TLG 1366 001 :: EVANGELIUM BARTHOLOMAEI :: Evangelium Bartholomaei EVANGELIUM BARTHOLOMAEI Evangel.
Apocryph. Evangelium Bartholomaei Citation: Chapter — section — (line) | ||
1.28 | ..τός με. καὶ ταῦτα λέγοντος αὐτοῦ εἶπεν τοῖς ἀποστόλοις· 〈περι〉μείνατέ με ἐν τῷ τόπῳ τούτῳ, ὅτι σήμερον ἐν τῷ παρα‐ δείσῳ θυσία ἀναφέρεται, ἵνα παραγενάμενος δέξωμαι αὐτήν. | |
1.29 | ὁ δὲ Βαρθωλωμαῖος ἀποκριθεὶς εἶπεν πρὸς τὸν Ἰησοῦν Κύριε, τίς ἐστιν ἡ ἐν τῷ παραδείσῳ ἀναφερομένη θυσία; ὁ δὲ Ἰησοῦς λέγει Ψυχαὶ δικαίων σήμερον ἐκ τοῦ σώματος ἐξελθοῦσαι ἔρχονται ἐν | |
5 | τῷ παραδείσῳ, καὶ ἐὰν μὴ παραγένωμαι οὐκ εἰσέρχονται ἔνδοθεν. | |
---|---|---|
1.30 | ὁ δὲ Βαρθωλωμαῖος εἶπεν Πόσαι εἰσὶν ψυχαί, κύριε, αἱ εἰσερ‐ χόμεναι ἐν τῷ παραδεί〈σῳ〉; ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν Τρεῖς εἰσιν. | |
1.31 | ὁ 〈δὲ〉 Βαρθωλωμαῖος λέγει αὐτῷ Κύριε, ὅτε μεθ’ ἡμῶν τὸν λόγον ἐδίδασκες, ἐδέχου τὰς θυσίας ἐν τῷ παραδείσῳ; ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς λέγει πρὸς αὐτόν Ἀμὴν λέ‐ γω σοι, ἀγαπητέ μου, ὅτι καὶ μεθ’ ὑμῶν τὸν λόγον ἐδίδασκον καὶ | |
5 | ἀδιαλύτως μετὰ τοῦ πατρὸς ἐκαθεζόμην καὶ ἐν τῷ παραδείσῳ καθ’ ἑκάστην 〈ἡμέραν〉 τὰς θυσίας ἐδεχόμην. | |
1.32 | ἀποκριθεὶς δὲ ὁ Βαρ‐ θωλωμαῖος λέγει αὐτῷ Κύριε, τρεῖς μόνον ψυχαὶ ἐξέρχονται καθ’ ἑκάστην ἡμέραν; λέγει αὐτῷ ὁ Ἰησοῦς Μόλις αἱ πεντήκοντα τρεῖς, ἀγαπητέ μου. | |
1.33 | πάλιν Βαρθωλωμαῖος λέγει Καὶ πῶς τρεῖς μόνον εἰσέρχονται εἰς τὸν παράδεισον; λέγει αὐτῷ ὁ Ἰησοῦς Αἱ μὲν τῶν πεντήκοντα τρεῖς εἰσέρχονται εἰς τὸν παράδεισον ἤτοι ἀποτίθονται εἰς τὸν κόλπον Ἀβραάμ· αἱ δὲ λοιπαὶ ἴασιν εἰς τὸν τόπον τῆς | |
5 | ἀναστάσεως, ὅτι οὐκ εἰσὶν αἱ τρεῖς ὡς αὐταὶ αἱ πεντήκοντα. | |
1.34 | λέγει αὐτῷ ὁ Βαρθωλωμαῖος Πόσαι .. 〈ψυ〉χαί, κύριε, ἐν τῷ κόσμῳ περισσαὶ γεννῶνται; λέγει αὐτῷ ὁ Ἰησοῦς Μία μόνον περισσεύουσα τῶν ἐξερχομένων γεννᾶται ψυχή. | |
1.35 | καὶ ταῦτα λέ‐ γοντος 〈αὐτοῦ〉 ἔδωκεν αὐτοῖς τὴν εἰρήνην καὶ ἀφανὴς ἐγένετο ἀπ’ αὐτῶν. | |
2.1 | Ἦσαν δὲ οἱ ἀπόστολοι ἐν τῷ Χερουβὶμ μετὰ Μαρίας. | |
2.2 | ἐγγίσας δὲ ὁ Βαρθωλωμαῖος λέγει τῷ Πέτρῳ καὶ τῷ Ἀνδρέᾳ καὶ τῷ Ἰωάννῃ Ἐρωτήσωμεν τὴν κεχαριτωμένην Μαριάμ, πῶς συνέ‐ λαβεν τὸν ἀχώρητον ἢ πῶς ἐβάσταξεν τὸν ἀβάστακτον ἢ πῶς ἔτεκεν τὸ τηλικοῦτον μέγεθος. οἱ δὲ ἐδίσταζον ἐρωτῆσαι αὐτήν. | |
2.3 | λέγει οὖν ὁ Βαρθωλωμαῖος τῷ Πέτρῳ· Πάτερ Πέτρε, σὺ ὡς κορυφαῖος στήσας ἐρώτησον αὐτήν. ὁ δὲ Πέτρος τῷ Ἰωάννῃ Σὺ εἶ παρθένος καὶ ἄμεμπτος καὶ χρή σε ἐρωτῆσαι αὐτήν. | |
