TLG 1379 008 :: FRAGMENTA ALCHEMICA :: Lexicon alchemicum (= Λεξικὸν κατὰ στοιχεῖον τῆς χρυσοποιίας) (e cod. Venet. Marc. 299, fol. 131r) FRAGMENTA ALCHEMICA Alchem. Lexicon alchemicum (= Λεξικὸν κατὰ στοιχεῖον τῆς χρυσοποιίας) (e cod. Venet. Marc. 299, fol. 131r) Citation: Volume — page — (line) | ||
11t | ΛΕΞΙΚΟΝ ΚΑΤΑ ΣΤΟΙΧΕΙΟΝ ΤΗΣ ΧΡΥΣΟΠΟΠΑΣ | |
---|---|---|
12t | Α | |
13 | Ἀφροδίτης σπέρμα ἐστὶν ἄνθος χαλκοῦ. Ἀλάβαστρός ἐστιν ἄσβεστος, ἀπὸ τῶν φλοιῶν τῶν ὠῶν, καὶ ἅλας | |
15 | ἄνθιον, καὶ ἅλας ἀμμωνιακὸν, καὶ ἅλας κοινόν. | 4 |
2.5 | Ἄσβεστος Ἑρμοῦ τῶν ὠῶν ἐστιν ἡ αἰθαλουμένη δι’ ὄξους καὶ ἡλιαζομένη· κρείττων γάρ ἐστιν χρυσοῦ. Ἅλας ἄνθιόν ἐστι θάλασσα, καὶ ἅλμη καὶ ἁλὸς ἄχνη. Ἀφρὸς παντὸς εἴδους ἐστὶν ὑδράργυρος. | |
5 | Ἀργύρεον νᾶμα, αἰθάλη θείου καὶ ὑδραργύρου. Ἄσημός ἐστιν ὁ ἰὸς ὁ ἀπὸ τῆς αἰθάλης. Ἀχίας, ἄνθος λαχάς ἐστιν. Ἄνθος χαλκοῦ καλάκανθος καὶ χαλκιτάριν καὶ πυρίτης καὶ θεῖον λευκὸν οἰκονομηθέν ἐστιν. | |
10 | Ἅλας ἐστὶ τὸ ὄστρακον τοῦ ὠοῦ, τὸ θεῖον δὲ, τὸ λευκὸν αὐτοῦ, χάλκανθον δὲ, ὁ κρόκος αὐτοῦ. Ἀνδροδάμας ἐστὶ πυρίτης καὶ ἀρσενικόν. Ἀφαίρεμά ἐστι πίτυρα σίτου. Αἰθάλη ἐστὶν ὕδωρ θείου καὶ μολυβδοχάλκου. | |
15 | Ἀφροσέληνόν ἐστι κώμαρις καὶ κουφόλιθος. Ἀκρατοφόρος ἄγγος ἐστὶν ὀστράκινον. Ἀφροσύαλον ὑδράργυρός ἐστιν ἡ ἀπὸ ἀργύρου καὶ λίθος σκυθερίτης. Ἀποσπερματισμὸς δράκοντός ἐστιν ὑδράργυρος. Ἄρρηκτον ἐστιν ἄφευκτον. | |
20 | Ἀετίτης λίθος ἐστὶν χρυσόλιθος, καὶ πορφυρίτης, καὶ πορφυρόχρωμος μακεδωνικὸς καὶ πολύχρωμος. Ἀκαύστωσίς ἐστι λεύκωσις. Ἄσκιος χαλκός ἐστιν ἄνθος χαλκοῦ. Ἀλλοίωσίς ἐστι βαφή. | |
25 | Ἁλμυρία ἐστὶ χρυσόκολλα. | |
Ἀργυρόλιθός ἐστιν ἀφροσέληνον. | 5 | |
2.6 | Ἅπασα ὑδράργυρος λέγεται ἡ διὰ τριῶν θείων ἀπύρων σύνθετος. Ἄθικτον, τὸ καθαρὸν καὶ ἀμόλυντον. Ἄθικτον κυρίως λέγεται τὸ ἀψηλάφητον καὶ ἀσκίαστον, καὶ χρυ‐ σάνθεμον. | |
