TLG 1379 002 :: FRAGMENTA ALCHEMICA :: Tractatus alchemicus (fragmenta) (P. Holm.) FRAGMENTA ALCHEMICA Alchem. Tractatus alchemicus (fragmenta) (P. Holm.) Citation: Fragment — (line) | ||
t | PAPURVS HOLMIENSIS | |
1 | Ἀργύρου ποίησις. | Χαλκὸν τὸν κύπριον τὸν ἤδη εἰργασμένον | καὶ ἔκτασιν ἔχοντα τῇ χρήσει κατάβαψον | ὄξει βαφικῷ στυπτηρίᾳ τε, καὶ τρισὶν ἡμ(έραις) | ἔα βρέχεσθαι. Τότε δὴ χώνευε{τε} τῇ | |
5 | τοῦ ‖ χαλκοῦ μνᾷ γῆς Χίας ἁλός τε Καππάδοκος | καὶ στυπτηρίας σχιστῆς ἐκ δραχμῶν ϛʹ | ἀναμείξας. Ἔμπειρος δὲ χώνευε καὶ ἔσται | σπουδαῖος. Πρόσβαλε δὲ ἀργύρου καλοῦ | καὶ δοκίμου τοῦ ἁπλοῦ μὴ πλείω 𐅻κʹ, ‖ ὃ διαφυ‐ λάξει τὴν σύμπασαν μεῖξιν | ἀνεξάλειπτον. | |
---|---|---|
2 | Ἄλλο. | Εἰς δὲ Δημόκρ〈ι〉τον Ἀν〈α〉ξίλαος ἀναφέρει καὶ | τόδε. Τοὺς κοινοὺς ἅλας ἅμα στυπτηρίᾳ | τῇ σχιστῇ λεάνας εὖ μάλα σὺν ὄξει καὶ ἀνα‖πλάσας κολλούρια | |
5 | ταῦτ’ ἐπὶ τρεῖς ἡμέρας | ἔψυχεν ἐν βαλανίῳ κἄπειτα λεάνας συν|εχώνευε τὸν χαλκὸν ἐπὶ τρεῖς καὶ ὕδατι | θαλαττίῳ κατασβεννύων ἔψυχεν. Ἐλέγ|ξει τὸ ἀποβησόμε‐ | |
νον ἡ πεῖρα. ‖ | 110 | |
3 | Ἄλλο. | Κασσίτερον λευκόν τε καὶ μαλακὸν τετρά|κις καθήρας κἀκ τοῦδε μέ(ρη) ϛʹ χαλκοῦ τε γαλα|τικοῦ λευκοῦ μνᾶν αʹ συγχωνεύσας σμῆχε | καὶ σκεύαζε ὃ θέλεις, καὶ γίνεται | |
5 | ἄργυρος ὁ‖πρῶτος, ὡς καὶ τοὺς τεχνίτας λανθάνειν ὅτι | ἐξ οἰκονομίας τοιᾶσδε συνέστ̣η. | | |
4 | Κασσιτέρου κάθαρσις. | Ἡ δὲ τοῦ κασσιτέρου κάθαρσις τοῦ χωροῦντος | ἐς τὴν τοῦ ἀργύρου κρᾶσιν ἥδε· κασσίτερον κα‖θαρὸν ἔα ψυγῆναι καὶ ἀλείψας ἐλαίῳ τε | καὶ ἀσφάλτῳ ἐκ τετάρτου | |
5 | χώνευε καὶ πλύνας | ἀπόθου καθαρίως. Πρόσβαλλε τοῖς τέτταρσιν τοῦ | ἀργύρου τοῦδε μέρη ϛʹ καὶ χαλκοῦ τοῦ [γ]αλατικοῦ | μέ(ρη) ζʹ καὶ λήσεται προκείμενον ὡς ἀργύρωμα. ‖ | |
5 | Ἀργύρου διπλασιασμός. Οἰκονομίαις γίνεται | διαφόροις. Τὸν κύπριον χαλκὸν ἐξιωμένον σὺν | ἁλοσάχνῃ ἑξάκις χωνεύσας ἐπίβαλε τὸν ἄργυρον | εἰς διπλασιασμόν. | |
6 | Ἄλλο. | Τὰ ἀποκόμματα τῶν τοῦ χαλκοῦ πετάλων ἅλμῃ ‖ κατάβαπτε καὶ στυπτηρίᾳ στιλβάδι τε ἀνιμέ|νῃ γλυκεῖ ὕδατι ἀπόβρεχε ἡμ(έρας) ϛʹ. Εἶτ’ ἐπιβάλλων | ἠρέμα τὸν | |
5 | ἄργυρον χώνευε. |‖ | 111 |
7 | Ἄλλο. | Πρὸς δὲ ταῖς καὶ ἤδη· χαλκοῦ γαλατικοῦ μέ(ρος) 𐅻‖, ἀργύρου τε κασσιτέρου τε τοῦ σπουδαιοτάτου, | ὃν δὴ βούλλαν ἐπονομάζουσιν Ἰβηρῖται οἱ ἑς|πέριοι, παρ’ οἷς | |
5 | γίνεται, καὶ Ῥωμαῖοι ὁμοίως. Χω|νεύεται πρῶτος ὁ χαλκός, εἶθ’ ὁ ἄργυρος καὶ με|τὰ δύο διαπυρώσεις ὁ κασσίτερος. Ἔπειθ’ ὅταν ‖ μαλακυνθῇ, πολλάκις ἀναχώ‐ νευε καὶ κατά|ψυχε ἔχων ἑτοίμην στιλβάδα ἀνιμένην | ὕδατι πηγαίῳ. Ταύτην τὴν μᾶζαν ἐξελὼ(ν) | κατασ‐ | |
10 | βέννυε, πάλιν τε πύρου καὶ πολλάκις | καὶ μέχρι γένηται λευκότατος ὁ ἄργυρος. ‖ Εἶτ’ ἐλάσας αὐτὸν καὶ πλατύνας ἀνάτριβε | κουφολίθῳ σμῶν, οὕτω τε κατεργάζου. Καὶ | ἡ τρίπλωσις γίνεται τῷ αὐτῷ τρόπῳ κατα|μεριζομένων τῶν ὁλκῶν, ᾧ πρόκειται. | | |
8 | Ἡ δὲ ἀνέκλειπτος μᾶζα κατασκευάζεται ‖ πάλιν τῇδε τάξει τῆς διπλώσεως. Ἀφελὼν | γὰρ τῆς μάζης 𐅻ηʹ ἀναχώ‐ νευε τοσαύτας | ἀργύρου μιγνὺς καὶ τοῦτο ποιήσας τρὶς κα|τάψυχε καὶ εἰς τὸν κουφόλιθον ἀποτίθει. | | |
9 | Ἀργύρου ποίησις. ‖ Ἀγόρασον ἄνθρακας, οἷς οἱ χαλκεῖς χρῶνται, | καὶ ἔμβρεξον αὐτοὺς ὄξει ἡμέραν αʹ. Μετέ|πειτα λάβε χαλκοῦ ὀγ(κίαν) αʹ, στῦφε δὲ αὐτὸν τῇ | μάλα στυπτηρίᾳ καὶ | |
5 | οὕτως χώνευε. Εἶτα | λάμβανε ὑδραργύρου ὀγ(κίας) ηʹ, | |
κενώσεις δὲ αὐ‖τὸν τὸν ὑδράργυρον εἰς κένωμα μήκωνος. | Λάμβανε δὲ καὶ ἀργύρου ὀγ(κίαν) αʹ. Ταῦτα εἰς ἓν | ποιήσας χώνευε. Καὶ ὡς ἂν χωνεύσῃς | αὐτὸν τὸν βῶλον, εἰς ἄγγος χαλκοῦν βάλε | μετὰ οὔρου φοράδος καὶ | 112 | |
10 | ῥινήματος σιδή‖ρου, ταῦτα ἡμέραις γʹ. Καὶ ἐξελών ἕξεις τὴν | μόνην ἀμαύρωσιν φυσικὴν ἀληθείαν ἐμ|φαίνουσαν τῇ κράσει τῆς συσταθμίας. | | |
10 | Μαργαρίτου λεύκωσις. | Μαργαριτάρια κιρρὰ ὡς καπνιαῖα λευκὰ ‖ ποιῆσαι. Λαβὼν μέλι ἄδολον ὂν ὡς ὀβολὸ(ν) | ἐπίβαλε ὕδατος λακκαίου κυ(άθους) βʹ καὶ ποιήσας | ὑδρόμελι βάλε εἰς | |
5 | πουλταρίδιον καὶ σύ|κου ῥίζαν συγκόψας βάλε κάτω. Καὶ ὅταν |‖ {καὶ ὅταν} ἑψοῦντος σοῦ καχλάσῃ, ἄρας ἀπὸ‖τοῦ πυρὸς λέανον σὺν τῷ ὑγρῷ καὶ ὅταν λεῖ|ον γένηται ἀληθινὸν καὶ κιν〈ή〉σας καὶ ποιήσας | ἄποχος σύμμετρον κατάχριε τὰ μαργαριτάρ|ια καὶ ἔα παγῆναι. | |
10 | Καὶ ἀπόμασσε ῥάκει λινῷ | καθαρῷ καὶ εὐθέως σοι δείξει τὴν λευκασίαν. ‖ Ἐὰν δέ σοι δόξῃ μήπω ἔκλευκα γεγονέ‐ [ν]|αι, πάλιν ἐπίχρισον. Ὅσῳ γὰρ ἐπιχρίων ἐκμά|σσεις, ἐκλευκότερα γίνεται. Μηκέτι δέ, ἂν | ζέσῃ, ἐπιζέσῃς, ἀλλὰ ἐκ τοῦ αὐτοῦ χρῶ τούτῳ. | | |
11 | Ἄλλη. ‖ Λαβὼν τὰ πινάρια ἢ τὰ μαργαρ〈ι〉τάρια, εἰς γάλα | |
κυ|νὸς χάλα καὶ ἔα ἡμ(έρας) βʹ καὶ νύκτας ἐπιπωμάσας, | καὶ ἔπαιρε αὐτὰ διειρμένα τριχὶ ὀνίᾳ καὶ ἐνα|πόβλεπε, | 113 | |
5 | εἰ γέγονε λευκά, εἰ δὲ μή, ἐπιχάλα, | ἕως καλῶς ἔχῃ τοῦτο. Καὶ ἐὰν ἄν(θρωπ)ον χρίσῃς, λε‖προῦται, τοσαύτην ἔχει ἐνέργειαν. | | |
12 | Ἄλλο. | Αὕτη δὲ καὶ χάρτας γεγραμμένους πάλιν ψᾶ, | ὥστε δοκεῖν μηδέποτε γεγράφθαι. Λαβὼν | ἀφρόνιτρον τῆξον εἰς ὕδωρ. Εἶτα κατὰ τὸ ‖ γεγενῆσαν νίτρωμα προσέμβαλε | |
5 | γῆς ἐμπάσα(ς) | ὠμῆς μέ(ρος) αʹ καὶ γῆς κιμωλίας μέ(ρος) αʹ καὶ γάλα | βόϊον, ὡς πάντα μιγέντα γενέσθαι γλοιώδη, | καὶ προσμίξας σχίνου χυλοῦ κατάχρισον πτερ|ῷ. Καὶ ἐάσας ξηρανθῆναι, εἶτα ἀπολέπισον, εὑ‖ρή‐ σεις λευκά. Ἐὰν δὲ κατὰ βάθους ᾖ κιρρά, πάλιν | ἐπίχριε, | |
10 | ἐὰν δὲ εἰς χάρτην, μόνα τὰ γράμματα | χρῖε. | |
13 | Ἄλλο. | Λαβὼν τοὺς μαργαρίτας π{ρ̣}ρόστυψον οὔρῳ ἀφθό|ρου παιδὸς καὶ στυπτηρίᾳ χρῖσον καὶ ξήρανον ἀ‖πὸ τοῦ στύμματος. Εἶτα λαβὼν ὑδράργυρον καὶ γάλα | κυνὸς | |
5 | πρόσφατον βαλὼν εἰς ἀγγεῖον ὀστράκινον | ὁμοῦ πάντα κάε ἐπέχων τὸ γινόμενον. Ἄνθρα|ξι δὲ χρῶ ξενικοῖς καὶ μαλακῷ πυρί. | | |
14 | Σαρδίου βαφή. ‖ Ἄγχουσαν ἄνες ἐλαίῳ, εἶτα βάλε περιστερᾶς | αἷμα καὶ | |
σινωπίδος χνοῦν καὶ ὄξος βραχύ, | ἴνα μὴ τὸ αἷμα παγῇ, καὶ χάλασον τὸν διοπτερί|την λίθον καὶ περιφιμώσας | 114 | |
5 | ἡμ(έρας) ιʹ θὲς ὑπὸ | δρόσον. Ἐὰν θέλῃς περίλευκον ποιῆσαι, λιθουρ‖γήσας γύρωσον τρίχα ἵππου καὶ περίδη‐ σον κ(αὶ) | βάλε εἰς τὸ φάρμακον. |‖ | |
15 | Σαπφείρου βαφή. | Τὸ δὲ σαπφείριον προβάπτεται χολῇ χελώνης | καὶ μεταβάλλεται εἰς τὸν ζωμὸν τοῦ ἀμεθύ‖στου ἐπὶ τὰς αὐτὰς ἡμέρας τὰ λοιπά. | | |
