TLG 1379 022 :: FRAGMENTA ALCHEMICA :: Περὶ συνάξεως τῶν φιλοσόφων (e cod. Paris. B.N. gr. 2327, fol. 233r)

FRAGMENTA ALCHEMICA Alchem.
(Varia)

Περὶ συνάξεως τῶν φιλοσόφων (e cod. Paris. B.N. gr. 2327, fol. 233r)

Source: Berthelot, M., Ruelle, C.É. (eds.), Collection des anciens alchimistes grecs, vol. 2. Paris: Steinheil, 1888 (repr. London: Holland Press, 1963): 35–36.

Citation: Volume — page — (line)

17tΠΕΡΙ ΣΥΝΑΞΕΩΣ ΤΩΝ ΦΙΛΟΣΟΦΩΝ.
18Πρὸς ἀλλήλους οἱ φιλόσοφοι ἀπέστειλαν ἕ〈νεκα〉 τοῦ γενέσ‐
θαι μίαν συναγωγὴν, ἐπειδὴ στάσις καὶ ταραχὴ πολλὴ περιέπεσεν35

2

.

36

αὐτοὺς, περὶ τῆς πλάνης τῆς πεσούσης εἰς τὸν κόσμον, περὶ φύσεων καὶ σωμάτων, καὶ πνευμάτων, ὥς τι ἄρα ἐκ πολλῶν εἰδῶν, ἢ ἐξ ἑνὸς εἴδους τελειοῦται τὸ μυστήριον. Ὁ δὲ φιλόσοφος γνωστὰ τὰ αὐτοῖς ὄντα, τρανῶς ἀποκρινό‐
5μενος πρὸς αὐτοὺς λέγει· ἐὰν μὴ ἔστω (?) ἐκ τοῦ γένους ἡμῶν τοῦ ἐξ ἑνὸς εἴδους μέμφεσθαι τῶν βιβλίων ἡμῶν καὶ κατηράσασθαι ἡμᾶς· περὶ τοῦ ζητουμένου χρυσοῦ τῆς καταβαφῆς, καθώς μοι ἐδηλώθη ὑπὸ τῶν τεχνιτευόντων. Εἴ τις πίπτει εἰς ταῦτα τὰ μαθή‐ ματα, τῶν ἐκ πολλῶν εἰδῶν, εἰς ταῦτα πλανᾶται· ἄλλος γάρ ἐστιν
10ὁ ζητούμενος σκοπός· μία κάμινός ἐστιν, καὶ μία ὁδὸς, καὶ ἓν ἔργον. Καὶ οὐδὲν ἐξάξει εἰς ἔξοδον εἰς νʹ δηνάρια. Ὁ κύριος ὁ Θεὸς τὸ ἔδωκεν διὰ τοὺς πτωχοὺς καὶ τοὺς ἀπελπισμένους. Καὶ λέγει ὁ φιλόσοφος οὕτως. Λαβὼν ἐκ τῶν σαρκῶν τὸν κρόκον (κρείττων γάρ ἐστιν τῶν ταριχευτικῶν), καὶ λαβὼν τὸν λίθον, καὶ θὲς εἰς
15πῦρ· εὐθέως θὲς εἰς τὸ ὕδωρ, καὶ πάλιν βάλλε τὸν αὐτὸν λίθον, καὶ τῶν σαρκῶν τῶν ταριχευτικῶν καὶ θὲς εἰς κάμινον ὑελουργικὴν ἰσχυράν· καὶ λάμβανε τὸ ἔλαιον τὸ ἐπάνω τοῦ λίθου, καὶ ὁ λίθος μένει
κρύσταλλος· καὶ λαβὼν τὸ αὐτὸ ὄξος, αὐτό ἐστιν τὸ ὄξος τῶν φιλοσόφων.36