5t | Β | |
6 | Βατράχιόν ἐστι χρυσόκολλα, καὶ χρυσόπρασον. Βῶλος θεῖόν ἐστιν ὠμόν. Βοστρυχίτης, πυρίτης καὶ ἐτήσιος καὶ χρυσόλιθός ἐστιν. Βασανιστὴς θυία ἐστίν. | |
10 | Βαφὴ ἀλλοίωσίς ἐστιν. Βοτάναι πᾶσαι ξανθαὶ χρυσόλιθοί εἰσιν. Βύνη, βλαστάριον ζύθου. | |
13t | Γ | |
14 | Γάλα βοὸς μελαίνης ἐστὶν ὑδράργυρος ἀπὸ θείου. | |
15 | Γῆ ἀστερίτης ἐστὶ πυρίτης, καὶ γῆ χεία, καὶ λιθάργυρος, καὶ θεῖον λευκὸν, καὶ στυπτηρία, καὶ καδμεία λευκὴ, καὶ μαστίχη. Γῆ αἰγυπτία ἐστὶν ἡ κεραμική. Γῆ σαμία ἐστὶν ἀρσενικὸν, καὶ θεῖον λευκόν. Γάλα ἑκάστου ζώου ἐστὶ θεῖον. | |
20 | Γύψος ἐστὶν ἡ παγεῖσα ὑδράργυρος. | |
20t | Δ | |
21 | Δρόσος ἐστὶν ἡ ἀπὸ ἀρσενίκου ὑδράργυρος. Δίφρας ἐστὶν ὕδωρ ὑδραργύρου. | |
Δράκοντος χολή ἐστιν ὑδράργυρος ἀπὸ κασσιτέρου. | 6 | |
2.7(1t) | Ε | |
2 | Ἕλκυσμά ἐστιν ὁ ἀνακαυθεὶς μόλυβδος. Ἐγκέφαλός ἐστιν ἄσβεστος τῶν ὠῶν τῶν φλοιῶν. Ἕψησίς ἐστι σκόπησις καὶ λείωσις καὶ ὄπτησις. | |
5 | Ἐπίβλησίς ἐστι συλλείωσις κατασπωμένη. Ἔλαιον τὰ ἄνθη τῶν βαφῶν εἰσιν. Ἐκλείωσίς ἐστι λεύκωσις, καὶ ἐπιστροφὴ καὶ ὑδραργύρωσις. Ἐξίωσίς ἐστιν ἔκστρεψις μετὰ ζωμοῦ, τουτέστι μεταβολή. Ἐτήσιος, ὁ χρυσόλιθος. | |
10t | Ζ | |
11 | Ζυμάριόν ἐστι θεῖον. Ζωμὸς βαφικός ἐστι καλακάνθη οἰκονομηθεῖσα. | |
13t | Η | |
14 | Ἡμισώματά εἰσιν αἱ αἰθάλαι. | |
15 | Ἠχουμένιόν ἐστι κνήκου ἄνθος. Ἤλεκτρόν ἐστι τὸ τέλειον ξηρίον. Ἡλίου χαίται εἰσὶν θεῖον ἀπὸ ἡλίου. Ἡλίου δίσκος ἐστὶν ὑδράργυρος ἀπὸ χρυσοῦ. | |
19t | Θ | |
20 | Θεῖον λευκόν ἐστιν αἰθάλη ὑδραργύρου παγεῖσα μετὰ τοῦ λευκοῦ | |
συνθέματος. | 7 | |
2.8 | Θεῖον λευκόν ἐστιν ὁ χρυσετήσιος λίθος, ὁ αἱματίτης. Θεῖον ὑγρόν ἐστι τὰ δύο στίμμι καὶ λιθάργυρος. Θεῖον ἄκαυστόν ἐστιν αἰθάλη καὶ ὑδράργυρος. Θεῖον ὕδωρ ἐστὶ τὰ ἀσπρὰ τῶν ὠῶν, καὶ μάρμαρον τὸ διοργανι‐ | |