16 | Κρυστάλλου κάθαρσις. | Καπνιαίας κρυστάλλου κάθαρσις. Ἔμβαλε γυργ|αθὸν καὶ χάλασον εἰς τὸ χαλκίον τῶν βαλανέ|ων καὶ ἔασον ἡμ(έρας) ζʹ. Εἶτα ὅταν καθαρθῇ ‖ λαβὼν τίτανον θερμὴν φύρασον | |
5 | ὄξει καὶ | ἐγκρύψας τὸν λίθον ἔασον στυφῆναι καὶ | βάπτε πρὸς ὃ ἂν θέλῃς. | |
17 | Σμαράγδου ποίησ(ις). | Λαβὼν λίθον τὸν καλούμενον τάβασιν βάλε στυ|πτηρίαν ὑγρὰν καὶ ἄφες ἡμ(έρας) γʹ. Εἶτα ἀνελόμ‖ενος βάλε εἰς χαλκοῦν χυτρίδιον καὶ πωμά|σας φίμωσον βαλὼν | |
5 | ἰὸν χαλκοῦ ἄδολον κα|θαρὸν μετὰ ὄξους δριμέος καὶ ὑπόκαιε ἐλαΐ|νοις ξύλοις ἐπὶ ὥρας κʹ μαλακῶς—ἢ ὅσον πλεῖ(ον) | κάεις ἔμπειρος, κρείσσων καὶ βαθύτερος, | |
μό‖νον, ὡς εἶπον, μαλακῷ πυρί—καὶ ψύξας ἆρον. | Ἡ δὲ δύναμις δεικνύει, εἰ γέγονεν. Ὄψῃ γὰρ | ἀτμίδα χλωρὰν | 115 | |
10 | γεγονυῖαν. Ἔα δὲ ψύχεσθ(αι) | ἐπὶ πολλῷ. Εἰ δὲ μή, ῥήσσεται ταχύ. Βάλε οὖν | εἰς πύξινον χυτρίδιον ἔλαιον πρὸ ἱκανῶν ‖ ἡμερῶν, ἵνα προεξιωθῇ καὶ ἄρῃς τὸ γεγονός. | Βάλε κάτω καὶ ἔασον ἡμ(έρας) ζʹ πωμάσας καὶ ἐξελ|ὼν ἕξεις σμάραγδον ὅμοιον τῇ φύσει. | | |
18 | Μαργαριτῶν ποίησις. | Λαβὼν λίθον εὔθρυπτον, ὅς ἐστιν σπεκλάριον, ‖ τρῖψον καὶ λαβὼν γάλα βοὸς καὶ τραγάκανθαν | βρέχε ἡμ(έρας) ιʹ. Ὅταν γένηται ἁπαλόν, διάχεον, | ἕως γένηται ὡς γλοιὸς | |
5 | παχύ. Καὶ κηρὸν τυρ|ρηνικὸν τῆξον καὶ ᾠοῦ τὸ λευκὸν καὶ ὑδράργυ|ρον—τῆς μὲν ὑδραργύρου μέ(ρη) βʹ, τοῦ δὲ λίθου ‖ μέ(ρη) γʹ, τῶν δὲ λοιπῶν πάντων ἑκάστου μέ(ρος) αʹ— | καὶ μίξας φύρασον μετὰ ὑδραργύρου καὶ τῆς τραγακάν|θης καὶ τοῦ ᾠοῦ τοῦ ὀρνιθίου τῆξον καὶ μεῖξον | |
10 | τοῖς | ὑγροῖς πᾶσιν καὶ τότε τὸν λίθον, ὃν ποιεῖς, ποίει | εἰκάσας. Ἀπολιθοῦται γὰρ ταχύ. Καὶ ποίησον τύ‖πους βαθεῖς στρογγύλους καὶ ὑγροὺς ὄντας αὐ|τοὺς τίτρα καὶ ἔα παγῆναι καὶ πλεῖον ὀδόν|τιζε καὶ ἔσται, χειρισθεὶς ὡς δεῖ, ὑπὲρ τὸν | {τὸν} φυσικόν. |‖ | |
19 | Καρχηδονίου βαφή. ‖ Σκευὴ κρυστάλλου ὥστε φαίνεσθαι καρχηδόν|ιον. Λαβὼ〈ν〉 κρύσταλλον τὴν καπνίζουσαν ποίησον | λιθάρια συντετελεσμένα καὶ ταῦτα λαβὼν πύ|ρωσον ἐκ προσαγωγῆς | |
5 | ἐν τῇ σκοτίᾳ καὶ ἕως ἄν σοι | φαίνηται ἐσχηκένα〈ι〉 τὴν πύρωσιν. Πύρου δὲ ἐν ‖ ἀχύροις χρυσοχοϊκοῖς. Καὶ ταῦτα λαβὼν κατάβαπ|τε εἰς κεδρίαν σὺν θείῳ ἀπύρῳ καὶ ἄφες αὐτὰ | συμπίνειν ἐν τῷ φαρμάκῳ ἕως πρωεί. | | 116 |
20 | Χλωροῦ λίθου ποίησις. | Λαβὼν κρύσταλλον τὴν λεγομένην καπνιαίαν ‖ ποίησον ὁλκὴν ἄγουσαν μὴ πλείω 𐅻βʹ. Καὶ λαβὼν | χρυσόκολλαν μακεδονικὴν καὶ ἁλικακάβων τὰ | φύλλα λειοτρίβησον | |
5 | χρησίμως καὶ διάχεον ὄξει|{ὄξει} δριμεῖ καὶ ὑπόκαιε μαλακῷ πυρί, ἕως χλωρὰ | γένηται. Ἔστω δὲ καὶ ταῦτα ἐν τῷ γυργαθῷ κρε‖μάμενα πρὸς τὸ ἀναιρούμενα θεω‐ ρεῖσθαι, εἰ γέγον|εν. Εἰ δὲ μή, πάλιν χάλα, ἕως γένηται. | | |
21 | Ἄλλη. | Ἰὸς καὶ ὄξος, ἰὸς καὶ ἔλαιον, ἰὸς καὶ χολὴ μόσχου, γίνε|ται σμάραγδος. | |
22 | Μαργαρίτου βαφή. ‖ Κρύσταλλον στῦψον ἐν οὔρῳ καὶ στυπτηρίᾳ ἐπὶ | πλεί〈ο〉νας ἡμ(έρας) καὶ λαβὼν ἀναγαλλίδος χύλον τῆς τὸ κυ|άνεον ἄ(ν)θος ἐχούσης, καὶ ἀειζώου καὶ τιθυμάλ‐ | |
5 | λου | ὀπὸν καὶ ὑδράργυρον ὁμοῦ ἐπὶ μαλακοῦ πυρὸς ἕψε. | | |
23 | Μαργαρίτου ποίησις. ‖ Ἀπὸ κρυστάλλου στῦφε οὔρῳ παιδὸς ἀφθόρου καὶ | στυπτηρίᾳ στρογγύλῃ, εἶτα ὑδραργύρῳ μετὰ | γυναικίου | |
γάλακτος. | 117 | |
24 | Στῦψις λίθων. | Παντὸς λίθου στῦμμα. Στυπτηρία καὶ νίτρον | ἴσον ἴσῳ ζέννυται ὕδατι. Εἶτα στύφεται τὰ λιθά‖ρια. Προθερ‐ μαίνων δὲ πρὸς πῦρ βραχέως βάπτε | εἰς τὸ στῦμμα. | |
5 | Ζέοντος αὐτοῦ ὅσον χρόνον καθά|παξ ἕως τρὶς τοῦτο ποίει, βάπτων αὐτὰ καὶ πάλιν | χαλῶν ἕως τρίς, μὴ ἐπὶ πλεῖον, μὴ ῥαγῇ τὸ λιθάριον. | | |
25 | Μαργαρίτου λεύκωσις. ‖ Μαργαρίτης ὁ πεπωκὼς οὕτως λευκαίνεται· δί[δου]| ὀρ‐ νιθίῳ καταπιεῖν αὐτὸν καὶ εὐθέως ἀνάσχισον | καὶ εὑρήσεις γεγονότα λευκόν. | | |
26 | Κεραυνίου στῦψις. | Κεραυνίου στῦψις ἡ αὐτὴ ἕψησις. Κόκκον κνίδιον ‖ μετ’ ὄξους ἕψε{ς} σὺν τῷ λίθῳ, ἕως ἀπὸ τοῦ ὑγροῦ τὸ | τρί‐ τον ληφθῇ. | |
27 | Ἀραίωσις λίθων. | Ἵνα γνῷς, ὅτι δεκτικά ἐστιν καὶ ὅτι ἀραίωσιν | ἔχει ὁ πυκνὸς λίθος. Ἐγκρύψας εἰς ἰσχάδα λι|παρὰν ἐπίθες ἐπ’ ἀνθράκων καὶ εὐθέως μετα‖βαλεῖ ὁ λίθος. |‖ | |
28 | Κρυστάλλου τήρησις. | Ὥστε τὰ βαπτόμενα λιθάρια ἐκ τῆς κρυστάλλου | μὴ ῥήσσεσθαι. Λαβὼν ἰσχάδα διανοίξας ἔνθες | τὸν λίθον καὶ | |
βάλε τὴν ἰσχάδα εἰς ἀνθρακίζειν. ‖ | 118 | |
29 | Λίθων στῦψις. | Οὖρον ταριχηρὸν καὶ στυπτηρίαν ταρίχευε | σὺν τοῖς λιθαρίοις ἡμ(έρας) λʹ. Εἶτα ἄρας ἔγκρυβε | ἰσχάδα ἢ φ〈οί〉νικας λιπαρούς. Εἰργασμένα καὶ | ταῦτα ἔστω | |
5 | ἐπ’ ἀνθράκων καὶ | φύσα φυση‖τῆρι, ἕως κάῃ καὶ γένηται ἄνθραξ. Καὶ τότε | λαβ̣ιδίῳ ἐπιλαβόμενος, μὴ τῇ χειρί, θερμ|ὸν εὐθέως βάλε εἰς τὸ βάμμα καὶ ἄφες ἐναπ|οψυγῆ‐ ναι. Ποίει δὲ ἀπὸ 𐅻βʹ, μὴ πλείω, | τὰ λιθάρι(α) ὅσα βούλε[ι]. Ἔστω δὲ τὸ βάμμα ὡς γλοιός. ‖ | |
30 | Σμαράγδου βαφή. | Σμάραγδον βάψαι τὸν κρύσταλλον. Λαβὼν | ἀγγεῖον ὀστράκινον καὶ στυπτηρίαν στρο|γγύλην εἰς ὕδωρ φυράσας ἀπόθου. Λαβὼν | δὲ κηρὸν διαυγῆ ἰσόσταθμον τῷ κρυ‐ | |
5 | στά‖λλῳ—οὐ πλέον δὲ δύναται ἀλλοιωθῆναι ὁλ|κῆς 𐅻βʹ —τῆξον καὶ εἰς ἀγγεῖον ἀπόθου. Λα|βὼν δὲ τὸν κρύσταλλον ἔνθες εἰς τὴν στυπ|τηρίαν ἡμ(έραν) καὶ νύκτα. Οὕτως γὰρ ἀεροειδὴς | φανεῖται. Εἶτα ἐξελὼν περίπλασον τῷ κηρῷ. ‖ Εἶτ’ ἀνελόμενος τὸν κρύσταλλον ἐκ τοῦ κη|ροῦ | |
10 | ἐντίθει εἰς χρυσόκολλαν. Ἔστω ‵δέ′ σοι τετρι|μμένη ἡ χρυσόκολλα ὀγ(κία) αʹ. Καὶ ἕψε τὸν κρύς|ταλλον εἰς χυτρίσκην ἐλαίου κο(τύλας) ϛʹ ἐπὶ ὥρ(ας) ϛʹ. | Εἶτα ἐντίθει εἰς τὴν χρυσόκολλαν ἡμ(έραν) καὶ νύ‖κτα. Τῇ | |
ἐχομένῃ ἐξαίρει. | 119 | |
31 | Λίθων ἕψησις. | Λαβὼν κρύσταλλον εἰργασμένον πρὸς ὃ θέλεις, | ἐὰν βούλῃ καρχηδόνιον ποιῆσαι, ἐμβαλών | εἰς κηροτακίδα ῥητίνην τερεβινθίνην, ἀγχού|σης λείας μικρὸν κίνει, ὡς | |
5 | ἀναβῇ τὸ βάμμα, καὶ ‖ τότε ἐπαιώρει τὸν λίθον. | | |
32 | Σμαράγδου ποίησις. | Ἰὸς ἄδολος, χρυσόκολλα, χελώνης χολῆς, ταυρίας | μέ(ρη) βʹ, κρύσταλλος ἡ καπνίζουσα. | | |
33 | Κρυστάλλου τήρησις. ‖ Ὅπως μὴ κατάσσηται ἢ ῥαγῇ. Λαβὼν χηνίου | ᾠοῦ τὸ λευκὸν ἀνάμειξον κουφολίθῳ καὶ ποιή|σας γλοιοῦ πάχος κατάχρισον καὶ βαλὼν εἰς ὀθό|νιον δήσας ἄφες ἡμ(έρας) γʹ | |
5 | εἰς δρόσον καὶ ἥλιον. |‖ Μετὰ δὲ τὰς γʹ λῦσον τὸν λίθον καὶ κατεργάζου. ‖ | |