2.4 | πάντων δὲ δισταζόντων καὶ ἀμφιβαλλόντων ἐγγίσας ὁ Βαρθωλωμαῖος φαιδρὸς τὸ πρόσωπον εἶπεν αὐτῇ Κεχαριτωμένη, σκηνὴ περικομμένη, ἀμό‐ λυντε, ἐρωτῶμέν σε πάντες οἱ ἀπόστολοι, ἀπέστειλάν με πρός | |
5 | σε, ἵνα εἴπῃς ἡμῖν, πῶς συνέλαβες τὸν ἀχώρητον ἢ πῶς ἐβά‐ σταξας τὸν ἀβάστακτον ἢ πῶς ἔτεκες τὸ τηλικοῦτον μέγεθος; | |
2.5 | ἡ δὲ Μαριὰμ λέγει αὐτοῖς 〈Μὴ〉 ἐρωτᾶτέ με περὶ τοῦ μυστηρίου τούτου; ἐὰν ἄρξωμαι λέγειν ὑμῖν πῦρ ἐκ τοῦ στόματός μου ἐξε‐ λεύσεται καὶ καταφλέγει πᾶσαν τὴν οἰκουμένην. | |
2.6 | οἱ δὲ μᾶλλον προσέθεσαν τοῦ ἐρωτᾶν αὐτήν. αὐτὴ δὲ μὴ θέλουσα παρακοῦσαι τῶν ἀποστόλων εἶπεν Στῶμεν ἐν προσευχῇ. | |
2.7 | καὶ ἔστησαν οἱ ἀπό‐ στολοι ὄπισθεν Μαρίας. αὐτὴ δὲ λέγει τῷ Πέτρῳ· Πέτρε, κορυ‐ φαῖε καὶ στύλε μέγιστε, ὄπισθεν ἡμῶν ἐστήκεις; οὐκ εἶπεν ὁ κ〈ύριος ἡ〉μ〈ῶν, ὅ〉τι „κεφαλὴ ἀνδρὸς ὁ Χριστόσ“; νῦν | |
5 | οὖν ἔνπροσθέν μου σταθέντες εὔξασθε. | |
2.8 | οἱ δὲ λέγουσιν αὐτῇ Ἐν σοὶ τὴν σκηνὴν αὐτοῦ ἔπηξεν ὁ κύριος καὶ εὐδόκησέν σε χω‐ ρεῖν αὐτὸν καὶ σὺ μᾶλλον ὀφείλεις συνιέναι ἐπὶ τὴν προσευχήν. | |
2.9 | ἡ δὲ λέγει αὐτοῖς Ὑμεῖς ἐστε ἀστέρες λάμποντες, καθὼς εἶπεν ὁ προφήτης· „ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου“, ὑμεῖς οὖν ἐστε τὰ ὄρη καὶ ὑμᾶς δεῖ εὔξασθαι. | |
2.10 | λέγουσιν αὐτῇ οἱ ἀπόστολοι Σὲ χρὴ 〈εὔξασ〉θαι, τὴν μητέραν τοῦ ἐπουρανίου βασιλέως. | |
2.11 | λέγει αὐτοῖς Μαριάμ Κατὰ τὴν ἐκτύπωσιν ὑμῶν ἔπλασεν ὁ θεὸς τὰ στρουθία καὶ ἀπέστειλεν αὐτὰ εἰς τὰς τέσσαρας γωνίας τοῦ κόσμου. | |
2.12 | οἱ δὲ λέγουσιν αὐτῇ Ὁ ἐν τοῖς ἑπτὰ οὐρανοῖς μόλις χωρηθεὶς εἰς σὲ εὐδόκησεν 〈χωρηθῆναι〉. | |
2.13 | ἡ δὲ Μαρία ἔστη ἔμπροσθεν αὐτῶν καὶ διέτεινεν τὰς χεῖρας αὐτῆς εἰς τὸν οὐρανὸν καὶ ἤρξατο λέγειν οὕτως Ἐλ‐ φουέ, ζαρεθρά, χαρβούμ, νεμιώθ, μελιθῶ, θραβουθά, μεφνουνός, χεμιάθ, ἀρουρά, μαριδῶν, ἐλισῶν, μαρμιαδῶν, σεφῶν, ἡσαβουθᾶ, | |
5 | ἐννουνά, σακτινός, ἀθοώρ, βελελάμ, ὡφεώθ, ἀβώ, χρασάρ, ὅ ἐστιν τῇ ἑλληνίδι γλώσσῃ· ὁ θεὸς ὁ ὑπερμεγέθης καὶ πάνσοφος, καὶ βασιλεὺς τῶν αἰώνων, ὁ ἀνεκδιήγητος, ὁ ἀνεκλάλητος, ὁ τὰ με‐ | |
γέθη τῶν οὐρανῶν συστησάμενος λόγῳ τὰ πάντα, ὁ ἐκ ἀγνώτων ἁρμονίζων πόλους οὐρανίους συνστησάμενος καὶ συμπήξας, ὁ τὴν | ||
10 | διάτρητον ὕλην 〈σ〉χηματίσας, ὁ τὰ ἀσύστατα εἰς σύστα‐ σιν ἀγαγών, ὁ τὸ ζωφερὸν σκότος ἀπὸ τοῦ φωτὸς διαχωρίσας, ὁ θεμελίους ὑδάτων συνστησάμενος ἐπὶ τὸ αὐτό, ὁ τῶν αἰθερίων γενόμενος τρόμος καὶ τῶν ἐπιγείων φανεὶς φόβος, ὁ τὴν γῆν ἑδράσας καὶ μὴ εὐδοκήσας αὐτὴν ἀπολέσθαι, ὅτι πάντων τὴν | |