5 | ζόμενον. Θαλλοὶ φοινίκων εἰσὶ θεῖον λευκόν. Θεῖον ἄκαυστον, τὸ ἀπὸ ἀρσενίκου καὶ σανδαράχης ὕδωρ μιγὲν καὶ λευκανθέν. Θεῖον ἄθικτόν ἐστιν ἐν τοῖς ζωμοῖς ὁ κρόκος, καὶ θεῖον ὕδωρ ἐστὶ | |
10 | τὸ ἀπολελυμένον τὸ δι’ ἀσβέστου καὶ ἀλαβάστρου. Θεῖον κρεμαστόν ἐστιν ὕδωρ. Θειώδη εἰσὶ τὰ μεταλλικά. Θεῖον ὕδωρ ἐστὶ τὸ ἐκ μολύβδου ἑψούμενον. Θεῖον ὕδωρ εἰς τὴν ξάνθωσιν ὅτι οἶνος ἀμηναῖος μετὰ ἐλυδρίου. | |
15 | Θεῖον σχιστόν ἐστιν ἀρσενικόν. Θεῖα δύο λέγονται, καὶ οὐκ εἰσὶ δὲ συνθέματα, ὅτι θεῖον ἔργον ἀποτελοῦσι. Θηβαϊκὸν μάρμαρόν ἐστιν ἄσβεστος τῶν ὠῶν καὶ τί‐ τανος, καὶ σχιστὴ στυπτηρία, καὶ ἡ ἀπὸ Μήλου ὅ ἐστι θεῖον | |
20 | ἄπυρον. Θεῖόν ἐστι τὸ ἡμέτερον ὄξος. Θεῖον λευκόν ἐστι μόλυβδος οἰκονομηθείς. | |
Θεῖον χαλκός ἐστιν οἰκονομηθείς. | 8 | |
2.9(1t) | Ι | |
2 | Ἰὸς ξυστός ἐστιν αἰθάλη, καὶ χρυσόκολλα. Ἰός ἐστι ξάνθωσις, καὶ ὕδωρ θεῖον ἄθικτον, καὶ κώμαρις σκυθικὴ, καὶ ἴσατις ἰνδικὴ, καὶ βατράχιον, καὶ χρυσόπρασον, καὶ χρυσό‐ | |
5 | κολλα. Ἱερὸς λίθος ἐστὶ χρυσόλιθος. Ἱερὸς λίθος ἐστὶ τὸ ἀπόκρυφον μυστήριον. | |
8t | Κ | |
9 | Καυστὴ κοπτική ἐστι φέκλη καὶ ἀφρὸς ἀργύρου. | |
10 | Κόπρος χρυσοῦ ἄμμος ἐστὶ χρυσόλιθος Κασσίτερός ἐστι κιννάβαρις. Καλάϊνόν ἐστιν ὕδωρ ἀσβέστου. Κιννάβαρίς ἐστιν ἡ ἐν λέβησιν ἑψουμένη αἰθάλη. Κνούφιόν ἐστιν ἄμπυξ. | |
15 | Καπνὸς κωβαθίων ἐστὶν αἰθάλη. Κόλλα ἀττικὴ, ἀμυγδάλης δάκρυον. Κόμμι ἐστὶ λέκιθος. Κλαυδιανός ἐστιν ἄσβεστος τῶν ὠῶν, καὶ αἴγειρος καὶ κασσία. Κώμαρις σκυθική ἐστι θεῖον, καὶ ἀρσένικον μετὰ πάντων αὐτῆς | |
20 | τῶν ὀνομάτων. | |
Καδμεία ἐστὶ μαγνησία. | 9 | |
2.10 | Κίκινον ἔλαιόν ἐστι τὸ ἀπὸ τῶν ἀγρίων σύκων· πολλοὶ γὰρ τοιοῦτον σκευάζουσι. Κηρίον τὸ στερεόν εἰσι τὰ στερεὰ σώματα. Καῦσόν ἐστι λεύκανον. | |
