίξεσι δράκων ἕρπων παρέρπων ἐμφανῶν κεκρυμμένως· ἔχων δὲ λοξὴν καὶ δυσέκβατον θύραν, ὅσον τρέχεις ἔξωθεν καὶ δραμεῖν θέλων, τοσοῦτον αὐτὸς ταῖς ἀγχιστρόφοις πλάναις, | |
10 | ἔνδον συνάγει πρὸς βάθος τῆς ἐξόδου, ταῖς ἐκδρομαῖς θέλγων σε ταῖς καθ’ ἡμέραν, παίζων γελῶν σε ταῖς στροφαῖς τῆς ἐλπίδος, δίκην ὀνείρου ταῖς κεναῖς θεωρίαις, ἕως χρόνος ῥευσείη ὁ σκηνεργάτης, | |
15 | καὶ θάνατος δέξαιτο φεῦ σκοτεργάτης, | |
μηδὲν διδοὺς πράσσειν σε τῶν τῆς ἐξόδου. | 40 |