15 | τροφήν, γῆν ὑετῶν πληρώσας, τῶν εὐλόγως τοῦ πατρός. ὃν ἑπτὰ οὐρανοὶ μόλις ἐχώρησαν, ἐν ἐμοὶ δὲ εὐδοκήσας ἀνωδύνως χωρη‐ θῆναι, ὁ πλήρης λόγος αὐτὸς ὑπάρχων τοῦ πατρὸς καὶ ἐν σοὶ πάντα γέγονεν. δὸς δόξαν τῷ ὑπερμεγέθει σου ὀνόματι καὶ φθέγξα‐ σθαί με κέλευσον ἐνώπιον τῶν ἁγίων σου ἀποστόλων. | |
2.14 | καὶ πληρώσασα τὴν προσευχὴν ἤρξατο λέγειν αὐτοῖς· Καθίσωμεν ἐπὶ τοῦ ἐδάφους· καὶ ἐλθὲ σύ, Πέτρε κορυφαῖε, καὶ κάθισον ἐκ δεξιῶν μου καὶ ὑπόβαλον τὴν εὐώνυμόν σου χεῖραν ὑπὸ τὴν μασχάλην | |
5 | μου· καὶ σύ, Ἀνδρέα, ποίησον οὕτως. σὺ δέ, Ἰωάννη παρθένε, σύσχε μου τὸ στῆθος. σὺ δέ, Βαρθωλωμαῖε, πῆξον τὰ γόνατά σου εἰς τοὺς ὤμους μου καὶ σφίγξον τοὺς ὤμους μου, μή ποτε ἀρξαμένης μου λέγειν λυθῶσι τὰ ὀστᾶ μου. | |
2.15 | καὶ ὡς ἐποίει οὕτως ἤρξατο λέγειν· Ὡς ἤμην ἐν τῷ ναῷ τοῦ θεοῦ λαμβάνουσα τροφὴν ἐκ χειρὸς ἀγγέλου, μιᾷ τῶν ἡμερῶν ἐφάνη μοι ἄγγελος, θέσει μὲν ἀγγέλου τὸ δὲ πρόσωπον αὐτοῦ ἦν ἀχώρητον, οὐκ ἔχων ἐν τῇ | |
5 | χειρὶ αὐτοῦ ἄρτον ἢ ποτήριον καθὼς ὁ πρὶν ἐρχόμενος πρός με ἄγγε‐ λος. | |
2.16 | καὶ εὐθὺς διερράγη τὸ πέπλον τοῦ ναοῦ καὶ σεισμὸς ἐγένετο σφοδρός, καὶ ἔπεσα ἐγὼ ἐπὶ τὴν γῆν [καὶ] μὴ φέ‐ ρουσα τὴν ἰδέαν αὐτοῦ. | |
2.17 | ὁ δὲ ὑπέβαλεν τὴν χεῖρα αὐτ〈οῦ〉 καὶ ἤγειρέν με, καὶ ἀνέβλεψα εἰς τὸν οὐρανόν, καὶ ἦλθεν νεφέλη δρό‐ σου εἰς τὸ πρόσωπόν μου καὶ ἐράντισέν με ἀπὸ κεφαλῆς ἕως ποδῶν καὶ ἀπέμαξέ με τῇ στολῇ αὐτοῦ. | |
2.18 | καὶ εἶπεν μοι Χαῖρε κεχαριτωμένη σκεῦος ἐκλογῆς καὶ χάρις ἀνέκλειπτε, καὶ ἐπάταξεν τὴν δεξιὰν τοῦ ἐνδύματος αὐτοῦ καὶ ἐγένετο ἄρτος ὑπερμεγέθης καὶ ἔθετο ἐπὶ τὸ θυσιαστήριον τοῦ ναοῦ καὶ ἔφαγεν αὐτὸς πρῶ‐ | |
5 | τον καὶ ἔδωκεν κἀμοί. | |
2.19 | καὶ ἐθεώρησα καὶ εἶδον 〈ποτήριον〉 πλῆρες οἴνου. καὶ ἔθετο ἐπὶ τὸ θυσιαστήριον τοῦ ναοῦ καὶ ἔπιεν αὐτὸς πρῶτον καὶ ἔδωκεν κἀμοί. καὶ ἐθεώρησα καὶ εἶδον πλήρη τὸν ἄρτον καὶ τὸ ποτήριον. | |
2.20 | καὶ εἶπέν μοι Ἔτι τρεῖς ἐνιαυτῶν καὶ ἀποστείλω σοι τὸν λόγον μου, καὶ συλλήψῃ υἱόν μου καὶ δι’ αὐτοῦ σωθήσεται πᾶσα ἡ κτίσις μου. εἰρήνη σοι, κεχαριτωμένη, καὶ ἐν σοὶ ἔσται ἡ εἰρήνη μου διαπαντός. | |
2.21 | καὶ εἰρηκώς μοι ταῦτα ἀφανὴς ἐγένετο ἀπὸ τῶν ὀφθαλμῶν μου καὶ ἐγένετο ὁ ναὸς καθὼς ἦν τὸ πρότερον. | |
2.22 | Ταῦτα λεγούσης αὐτῆς ἐξῆλθεν πῦρ ἐκ τοῦ στόματος αὐτῆς καὶ μέλλοντος συντελεῖσθαι τοῦ κόσμου δρομαίως παρεγένετο ὁ Ἰησοῦς καὶ λέγει πρὸς Μαριάμ Μὴ φθέγγου τοῦτο, ἐπεὶ .. συν‐ τελεῖται πᾶσα ἡ κτίσις μου σήμερον. καὶ φόβῳ συνεσχέθησαν | |