5 | Κάλαμός ἐστι τὸ θεῖον. Κώμαρίς ἐστιν ἀρσένικον. Κνίπειον αἷμά ἐστιν ὕδωρ ἀλαβάστρου οἰκονομηθέν. | |
8t | Λ | |
9 | Λαπάθου χαλκός ἐστιν ὄξος. | |
10 | Λίθος Διονυσίου ἐστὶν ἄσβεστος. Λευκόλιθός ἐστι πυρίτης. Λίθον τὸν οὐ λίθον ἄσβεστον εἶναι λέγουσιν, καὶ αἰθάλην λειουμέ‐ νην δι’ ὄξους. Λιθοφρύγιόν ἐστι στυπτηρία. | |
15 | Λέπυρα τῶν κωβαθίων εἰσὶ τὰ θειώδη, πλέον δὲ τὸ ἀρσένικον. Λαχᾶς χιᾶς ἐστιν ἄνθος. Λιθάργυρος λευκή ἐστι ψιμμύθιον. Λευκοχάλκιόν ἐστιν ὕδωρ θείου ἀπύρου. Λοκόπινός ἐστιν ὁ βάπτων εἰς βάθος καὶ μὴ ἀποπτύων. | |
20 | Λίθος φρύγιός ἐστι στυπτηρία, ἤγουν θεῖον. Λευκόφανόν ἐστι τὸ δύνον εἰς βάθος. | |
22t | Μ | |
23 | Μόλυβδός ἐστιν παρεμφερὲς ψιμμύθιον. | 10 |
2.11 | Μαγνησία ἐστὶ μόλυβδος λευκὸς καὶ πυρίτης. Μαγνησία ἐστὶν ἀπαλάκιστον ὄξος, καὶ ἡ ἀνάσπασις. Μαγνησία ἐστὶ στίμμι θηλυκὸν τὸ χαλκηδόνιον. Μαλάγματά εἰσι πάντα τὰ ξανθὰ καὶ τελειούμενα. | |
5 | Μία φύσις ἐστὶ θεῖον καὶ ὑδράργυρος διαφόρως οἰκονομηθέντα. Μέλαν ἰνδικὸν ἀπὸ ἰσάτιος γίνεται καὶ χρυσολίθου. Μίλτος ὀρεινή ἐστι μίσυ ξανθὸν μετὰ αὐτορρύτου. Μέλι ἀττικὸν, καὶ μόλυβδος ὕδωρ θεῖόν ἐστιν. Μόλυβδος ἡμῶν ἐστιν ἡ ἀπὸ δυοῖν στίμμεων καὶ λιθαργύρου. | |
10 | Μολυβδόχαλκός ἐστιν χρυσόκολλα. Μυστήριον παντὸς μεταλλικοῦ λίθου ἐστὶ πυρίτης. Μεγάλη βοτάνη ἐστὶ κριθή. Μέλαινα νεφέλη ἐστὶν αἰθάλη καὶ χρυσόλιθος. | |
14t | Ν | |
15 | Νεφέλη ἐστὶν αἰθάλη θείου. Ναξίας ῥίνισμά ἐστι κουρέων ἀκόνημα. Νίτρον ἐστὶ θεῖον λευκὸν ποιοῦν χαλκὸν ἀσκίαστον· τὸ αὐτὸ ἀφρό‐ νιτρον, καὶ ῥυτίνη γῆ. Νέφος ἐστὶ σκότος ὑδάτων, καὶ αἰθάλη, ἡ αἰθαλουμένη ὑγρότης, | |
20 | καὶ συμπλεκομένη θολή. | |
21t | Ξ | |
22 | Ξανθὴ κιννάβαρις αἰθάλη ἐστὶ θείων καὶ ὕδωρ ἀργύρου. | |
Ξανθὸν φάρμακόν ἐστι σιδηρίτης δι’ οὔρους θείου οἰκονομηθείς. | 11 | |
2.12(1t) | Ο | |