34 | Σμαράγδου ποίησις. | Χαλκοῦ κεκαυμένου μέ(ρος) αʹ, ἰοῦ μέ(ρη) βʹ, μέλιτος πον|τικοῦ τὸ ἱκανὸν ἕψε ὥρ(αν) αʹ. | | |
35 | Ἄλλη. | Λαβὼν κρύσταλλον ἰνδικὴν τὴν ἰρίζου‖σαν τέλεσον πρὸς ἃ θέλεις λιθάρια καὶ λέαν|ον. Εἶτα λαβὼν στυπτηρίαν σχιστὴν καὶ | σκόροδα ἰσόσταθμα λέανον μετ’ ὄξους | |
5 | δρι|μυτάτου, ἕως γλοιοῦ πάχος σχῇ, καὶ ἔνθες τὰ | λιθάρια καὶ ἔασον ἡμ(έρας) γʹ. Μετὰ δὲ ταῦτα ἐπί‖χεε τῷ φαρμάκῳ ὄξος, ὥστε αὐτὸ ὑγρὸν | γενέσθαι, καὶ | |
μεταβαλὼν αὐτὸ εἰς χύτραν | ξενικὴν κρέμασον τὰ λιθάρια ἐν γυργαθείῳ | μὴ ἁπτόμενα τοῦ πυθμένος καὶ ἕψε | 120 | |
10 | μάλα{α}|κοῖς ἄνθραξι. Πεπωμάσθω δὲ τὸ χυτρίδιον ‖ καὶ περιπεπλάσθω ⟦δὲ τὸ χυτρίδιον καὶ⟧ | στέατι. Σὺ δὲ φύσα φυσητῆρι πρὸς τὸ μὴ σβε|σθῆναι τὸ φῶς. Καῖε δὲ ἐφ’ ὥρας βʹ. Εἶτα λαβὼ(ν) | χρυσόκολλαν μακεδονικὴν καὶ ἰὸν ἐξ ἴσης | καὶ χολῆς μοσχείας μέρος 𐅻 —λέανον εὖ μά‖λα. | |
15 | Εἶτα ἐπίχεον ἔλαιον ὀμφάκινο{ο}ν πρὸς ὀφθαλμόν. Εἶτα λαβὼν κηρὸν περίπλασον | τὰ λιθάρια καὶ ἔασον σὺν ἐλαίῳ κατὰ μόνας ἢ | κῖκι βαλὼν εἰς χυτρίδιον. Τὰ δὲ λιθάρ〈ι〉α πάλιν | ἀποκρεμάσθω ἐν γυργαθείῳ καὶ καῖε ἐπὶ ὥρ(ας) ϛʹ, ‖ κρεμ〈ά〉σθω δὲ πάλιν τὰ λιθάρια ἱππίᾳ | |
20 | τριχὶ καὶ | ἄφες ἐν τῷ φαρμάκῳ διανυκτερεῦσαι καὶ | ἐξελὼ̣ν εὑρήσεις. | |
36 | Κρυστάλλου μάλαξις. | Κρύσταλλον μαλακῦναι. Λαβὼν τράγιον | αἷμα προπύ‐ ρου τὴν κρύσταλλον μαλακῷ ‖ πυρὶ καὶ κατάβαπτε, μέχρι ἀρέσῃ σοι. | | |
37 | Σμαράγδου λείωσις. | Σμάραγδον τὸν τραχὺν ἔγκρυψον εἰς κηρὸν | ἐπὶ ἡμ(έρας) ιδʹ καὶ μετὰ τὰς ἡμέρας σκόροδον τρί|ψα̣ς ποί‵η′σον μᾶζαν. Καὶ ἐξελὼν τὸν λίθον ‖ ἐκ τοῦ κηροῦ | |
5 | ἔγκρυψον εἰς τὴν μᾶζαν τῶν σκορό|δων ἐπὶ ἡμ(έρας) ‵ζʹ′. Καὶ λαβὼν πράσα χύλισον καὶ μεῖξον | τῷ χυλῷ τῶν πράσων τὸ ἴσον ἐλαίου καὶ βαλὼν εἰς | χυτρίδιον | |
καινὸν συνεμβαλὼν τοὺς λίθους | ἔψε ἡμ(έρας) γʹ, ἕως σοι εὐάρεστοι γένωνται. Ἔστω‖σαν δὲ οἱ λίθοι ἐν γυργα‐ | 121 | |
10 | θίῳ, ἵνα μὴ ἅπτων|ται τοῦ πυθμένος τῆς χύτρας. |‖ | |
38 | Πρόστυψις καθολική. | Ἐπὶ παντὸς λίθου {παντὸς λίθου} στυφομένου | ἀραίωσις καὶ βώλωσις καὶ στῦψις βοτάνη ἡλ‖ιοτρόπιος ἡ τὰ σφαιρία ἔχουσα. Ἄτερ γὰρ ταύ|της τῆς βοτάνης, ὃ | |
5 | πίνουσιν, οὐ γὰρ ἀραιοῦται | {χωρὶς ταύτης τῆς βοτάνης} οὔτε κρύσταλλος | οὔτε ὁ λεγόμενος τάβασις ἐκ τῆς Αἰγύπτου | καταφερόμενος. Χρῶ οὖν τῷ χυλῷ τῆς βοτά‖νης εἰς τὰς προστύψεις καὶ οὕτως ἐπιτεύξῃ. | | |
39 | Βηρύλλου ποίησις. | Λαβὼν κρύσταλλον τὸν λίθον εἶρον τριχὶ καὶ κρ|ίμνα εἰς σταμνίον οὔρου ὄνου θηλείας μὴ ἁπτό|μενον τοῦ οὔρου. Ἔστω δὲ πεφιμωμένον ἐπὶ ‖ ἡ(μέρας) γʹ. Μεθ’ ἃς ἐπιτίθει | |
5 | τὸ σταμνίον ἐπὶ πυρὸς | χλιεροῦ καὶ εὑρήσεις βήρυλλον ἄρ〈ι〉στον. | | |
40 | Κρυστάλλου ἰδία στῦψις. | Θεῖον, ἄσβεστον, στυπτηρίαν ἄνες εἰς ὄξος. | Τοῦτο ποίει τρὶς ἢ τετράκις καὶ ἄφες συμ‖πίνειν ἐπὶ ἡμ(έρας) γʹ ἢ δʹ καὶ τότε χρῶ τοῖς ἑπομένοις. | | |
41 | Προβαφή. | Πρόβαπτε τοὺς λίθους ἐν τούτῳ. Ἁλὸς μέ(ρος) αʹ, | ὕδατος δέκατον. Τούτοις προβάπτειν τοὺς | λίθους. Ξηράνας δὲ θέρμαινε ἐπὶ τὸ στόμα τῆς ‖ καμίνου. Εἶτα | |
5 | βάπτε, οἵους θέλεις. | | 122 |
42 | Σμαράγδου ποίησις. | Χαλκοῦ κεκαυμένου μέ(ρος) αʹ, ἰοῦ μέ(ρη) βʹ φύρασον | μετὰ μέλιτος καὶ ἐπίθες ἐπὶ τὴν τέφρα(ν), | ζέσον καὶ βάλε τὴν κρύσταλλον. ‖ | |
43 | Ἄλλη. | Χρυσοκόλλης ὁλκῆς ἥμισυ, ἀρμενίου τὸ αὐτὸ, οὔ|ρου ἀφθόρου παιδὸς κοτύλης ἥμισυ, χολῆς ταυ|ρίας τοῦ ὑγροῦ δίμοιρον μείξας βάλε τοὺς λίθους | ἄγοντας ἀνὰ | |
5 | δωδέκατον ὁλκῆς. Καὶ πωμάσας ‖ τὸ χυτρίδιον περι‐ πήλωσον τὸ πῶμα καὶ καῖε | ἐλαΐνοις ξύλοις στερεοῖς ἐλαφρῷ τῷ πυρὶ ἐπὶ | {ἐπὶ} ὥρ(ας) ϛʹ. Ἐὰν δὲ γένηται σημεῖον τοιοῦτον, | τὸ πῶμα χλωρόν, μηκέτι καῖε ἀλλὰ καταψύ|ξας ἆρον καὶ εὑρήσεις γεγονότα. Ἔστι δὲ ὁ | |
10 | λίθος ‖ κρύσταλλο[ς]. [Ἑ]ψομένη ἐν κίκει μέλαινα γίνεται. | | |
44 | Ἀμεθύστου βαφή. | Πρόστυψον τριπλῇ τῇ στυπτηρίᾳ τοῦ λίθου καὶ {ἕ} | ἕψε, ἕως ζέσῃ τρίς, καὶ ἄφες ἀποψυγῆναι. Καὶ λαβὼ(ν) | κριμνὸν ἀπόβρεξον μετ’ ὄξους καὶ ἕψε λαβὼν ‖ τοὺς | |
5 | λίθους, ἕως ἀρέσῃ σοι. |‖ | |
45 | Χρυσολίθου βαφή. | Κρύσταλλον πυρώσας κατάβαψον εἰς πίς|σαν ὑγρὰν | |
καὶ κεδρίαν καὶ ἔσται χρυσόλιθος. | | 123 | |
46 | Λυχνίδος βαφή. ‖ Προστύψας, ὡς πρόκειται, λαβὼν φῦκος | καὶ ἄγχουσαν καὶ ὄξος κατάθες, ἕως ἀρέσῃ. | | |
47 | Βηρύλλου βαφή. | Μέλαν ἰνδικὸν πρόσμισγε ῥητίνῃ καὶ | τότε πύρου τὴν κρύσταλλον καὶ ἔσται δό‖κιμος, ἐῶν ψύγεσθαι. | |
48 | Ἄλλη. | Ἄνες χελώνης χολὴν μετὰ γάλακτος φορ[ά]|δος καὶ χαλκοῦ καὶ ὄξους δριμέος καὶ ἔσται | βήρυλλ‵ος′, ὡς καὶ τοὺς τεχνίτας λανθάνειν. | | |
49 | Ἰάσπιδος βαφή. | Πύρου τὸν λίθον, εἶτα ἀπός‖τυφε στυπτηρίᾳ μετ’ ὄξους καὶ βάλε εἰς ἰόν, | μοσχίαν χολήν. | |
50 | Κεραυνίου βαφή. | Πίσσαν ὑγρὰν καὶ ἄγχουσαν ζέσας βάλε | τὸν λίθον καὶ ἔσται κεραύνιον, ἢ εἰς μόρων | χύλον ἢ εἰς κόκκον τετριμμένον μετ’ ὄξους ‖ ἢ εἰς ἀρμένιον μετὰ χολῆς | |
5 | μοσχίας. | | |
51 | Κρυστάλλου στῦψις. | Πρὸ τοῦ βάλλειν αὐτὸν βάπτεσθαι. Ἀσβές|του μέ(ρος) αʹ, θείου ἀπύρου μέ(ρος) αʹ τρίψας πρός|μειξον ὄξος καὶ θὲς τοὺς λίθους. Καὶ ἐν τῷ γʹ ‖ τόμῳ οὕτως· ἡ | |
5 | ἀνθρωπίνη κόπρος ἐστὶν | τὸ λεγόμενον σκόρδον. | | 124 |
52 | Κεραυνίου ποίησις. | Δὸ(ς) ἴσως θεῖον καὶ ὄξος καὶ χολὴν μόσχου. Γίνε|ται δόκιμον καὶ πρωτεῖον. ‖ | |
53 | Λίθων στῦψις καὶ ἀραίωσις. | Στυπτηρίαν τρίψας τῆξον ὄξει ἐπι|μελῶς καὶ βάλε τοὺς λίθους καὶ δὸς βρ|άσμα ἓν καὶ ἄφες νυκτερεῦσαι. Τῇ | δὲ αὔριον ἀποκλύσας βάπτε, ὡς θέλεις, ‖ χρώμενος ταῖς | |
5 | γραφαῖς. | | |
54 | Ἄλλη. | Βαλὼν εἰς βατάνιον τοὺς λίθους ἐπι|πώμασον ἄλλο βατάνιον καὶ πηλή|σας δὸς εἰς ὀπτασίαν ὀπτᾶσθαι πρὸς ‖ ὀλίγον. Εἶτα κατ’ ὀλίγον ἀποπωμάσας ἐπί|χυννε | |
5 | ὄξος καὶ στυπτηρίαν. Εἶτα τότε | ὃ θέλεις χρῶμα βάπτε. | | |
55 | Κρυστάλλου στῦψις. | Κρυστάλλινον μεῖναν ἐν στύψει {ἡμέ} |‖ ἡμέραν καὶ νύ(κτα) ἀεροειδὲς γίνεται. | | |
56 | Κρυστάλλου λεύκωσις. | Ὄρυζαν ἄνιε ὕδατι καὶ ⟦στυπτήρᾳ τὸν | λίθον⟧ καθεὶς τὸν κρύσταλλον πάλιν σύνεψε. | | |
57 | Κρυστάλλου μάλαξις. ‖ | |
Τραγείῳ αἵματι ζέσας μάλασσε. Τὸ δὲ αὐ|τὸ καὶ ὑέλῳ. | 125 | |