5 | οἱ ἀπόστολοι, μή ποτε ὀργισθῇ αὐτοῖς ὁ θεός. | |
3.1 | Καὶ ἀπῆλθεν μετ’ αὐτῶν εἰς τὸ ὄρος καὶ ἐκάθισεν ἐν μέσῳ αὐτῶν. | |
3.2 | οἱ δὲ ἐδίσταζον ἐρωτᾶν αὐτὸν φοβούμενοι. | |
3.3 | καὶ ἀπο‐ κριθεὶς ὁ Ἰησοῦς λέγει αὐτοῖς Αἰτήσασθέ με ὃ βούλεσθε, ἵνα δι‐ δάξω ὑμᾶς, καὶ δείξω. ἔτι γὰρ ἑπτὰ ἡμέραι καὶ ἀνέρχομαι πρὸς τὸν πατέρα μου καὶ οὐκέτι ὑμῖν ὀφθήσομαι τῇ ἰδέᾳ ταύτῃ. | |
3.4 | οἱ δὲ διστάζοντες λέγουσιν αὐτῷ Κύριε, δεῖξον ἡμῖν τὴν ἄβυσσον, κατὰ τὴν ἐπαγγελίαν σοῦ. | |
3.5 | .. οὐ καλὸν ὑμῖν ἐστιν ἰδεῖν τὴν ἄβυσσον· εἰ δὲ θέλετε, κατὰ τὴν ἐπαγγελίαν μου δεῦτε ἀκολουθήσατέ μοι καὶ ἴδατε. | |
3.6 | καὶ ἀπήγαγεν αὐτοὺς ἐν τόπῳ λεγομένῳ Χερουβίμ, ὅ ἐστι τόπος ἀληθείας. | |
3.7 | καὶ ἔνευσεν τοῖς δυ〈τι〉κοῖς ἀγγέλοις καὶ ἐτυλίχθη „ὡς βιβλίον“ ἡ γῆ καὶ ἀπεκαλύφθη αὐτοῖς ἡ ἄβυσσος. | |
3.8 | ἰδόντες δὲ αὐτὴν οἱ ἀπόστολοι ἔπεσαν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν. | |
3.9 | ὁ δὲ Ἰησοῦς ἤγειρεν αὐτοὺς λέγων Οὐκ εἶπον ὑμῖν, οὐ καλόν ἐστιν ἰδεῖν τὴν ἄβυσσον; καὶ πάλιν ἔνευσεν τοῖς ἀγγέλοις καὶ ἐπεκαλύφθη ἡ ἄβυσσος. | |
4.1 | Καὶ παραλαβὼν αὐτοὺς ἀπήρχετο εἰς τὸ ὄρος τῶν Ἐλαιῶν. | |
4.2 | ἔλεγεν δὲ ὁ Πέτρος τῇ Μαρίᾳ Κεχαριτωμένη, δεήθητι τοῦ κυρίου, ἵνα ἡμῖν πάντα ἀποκαλύψῃ τὰ ἐν τοῖς οὐρανοῖς. | |
4.3 | καὶ ἡ Μαρία πρὸς Πέτρον εἶπεν Ἀκρότομε Πέτρε, οὐχὶ ἐπὶ σὲ ᾠκοδόμησεν 〈ὁ κύριοσ〉 τὴν ἐκκλησίαν; σὺ οὖν πρῶτος ἐλθὼν ἐρώτησον αὐτόν. | |
4.4 | πάλιν ὁ Πέτρος λέγει Σκηνὴ πεπλασμένη .. | |
4.5 | Μαρία λέγει· Σὺ τὸ ἐκτύπωμα τοῦ Ἀδάμ. οὐκ αὐτὸς οὕτως ἐπλάσθη καὶ οὕτως Εὔα; βλέπε τὸν ἥλιον ὅτι κατὰ τὸν τύπον τοῦ Ἀδὰμ λαμ‐ πρός ἐστιν, διὰ δὲ τὴν παράβασιν τῆς Εὔας βλέπε τὴν σελήνην | |
5 | ὅτι πηλοῦ πεπλήρωται. ἔθετο γὰρ ὁ θεὸς τὸν Ἀδὰμ εἰς ἀνατολάς, τὴν δὲ Εὔαν πρὸς δυσμὰς καὶ διετάξατο τοῖς ἄστροις, ὥστε φαί‐ νειν ἐπὶ τῆς γῆς τὸν μὲν ἥλιον τῷ Ἀδὰμ ἐξ ἀνατολῶν πυρίνοις ἅρμασιν, τὴν δὲ σελήνην ἀπὸ δυσμὰς γαλακτοπρόσωπον φέγγος διδόναι τῇ Εὔᾳ· καὶ ἐμίανεν τὸ πρόσταγμα κυρίου. διὰ τοῦτο | |
10 | ἐπηλώθη ἡ σελήνη καὶ οὐ λαμπρύνει τὸ φέγγος αὐτῆς. σὺ οὖν ἐπειδὴ 〈εἶ〉 τὸ ἐκτύπωμα τοῦ Ἀδάμ, σὺ ὀφείλεις ἐρωτᾶν, ἐν ἐμοὶ δὲ ἐχώρησεν διὰ τὸ ἀνακαλέσασθαί με τὴν ἰσχὺν τῶν θελειῶν. — | |
4.6 | ὅτε δὲ ἀνῆλθον εἰς τὴν κορυφὴν τοῦ ὄρους καὶ μι‐ κρὸν ὑπεχώρησεν ἀπ’ αὐτῶν ὁ δεσπότης, λέγει ὁ Πέτρος πρὸς τὴν Μαρίαν Σὺ εἶ καταργήσασα τὴν ἰσχὺν τῆς Εὔας, ἀπὸ αἰσχύ‐ νης εἰς χαρὰν μεταβαλλοῦσα, σοὶ οὖν ἔξεστιν ἐρωτᾶν. — | |