2 | Ὄστρεον καὶ σηπέας ὄστρακόν ἐστιν ἄσβεστος ὠῶν. Ὀπὸς καλπάσου χυλός ἐστι καλπάσου. Ὀξύγγιον χοίρειόν ἐστι θεῖον ἄκαυστον. | |
5 | Ὄξος κοινόν ἐστι τὸ διὰ λιθαργύρου καὶ φέκλης. Ὀπὸς πάντων δένδρων καὶ βοτανῶν ἐστιν ὕδωρ θεῖον καὶ ὑδράργυρος. Ὃ οἶδάς ἐστι στυπτηρία. Ὄπτησίς ἐστιν ἕψησις καὶ ξάνθωσις. Ὄσιρίς ἐστι μόλυβδος καὶ θεῖον. | |
10 | Ὅλμος ἐστὶν ἰγδίον. | |
11t | Π | |
12 | Πομφόλυξ ἐστὶ καπνὸς ἀσήμου. Πῆξον ἀντὶ τοῦ δυνάμωσον. Πυρίφευκτόν ἐστιν αἰθάλη θείου. | |
15 | Πυρίτης ἐστὶ σῶρι καὶ μαγνησία. Πάμμελί ἐστιν ὕδωρ θείου. Πίνος ἐστὶν ὁ ἔξωθεν βάπτων. Πύξιδες, αἱ οἰκονομίαι αἱ χρήσιμοι. Πολύχρωμος, πορφυρόχρωμος. | |
20 | Πορφυρίτης ἐστὶ λίθος ἐτήσιος, καὶ ἀνδροδάμας. Παντόρρευστός ἐστιν αἰθάλη ἡ ἀπὸ πάντων ῥέουσα, τουτέστιν τὸ ὕδωρ τὸ ἄθικτον. Πέταλα τῶν στεφανοπλόκων εἰσὶ πυρίτης καὶ μαγνησία. | |
Προοξύνας ἐστὶν ἐν ὄξει βρέξας. | 12 | |
2.13 | Παροξύνας ἐστὶ πυρώσας. Πεφρυγμένης ἐν ἡλίῳ ἐστὶν ἐν ἓξ ἡμέραις. Πηλὸς Ἡφαίστου ἐστὶν κριθή. | |
4t | Ρ | |
5 | Ῥίπεώς ἐστι νίτρον πυρρὸν ἀφρόνιτρον. Ῥεφέκλα ἐστὶ κυκλάμινος. Ῥίνημα χρυσοῦ ἐστι κόλλα χρυσοῦ. | |
8t | Σ | |
9 | Σίδια ξηρά ἐστι τὰ ἐντὸς τῶν αἰγυπτίων ῥοῶν. | |
10 | Σφέκλη ἐστὶν ἀφροσέληνον καὶ σχιστὴ στυπτηρία. Σάνδυξ ἐστὶ χρυσός. Στυπτηρία ἐστὶ θεῖον λευκὸν, καὶ ἄσκιος χαλκός. Σανδαράχη ἐστὶν ὑδράργυρος ἡ ἀπὸ κινναβάρεως. Σώματά εἰσιν χαλκὸς, μόλυβδος, κασσίτερος, σίδηρος· ἐξ αὐτῶν | |
15 | στίμμι κόχλος. Σώματά ἐστιν ἐν συνθέσει· καλοῦνται χαμαιλέων ἤγουν τὰ τέσσαρα ἀτελῆ μέταλλα. Στίμμι ἐστὶ κόχλος, ἢ κογχύλιον. Στροφὴ καὶ ἐκστροφή ἐστι καῦσις καὶ λεύκωσις. | |
20 | Σπόγγος θαλάσσιός ἐστι καδμεία καὶ χρυσόλιθος καὶ ἱερὸς λίθος, τὸ ἀπόκρυφον μυστήριον τὸ αὐτὸ καὶ σποδὸς ἀχύρου καὶ σμάραγδος καὶ σμιρίτης. | |
Σίδηρός ἐστιν ὁ κέλυφος τοῦ ὠοῦ. | 13 | |
2.14(1t) | Τ | |