58 | Κεραυνίου ποίησις. | Προστύψας ὕδατι καὶ στυπτηρίᾳ τὸν λίθ|ον τὸν καπνιαῖον ἡμ(έρας) ζʹ λαβίδι ἐκ προσαγω|γῆς πυρώσας κάθες εἰς κεδρίαν. ‖ | |
59 | Κίκεως ἀντεμβολή. | Πᾶσα κρύσταλλος ἑψομένη ἐ〈ν〉 κίκει μέ|λαινα γίνεται. Διὸ μὴ χρῶ, ὅπου λέγει με|τὰ κίκεως. Κεῖται γὰρ πρὸς ἀντιβολήν. Ἀλλὰ | ἀντὶ τούτου ἐλαίῳ χρῶ. ‖ | |
60 | Μαργαρίτου σμῆξις. | Ἄν δέ ποτε τῇ χρήσει τὸ ἀληθινὸν μάργαρον | ἐκπνεῦσαν ῥυπωθῇ, ὧδε ἀποσμῶσιν Ἰνδοί· | ἐνιᾶσιν ὡς ἐδωδὴν ἀλεκ̣τρυόνι τὴν ψῆφον | ἑσπέρας. Ἕωθε δὲ τὸν ἀπόβατον | |
5 | ἀνερευνής‖αντες ἐν τῇ τοῦ ὄρνιθος εὑρίσκουσιν κοιλίᾳ | κεκαθαρμένον λευκότητά τε προσκτης|άμενον τῆς ἀρχαίας οὐκ ἀποδέουσαν. | | |
61 | Ἄλλη. | Ἄσβεστον, μηδέπω λυθεῖσαν ὕδατι ἴδιον ‖ ἔχουσαν μετὰ τὴν κάμινον τὸ ἀφανὲς ἔν|δοθεν πῦρ, κυνείῳ κατασβεν‐ νύουσι γάλακ|τι, κυνὸς δὲ λευκῆς. Εἶτα φυρῶσιν καὶ περι|‐ | |
5 | πλάσαντες τῷ μαργάρῳ ἐῶσιν οὕτως αʹ ἡμ(έραν) | καὶ ἀποψήσαντες εὑρίσκουσιν λελευκασμέν(ον). ‖ | |
62 | Κεραυνίου ποίησις. | Δρακόντιον αἷμα ὀποβαλσάμῳ τῷ σπουδαί|ῳ καὶ | |
παλαιστίνης, εἰ δὲ μὴ παρείη τοῦτο, | ῥητίνης τομή τις. Τὴν δὲ μείξας ἅμα ἀγχού|σῃ ποντικῇ ἔμβρεχε τὸν | 126 | |
5 | κρύσταλλον ‖ ἠραιωμένον, κἂν μὲν ἄκρ〈α〉τον ᾖ τὸ φάρ|μακο̣ν, κεραύνιος, ὁ λίθος ἀναφαίνε|ται. Γένοιτο δ’ ἂν ὀλίγης πίσσης {πίσσης} | ὑγρᾶς πρὸς τῇ προκειμένῃ μείξει πρ|οσβληθείσης ὁ καρχηδόνιος. ‖ | |
63 | Βηρύλλου ποίησις. | Πολλὴ κρυστάλλῳ συγγενεία πρὸς βήρυ|λλον καθ’ ὁμοι‐ ότητα. Καὶ τῇ τὸν {κρυστα} | κρύσταλλον βήρυλλον ἕξεις αὐτὸν {ἀρα} | ἀραίωσας τὸν λίθον καὶ μετὰ τὴν | |
5 | πύρωσι(ν) |‖ {τὴν πύρωσιν} ἀποψυγέντα εἴς τε τὴν προειρη|μένην ῥητίνην ἰνδικῷ τε τῷ φαρμάκῳ συμ|μεμιγ‐ μένῳ ἐμβαλών. Ἔτι δὲ ζέων εἰς τὸ | φάρμακον καθεθεὶς ὁ ὑάκινθος ὁ βαπτὸς | ἀποβ{β}αίνει. | |
64 | Χρυσοπρασίου ποίησις. ‖ Ἐλύδριον μειχθὲν ἰνδικῷ χρώματι γίνε|ται χλωρόν. Τὴν δὲ ῥητίνην προσλαβὼν φάρ|μακόν ἐστιν ἐπιτήδειον εἰς βαφήν. Εἰς τοῦ|το καθεθεὶς ὁ κρύσταλλος μετὰ τὴν | |
5 | χρῶ|σιν καὶ συμπιὼν λίθος ὁ χρυσοπράσιος ἀν[α]‖φαί‐ νεται. | |
65 | Χρυσολίθου ποίησις. | Χρυσόλιθος δέ, ὁπόταν εἰς {ς} ἐλύδριον καὶ | εἰς πίσσαν ὑγρὰν ἀναμεμιγμένην πυρώσας | ἐ̣μ̣βάλῃς τὸν | |
κρύσταλλον. | | 127 | |
66 | Στῦψις λίθων. ‖ Στῦψις δὲ τῶν λίθων τοιάδε τις ἔστω. Εἰς κερ|αμεᾶς λοπάδας τὰς ἀνηπλωμένας κ(α)θεὶς αὐτοὺ(ς) | καὶ πωμάσας φίμου πηλῷ καὶ εἰς ὀπτάνιον πέ|μπε. Εἶτα | |
5 | κατ’ ὀ̣λίγον ἀποπωμάσας εἰς ὄξος ἀν|αδεδευμένῃ στυπτη‐ ρίᾳ κατάβαπτε. Εἶτα αὖ‖θις αὐτοὺς θερμήνας τοῖς χρώμασιν ἔμβαλε | κεχλ̣ιαμμένοις. | |
67 | Ἄλλη. | Ἄλλως γέ τοι· εἰς λοπάδα κ(α)θεὶς καὶ ἄλλῃ λοπάδι | ἐπιπωμάσας πύρου κατ’ ὀλίγον. Εἶτ’ ἠπίως | ἀποπωμάσας ἐπίχει ὄξος ἅμα στυπτηρίᾳ ‖ καὶ ὅτι θέλεις χρῶμα | |
5 | κατάβαπτε. | | |
68 | Κρυστάλλου {ς} στῦψις. | Ἰδία δὲ κρυστάλλου στῦψις. Εἰς θεῖον ἄσβεστόν | τε καὶ στυπτηρίαν ἅμα ὄξει καθίεται τρὶς | ἢ τετράκις. Σὺ δὲ ἔα συμπίνειν ἐπὶ γʹ ἢ δʹ ‖ ἡμ(έρας) καὶ τότε χρῶ τοῖς | |
5 | ἑπομένοις. | | |
69 | Λίθων παντοίων στῦψις. | Κοινὴ δὲ παντὸς ἀραίωσις λίθου καὶ στῦψις βοτάνη | ἡλιοτρόπιον, ἣ τὰς σφαίρας ποιεῖ. Χυλίσας ἐν αὐτῇ | προαρ‵αί′ου, ἐπιτεύξει τε ἐν ἅπαντος λίθου βαφῇ. ‖ | |
70 | Λίθων εἴδη τῶν εἰς βαφήν. | Οἱ δὲ ἐπιτήδειοι πρὸς βαφὴν λίθοι κρύσταλλος | | |
ταβάσιός τ〈ε〉. Ἐρευθιᾷ κατὰ βαιὸν πυρίτης. Ἕψε δὲ ἐν οἰκίς|κῳ σκεπηνῷ πάντα ἀποφράττων ἀνέμῳ παν|τὶ | 128 | |
5 | πολεμοῦντα. | |
71 | Σμαράγδου ποίησις. ‖ Χρυσοκόλλης, οὔρου παιδίου, χολῆς μοσχίας μεί|γνυε ἐν καινῇ χύτρᾳ. Ξύλοις ἐλαΐνοις μαλακῷ | πυρὶ τὸ πῶμα πηλώσας καὶ τὰ κρυστάλλα προς|βαλὼν ἕψε ἐφ’ ὥρας εʹ. | |
5 | Αἰφνίδιον δὲ ἐπόψει | τὸ πῶμα, ἔνθεν μηκέτι καίειν. Καταψύξας δὲ ‖ ἀφαίρει. Ἔστω δὲ τῆς χύτρας τὸ πῶμα ὠμόν. |‖ | |
72 | Ἄλλη. | Ἄλλου τραχέος βαφή. Κρύψον ἐφ, ἡμέρας εʹ ἐν νίτρῳ τὸν | λίθον, εἶτα σκόροδον τριπτῶν ἔγκρυβε μάζῃ ἐφ’ ἡμέρας | ζʹ. Ἐπὶ δὲ ταῖς πράσα χυλίσας καὶ προσμείξας | |
5 | ἔλαιον ἴσον ‖ ἕψε ἡμ(έρας) γʹ εἰς χυτρίδιον καινὸν βαλών, ἕως συμπίῃ. | Τὸ πῶμα ὠμόν. | |
73 | Ἄλλη. | Ἰοῦ παγκάλου μέρος, στυπτηρίας ἴσον, χαλκοῦ δὲ κε|καυμένου τοῖς δύο ἴσον τρίψας σὺν ὄξει καὶ γλοιοῦ πά|χος ποιήσας ἔνθες τὰ λιθίδια καὶ ἔασον ἡμ(έρας) ζʹ | |
5 | κάεσθαι. ‖ | |
74 | Ἰοῦ ποίησις τοῦ εἰς τὸν σμάραγδον ἐκ χαλκοῦ κυπρί|ου εὐπαγῆ. | |
Λεπίδα κισήριδι μεθ’ ὕδατος ἀποσμήξ|ας ἐπιμελῶς καὶ ἀφαυήνας ἐπίχρισον ὀλιγίστῳ ἐλ|αίῳ ἐλαφρότατα | 129 | |
5 | καὶ πρήσας σπάρτῳ διάλαβε. {Εἶ} | Εἶτα ἀπάρτησον εἰς κεράμιον ὄξους δριμέος, ὡς τοῦ ‖ ὄξους μ‵ὴ′ ἅπτεσθαι, καὶ τὸ κεράμιον ἐπιμελῶς, ὡς | μὴ διαπνέῃ, φίμου. Ἐὰν μὲν οὖν ἕωθεν καθῇς, ἑς|πέρας ἀσφαλέως ἀπόμασσε πτερῷ τὸν ἰόν. Εἰ δὲ | ἑσπέρας, ἀπόψα | |
10 | κατὰ τὴν ἕω καὶ πάλιν ἀπάρτα, ἔστ’ ἂ(ν) | ἡ λεπὶς ἀπαναλωθῇ. Ὁσάκις δὲ ἂν ἀποψήσῃς, ‖ ἐλαίῳ ἐπίχριε τὴν λεπίδα, καθὼς πρ〈ό〉κειται. Τὸ μέ(ν)|τοι ὄξος εἰς χρῆσιν ἄχρηστον. | | |
75 | Βηρύλλου ποίησις. | Τὸν κρύσταλλον εἴρας τριχὶ κρίμνα ἐν σταμνίῳ | οὔρου θηλείας ὄνου ἐφ’ ἡμέρας γʹ, μὴ ἁπτέσθω δὲ ‖ τοῦ οὔρου. Τὸ δὲ ἔστω πεφιμωμένον τὸ ἄγγος. Εἶτα | τίθει | |
5 | τὸν στάμνον {τὸ ἄγγος} ἐπὶ πυρὸς ἠπίου καὶ | εὑρήσεις βήρυλλον ἄριστον. | | |
76 | Σμαράγδου ποίησις. | Λαβὼν λίθον πυρίτην ἢ κρύσταλλον καθάρ‖ιον ποίησον οὕτως τὴν σύνθεσιν· ἰοῦ Σβ, ἐλυ̣|δρίου Σαʹ, σκυθικοῦ μέλανος Σγʹ, ῥητίνης ὑγ|ρᾶς τῆς ἀπὸ στόματος τὸ ἀρκοῦν. | |
5 | Λειώσας τὰ ξηρὰ | μίσγε τὴν ῥητίνην καὶ ἀπόθου. Καὶ λαβὼν | στυπτηρίαν ὑγρὰν ἔχε ἐν ὀστρακίνῳ {ἀγγει} ‖ ἀγγείῳ ὕδωρ ἐπιβαλών, ὡς εἶναι ὑδαρέστε|ρον μετρίως. | |
Καὶ πυρώσας τὸν λί[θ]ον ἐν ἀγγείῳ | ὀστρακίνῳ ἀπόψυχε εἰς τὴν στυπτηρίαν | καὶ κατάθου τὸν λίθον εἰς τὴν | 130 | |
10 | προκειμένην | σύνθεσιν θερμάνας. Ἐὰν δὲ θέλῃς χλωρότε—‖ ρον γενέσθαι, ἐπίβαλε πάλιν ἰὸν λελειωμένον. | | |
77 | Ἄλλη. | Ἰοῦ ξύσμα τρίψας ἐν ἐλαίῳ βρέξας ἡμ(έραν) καὶ νύ(κτα) | εἶτα ἕψε φλογὶ μαλακῇ, ἕως ἀρέσῃ. | | |
78 | Ἄλλη. ‖ Εἰς ἄγγος κεραμεοῦν δίες στ[υπ]τηρία‵ν′ ὄξους | καὶ ἀπόθου καὶ λαβὼν τὸν κρύσταλλον ἔασον. |‖ [ll. 528—549 (receptae 79—82), iteratae in ll. 436—457] | |
83 | Ἄλλη. ‖ Σμαράγδου ποίησις. Εἰς ἄγγος κεραμεοῦν δίει | στυπτη‐ ρίαν ὄξους καὶ ἀπόθου. Καὶ λαβὼν τὸν | κρύσταλλον ἔασον ἡμ(έραν) καὶ νύ(κτα). Εἶτα λαβὼν | περίπλασον | |