4.7 | πάλιν φανέντος τοῦ Ἰησοῦ λέγει αὐτῷ ὁ Βαρθωλωμαῖος Κύριε, δεῖξον ἡμῖν τὸν ἀντίπαλον τῶν ἀνθρώπων, ἵνα θεασώμεθα αὐτὸν ὁποῖός ἐστιν ἢ τί τὸ ἔργον αὐτοῦ ἢ πόθεν ὁρμᾶται ἢ ποίαν δύναμιν | |
5 | ἔχει, ὅτι καὶ σοῦ αὐτοῦ οὐκ ἐφείσατο, ἀλλ’ ἐποίησέν σε ἐπὶ ξύλου κρεμασθῆναι. — | |
4.8 | ἀποβλεψάμενος δὲ αὐτὸν ὁ Ἰησοῦς λέγει αὐτῷ Ὦ καρδία αὐστηρά· ἃ οὐ δύνῃ θεωρεῖν ἐκεῖνα ἐρωτᾷς. — | |
4.9 | ὁ δὲ Βαρθωλωμαῖος πτοηθεὶς ἔπεσεν πρὸς τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἤρξατο λέγειν οὕτως· Λαμπτὴρ ἄσβεστε, κύριε Ἰησοῦ Χριστέ, ἀνέκλειπτε, ὁ τὴν παγκόσμιον χάριν δωρησάμενος τοῖς | |
5 | ἀγαπῶσίν σε, ὁ τὸ αἰώνιον φῶς δωρησάμενος διὰ τῆς ἐν κόσμῳ σου παρουσίας, ὁ τὴν ἄνω οὐσίαν λόγῳ .. πατρὸς ἔργον ἐπιτε‐ λέσας, ὁ τὸ σκυθρωπὸν τοῦ Ἀδὰμ εἰς εὐφροσύνην μεταβαλών, ὁ τὴν λύπην τῆς Εὔας χαρίεντι προσώπῳ καταργήσας διὰ τῆς ἐκ παρθένου [μητρὸς] 〈γενεᾶσ〉· ἀμνησικάκως μοι χορήγησον τὸν | |
10 | λόγον τῆς ἐπερωτήσεως. | |
4.10 | καὶ ταῦτα λέγοντος αὐτοῦ ἤγειρεν αὐτὸν ὁ Ἰησοῦς 〈καὶ〉 λέγει αὐτῷ· Βούλῃ ἰδεῖν, Βαρθωλωμαῖε, τὸν ἀντίπαλον τῶν ἀνθρώπων; λέγω δὲ ὅτι βλέπων αὐτὸν οὐ μόνον δὲ σύ, ἀλλὰ καὶ σύν σοι οἱ ἀπόστολοι καὶ Μαρία πεσεῖσθε | |
5 | ἐπὶ πρόσωπον καὶ γίνεσθε ὡς νεκροί. | |
4.11 | πάντες δὲ εἶπον αὐτῷ· Κύριε, θεασώμεθα αὐτόν. | |
4.12 | .. τοῖς ταρταρούχοις ἀγγέλοις, ἔνευσε δὲ τὸν Μιχαὴλ σαλπίσαι ἐν τῷ ὕψει τῶν οὐρανῶν, καὶ ἐσείσθη ἡ γῆ, καὶ ἀπῆλθεν ὁ Βελίαρ κατεχόμενος ὑπὸ ἑξακοσίων ἑξήκοντα [τριῶν] 〈ἀγγέλων〉 πυρίνοις ἀλύσεσιν δεδεμένος. | |
4.13 | ἦν δὲ τὸ μῆ‐ κος αὐτοῦ πηχέων χιλίων ἑξακοσίων καὶ τὸ πλάτος αὐτοῦ πηχέων τεσσαράκοντα καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ἀστραπὴ πυρὸς καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ζοφώδεις καὶ ἐκ τῶν ῥινῶν αὐτοῦ ἐξέρχεται | |
5 | καπνὸς δυσώδης· ἦν δὲ τὸ στόμα αὐτοῦ ὡς χάσμα κρυμνοῦ, ἦν δὲ καὶ ἡ μία πτέρυξ αὐτοῦ πηχέων ὀγδοήκοντα. | |
4.14 | καὶ εὐθέως ἰδόντες αὐτὸν οἱ ἀπόστολοι ἔπεσαν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ ἐγένοντο ὡς οἱ νεκροί. | |
4.15 | ὁ δὲ Ἰησοῦς ἐγγίσας ἤγειρεν τοὺς ἀποστόλους καὶ ἔδωκεν αὐτοῖς πνεῦμα δυνάμεως καὶ λέγει τῷ Βαρθωλωμαίῳ Ἔγγισον, Βαρθωλωμαῖε, καὶ πάτησον τοὺς πόδας σου εἰς τὸν τράχηλον αὐτοῦ, καὶ ἐρεῖ σοι τὸ ἔργον | |
5 | αὐτοῦ, τί ἐστιν ἢ πῶς ἀπατᾷ τοὺς ἀνθρώπους. | |
4.16 | ὁ δὲ Ἰησοῦς ἔστη ἀπὸ μακρόθεν μετὰ τῶν ἀποστόλων. | |
