TLG 1379 024 :: FRAGMENTA ALCHEMICA :: Περὶ ποιήσεως κινναβάρεως (e cod. Venet. Marc. 299, fol. 106r) FRAGMENTA ALCHEMICA Alchem. Περὶ ποιήσεως κινναβάρεως (e cod. Venet. Marc. 299, fol. 106r) Citation: Volume — page — (line) | ||
18 | Περὶ ποιήσεως κινναβάρεως. —Δεῖ ἐμβαλεῖν εἰς θυείαν θείου ἀπύρου λίτραν αʹ, καὶ ὑδραργύρου λίτρας βʹ· καὶ τρίψας ἀμφότερα | |
---|---|---|
20 | εἰς τὴν θυείαν ἡμέραν μίαν· καὶ ἔμβαλε αὐτὰ εἲς βίκον ὑέλινον· | 37 |
2.38 | καὶ φιμώσας τὸ στόμα αὐτοῦ μετὰ πυριμάχου πηλοκαρβώνου ἔχον τὸ πάχος δακτύλους γʹ, ἔμβαλε αὐτὰ εἰς αὐτόματον πῦρ ἐπὶ ὥρας ϛʹ ἢ θʹ. Καὶ εἶθ’ οὕτως ἐκβαλὼν, εὑρήσεις αὐτὰ βωλο‐ ποιηθέντα σιδηροειδῆ. Τοῦτο λείωσον εἰς χρυσὸν μετὰ ὕδατος πολ‐ | |
5 | λάκις· ὅσον γὰρ λειώσεις αὐτὰ, τοσοῦτον ξανθὰ γίνονται. Τὸ γὰρ θεῖον ἄπυρον τὰ φευκτὰ ἄφευκτα ποιεῖ. Περὶ κινναβάρεως. —Δεῖ γινώσκειν ὅτι ἡ ἀνάκαμψις τῆς κινναβάρεως διὰ νιτρελαίου γίνεται, καὶ οὕτως χωνεύεται μετὰ πυρᾶς λεπτῆς, ὡς ἐπινοεῖς. | |
10 | Ἄλλως περὶ κινναβάρεως. —Δεῖ γινώσκειν ὅτι ἡ μαγνησία ἡ ὑελουργικὴ ταύτη ἐστὶν ἡ τῆς Ἀσίας, δι’ ἧς ὁ ὕελος τὰς βαφὰς | |
δέχεται, καὶ ὁ ἰνδικὸς σίδηρος γίνεται, καὶ τὰ θαυμάσια ξίφη. | 38 |