5 | κηρῷ ἢ πηλῷ. Εἶτα ἕψε ἐν ἐ|λαίῳ. Ἐὰν δὲ βαρὺς ᾖ ὁ λίθος, κρίμνα ἐν ‖ μέλιτι. Εἶτα ἄρας ἔμβαλε εἰς χρυσό‐ κολλ|αν ἡμ(έραν) καὶ νύκτα καὶ ἐξελὼν περίπλασον, ἵνα | μὴ διαπνεύσῃ. Μετὰ δὲ ταῦτα χρῖσον | αὐτὸν πάλιν τοῖς φαρμάκοις εἰς τὸ μέλι, ἕως | γένηται. | |
84 | Ἄλλη. ‖ Σμαράγδου ποίησις. Χρυσοκόλλης Σʹθʹ, ἰ|οῦ μείξας Σʹαʹ, | |
ἐλυδρ‵ί′ου Σʹαʹ, ἰνδικοῦ τρι|ώβολον ῥητίνην χρῖε. | | 131 | |
85 | Κομμάρεως λύσις. | Λαβὼν κονίαν στακτὴν βάλε εἰς κόμαριν ‖ καὶ καῦσον νύκτα καὶ ἡμέραν καὶ λυθήσεται. Ἔστιν δὲ ἡ στ〈α〉κτὴ κονία. Βάλε αὐτὴν εἰς ὕδωρ | αὔταρκες καὶ βαλὼν εἰς | |
5 | χύτραν τρῆσον | καὶ ἐπίθες εἰς τὸ τρῆμα ἄσβεστον καὶ βάλε κά|τω τὴν κονίαν καὶ ῥεύσει καθαρὸν διὰ τοῦ σε‖βεν‐ νίου. Τούτῳ χρῶ εἰς τὴν λύσιν. | | |
86 | Ἄλλη. | Ἔνιοι δὲ κ(αὶ) τούτῳ πολυτελεῖ ὄντι φαρμάκῳ | ἔλυσαν, τῷ καπνελαίῳ, ἄλλοι δὲ καὶ τῷ ὀπο|βαλσάμῳ. |‖ | |
87 | Ἄλλη. | Κομάρεως λύσις. Εἰς κάκκαβον | ὕδ[ωρ] πηγαῖον ὡσεὶ ξέστας δύο. Τοῦτο | ὁπόταν ζέσῃ ἅπαξ, ἐπίβαλε τραγα|‐ κάνθης τὸ τρίτον καὶ τὸ κόμαρι κε‖καθαρμένον καὶ | |
5 | πεπλυμένον κα|λῶς λειώσας ἐν χύτρᾳ ἐπίβαλε τὸ τρί|τον. Ὁπ〈ό〉ταν δὲ ζέσῃ ἑξάκις, αἶρε αὐ|τὸ ἀπὸ τοῦ πυρός. Ἕψε δὲ μαλακῷ πυρί. | Θεὶς δὲ χαμαὶ ἔασον ψυγῆναι μέχ‖ρι ἡμερῶν τινων καὶ οὕτως χρῶ. Ἐξ αὐ|τοῦ δὲ καὶ ὑπόχρισμα εἰς πάντα λί|θον εὐχρηστεῖ. | | |
88 | Σμαράγδου ποίησις. | Χρυσοκόλλης ὁλκῆς Σ —, ἀρμενικοῦ ‖ ὁλκῆς Σ —, οὔρου ἀφθόρου παιδὸς κο|τύλης Σ, χολῆς ταυρίας τοῦ ὑγροῦ τὸ | δίμοιρον μείξας βάλε εἰς χυτρίδιον | ὁμοῦ καὶ | |
5 | βάλε τοὺς λίθους πάντας, ἵνα | ἄγωσιν ἀνὰ Σ βʹ καὶ Σ δʹ. Καὶ πωμάς‖ας τὸ χυτρίδιον περιπήλωσον τὸ π|ῶμα καὶ | |
κάε ἐν ἐλαΐνοις ξύλοις ἐλα|φρῷ πυρὶ ἐφ’ ὥρας ἓξ ἕψων. Ἐὰν δὲ γέ|νηται σημεῖον τοῦτο, τὸ πῶμα χλω|ρόν, μηκέτι καῖε ἀλλὰ καταψύξας ἆ‖ρον καὶ εὑρήσεις γεγονό‐ | 132 | |
10 | τας. Εἰσὶν | δὲ οἱ λίθοι κρυστάλλινοι. Πᾶσα δὲ κρύ|σταλλος ἑψομένη μεταβάλλει τὴν | {τὴν} χρόαν. | |
89 | Βάμμα χρωμάτων γʹ. ‖ Βάμμα, ἐξ οὗ τρία βάμματα γίνεται. Κριμνοῦ | μέρος βʹ καὶ στυπτηρίας βαφικῆς μέρο〈σ〉 αʹ κόψ|ον καὶ φύρασον μεθ’ ὕδατος καὶ χάλα τὰ ἔρια | καὶ γίν〈ε〉ται κόκκινα. | |
5 | Ἐὰν πράσινα, θεῖον με|θ’ ὕδατος τρίψας ἐπίβαλε. Ἐὰ(ν) δὲ μήλινα, νίτρ‖ον ἄκρατον μεθ’ ὕδατος ἐπίβαλε. |‖ | |
90 | Στρουθισμός. | Τὸ δὲ στρουθίσαι ἐστὶν τοῦτο· λαβὼν στρού|θιον κόψον καὶ βαλὼν εἰς ὕδωρ χλίανον. Εἶ|τα τὸ ἔριον βαλὼν σάλευ‐ σον ἐπ’ ὀλίγον καὶ ‖ ἄρας ξήραινε. Εἶτα τότε στῦφε. | | |
91 | Πορφύρας. | Ἀσφόδελον καὶ νίτρον ζέσας χάλα τὰ ἔρια | ἀνὰ 𐅻ηʹ καὶ ἔκλυσον. Εἶτα λαβὼν γίγαρ|τον μνᾶν αʹ κόψας φύρασον ὄξει καὶ ἄφες ‖ ὥρας ϛʹ. Εἶτα ζέσας χάλα τὰ ἔρια. | | |
92 | Στῦψις. | Χάλκανθον καὶ {καὶ} σκορπίουρον ζέσας | χρῶ πρὸς ὃ ἂν βούλει βάμμα. Στύφει δὲ κ(αὶ) | λίθους καὶ δέρματα παντοῖα. ‖ | |
93 | Ἄνεσις ἀγχούσης. | Ἀνίεται ἡ ἄγχουσα ἐλαίῳ καὶ ὕδ[ατι κ(αὶ)] | καρύοις. Κρείσσων δέ ἐστιν πασῶν τῶν | ἀνέσεων τὸ οὖρον τὸ | |
καμήλ‵ε′ιον. Καὶ στύ|φει γὰρ καὶ κάτοχός ἐστιν. ‖ | 133 | |
94 | Ἄλλη. | Ἄγχουσαν κόψας νίτρον πρόσμισγε, ἕως | σχῇ χρῶμα αἵματος. Μεθ’ ὕδατος ζέννυται | καὶ ὃ θέλεις βάπτε, ἢ κόψον εἰς ὅλμον μετὰ | κνήκου καὶ ἐπεμβαλὼν ἔα συμπί‐ | |
5 | νεσθαι ‖ τὸ αἷμα. Καὶ ἐὰν μετὰ τήλεως, ὁμοίως. Βάπ|τειν δὲ καὶ ὀθόνια καὶ βύσσινα ἅμα χαλκά|νθῳ. Ἅμα γὰρ χαλκάνθῳ εἰς τὸ φοινικοῦν | τρέπεται. | |
95 | Πορφύρας λεύκωσις. | Πορφύραν λευκὴν ποιῆσαι. Ἕψε μετὰ {σ}‖σκαμμωνίας καὶ ἄνεσι ἢ μετὰ σικύου ἀγρίου | ἢ ἐλατηρίου ἢ ἑλλεβό‐ ρου. | | |
96 | Ἄνεσις ἀγχούσης. | Λαβὼν ἄγχουσαν μετὰ βύνεως λειοτρί|βει. Ἔστω δὲ πρόσφατον τὸ βύνι. Καὶ φυράσας ‖ ὄξει ἔασον νυκτερεῦ‐ σαι. Τῇ δὲ ἐπαύριον | θερμάνας σὺν ὄξει ἔμβρεξον τὴν | |
5 | ἄγχου|σαν καὶ ἔα, μέχρις ἐξεράσῃ. Ἔπειτα λαβὼν | τὸ ἔριον κατάθου εἰς τὸ τῆς ἀσβέστου ὕδωρ | καὶ ἐπιχάλασον εἰς τὴν ἐξέρασιν. Καὶ ‖ τότε εἰς ἀπόζεσμα φύκους χαλάσας χεί|ριζε ὁμοίως καὶ τόπῳ κϛʹ πληρέστατον. |‖ | |
97 | Κομμάρεως ἄνεσις. | Κόμμαρι ἀνιέναι. Φαίκλαν τρίψας ὕ[δα]τι βάλε εἰς | βησσίον καὶ ἀνακίνει καὶ τὸ καθεσταμένον ὕδω[ρ] ‖ μετέρασον εἰς ἕτερον ἀγγεῖον καὶ βάλε εἰς αὐτὸ | τετριμ‐ | |
5 | μένον τὸ κόμμαρι καὶ ἀνακίνει καὶ | ἐξεράσει πάραυτα. Εἶτα ἔασον καταστῆν|αι ἕως τῆς ἐπαύριον καὶ εὑρήσεις πορφύραν. | | 134 |
98 | Πορφύρας σαρδινῆς στῦψις. ‖ Τῇ μνᾷ τῶν ἐρίων σκωρίας {ασα} σιδήρου μνᾶς | δʹ, ῥο[ᾶς] ὀξείας χοίνικα, εἰ δὲ μή, ὄξους χοῦν, | ὕδατος χοεῖς ηʹ. Καῖε, ἕως τὸ ἥμισυ ἐκλείπῃ | τοῦ ὕδατος. Εἶτα | |
5 | ὑφελὼν τὸ πῦρ ἔμβαλε τὰ | ἔρια τὰ πεπλυμένα καὶ ἔασον, ἕως ἂν τὸ ὕδωρ ‖ ψυχρὸν γένηται. Εἶτα ἐξελὼν ἀπόπλυνε | καὶ ἔσται ἐστυμμένον. | | |
99 | Πορφύρας σικελικῆς στῦψις. | Βάλε εἰς τὸ χαλκίον ὕδατος χοεῖς ηʹ καὶ στυπ|τηρίας ἡμίμνου(ν), χαλκοῦ ἄνθους μνᾶν αʹ, κη‖κίδων μνᾶν αʹ, ὅταν ζέῃ, βάλε ἐρίων πεπλυ|μένων μνᾶν αʹ, καὶ ἐὰν | |
5 | ζέσῃ δὶς ἢ τρίς, ἔξε|λε. Ἐὰν γὰρ πλείω χρόνον ἐάσῃς, ἐρυθρὰ ἔσται | ἡ πορφύρα. Ἐξελὼν δὲ πλῦνε καὶ ἔσται σοι | ἐστυμμένα. | |
100 | Πορφύρας ἀληθινῆς ‖ στῦψις καὶ βαφή. | Τῷ στατῆρι τοῦ ἐρίου στυπτηρίας | ὀβολοὺς εʹ, ὕδατος κοτύλας βʹ βαλὼν εἰς ἄγγος ζέσον | καὶ ἔασον χλιερόν. Ἔασον ἕ[ως] πρωείας. Εἶτα | ἄρας ψύξον. Εἶτα ἐπίστυψον | |
5 | βαλὼν ὕδατος ‖ κοτύλας δύο καὶ βαλαυστίου Σʹ ηʹ. Ζέσας χάλ|ασον τὰ ἔρια. Ὅταν δὲ πλειστάκις ἀποβάψῃς, | ἆρον τὸ ἔριον καὶ ἐπίβαλε εἰς τὸ ὕδωρ τοῦ βα|λαυστίου φύκους στυπτηρίου ὡς σφαῖραν | καὶ βάπτε πρὸς βλέπη‐ σιν. Ἐὰν δὲ θέλῃς αὐτὴ(ν) ‖ μέλαιναν εἶναι, ἄφες | |
10 | χρ‵ο′νίσαι ἐπιβαλὼν | μικρὸν χαλκάνθιον. | Ἐν ἄλλῳ τόπῳ οὕτως ἦν· | ἐὰν δὲ θέλῃς αὐτὴν μέλαιναν εἶναι, ἐπί|πασσε νίτρον καὶ ὀλίγον χαλκάνθιον. ‖ | 135 |
101 | Βαφὴ πορφύρας. | Πορφύρα. Λίθον φρύγιον ὀπτήσας ζέσο(ν) καὶ ἄφες, ἕως ψυγῇ. Εἶτα ἄρας εἰς ἄλλο ἀγγεῖ|ον ἐπέμβαλε φύκους καὶ ἀμαράντου μνᾶν | αʹ καὶ ζέσον καὶ ἔα ψυγῆναι. ‖ | |
102 | Ἄλλη. | Τὰ ἔρια λαβὼν στρούθισον καὶ λαβὼν αἱμα|τίτην λίθον βάλε εἰς χαλκίον καὶ χαλκάνθι|ον προζέσας βάλε τὸ ἔριον προστύψας |‖ {προστύψας} οὔρῳ καὶ στυπτηρίᾳ καὶ | |
