TLG 1379 010 :: FRAGMENTA ALCHEMICA :: Ὀνοματοποιία τοῦ ὠοῦ· αὐτὸ γάρ ἐστιν τὸ μυστήριον τῆς τέχνης (e cod. Paris. B.N. gr. 2327, fol. 229r) FRAGMENTA ALCHEMICA Alchem. Ὀνοματοποιία τοῦ ὠοῦ· αὐτὸ γάρ ἐστιν τὸ μυστήριον τῆς τέχνης (e cod. Paris. B.N. gr. 2327, fol. 229r) Citation: Volume — page — (line) | ||
16t | ΟΝΟΜΑΤΟΠΟΠΑ ΤΟΥ ΩΟΥ· ΑΥΤΟ ΓΑΡ ΕΣΤΙΝ | |
---|---|---|
17t | ΤΟ ΜΥΣΤΗΡΙΟΝ ΤΗΣ ΤΕΧΝΗΣ. | |
18 | Τὸ ὠὸν ἐκάλεσαν τετράστοιχον διὰ τὸ εἶναι αὐτὸ κόσμου | |
μίμησιν, περιέχον τὰ τέσσαρα στοιχεῖα ἐν ἑαυτῷ· ὃν καὶ λίθον | 20 | |
2.21 | ἐκάλεσαν, ὃν κυλίει ἡ σελήνη, καὶ λίθον τὸν οὐ λίθον, καὶ λίθον ἀετίτην, καὶ ἀλαβάστρινον ἐγκέφαλον. Καὶ τὸ μὲν ὄστρακον αὐτοῦ ᾧπέρ ἐστι στοιχεῖον ὅμοιον τῆς γῆς, ψυχρὸν καὶ ξηρὸν, ἐκάλεσαν χαλκὸν, σίδηρον καὶ | |
5 | κασσίτερον καὶ μόλυβδον· τὸ δὲ λευκὸν ὕδωρ θεῖον· τὸν δὲ κρόκον χάλκανθον· τὸ δὲ ἔλαιον αὐτοῦ πῦρ. Τὸ ὠὸν ἐκάλεσαν σπόρον· καὶ τὸ μὲν ὄστρακον αὐτοῦ ἐκάλε‐ σαν δοράν· σάρκα δὲ τὸ λευκὸν καὶ ξανθόν· ψυχὴν τὸ ἔλαιον· πνοὴν ἤγουν ἀέρα τὸ ὕδωρ. | |
10 | Τὸ ὄστρακον τοῦ ὠοῦ ἐστιν ὅ τι ἀναφέρει ταῦτα ἐκ τῆς κό‐ πρου κατὰ ἡμέρας ιʹ· καὶ λειοῖ σὺν Θεῷ μετὰ ὄξους, ὅσον πλέον τρίβῃς πλέον ὠφελεῖς· ὅταν δὲ κόψῃς τὸ σύνθεμα ἡμέρας ηʹ καὶ ἀνασήψεις, καὶ ξηρίον ποιήσεις· ὅταν δὲ τελειώσῃς, ἐπίβαλλε τῆς ὑδραργύρου καὶ ἂν εἰς πρῶτον οὐ βάψῃς, ποίησον δεύτερον καὶ | |
15 | τρίτον. Ὅτι πρῶτον ἐκάλεσαν τὸν κρόκον τοῦ ὠοῦ, ὤχραν ἀττικὴν, σινώπην ποντικὴν, νίτρον αἰγύπτιον, κυανὸν ἀρμενιακὸν, κρόκον κιλί‐ κιον, ἐλύδριον· τὸ δὲ λευκὸν, τοῦ θείου ὕδατος ἀπολελυμένον, ὄξος, | |
ὕδωρ στυπτηρίας, ὕδωρ ἀσβέστου, ὕδωρ σποδοκράμβης, καὶ τὰ ἑξῆς. | 21 |