TLG 1379 023 :: FRAGMENTA ALCHEMICA :: Περὶ ποιήσεως ἀσήμου (e cod. Venet. Marc. 299, fol. 106r) FRAGMENTA ALCHEMICA Alchem. Περὶ ποιήσεως ἀσήμου (e cod. Venet. Marc. 299, fol. 106r) Citation: Volume — page — (line) | ||
19t | ΠΕΡΙ ΠΟΙΗΣΕΟΣ ΑΣΗΜΟΥ. | |
---|---|---|
20 | Περὶ ποήσεως ἀσήμου. —Δεῖ λαβεῖν μόλυβδον χυτὸν ἐκ | 36 |
2.37 | τῶν ἀμμοπλύτων (ἔστιν γὰρ ὁ χυτὸς μόλυβδος πυκνότατος), καὶ χωνεῦσαι αὐτὸν πολλάκις, ἕως ἂν γένηται ἄσημος. Μετὰ δὲ τὸ ἐκβαλεῖν αὐτὸν τὸν ἄσημον, ἐὰν βούλῃ καθαρίσαι αὐτὸν, πρόσβαλε εἰς τὴν χώνην ὕελον κλεοπατρινὸν, καὶ ἕξεις ἄσημον καθαρόν. Ὁ | |
5 | γὰρ χυτὸς μόλυβδος πολὺν ἄσημον ἐκβάλλει. Ἡ δὲ χώνη αὐτοῦ μέσοις φωσὶ πυρούτω, καὶ μὴ σφοδροῖς. Περὶ ποιήσεως ἀσήμου. —Λαβὼν κασσίτερον, χώνευσον καὶ μετὰ πέντε χωνείας ἐπίβαλλε εἰς τὸ πρόσωπον αὐτοῦ εἰς τὴν χώνην ἄσφαλτον· καὶ ὁσάκις ἀποχύσεις αὐτὸ, εἰς ἅλας αὐτὸ κένωσον κοινὸν, | |
10 | ἕως ἂν γένηται ἄσημος τέλειος καὶ πολύς. Εἰ δὲ βούλει εἰς ἔργον ἐκκλησίας ποιῆσαι ἐξ αὐτοῦ ἀφ’ οὗ χωνεύσεις, καὶ γένηται σκλη‐ ρὸν, ποίησον. Περὶ ποιήσεως ἀσήμου. —Ἀπὸ κοινοῦ μολύβδου καθαροῦ εἰς τὴν ἀνωτέραν στήλην γέγραπται. Δεῖ γινώσκειν ὅτι ἐκβάλλει ὁ | |
15 | κοινὸς μόλυβδος εἰς τὰς ἑκατὸν λίτρας τοῦ μολύβδου, ἀσήμου | |
λίτρας δέκα. | 37 |