5 | μίσυι ‖ καὶ χάλασον καὶ ἀνασπάσας θαλάσσισον | καὶ ψῦχε καὶ ἐπάν [θισον] κηκίδι καὶ ὑακί|νθῳ. Γίνεται αὕτη λίαν καλὴ βαρβαρική. | | |
103 | Ἄλλη. | Λαβὼν κα[ν]θαρίδας καὶ σκωρίας σιδήρου ‖ καὶ δάφνας ζέσον προταριχεύσας | μν(ᾶς) βʹ καὶ ζέσας χάλασον καὶ ἀνασπάσας | ψῦχε καὶ ἐπάνθισον ὕδα[τι] | |
5 | ἀσβέστου. | | |
104 | Ἄλλη. | Λίθος φρύγιος ὀπτᾶται καὶ ζέννυ‖ται καὶ χαλᾶται [τ]ὰ ἔρια καὶ ἄφες, ἕως | ψυγῇ. Εἶτα ἄρας βάλε εἰς ἄλλο ἀγγεῖον | φύκους μέ(ρος) αʹ, ἀμαράντου ἄνθους μέ(ρος) | |
5 | αʹ | καὶ πάλιν ζέσον καὶ ἐπίβαλε τὸ ἔριον | καὶ ἔα ψυγῆναι | |
καὶ ἄρας ἀπόκλυσον ‖ θαλάσσῃ. | 136 | |
105 | Ἄλλη. | Ἡ διὰ τῶν μόρων. Λαβὼν ὄμφακας | σταφυλῆς πίεσον καὶ στῦφε τὰ ἔρια | ἐπὶ γʹ ἡμέρας. Τῇ τετάρτῃ ζέσον | βαλὼν αὐτὸν εἰς χύτραν τὸν χυλὸν ‖ τῶν ὀμφάκων. Ὅταν δὲ | |
5 | ζέσῃ, ἄρας | ἔκκλυσον ὕδατι τὸ ἔριον καὶ ψύξον. Εἶτα λαβὼν χυλὸν μόρων ἀνάζεσον, | ἕως ζέσῃ δίς, καὶ κάθες τὸ ἔριον καὶ | ἔα ψυγῆναι καὶ ἔσται πορφύρα εὔχρ‖ους καλή. | |
106 | Πορφύρας ψυχροβαφὴ | ἀληθῶς γινομένη. Τήρει ἀπόκρυφον | πρᾶγμα. Ἔστιν γὰρ καὶ εὐανθὴς ὑπερ|βολῇ. Λαβὼν τὸν ἀφρὸν τῆς ἰσάτεως π|αρὰ τῶν βαφέων καὶ ἀγχούσης ἐξω‖τικῆς μέρος τὸ αὔταρκες ὡς | |
5 | ἰσόστα|θμον τοῦ ἀφροῦ—ἔστιν γὰρ ἐλαφρὸς ὁ ἀ|φρόσ‐ διάτριψον ἐπὶ τῆς θυίας. Ἄνες οὖ|ν τὴν ἄγχουσαν τρίψας ἐν τῷ ἀφρῷ κ(αὶ) | ἀφήσει ἑαυτῆς τὴν δύναμιν. Εἶτα λα‖βὼν τὸ ἄνθος τὸ ἀπὸ τῶν βαφέων—εἰ | μὲν τὸ ἀπὸ τοῦ κόκκου, κρεῖττον, εἰ | δὲ μή γε, ἀπὸ τοῦ κριμνοῦ—αὐτὸν | |
10 | τὸν | χόνδρον εἰς τὸ ἥμισυ τοῦ ἀφροῦ ἐπι|θερμαίνων ἐπί‐ βαλ‵λ′ε κατὰ τῆς θυίας κ(αὶ) ‖ χαλάσας τὸ ἔριον βάψον ἄστυφον καὶ | εὑρήσεις ἀδιήγητον. |‖ | |
107 | Πορφύρας καλῆς βαφή. | Λαβὼν ἔριον στρούθισον. Εἶτα εἰς ἄσβεστ|ον διυλισ‐ μένην στῦψον. Εἶτα στυπ‖τηρίᾳ καὶ ὕδατι ἕψησον. | |
Ἔστω δὲ στυμνὴ | ἡ στυπτηρία ὀξῖτις. Εἶτα τῇ διὰ τοῦ | 137 | |
5 | οὔ|ρου στύψει ἕψησον. Εἶτα ἄνθισον. | Ἔκκλυσον ὕδατι, εἶτα θαλάσσῃ καὶ | ἀπόθου. ‖ | |
108 | Λαβὼν οὔρου πρὸς τὸν στατῆρα | τοῦ ἐρίου κοτύλην μίαν καὶ φλοιοῦ | ἀγχούσης Σʹ δʹ καὶ νίτρου πυρροῦ Σʹ αʹ κ(αὶ) | μίσυος κυπρίου ὠμοῦ Σ αʹ βάλε εἰς τὴν | λοπάδα τοῦ οὔρου καὶ μίσγε, ἕως σοι δοκῇ ‖ καλῶς ἔχειν. Ἀφαίρει | |
5 | δὲ τὸν πρῶτον ἀφ|ρόν, ὅς ἐστιν λευκὸς καὶ ἀεικὴς τῷ φαρ|μάκῳ. Ὅταν δὲ δόξῃ ἐξηρακέναι τὰ φ|άρμακα, ἄρας τὸ γυργάθειον ἢ τὸ σπυρί|διον ἐκπίασον ἐπιμελῶς εἰς τὴν λοπά‖δα. Αὐτὰ μὲν ῥῖψον, τὰ δὲ ἔρια ἐστυμμέ|να χαλ⟦λ⟧άσας ποίησον. Καὶ πρότερον δει|γμάτιζε ὑπὸ | |
10 | χεῖρα καθεὶς θεώρ‵ε′ι. Ἔστω δὲ | τὸ ἄγγος, ἐ‵ν′ ᾧ ἕψεται, χωροῦν τὸ ἑξαπλοῦ(ν) | διὰ τὸ ὑπερζέον πολλάκις. Ὅταν δὲ κα‖λῶς ἔχῃ, κρέμασον καὶ ἔασον ἀποστάζει(ν)|, ἕως τὸν ἀνθισμὸν ἑψήσῃς. | | |
109 | Ἰσάτεως συγκομιδή. | Ἐκτεμόντα εἰς κόφινον συνθεῖναι ἐν | σκιᾷ καὶ συνθλά‐ σαντα κόπτειν καὶ ‵ἐ′ᾶν ‖ ὅλην τὴν ἡμέραν, τῇ δὲ ἐχο‐ μένῃ διαψ|{ψ}ύχειν καὶ ἐμπεριπατεῖν, ὅπως ἀνα|βάλλητα | |
5 | διὰ τῆς τῶν ποδῶν κινήσεως | καὶ ὁμαλῶς ξηραίνηται, καὶ συνθέντα εἰς | φορμοὺς ἀποθέσθαι. Καλεῖται δὲ | |
χειρισθεῖ‖σα ἡ ἰσάτις οὕτως ἄνθραξ. | | 138 | |
110 | Ἀνθρακίνου βαφή. | Ὡς τάλαντον εἰς πίθον ἐμβαλεῖν | ἐν ἡλίῳ κείμενον, χωροῦντα μὴ ἔλασσον | μετρητῶν ιεʹ καὶ ἐπισάξαι καλῶς. Εἶτ’ ἐπι‖χέοντα οὖρον, ἕως ἂν ὑπερέχῃ τὸ ὑγρόν, | ἡλιά‐ | |
5 | ζειν, τῇ δὲ ἐχομένῃ ἀναποιῆσαι | συμπατοῦντα ἐν ἡλίῳ, ἕως ἀναδευθῇ |‖ {ἕως ἀναδευθῇ} καλῶς. Τοῦτο δὲ χρὴ ποιεῖν | ἐφ’ ἡμέρας γʹ. | |
111 | Ἄνθρακος ἕψησις. ‖ Τριμερῆ ποιήσαντα τὸν ἄνθρακα καὶ τὸ ἀπὸ | τοῦ ἐπιχυθέντος οὔρου περισσὸν ἀναδεῦ|σαι χρησίμως καὶ εἰς [χύ]τραν ἐγχέοντα ὑπ|οκαίειν. Αἰσθήσει δὲ, εἰ ἥψηται, | |
5 | οὕτως. Ἐάν | ζέσῃ, ἀνακίνει μὴ ταρασσόμενος, ἐπιμε‖λῶς δέ, ὅπως μὴ συγκαθίσας {α} συντήξῃ | τὸν λέβητα. Ὅταν δ’ ἐκ τοῦ μέσου σχίζηται, | τελεία ἡ ἕψησις γίνεται. Δεῖ δὲ ὑποσπ|άσαντα κινεῖν τὸ πῦρ μηδὲν{ν} ἧσσον. Κ[α]|τάψυχε δὲ τὰ ὑπὸ τὸν χύτρον ὕδατι ψυ‖χρῷ προσραί‐ | |
10 | νων. Εἶτα λαβὼν στρουθίου | ἡμιχοίνικον ἔμβαλε εἰς πίθον καὶ ἀπὸ τοῦ | φαρμάκου μετεράσας τὸ ἱκανὸν ἐπιθεὶς | κανόνας ἢ καλάμους τῷ χείλει τοῦ πίθου | πώμαζε φορμοῖς καὶ ὑπόκαιε πυρὶ συμμέτ‖ρῳ, ὥστε μὴ ὑπερζέσαι μηδὲ περιψύχες|θαι. Καὶ ἀφεὶς ἡμέρας γʹ | |
15 | ἀνάζεσον οὖρον με|τὰ στρουθίου καὶ τὸ ἀποζέον ἀποσύρων καθί|ει ἔριον ἑψήμενον. Εἶτ’ [ἀποκλ]ύσας χρησίμως | καὶ ἐκπιάσας διάξανον καὶ κάθες εἰς τὸ φάρ‖μακον. Ὅταν δέ σοι δοκῇ καλῶς ἔχειν, ἐξ|ελὼν καὶ πωμάσας πάλιν | |
ὑπόκαιε τὸν αὐτὸ(ν) | τρόπον καὶ ἐπὶ τὸ ὑ[γ]ρὸν ἅμα ζέσας | 139 | |
20 | καὶ τὸν | ἀφρὸν ἀποσύρας φύκους ἔμβαλε μνᾶς βʹ | καὶ τὸ βαφὲν ἔριον καθίει καὶ ἀποκλύσας ἐν ‖ θαλάσσῃ διάψυξον. Γλαύκου δὲ δὶς τῆς | ἡμέρας, πρωίας καὶ δείλης, ἐφ’ ὅσον ἂν ὑ|πηρετῇ τὸ φάρμακον. | | |
112 | Ῥοδ[οβα]φοῦς βαφή. | Ῥοδοβαφὲς δὲ οὕτως βάπτ(ε)τ(αι)· καταπάς‖ας τοὺς κυκλίσκους τῶν ἐρίων σποδῷ καὶ | ἀναποιήσας πλῦνε γῆς κεραμικῆς χυλῷ | καὶ ἐκκλύσας στῦφε, καθὼς προγέ‐ | |
5 | γραπται. | Μετὰ δὲ τὴν στῦψιν ἐκκλύσας ἐν θαλάσσῃ | ὄμβριον ὕδωρ ἔχε θερμόν, ὥστε μὴ δύνα‖σθαι χεῖρα καθεῖναι. Εἶτα ῥίζης λαβὼν πε|φρυγμένης καὶ κεκομμένης λείας μέρ|ος τέταρτον τῆς μνᾶς εἰς τὴν μνᾶν τῶν | ἐρίων καὶ λεκιθίου χοίνικος τέταρτον |‖ {τον} φύρασον ἐν | |
10 | ταύτῳ παρέχων ὄξος λευκὸ(ν) ‖ ἐπιπάσας τε εἰς τὸν λέβητα ἀνακίνησον καὶ | καθεὶς τὰ ἔρια εἰς τὸν λέβητα πάλιν ἀνα‐ κί|νει συνεχῶς, ὅπως ὁμαλισθῇ. Ὅταν δέ σοι δόξῃ | συμπεπωκέναι, ἐπάνθιζε διὰ στυπτηρίας | καὶ ἀναποκλύσας θαλάσσῃ ξήραινε ἐν σκιᾷ ‖ φυλασσόμενος καπνόν. | |
113 | Φύκους βαφή. | Φύκει βάπτειν. Τὰ ἔρια πλῦναι, καθάπερ προ|γέγραπται, κ(αὶ) λαβόντα οὔρου χοέας δʹ καὶ στυ|πτηρίας ἡμιμναῖον εἰς τὴν μνᾶν ἀναμεῖ|ξαι ὑποκάοντα, ἕως ἀναζέσῃ, καὶ | |
5 | καθέντα ‖ τὰ ἔρια κινεῖ[ν] συνεχῶς. Ὅταν δὲ συνί|ζῃ καὶ τὸ ὑγρὸν καθιστῆται, ἀποκλύσαντα ὕ|[δατι] ποτίμῳ | |
ἕψειν φύκους τριπλάσιον | τῆς τῶν ἐρίων ὁλκῆς καὶ ἐξελόντα τὸ φῦκος | καθεῖναι τὰ ἔρια καὶ ἀνακινεῖν ὁμαλῶς, ἕως ‖ ἂν σ〈υ〉μπίῃ, κἄπειτα χαλκάνθους μνᾶς | 140 | |
10 | τέταρ|τον εἰς τὴν μνᾶν λεάνας παράμισγε καὶ ὁμα|λίζων ἀνακίνει συνεχῶς. Εἶτ’ ἐξελὼν ἀπ[ό]κλυσον καὶ ξήραινε, καθὼς καὶ τὰ λοιπά. | | |