4.17 | καὶ ὕψωσεν τὴν φωνὴν αὐτοῦ ὁ Βαρθωλωμαῖος οὕτως Ὦ μήτρα πόλεως εὐρυχω‐ ροτέρα· ὦ μήτρα οὐρανῶν ἁπλώματος πλατυτέρα· ὦ μήτρα χω‐ ρήσασα ὃν οἱ ἑπτὰ οὐρανοὶ οὐ χωροῦσιν, σὺ δὲ χωρήσασα ἀνω‐ | |
5 | δύνως ἐπέσχες ὁσιωθὲν ἐν κόλποις τοῖς σοῖς· ὦ μήτρα ἐν κρυ‐ πτοῖς τόποις ἀποκειμένη καὶ τὸν πολυφανερὸν Χριστὸν γεννή‐ σασα· ὦ μήτρα εὐρυχωροτέρα ὑπὲρ πᾶσαν τὴν κτίσιν πρὸς βραχὺν γεναμένη. | |
4.18 | καὶ φοβηθεὶς ὁ Βαρθωλωμαῖος λέγει Κύριε Ἰησοῦ, δός μοι κράσπεδον ἀπὸ τῶν ἱματίων σου, ἵνα τολμήσω πρὸς αὐτόν. | |
4.19 | ὁ δὲ Ἰησοῦς λέγει πρὸς αὐτόν Οὐ δύνῃ λαβεῖν κράσπε‐ δον ἐκ τῶν ἱματίων μου, οὐ γάρ εἰσιν τὰ ἱμάτιά μου ταῦτα ἃ ἐφόρουν πρὸ τοῦ με σταυρωθῆναι. | |
4.20 | λέγει δὲ ὁ Βαρθωλωμαῖος Δέ‐ δοικα, κύριε, ὁμοίως τῶν ἀγγέλων οὐκ ἐφείσατο, μὴ καὶ ἐμὲ ἄρα καταπίεται. | |
4.21 | λέγει αὐτῷ ὁ Ἰησοῦς Οὐχὶ λόγῳ τῷ ἐμῷ πάντα γί‐ νεται καὶ τῇ διανοίᾳ τοῦ πατρός μου ὑπετάγη τῷ πνεύματι ..; σὺ οὖν κελευόμενος ἐν τῷ ὀνόματί μου ἄπελθε καὶ ἐρώτησον αὐτὸν ὃ βούλῃ. | |
4.22 | ὁ δὲ Βαρθωλωμαῖος εἰς τὸν τράχηλον αὐτοῦ πατήσας ἀπώσατο τὸ πρόσωπον αὐτοῦ εἰς τὴν γῆν ἕως τῶν ἀκουῶν αὐτοῦ. | |
4.23 | καὶ λέγει αὐτῷ ὁ Βαρθωλωμαῖος Εἰπέ μοι τίς εἶ σὺ καὶ τί τὸ ὄνομά σου; ὁ δὲ εἶπεν αὐτῷ Ἐλάφρυνόν με ὀλίγον καὶ ἐρῶ σοι, τίς εἰμι ἐγὼ καὶ πῶς ἐλήλυθα ἐνταῦθα καὶ τί τὸ ἔργον μου καὶ ποία ἡ δύναμίς μου. | |
4.24 | ὁ δὲ ἐλαφρύνας αὐτὸν λέγει αὐτῷ Λέγε πάντα ἃ σὺ πέπραχας καὶ ὅσα πράττεις. | |
4.25 | ἀπο‐ κριθεὶς δὲ ὁ Βελίαρ λέγει Εἰ θέλεις μαθεῖν τὸ ὄνομά μου, πρῶ‐ τον ἐλεγόμην Σαταναήλ, ὃ ἑρμηνεύεται ἐξάγγελος θεοῦ· ὅτε δὲ ἀπέγνων ἀντίτυπον τοῦ θεοῦ [καὶ] ἐκλήθη τὸ ὄνομα μου Σατανᾶς, | |
5 | ὅ ἐστιν ἄγγελος ταρταροῦχος. | |
4.26 | καὶ πάλιν λέγει αὐτῷ ὁ Βαρθω‐ λωμαῖος Πάντα μοι ἀποκάλυψον καὶ μηδέν με ἀποκρύψῃς. | |
4.27 | αὐτὸς δὲ εἶπεν αὐτῷ Ὄμνυμί σοι κατὰ τῆς δυνάμεως τῆς δόξης τοῦ θεοῦ ὅτι ἐὰν θέλω ἀποκρύψαι οὐ δύναμαι, παρέσταται γὰρ ὁ ἐλέγχων με. εἰ γὰρ ἤμην δυνατός, ἂν καὶ ὑμᾶς εἶχον ἀπολέσαι ὡς τὸν ἔνα τὸν πρὸ ὑμῶν. | |
4.28 | καὶ γὰρ ἐγὼ πρῶτος ἄγγελος ἐξε‐ πλάσθην. ὅτε γὰρ ἐποίει ὁ θεὸς τοὺς οὐρανοὺς ἔλαβεν δράκα | |
πυρὸς καὶ ἔπλασεν ἐμὲ πρῶτον, δεύτερον τὸν Μιχαήλ. τὸν γὰρ υἱὸν αὐτοῦ πρὸ τοῦ τοὺς οὐρανοὺς καὶ τὴν γῆν ἡμᾶς πλασθῆναι | ||
5 | εἶχον(?)—ὅτε γὰρ ἐνεθυμήθη τὸ τὰ πάντα κτίσαι, εἶπεν λόγον ὁ υἱὸς αὐτοῦ—κέκτισθαι καὶ ἡμεῖς θελήματι τοῦ υἱοῦ καὶ συμ‐ βουλείᾳ τοῦ πατρός. | |
4.29 | ἔπλασεν ἐμὲ πρῶτον, δεύτερον Μιχαὴλ τὸν ἀρχιστράτηγον τῶν ἄνω δυνάμεων, τρίτον Γαβριήλ, τέταρτον Οὐριήλ, πέμπτον Ῥαφαήλ, ἕκτον Ναθαναήλ, καὶ ἑτέρους ἀγγέλους, ὧν τὰ ὀνόματα αὐτῶν λαλῆσαι οὐ δύναμαι· ῥαβδοῦχοι | |
