TLG 1374 001 :: EVANGELIUM SECUNDUM HEBRAEOS :: Evangelium secundum Hebraeos

EVANGELIUM SECUNDUM HEBRAEOS Evangel. Apocryph.
(A.D. 1/2)

Cf. et EVANGELIUM EBIONITUM (1368)

Evangelium secundum Hebraeos

Source: Klostermann, E. (ed.), Apocrypha II. Evangelien, 2nd edn. [Kleine Texte 8] Bonn: Marcus & Weber, 1910: 5–9.

frr. 5–6, 9–10, 15–16, 22, 27

Citation: Fragment — (line)

5

ORIG. IN IOH. TOM. II 12 Ἐὰν δὲ προσιῆταί τις τὸ καθ’ Ἑβραίους εὐαγγέλιον, ἔνθα αὐτὸς ὁ σωτήρ φησιν· ἄρτι ἔλαβέ με ἡ μήτηρ μου τὸ ἅγιον πνεῦμα ἐν μιᾷ τῶν τριχῶν μου καὶ ἀπήνεγκέ με εἰς τὸ ὄρος τὸ μέγα Θαβώρ,
5ἐπαπορήσει πῶς μήτηρ χριστοῦ τὸ διὰ τοῦ λόγου γεγενημένον πνεῦμα ἅγιον εἶναι δύναται.

6

COD. EVANG. 566 (Tischendorf, Notitia p. 58). Τὸ Ἰουδαϊκὸν οὐκ ἔχει εἰς τὴν ἁγίαν πόλιν ἀλλ’
ἐν Ἱερουσαλήμ.

9

COD. EVANG. 566 [Βαριωνᾶ] τὸ Ἰουδαϊκόν· υἱὲ Ἰωάννου.

10

COD. EVANG. 566 Τὸ Ἰουδαϊκὸν ἑξῆς ἔχει μετὰ τὸ ἑβδομηκοντάκις ἑπτά· καὶ γὰρ ἐν τοῖς προφήταις μετὰ τὸ χρισθῆναι αὐτοὺς ἐν
πνεύματι ἁγίῳ εὑρίσκετο ἐν αὐτοῖς λόγος ἁμαρτίας.

15

EUSEB. THEOPH.!! (Mai Noua Patr. bibl. IV I 155, nicht in Gressmanns ausgabe). Ἐπεὶ δὲ τὸ εἰς ἡμᾶς ἧκον Ἑβραϊκοῖς χαρακτῆρσιν εὐαγγέλιον τὴν ἀπειλὴν οὐ κατὰ τοῦ ἀπο‐ κρύψαντος ἐπῆγεν, ἀλλὰ κατὰ τοῦ ἀσώτως ἐζηκότος—τρεῖς γὰρ δούλους
5περιεῖχε, τὸν μὲν καταφαγόντα τὴν ὕπαρξιν τοῦ δεσπότου μετὰ πορνῶν καὶ αὐλητρίδων, τὸν δὲ πολλαπλασιάσαντα τὴν ἐργασίαν, τὸν δὲ κατα‐ κρύψαντα τὸ τάλαντον· εἶτα τὸν μὲν ἀποδεχθῆναι, τὸν δὲ μεμφθῆναι μόνον, τὸν δὲ συγκλεισθῆναι δεσμωτηρίῳ—ἐφίστημι, μήποτε κατὰ τὸν Ματθαῖον μετὰ τὴν συμπλήρωσιν τοῦ λόγου τοῦ κατὰ τοῦ μηδὲν ἐργασα‐
10μένου ἡ ἑξῆς ἐπιλεγομένη ἀπειλὴ οὐ περὶ αὐτοῦ, ἀλλὰ περὶ τοῦ προτέρου
κατ’ ἐπανάληψιν λέλεκται, τοῦ ἐσθίοντος καὶ πίνοντος μετὰ τῶν μεθυόντων.

16

COD. EVANG. 566. Τὸ Ἰουδαϊκόν·
καὶ ἠρνήσατο καὶ ὤμοσεν καὶ κατηράσατο.

22

IGNAT. AD SMYRN. 3, 1. 2. Ἐγὼ γὰρ καὶ μετὰ τὴν ἀνάστασιν ἐν σαρκὶ αὐτὸν οἶδα καὶ πιστεύω ὄντα. καὶ ὅτε πρὸς τοὺς περὶ Πέτρον ἦλθεν, ἔφη αὐτοῖς· λάβετε, ψηλαφήσατέ με, καὶ ἴδετε ὅτι οὐκ εἰμὶ δαιμόνιον ἀσώ‐
5ματον. καὶ εὐθὺς αὐτοῦ ἥψαντο καὶ ἐπίστευσαν κραθέντες
τῇ σαρκὶ αὐτοῦ καὶ τῷ πνεύματι.

27

CLEM. ALEX. STROM. V 14 96: ἴσον γὰρ τούτοις ἐκεῖνα δύναται· οὐ παύσεται ὁ ζητῶν, ἕως ἂν εὕρῃ, εὑρὼν δὲ θαμβηθήσεται,
θαμβηθεὶς δὲ βασιλεύσει, βασιλεύσας δὲ ἐπαναπαύσεται.