114 | Φοινικοῦ διὰ φύκο‵υ′ς βαφή. ‖ Κυκλίσαντα τὰ ἔρια κατασῆσαι σποδὸν καὶ συμπατή‐ σαντα χρησίμως πάλιν τῆς σπο|δοῦ κατασήθειν, ἕως ἂν ῥυφθῇ καὶ καταρρυ|πωθῇ. Τῇ δ’ ἐχομένῃ ἐκτεινάξαντα | |
5 | ἐκκλύ|σαι. Καὶ μετὰ τὴν πλύσιν θαλάσσης ἀναζέ‖σαι χοέας ϛʹ εἰς τὴν μνᾶν καὶ παραμείξα(ν)|τα{ς} στυπτηρίας ἡμιμναῖον στύφειν, ὡς εἴρη|ται, καὶ ἀποκλύσαι. Εἶτα φύκους τὸ τριπλάσιον | ἕψειν μεθ’ ὕδατος ὀμβρίου, ἕως ἂν ζέσῃ, καὶ γά[λα] | αἴγειον ἐπιχέαντα ἀνακινεῖν καὶ τὰ | |
10 | ἔρια ‖ ἐμβαλόντα πάλιν κινεῖν, ἕως ἂν εὖ ἄν[ω]|θε ἐνῆται τὸ χρῶμα κἄπειτ’ ἐξελόντα ἀπο|κλύσαι καὶ ἀναξηραίνειν ἐν σκιᾷ ἀπὸ κα|πνοῦ φυλάσσοντα. | | |
115 | Πορφύρας ὀξείας βαφή. ‖ Πορφύραν ὀξυτέραν ποιῆσαι. Φῦκος ἑψήσας | ἐκ τοῦ χυλοῦ λάμβανε κυάθους εʹ εἰς τὴν | μνᾶν. Ἐὰν ἐπιτεῖναι θέλῃς, παράμισγε {νί} νίτρον | λεῖον. Ἐὰν δὲ μᾶλλον ἔτι | |
5 | βούλῃ, χαλ|κανθές. |‖ | 141 |
116 | Ἀφρικανοῦ βύβλου. Πορφύρας ὀξεία[ς] | {ὀξείας} ποίησις. | Λαβὼν τὸ ἔριον ἐστυμμένον χάλα εἰς κριμ|νοῦ χο(ίνικα) αʹ, φύκους χο(ίνικας) δʹ, ζέσας χάλα τὸ ἔριον κ(αὶ) | | |
5 | ἄφες ἕως ὀψὲ καὶ ἄρας ἀπόκλυσον θαλάσσῃ, ‖ εἶτα ὕδατι. | |
117 | Ἄλλη. | Χαλκάνθου Σ δʹ, σινωπίδος Σʹ δʹ, κριμν|οῦ Σ ηʹ κόψας ἕψει καὶ χάλα τὸ ἔριον ἐστυμ|μένον καὶ ἔσται πορφύρα βαθεῖα καλή.| | |
118 | Ἄλλη. ‖ Πορφύρας βαφὴ διὰ βοτανῶν. Λαβὼν τὸ ἔριο|ν χάλα εἰς χυλὸν ὑοσκυάμου καὶ θέρμου πι|κροῦ ἐζεσμένον τοῦ ὕδατος. Τοῦτο πρόστυμ|μά ἐστιν. Εἶτα λαβὼν τοῦ | |
5 | ῥάμνου τὰ σφαιρί|α βάλε εἰς λέβητα ὕδωρ καὶ ζέσον καὶ χάλα τὸ ‖ ἔριον καὶ ἔσται πορφύρα καλή. Ἄρας ἀπόκλυ‐ σον | χαλκέως ὕδατι καὶ ξήραιν[ε] ἐν ἡλίῳ καὶ ἔστ|αι πρώτη. | |
119 | Ἄλλη. | Προστύψας τὸ ἔριον καὶ λαβὼν σινωπίδος | καλῆς Σ κʹ καὶ ζέσας ὄξει χάλα τὸ ἔριον καὶ πρός‖βαλε χαλκάνθου Σβʹ καὶ ἄρας τὸ ἔριον βάλε εἰς | χαλκίον μεστὸν θέρμου | |
5 | καὶ ἄφες ὥραν αʹ καὶ | ἄρας ἀπόκλυσον. | |
120 | Διαφόρων χρωμάτων | {διαφόρων χρωμάτων} βαφαί. | Φοινικόχροα ποιῆσαι. Λαβὼν ἡλιοτρόπιον ‖ σύνδησον | |
ἀγχούσῃ καὶ κατάθου εἰς ἀγγεῖο(ν) | ὀστράκινον ῥαίνων ἐπὶ ἡμ(έρας) γʹ ὄξει λευκῷ. | Τῇ τετάρτῃ ἡμέρᾳ ἕψε | 142 | |
5 | ἐπιμελῶς ἐπιβάλ|λων ὕδωρ, μέχρι ἐπιπλεύσῃ. Ἐὰν δὲ θέλῃς | κέδρινον βάψαι, ἆρον τὴν ἄγχουσαν καὶ ‖ ἕψε ἐλαφρῶς. Ἐὰν δὲ κεράσινον, ἐμβαλὼν | κριμνὸν ὠξυσμένον σὺν ὀλίγῳ σμήγμ[α]|τι κατάθου καὶ σύνεψε, μέχρι σοι δόξῃ καλῶς | {καλῶς} ἔχειν. | |
121 | Φαιῶν ψυχροβαφαί. | Λιθαργύρου χρυσιζούσης μέρος, ἀσβέστου ‖ μέρη βʹ καταθέμενος εἰς ἀγγεῖον ἐπίχεε | ὕδωρ, ὥστε ὑπερέχειν, καὶ κινήσας, μέ|χρι καταμιγῇ, χάλασον τὰ ἔρια⟦ν⟧ | |
5 | [πρ]οεκκε|κλυσμένα, ἃ γίνεται κατὰ διάστημα ἑτε|ρόχροα. Ἐὰν ἀγχούσης μείξῃς, κρείσσω. ‖ | |
122 | Κοκκίνων βαφαί. | Λαβὼν στῦψον τῇ ἰσάτιδι, ὅ ἐστιν γλαυκις|μός, καὶ πλύνας ξήρανον. Εἶτα λαβὼν κόκ|κον καὶ ὕδωρ κόπτε, ἕως ἀνεθῇ, καὶ τότε | μεῖξον φῦκος χωρικὸν καὶ ἕψε οὕτως |‖ | |
5 | {καὶ ἕψε οὕτως} καὶ χάλα τὰ ἔρια καὶ ἔσται κόκκος. | | |
123 | Χρυσανθῆ ποιῆσαι ψυχροβαφῆ. | Λαβὼν κνήκου ἄνθος καὶ βούφθαλμον ὁμοῦ | κόψας βάλε εἰς ὕδωρ. Χάλα τὰ ἔρια καὶ ῥαῖνε | ὕδατι καὶ ἄρας ψῦχε καὶ χρῶ. ‖ | |
124 | Ἐρίων τραχέων πλύσις. | Ἐρίων τραχέων ἥδε πλύσις ἐστίν. Μνᾷ τῶν | ἐρίων κιμωλίας μνᾶς θʹ, ὄξους κοτύλας | βʹ, ὕδωρ ἐπιχέας | |
πλῦνε καὶ διάψυχε. | | 143 | |
125 | Δοκιμασίαι φαρμάκων βαφικῶν. ‖ Ἰσάτις ἡ βαρεῖα καὶ κυανῆ καλή, ἡ δὲ ἔκλευ|κος καὶ κούφη οὐκ ἐσθλή. Κόκκου συρίου | δοκιμασία· θραῦε τὸν εὐανθέστατον καὶ κο|υφότατον {καὶ κουφότατον} | |
5 | αἱρῶν. Ὁ δὲ μέλ|ας ἢ διάλευκος πονηρός. Νίτρῳ δὲ διαμασης‖άμενος διάκρινε τὸν εὐανθῆ. Ἐρυθρόδανον | εὐανθέστατον συντρίβων εἰς δοκιμασίαν | ἄγε. Φῦκος τὸ πορφυρόχροον καὶ εὐπαγὲς ὅ|πως ὄστρεον. Τὸ δὲ διάλευ‐ κον καὶ μέλανον | ὂν οὐκ ἐσθλόν. Διαμασώμενος οὖν | |
10 | φύλας‖σε εἰς τὴν χεῖρα εὐανθέστερον αἱρ[ῶν]. Στυ|πτηρία δὲ ὑγρὰ καὶ λευκὴ λίαν. Ἡ δὲ ἅλμη|ν ἔχουσα ἀχρεία ἐστίν. Χαλκοῦ {κου} ἄνθος τὸ κυανόχρου[ν] καὶ χλω|ρόν λίαν πρασῶδες καὶ εὐανθέστατον. ‖ | |
126 | Ἐρίων κανυσίων βαφή. | Κριμνοῦ 𐅻κʹ, ἀκάνθης 𐅻ηʹ ἢ ιβʹ, ὕδατος | χοῦν αʹ ἐρίων ἀστύφων μνᾷ αʹ προζέσας | ἐν μολυβῷ χαλκίῳ ἐπιχάλα τὰ ἔρια καὶ δειγ|μάτιζε καὶ ἔσται. ‖ | |
127 | Βαφὴ χρώματος. | Ἄσβεστον θερμὸν ξηρὰν καὶ λιθάργυρον | χρυσῖτιν, τὰ δύο τρίψας εἰς ἀγγεῖον ὀς|τράκινον ἀνακινήσας χάλασον τὰ ἔρια | καὶ ἔα ἡμ(έραν) αʹ καὶ νύ(κτα) καὶ ἀναβήσεται | |
5 | ⟦α⟧ καὶ ἐκκ‖λύσεις στρουθίῳ. Ἐὰ(ν) ἐκκλυσθῇ καὶ ἔτι θέλῃ|ς, πάλιν ἐκ τοῦ φαρμάκου βάπτε. | | |
128 | Βαφὴ πορφύρας. | Πορφύρα ὀξεῖα. Φύκους χυλός. Ἐὰν ἐπιτεῖναι θέλῃς, | | |
βάλε νίτρον, ἐὰν ἔτι μᾶλλον, χάλκανθον. ‖ | 144 | |
129 | Ἄλλη. | Κύσθου θαλασσείου πλοκάμοις σὺν ὕδατι βάπ|τουσι πορφύραν ἀνεξάλειπτον. |‖ | |
130 | Ἄλλη. | Πορφύρα μὴ ἀνιοῦσα. Κύσθος θαλάσσιον σὺν ‖ φύκει καὶ ὄξει ἕψων χάλα τὸ ἔριον ὁμαλίζω(ν). | | |
131 | Ἄλλη. | Ὁ παιδέρως σὺν ὄξει ἀνιέμενος πορφύραν | {πορφύραν} ποιεῖ. | |
132 | Ἄλλη. | Ὁ παιδέρως σὺν ὄξει ἀνιέμενος πορφύρα[ν] ‖ ποιεῖ. | |
133 | Ἄλλη. | Ἄγχουσα, ἐρυθρόδανον, φῦκος, αἷμα μός|χιον πορφύ‐ ραν βάπτει. | |
134 | Ἄλλη. | Πορφύρα. Λίθος φρύγιος κόπτεται καὶ ζέν|νυται καὶ χαλᾶται τὰ ἔρια. Καὶ ἄφες, ἕως ψυγῇ. ‖ Εἶτα ἄρας βάλε εἰς ἄλλο ἀγγεῖον φύκους μέρ|ος αʹ, ἀμαράντου τοῦ ἄνθους | |
5 | μέ(ρος) αʹ καὶ πάλιν | ζέσον καὶ ἐπίβαλε τὸ ἔριον καὶ ἔα ψυγῆναι | καὶ ἄρας ἀπόκλυσον θαλάσσῃ. Στῦμμα πρῶ|τον τῆς πορφύρας φρυγίου λίθου, τῇ κοτύ‖λῃ τῶν ἐρίων κοτύλη τοῦ λίθου, γίνεται. | | |
135 | Ἄλλη. | Πορφύρα ψυχροβαφής. Ὕδατι λακκαίῳ | ἀνάκοψον | |
ἄσβεστον. Τὴν κονίαν ἀποσειρ|ώσας στῦφε ὃ θέλεις ἀπὸ ὀψὲ ἕως πρωί, ‖ εἶτα ἀπόκλυζε γλυκεῖ ὕδατι, βάπτε | 145 | |
5 | δὲ | ἀφεψήματι φύκους πρῶτον. Εἶτα προσέμβ|αλε χάλκανθον. | |
136 | Βαφὴ ἐρίων φαιῶν. | Βαφὴ ἐρίων φαιῶν παντοίων, ὥσ[τε δο]|κεῖν αὐτῶν χρῶμα εἶναι. Λιθάργυρον χρυ〈σῖ〉‖τιν λεάνας ἔμβαλε εἰς ἀγγεῖον καθαρὸν(ν) | βραχὺ καὶ ἀσβέστου τὸ τετραπλοῦν καὶ | | |
5 | ἐπίχεον ὕδωρ ὄμβριον γλυ[κύ, ὥσ]τε ὑπερέχει(ν), | καὶ διακινήσας, ὅπως συμμιγῇ καλῶς, | χάλα τὰ ἔρια προεκ‐ κλύσας. Γίνεται γὰρ ‖ φαιὰ καὶ κατὰ διάστημα χρόνου ἑτερ|όχροα, ὥστε δοκεῖν ἀληθινὸν εἶναι καὶ | θαυμαστόν. | |