2 | Τίτανός ἐστιν ἄσβεστος ὠοῦ. Τὸ κύριον ὄνομα τοῦ ὑγροῦ συνθέματός ἐστι τὸ θεῖον ὕδωρ τὸ δι’ ἅλμης, καὶ ὄξους, καὶ λοιπῶν. | |
5 | Τὸ κύριον ὄνομα τοῦ στερεοῦ συνθέματός ἐστι τὰ τέσσαρα σώματα, κλαυδιανὸς, μόλυβδος, πυρίτης καὶ ὑδράργυρος. | |
7t | Υ | |
8 | Ὑδράργυρος μετὰ αἰθαλῶν πηχθεῖσα λευκαίνει χαλκὸν καὶ ποιεῖ χρυσόν. | |
10 | Ὕδωρ σκυθικόν ἐστιν ὑδράργυρος. Ὕδωρ θεῖον ἄθικτόν ἐστιν ὑδράργυρος πεπηγμένη μετὰ ἁλῶν. Ὕδωρ κνήκου, τὸ ὕδωρ τοῦ θείου τὸ ἄθικτον. Ὕδωρ μήνης, καὶ ὕδωρ χαλκοῦ, καὶ ὕδωρ πύρινον, καὶ ὕδωρ ὑέλου, καὶ ὕδωρ ἀργύρου, καὶ ὕδωρ σανδαράχης, καὶ ὕδωρ ἀρσενίκου. | |
15 | Ὕδωρ ποτάμιον ὕδωρ μολύβδου ἐστὶ θεῖον καὶ ὑδράργυρος. Ὕσσωπόν ἐστιν ἀπόβρεγμα τῶν ῥυπαρῶν ἐρίων. Ὕδωρ ὑδραργύρου βαφική ἐστιν ἡ ἀπὸ κινναβάρεως γινομένη. Ὕδωρ Ἀφροδίτης, καὶ σελήνης, καὶ ἀργύρου· καὶ ὕδωρ ποτάμιόν ἐστι θεῖον ὕδωρ καὶ ὑδράργυρος. | |
20 | Ὕδωρ θεῖον ἄθικτόν ἐστι τὸ λευκὸν σύνθεμα ἀπερχόμενον. | |
Ὕδωρ ἁπλοῦν, τὸ ἀπὸ τριῶν θείων συνθέτων δι’ ἀσβέστου. | 14 | |
2.15 | Ὕδωρ τὸ ἀπὸ ἀσήμου λέγεται ἀφρὸς καὶ δρόσος καὶ ἀφροσέληνον ὑγρόν. Ὕδωρ θεῖον τὸ ἀπὸ ὑδραργύρου λέγεται 〈κατὰ〉 Πετάσιον, καὶ δράκοντος χολή. | |
5 | Ὕδωρ θεῖον πεπηγμένον μεταβόλων (sic) ὑδράργυρός ἐστιν ἀπὸ κιννα‐ βάρεως, τουτέστιν ἡ τετρασωμία. | |
7t | Φ | |
8 | Φέκλη, τρυγία οἴνου ἡ εἰς τὰς πορφύρας προχωροῦσα ἄσβεστος. Φῦκός ἐστι βάμμα ἔξωθεν φαεινόν. | |
10 | Φάρμακόν ἐστιν αἰθάλη συντεθεῖσα διὰ τῆς οἰκονομίας. Φρύξον ἐστὶν ἢ ὄπτησον ἢ ξάνθωσον. Φευκτὴν, ἀληθινὴν 〈βαφήν?〉 Φακοῦ σκωρία ἐστὶ τὸ χρυσάνθιον. | |
14t | Χ | |
15 | Χαλκοῦ σκωρία ἐστὶ χρυσάνθιον. Χρυσός ἐστι πυρίτης, καδμεία, θεῖον. Χαλκύδριόν ἐστιν ὁ γινόμενος χρυσὸς, καὶ ἰωθεὶς ταῖς χειροπη‐ γαῖς ταῖς ἀπὸ θείου. Χρυσίτης ἐστὶ τὸ σύνθεμα τῶν αἰθαλῶν. | |
