TLG 1379 016 :: FRAGMENTA ALCHEMICA :: Περὶ τοῦ μεταλλικοῦ λιθοῦ ἐν οἷς τοῖς τόποις ἐκείνοις κατασκευάζεται (e cod. Paris. B.N. gr. 2327, fol. 249r) FRAGMENTA ALCHEMICA Alchem. Περὶ τοῦ μεταλλικοῦ λιθοῦ ἐν οἷς τοῖς τόποις ἐκείνοις κατασκευάζεται (e cod. Paris. B.N. gr. 2327, fol. 249r) Citation: Volume — page — (line) | ||
7t | ΠΕΡΙ ΤΟΥ ΜΕΤΑΛΛΙΚΟΥ ΛΙΘΟΥ ΕΝ ΟΙΣ ΤΟΙΣ | |
---|---|---|
8t | ΤΟΠΟΙΣ ΕΚΕΙΝΟΙΣ ΚΑΤΑΣΚΕΥΑΖΕΤΑΙ. | |
9 | Χρὴ γὰρ γινώσκειν ὅτι ἐν τῇ Θηβαΐδι γῇ ἐν ᾧ τόπῳ εἰσί, | |
10 | ἐν ᾧ τὸ ψῆγμα σκευάζεται· Κλειόπολις, Ἀλυκόπριος Ἀφροδίτη, Ἀπόλενος καὶ Ἐλεφάντινα. Ἔστι δὲ ὁ μεταλλικὸς λίθος μαρμαροειδὴς, σκληρὸς, καὶ οἱ ἄνθρωποι ἐκεῖσε μεγάλῳ μόχθῳ ὀρύσσαντες σκευάζουσιν ἔνδον ἐσ‐ μιχθοὺς λύχνους κατέχοντες, τὴν φλέβα κατέχουσιν εὑρισκόμενοι. | |
15 | αἱ δὲ γυναῖκες αὐτῶν τρίβουσιν, καὶ ἀλήθουσι. Ὅταν δὲ σποδὸν ποιήσαντες τὸ ὕδωρ χυμαῖον ἐμβάλλουσιν ὑποκάτω σανίδας, καὶ κοίλας ἀντιστασίμους ἔχοντες· καὶ τὸ μὲν ἀχυρῶδες καὶ κοῦφον καὶ ἄχρηστον περὶ τοῦ ὕδατος ἕψεται· τὸ δὲ χρήσιμον εἰς τόπους τῶν σανίδων διὰ τὸ βάρος ὑπολέληπται. | |
20 | Καὶ τότε τῇ ἑψήσει περιδῶσι τὸ συναχθὲν εἰς ἄγγος κεράμου | 26 |
2.27 | ἐμβαλόντες καὶ μίξαντες τὸ κατὰ λόγον, τότε περιχρίουσιν τὸ ἄγγος, ἑψοῦσιν ἐν καμίνῳ ἡμερόνυκτα πέντε, ἔχον τὸ ἄγγος πόρον | |
διὰ τὴν ἔξοδον. | 27 |