TLG 1379 007 :: FRAGMENTA ALCHEMICA :: Dedicatio ad Theodorum (e cod. Venet. Marc. 299, fol. 5v) FRAGMENTA ALCHEMICA Alchem. Dedicatio ad Theodorum (e cod. Venet. Marc. 299, fol. 5v) Citation: Volume — page — (line) | ||
2.3 | Τὴν βίβλον ὄλβον ὥσπερ ἐγκεκρυμμένον ἔχουσαν ἄθρει τήνδε, πᾶς Μουσῶν φίλος. Ἀλλ’ εἰ θελήσοις τὰς πολυχρύσους φλέβας ταύτης ἐρευνᾶν τὰς σοφῶς κεκρυμμένας, | |
5 | νοὸς τὸ φαιδρὸν ὄμμα πρὸς θείας φύσεις, ὕψει διάρας πανσόφοις εὐοπτίαις, οὕτω γραφὴν δίελθε τὴν σοφωτάτην, καὶ πλοῦτον εὕροις γνώσεως ὑπερτέρας, ζητῶν, ἐρευνῶν τὴν τρισολβίαν φύσιν, | |
---|---|---|
10 | μόνην φύσεις νικῶσαν ἐνθέῳ τρόπῳ, καὶ χρυσὸν αἰγλήεντα τίκτουσαν μόνην, τὴν παντοποιὸν, ἢν φρεσὶν μουσοστόλοις, θείας ἐρασταὶ γνώσεως εὗρον μόνοι. Ταύτην ἐφευρὼν, μὴ γὰρ ὅστις ᾖ φράσω, | |
15 | θαύμαζε νοῦν, φρόνησιν ἀνδρῶν ἐνθέων, ὡς δημιουργῶν σωμάτων καὶ πνευμάτων, πῶς ἔσχον οὕτως γνώσεως ὕψος μέγα, | |
ψυχοῦν, ἀποκτένειν τε καὶ ζωοῦν πάλιν, | 3 | |
2.4 | ὥστε ξένως πλάττειν τε καὶ μορφοῦν ξένως. Ὦ θαῦμα, τὴν ἄνασσαν ὕλην ὀλβίαν! ἧσπερ διαγνοὺς καὶ μαθὼν τὰς ἐκβάσεις αἰνιγματώδως ἔνδον ἐγκεκρυμμένας, | |
5 | ὁ νοῦς ὁ παγγέραστος, αἱ κλειναὶ φρένες Θεοδώρου πλουτοῦντος ἐνθέοις τρόποις, πιστοῦ τελοῦντος δεσποτῶν παραστάτου συνῆψεν, ἐντέθεικε συλλογὴν ξένην ἐν τῇδε βίβλῳ πανσόφων νοημάτων, | |
10 | ὅνπερ σκέπων, φύλαττε, Χριστὲ παντάναξ. | 4 |