20 | Χαλκὸς ἰατρικός ἐστιν ὁ λευκανθεὶς τὸ αὐτὸ καὶ θεῖον καὶ ψι‐ μύθιον. | |
Χαλκοῦ ἱδρῶτες, ὁ ζωμὸς τοῦ χαμαιμήλου. | 15 | |
2.16 | Χρυσόκολλα καὶ χαλκεῖον ὕδωρ, ὁ μολυβδόχαλκος. Χρυσοζύμιον καὶ ἐλύδριον, καὶ χρυσοκογχύλιον καὶ ἰὸς ἀσκίαστος θεῖον λευκόν ἐστιν. Χάλκανθός ἐστιν ὁ κρόκος τοῦ ὠοῦ. | |
5 | Χρυσετήσιος λίθος, αἱματίτης. Χαλκοπυρίτης βροντήσινος Θεῖόν ἐστιν ὕδωρ. Χρυσός, ὅλαι αἱ ψωμαὶ καὶ τὰ μέταλλά εἰσι τὰ ξανθωθέντα καὶ τελειωθέντα. Χρυσοῦ ῥίνημα, χρυσόκολλα, καὶ χρυσοῦ ἄνθος, καὶ χρυσοζύμιον, | |
10 | καὶ χρυσίτης, καὶ χρυσοκογχύλιον, ἰός ἐστι καὶ θεῖον, καὶ ὑδράργυρος. Χαλκός ἐστι τὸ ὄστρακον τῶν ὠῶν. Χρύσοπτά εἰσιν αἱ αἰθάλαι αἱ ξανθαί. Χαλκύδριον καὶ χυτάργυρος καὶ χολὴ παντὸς ζώου ἰὸς ὁ τέ‐ | |
15 | λειός ἐστιν· καὶ θεῖον, καὶ χαλκὸς, καὶ ἄργυρος καὶ ἤλεκτρον, πλεονασάντων τῶν φώτων καὶ ἐπὶ τὸ ξανθὸν ἐρχομένων, καὶ παγέντων, ἐστὶν ὑδράργυρος ἡ ἀπὸ κινναβάρεως. Χελιδονία ἐστὶ τὸ ἐλύδριον. Χρυσὸς λέγεται τὸ λευκὸν, τὸ ξηρὸν, καὶ τὸ ξανθὸν, καὶ χρυσιατὰ | |
20 | ποιοῦντα ἀφεύκτους τὰς βαφάς. | |
Χρυσόκολλά ἐστιν ὁ μολυβδόχαλκος, τουτέστιν ὅλον τὸ σύνθεμα. | 16 | |
2.17 | Χρυσοῦ σφαῖρα, κρόκος κιλίκιος. Χρυσοφοίτης, αἰθάλη μετὰ χαλκοῦ οἰκονομηθεῖσα, καὶ λειωθεῖσα καὶ ἰωθεῖσα. Χαλκὸς κύπριος, ὁ κεκαυμένος καὶ πεπλυμένος. | |
5t | Ψ | |
6 | Ψωμοί εἰσι τὰ μεταλλάσσοντα τῷ εἴδει. Ψωμίον ἐστὶ τέφρα ὕδατι φυραθεῖσα, ἥ τις ὑποστρώννυται τῇ καμίνῳ δακτύλου πάχος ἑνός. Ψάμμος ἐστὶ χρυσόκολλα. | |
10 | Ψιμμύθιον, τὸ ἀπὸ μολύβδου γινόμενον. | |
11t | Ω | |
12 | Ὤχρα δι’ οἰνελαίου λέγονται βάσκανοι. Ὠμὴ ὑδράργυρος, ἡ ἀπὸ μολύβδου γινομένη. Ὠΐτης λίθος λεγόμενος καὶ τερενούθιν καὶ χρυσόκολλα. | |
15 | Ὤχρα ἀττική ἐστιν ὁ κρόκος τοῦ ὠοῦ. Ὤχρα ἀττική ἐστιν ἀρσενικόν. Ὠρείχαλκός ἐστιν ὁ νικαηνὸς, ὁ διὰ καδμείας γινόμενος. | |
ΤΕΛΟΣ. | 17 |