137 | Φύκους ἄνεσις. | Λαβὼν τὸ φῦκος ἐπιμελῶς πλῦνον καὶ ψύ|ξας ἀπόθου. Εἶτα λαβὼν ἐρεγμὸν ἕψε ὕδα‖τι πολλῷ καὶ ὅταν κάθεφθος γένηται, τῷ | ὕδατι τοῦ ἐρεγμοῦ πρόσμισγε τὸ φῦκος | |
5 | καὶ | ἐῶν συγκαταψυγῆναι οὕτως ἀνέσεις. |‖ | |
138 | Ἀγχούσης ἄνεσις. | Λαβὼν ἄγχουσαν ἐκπεφλοισμένην καὶ κε‖κομμέν[ην] ἐπίβαλε βασιλικῶν καρύων τὸ ἐν|τὸς καὶ πάλιν κόπτε καὶ ἐπίβαλε στυπτηρίαν | σχιστὴν ὀλίγην καὶ κόπτε πάντα | |
5 | ὁμοῦ νοτί|σας τῷ ὕδατι καὶ ποιήσας μᾶζαν ἀπόθου καὶ | ἔασον συμπίνειν. Εἶτα λαβὼν ὕδατος ἀγ‖γεῖον βάλε τὴν μᾶζαν εἰς τὸ ὕδωρ καὶ ἀνα|κινήσας ἔασον ἄτομον καὶ | |
χάλα τὸν δάκτυ|λον, κἂν ᾖ εὐανθές, χρῶ. | | 146 | |
139 | Σκευὴ πορφύρας ἀληθινῆς. | Ἰὸς σιδήρου καὶ μίσυ ὀπτὸν καὶ βαλαυστίας ‖ ἄνθος στυφέντα τῷ ὕδατι καὶ τοῦ ἐρίου ἐφ’ ὥ|ρας δʹ πορφύραν καλὴν βαθεῖαν ἀναφέρουσιν. | | |
140 | Ἄλλη. | Ἰὸν σιδήρου καὶ ὄξος ταρίχευε ἐπὶ ἡμ(έρας) ἱκανάς. | Εἶτα τούτῳ στῦφε τὸ ἔριον ψυχρῷ. Εἶτ’ ἀποζέ‖σας κριμ{μ}νὸν χάλα τὰ ἐστυμμένα. | | |
141 | Ἀφρικανοῦ ἐκ βύβλου γʹ. | Στῦψις δὲ πρὸς πᾶσαν βαφὴν ἥδε. Πρῶτα μὲν | ἀποπλύ‐ νεται τὸ ζῷον ἢ καὶ νάκος. Οὕτω γὰρ | ἂν πρόσοιτο τὰ τῆς στύψεως. Ἐπὶ δὲ τὴν στυπτη‖ρίαν ἀναλυτέον ὄξει | |
5 | κἀπιχρίειν, ὅπερ ἂν | βάψαι δέοι. Ἀφαυανθὲν δὲ ἡλίῳ ἀποπλύνε|ται καὶ τῆς νοτίδος ἐλευθερωθὲν πᾶσαν προς|ίε‐ ται βαφήν. Νύκτα δὲ καὶ ἡμέραν ἐπὶ τῇ | στύψει φυλάττειν χρὴ τὸ στυφόμεν[ον]. ‖ | |
142 | Χρωμάτων βαφαί. | Ἄσβεστος μετὰ λιθαργύρου τριβομένη καὶ φυρωμένη ποιεῖ χρώματα πλεῖστα παρὰ τὴ(ν) μονὴν τοῦ ἐρίου. Πρῶτον μὲν γαλάκτεινα, | εἶτα ἰδιόχρωμα, εἶτα βαθέα | |
5 | ψυχροβαφῇ. ‖ | |
143 | Στῦψις παντὸς χρώματος | πλὴν πορφύρας. | Στυπτηρίαν διεὶς ὄξει πρόσβαλε μίσυ ὠμὸν κ(αὶ) χρῶ. | | |
144 | Στῦψις πορφύρας. | Ἐὰν πορφυρῶς στύφῃς, προσέμβαλε θεῖον τὸ ‖ ἀληθι‐ | |
νὸν τὸ βωλῶδες, ἵνα {ἐαν} προσέλθ[ῃ] | ἡ πορφύρα εἰς λευκασίαν, μὴ λευκανθῇ τὸ συγ|γενὲς τοῦ ἐξετάζοντος | 147 | |
5 | ἔχουσα. | | |
145 | Χρωμάτων βαφαί. | Ἐλύδριόν ἐστι ῥίζα βοτάνης. Ψυχροβαφῇ βά‖πτει χρυσανθῆ. Ἔστιν δὲ τίμιον τὸ ἐλύδριο(ν). | Χρήσῃ οὖν τῇ ῥίζῃ τῆς ῥοιᾶς καὶ τὸ αὐτὸ ποιεῖ |‖ {καὶ τὸ αὐτὸ | |
5 | ποιήσει}. Καὶ ὁ τιθύμαλλος ξηρα[ν]|θεὶς καὶ ζεσθεὶς γάλβινα ποιεῖ, ὀλίγου δὲ ἰοῦ | μιγέντος πράσινα ποιεῖ. Καὶ τὸ ἄνθος τοῦ κν‖ήκου ὁμοίως. | |
146 | Ἀγχούσης ἄνεσις. | Ἀνίεται ἡ ἄγχουσα ῥίζῃ ὑοσκυάμου, οἱ δὲ | ῥίζῃ συκαμίνου συνέψωσιν, οἱ δὲ ῥίζῃ | καππάρεως ὁμοίως. Οἱ δὲ ἕψουσιν τὴν ἄγ|χουσαν μετὰ φακοῦ, οἱ δὲ μετὰ πυρέ‐ | |
5 | θ‵ρ′ου. ‖ | |
147 | Κάτ[ο]χος ἀγχούσης. | Οὖρον προβάτιον ἢ κόμμαρι ἢ ὑοσκύαμον ἴσα. | | |
148 | Φύκους καὶ ἀγχούσης κάτοχος. | Ἀπόζεσμα φύλλων κιτρίων καὶ ἀποζέσμα|τα τῆς κριθῆς καὶ τῆς κοτυληδόνος, χυλ‖ὸς τοῦ βόλβου. Τούτων ἕκαστον κατέχει | κατὰ μόνας. | |
149 | Κομάρου ἄνεσις. | Λαβὼν κόπρον χοιρείαν ἐξυδάρωσον οὔρῳ | ἀφθόρου | |
καὶ ἀνάζεσον καὶ ἀποσείρωσον | κατὰ τοῦ κομάρου. | 148 | |
150 | Ἄλλη. ‖ Ἀσβέστου μαρμαρικῆς ψυχρῷ ὕδατι λυ|θείσης ἐν τῷ γάλακτι σύνθες τὸ κόμμαρι | καὶ διαλυθήσεται. | |
151 | Στρουθισμός. | Λαβὼν στρούθιον καὶ ἀναποιήσας ὕδα|τι θερμῷ ποίησ{ησ}ον ὡς στέατος σφαῖραν. ‖ Εἶτα ἄνες τοῦτο ὕδατι θερμῷ, ἕως διαλυ|θῇ. Ἔστω δὲ τὸ ὕδωρ ὑπερέχον τὸ | |
5 | ἔριον. | Εἶτα ἀναφλύσας βάλε τὸ ἔριον καὶ ἄπε|χε, μὴ καυσωθῇ, καὶ μικρὸν αὐτὸ ἔασον, | ἕως αὐτὸ ἴδῃς καθαρόν. Ἆρον καὶ ἀπόκλυ‖σον καὶ ξήρανον. | |
152 | Στῦψις. | Εἶτα λαβὼν ἄσβεστον καὶ ὕδωρ ζεστὸν | χυλοποιήσας ἄφες κατασταθῆναι ἀφαι|ρῶν τὴν ἐπικειμένην ἀκαθαρσίαν. Ὅταν | δὲ ἴδῃς, ὅτι κρυσταλλῶδες γέγονεν τὸ ‖ ὕδωρ, | |
5 | χάλα τὰ ἔρια καὶ πάλιν δονήσας | ἔα ἐπ’ ὀλίγον. Ἄρας ἔκκλυσον. | | |
153 | Ἕψησις. | Εἶτα λαβὼν ὕδατος γλυκέος ὡς τῷ στα|τῆρι τοῦ ἐρίου κοτύλας δύο καὶ στυπτηρ‖ίας ὀξίτιδος ὁλκὰς ηʹ βαλὼν τὸ ὕδωρ, | καὶ τὴν στυπτηρίαν ἐν σπυριδίῳ καὶ κρι|θὰς | |
5 | ὀλίγας καῖε, ἕως αἱ κριθαὶ ἑψηθῶσιν |‖ καὶ ἡ στυπτηρία διαλυθῇ. Ἀφελὼν δὲ τὸ ἐν τῷ ὑγ|ρῷ ἀκάθαρτον χάλα τὰ ἔρια καὶ τῷ προχείρῳ κατα‖βάψας διάστιλον καὶ ὁμαλίσας πωμάσας καῦσον, | ἕως ἂν ἴδῃς φυσώμενα τὰ ἔρια. Εἶτα | |
ἐπάρας αὐτὰ | καὶ κρεμάσας καὶ πάλιν τῷ προχείρῳ τὰ | 149 | |
10 | αὐτὰ | ποιεῖ καὶ καῖε. Ὅταν δὲ ἐπαρθῇ, ἀπάρας κρεμάσον | καὶ ἔα ἀποστάζειν, ἕως ἐποίσεις τὴν διὰ τοῦ οὔρ‖ου στῦψιν. | |
154 | Πορφύρας τυρίας ποίησις. | Λίθος φρύγιος κόπτεται καὶ ζέννυται καὶ | χαλᾶται τὸ ἔριον καὶ ἐᾶται, ἕως ψυγῇ. Εἶτα ἄρας | βάλε εἰς ἀγγεῖον φύκους (μ)νᾶ(ν) μίαν καὶ ζέσον καὶ | ἐπέμβαλε τὸ ἔριον | |
5 | καὶ ἔα ψυγῆναι καὶ ἄρας ἔκ‖κλυσον θαλάσσῃ. | |
155 | Ψυχροβαφὴ πορφύρας. | Λαβὼν ἄσβε〈σ〉τον ἀνάκοψον μετὰ ὕδατος ὀ[μ]|βρίου καὶ διηθήσας τὸ ὕδωρ ἐν αὐτῷ στῦφε ὀ|ψὲ καὶ πρωί. Ἔκκλυζε μὴ θαλάσσῃ ἀλλὰ γλυ|κεῖ ὕδατι. Εἶτα βάπτε φύκει | |
5 | ἀπεζεσμένῳ. ‖ Εἶτα χάλκανθον προσέμβαλε καὶ γίνεται | πορφύρα. | |
156 | Βαφὴ κόκκου γαλατικοῦ. | Ἄγχουσαν καὶ φῦκος ἀνὰ ὀγ(κίαν) αʹ, αἵματος | χοίρου ὀγ(κίας) βιʹ χαλκάνθου 𐅻εʹ, ἀρσενικοῦ | κεκαυμέ‐ νου 𐅻β, ὕδατος ξέστας ηʹ. ‖ | |
157 | Βαφὴ πορφύρας τυρίας καὶ πρωτίας δοκίμου. | Ἀγχούσης 𐅻ζʹ, ἀρσενικοῦ 𐅻εʹ, οὔρου ὀγ(κία) αʹ, | ἀσβέστου 𐅻εʹ, ὕδατος κο(τύλη) αʹ. | | |
158 | Χρωμάτων ἄνεσις. | Θεῖον, ἂν θέλῃς ἄνθος ἀνεῖν[αι] τὸ ἴδιον χρῶμα, ‖ ἕψε | |
μετὰ γάλακτος βοείου καὶ εὐχερῶς ἀνήσει. | | 150 | |
159 | Πορφύρας ῥιζίνης βαφή. | Γλαυκώσας τὰ ἔρια κατάπασον σποδῷ χρησίμως | συμπατῶν. Εἶτα γῆν κεραμικὴν χυλώσας ἔκπ|λυνον ἐν αὐτῇ τὸ ἀπογλαυκωθὲν καὶ ἀποκλύσα(ς) ‖ ἐν θαλάσσῃ | |
5 | [σ]τῦφε. Γνώσῃ δὲ εἰ ἔστυπται ἱκανῶς | ὅταν συ〈ν〉ιζάνῃ ἐν τῷ λέβητι καὶ τὸ ὑγρὸν διαυ|γῇ. Εἶθ’ ὕδωρ ὄμβριον θερμάνας, ὥστε μὴ κα|θεῖναι τὴν χεῖρα, ῥίζαν, τοῦτ’ ἔστιν ἐρευθέ|δανον πεφρυγμένην κεκομμένην καὶ σεσης‖μένην φύρασον ὄξει λευκῷ σταθμὸν εἰς τὴν | μνᾶν τῶν ἐρίων | |
10 | ἡμιμναῖον, καὶ συνανάφυρε, | τῇ ῥίζῃ λεκίθου χοίνικος τέταρτον. Εἶτα ἐμ|βαλὼν εἰς λέβητα ἀνακινεῖν ἔρ〈ια〉 κἄπειτα |‖ {ερ κἄπιτα} καθεὶς τὰ ἔρια συνεχῶς ἀνακινῶν ‖ ὁμάλιζε καὶ ἐξελὼ〈ν〉 ἀπόκλυσον ἐν θαλάσσῃ. | Ἐὰν δὲ βούλῃ εὐανθῆ εἶναι καὶ μὴ ἐξίτηλον, | ἐπάνθιζε διὰ τῆς | |
15 | στυπτηρίας καὶ ἀποκλύσας | πάλιν ἐν θαλάσσῃ ξήραινε ἐν σκιᾷ φυλασσόμε|νος ἀπὸ καπνοῦ. |‖ | |
Vacat. | 151 |