5 | γάρ εἰσιν τοῦ θεοῦ καὶ ῥαβδιωκοῦσίν με ἑπτάκις τῆς νυκτὸς καὶ ἑπτάκις τῆς ἡμέρας καὶ οὐκ ἐῶσίν με ἐν μηδενὶ καὶ τὴν δύ‐ ναμίν μου πᾶσαν κατακρύπτουσιν· οὗτοί εἰσιν οἱ ἄγγελοι τῆς ἐκ‐ δικήσεως οἱ παρεστάμενοι τῷ θρόνῳ τοῦ θεοῦ. οὗτοί εἰσιν οἱ πρῶτοι πλασθέντες ἄγγελοι. | |
4.30 | καὶ μετὰ τούτους ἐπλάσθησαν πάντες οἱ ἄγγελοι. τῷ πρώτῳ οὐρανῷ μυριάδες ἑκατὸν καὶ τῷ δευτέρῳ μυριάδες ἑκατὸν καὶ τῷ τρίτῳ μυριάδες ἑκατὸν καὶ τῷ τετάρτῳ μυριάδες ἑκατὸν καὶ τῷ πέμπτῳ μυριάδες ἑκατὸν καὶ τῷ | |
5 | ἕκτῳ μυριάδες ἑκατὸν καὶ τῷ ἑβδόμῳ οὐρανῷ τὸ πέταλός ἐστι τὸ πρῶτον, ὅπου εἰσὶν αἱ ἐξουσίαι ἐνεργοῦσαι τοῖς ἀνθρώποις. | |
4.31 | εἰσὶν γὰρ ἕτεροι ἄγγελοι ἐπὶ τοῖς ἀνέμοις· ὁ μὲν εἷς ἄγγελος λέγεται ἐπὶ τοῦ βοῤῥᾶ Χαιροὺμ καὶ κατέχει ἐν τῇ χειρὶ αὐτοῦ ῥάβδον πύρινον καὶ καταπαύει τὴν πολλὴν αὐτοῦ ὑγρότητα διὰ τὸ μὴ | |
5 | ξηραίνεσθαι τὴν γῆν. | |
4.32 | καὶ ὁ ἄγγελος ὁ ἐπὶ τοῦ ἀπηλιώτου λέγεται ὁ Ἐρθά. ἔχει λαμπάδα πυρὸς καὶ προστίθησιν αὐτὴν καὶ εἰς τὰς πλευρὰς αὐτοῦ καὶ θερμαίνουσιν αὐτοῦ τὴν ψυχρότητα, ἵνα μὴ πήξῃ τὴν οἰκουμένην. | |
4.33 | καὶ ὁ ἐπὶ τοῦ νότου ἄγγελος λέγεται Κερκουθά, καὶ θραύουσιν αὐτοῦ τὴν θρασύτηταν διὰ τὸ μὴ τι‐ νάξαι τὴν γῆν. | |
4.34 | καὶ 〈ὁ〉 ἐπὶ τοῦ λίβα ἄγγελος λέγεται Ναουθὰ καὶ ἔχει ῥάβδον χιονώδη ἐν τῇ χειρὶ αὐτοῦ καὶ προστίθει εἰς τὸ στόμα αὐτοῦ καὶ σβέννει τὸ πῦρ τὸ ἐξερχόμενον ἐκ τοῦ στόματος αὐτοῦ. εἰ δὲ οὐχ εἷσαν αὐτὸν ἄγγελος ἐπὶ τοῦ στόματος | |
5 | αὐτοῦ, ἔφλεγεν πᾶσαν τὴν οἰκουμένην. | |
4.35 | καὶ ἕτερος ἄγγελός ἐστιν ἐπὶ τῆς θαλάσσης ὁ θρασύνων αὐτὴν διὰ τῶν κυμάτων. | |
4.36 | τὰ γὰρ λοιπὰ οὐκ ἐρῶ σοι, οὐ γὰρ συγχωρεῖ μοι ὁ παριστάμενος. | |
4.37 | λέγει αὐτῷ ὁ Βαρθωλωμαῖος Πῶς παιδεύεις τὰς ψυχὰς τῶν ἀν‐ θρώπων; | |
4.38 | λέγει αὐτῷ ὁ Βελίαρ Θέλεις, ἀναγγείλω σοι τὴν κό‐ λασιν τῶν ὑποκριτῶν καταλάλων καὶ τῶν γελοιαστῶν καὶ τῶν εἰδωλολατρῶν καὶ τῶν φιλαργύρων καὶ τῶν μοιχῶν καὶ τῶν γοη‐ τῶν καὶ τῶν μαντευομένων καὶ τῶν πιστευόντων εἰς ἡμᾶς καὶ | |
5 | πάντων ὧν σκοπῶ. | |
4.39 | λέγει αὐτῷ ὁ Βαρθωλωμαῖος Πυνθάνω ὅτι λέγεις συντόμως. | |
4.40 | καὶ ἐπάταξεν ἐν βρυγμῷ τοὺς ὀδόντας αὐτοῦ, καὶ ἀνῆλθεν τροχὸς ἐκ τῆς ἀβύσσου ἔχων μάχαιρα πῦρ ἀπο‐ φέγγουσαν, καὶ ἡ μάχαιρα εἶχεν σωλῆνας. | |
4.41 | καὶ ἐρώτησα αὐτὸν λέγων Τίς ἡ μάχαιρα αὕτη; | |
4.42 | ὁ δὲ εἶπεν Αὕτη ἡ μάχαιρά ἐστιν τῶν γαστριμάργων· εἰς τοῦτον γὰρ τὸν σωλῆνα πέμπονται ὅτι διὰ τῆς γαστριμαργίας πᾶσαν ἁμαρτίαν ἐφευρίσκουσιν· εἰς τὸν δεύτερον σωλῆνα πέμπονται οἱ κατάλαλοι οἳ καταλαλῶσιν λάθρα | |
5 | τὸν πλησίον αὐτῶν· εἰς δὲ τὸν τρίτον σωλῆνα πέμπονται οἱ ὑπο‐ κριταὶ καὶ οἱ λοιποὶ οὓς ἐγὼ ἀποσκελίζω τῇ ἐμῇ διαθέσει. | |
4.43 | ὁ δὲ Βαρθωλωμαῖος λέγει Σὺ οὖν ταῦτα δι’ ἑαυτοῦ ποιεῖς; | |
4.44 | ὁ δὲ Σατανᾶς εἶπεν Εἰ ἐγὼ ἐδυνάμην δι’ ἑαυτοῦ ἐξελθεῖν ἅπασαν τὴν οἰκουμένην ἐν τρισὶν ἡμέραις ἐξωλόθρευον 〈ἄν〉, ἀλλὰ οὔτε ἐγώ, οὔτε εἷς τῶν ἑξακοσίων ἐξερχόμεθα. ἔχομεν γὰρ ἄλλους | |
5 | ὑπηρέτας ἐλαφροὺς οἷς κελεύομεν καὶ ἐνδυοῦμεν αὐτοὺς πολυάγ‐ κιστρον καὶ ἀποστέλλομεν αὐτοὺς εἰς θήραν καὶ ἀγρεύουσιν ἡμῖν ψυχὰς ἀνθρώπων, διαφόροις γλυκάσμασιν αὐτοὺς γλυκαίνοντες, τουτέστιν μέθῃ καὶ γέλωτι, καταλαλιᾷ, ὑποκρίσει, ἡδοναῖς, πορ‐ νείᾳ ἢ καὶ ταῖς λοιπαῖς ὀλιγωρίαις ἐκ τῶν θησαυρῶν αὐτῶν. | |
4.45 | λέγω δὲ καὶ τὰ λοιπὰ ὀνόματα τῶν ἀγγέλων. ὁ ἄγγελος τῆς χα‐ λάζης λέγεται Μερμεώθ, καὶ συνέχει τὴν χάλαζαν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ ὁρκίζουσιν αὐτὸν οἱ λειτουργοί μου καὶ πέμπουσιν αὐτὸν ὅπου θέλουσιν. καὶ ἕτεροι ἄγγελοι ἐπὶ τῆς χαλάζης, καὶ | |
5 | ἕτεροι ἄγγελοι ἐπὶ τῆς βροντῆς καὶ ἕτεροι ἄγγελοι ἐπὶ τῆς ἀστρα‐ πῆς. καὶ ὅτε πνεῦμα βούλεται ἐξ ἡμῶν ἐξελθεῖ〈ν〉 ἤτοι διὰ γῆς ἤτοι διὰ θαλάσσης, οὗτοι οἱ ἄγγελοι πυρίνους ἀποστέλλουσι λίθους καὶ ἅπτουσιν ἡμῶν τὰ μέλη. | |
4.46 | λέγει ὁ Βαρθωλωμαῖος Φιμώθητι, βύθιε δράκον. | |
4.47 | ὁ δὲ Βελίαρ εἶπεν Ἀπαγγελῶ σοι | |
πολλὰ ἃ περὶ τῶν ἀγγέλων. οἱ συνδιατρέχοντες τὰ ἐπουράνια καὶ τὰ ἐπίγεια οὗτοί εἰσιν· Μερμεώθ, Ὁνοματάθ, Δούθ, Μελιώθ, Χαρούθ, Γραφαθάς, Ὁεθρά, Νεφόνος, Χαλκατούρα· σὺν αὐτοῖς | ||
5 | διαπέτανται τὰ ἐπουράνια καὶ τὰ ἐπίγεια καὶ τὰ καταχθόνια. | |
4.48 | λέγει αὐτῷ ὁ Βαρθωλωμαῖος· Φιμώθητι καὶ ὀλιγώρησον, ὅπως δεηθῶ τοῦ κυρίου μου. | |
4.49 | καὶ ἤρξατο ὁ Βαρθωλωμαῖος λέγειν, πεσὼν ἐπὶ πρόσωπον καὶ βάλλων ἐπὶ τὴν κεφαλὴν αὐτοῦ γῆν, λέγων δὲ οὕτως· Κύριε Ἰησοῦ Χριστέ, τὸ μέγα καὶ ἔνδοξον ὄνομα· καὶ πάντες οἱ χοροὶ τῶν ἀγγέλων αἰνοῦσίν σε, δέσποτα. | |
5 | καὶ ἐγὼ ὁ ἀνάξιος τοῖς χείλεσιν .. ὄργανον αἰνῶ σε, δέσποτα. ἐπάκουσόν μου τοῦ δούλου σου καὶ ὡς ἐξελέξω με ἐκ τοῦ τελω‐ νίου, καὶ οὐ συνεχώρησάς μοι ἐν ταῖς προτέραις μου πράξεσιν ἀναστρέφεσθαι ἕως τέλους, κύριε Ἰησοῦ Χριστέ, ἐπάκουσόν μου καὶ ἐλέησον τοὺς ἁμαρτωλούς. | |
4.50 | καὶ ταῦτα αὐτοῦ εἰπόντος λέγει αὐτῷ ὁ κύριος Ἀνάστα, ἐπίστρεψον τῷ στενάξαντι· κἀγώ σοι τὰ λοιπὰ ἀπαγγείλω. | |
4.51 | ὁ δὲ Βαρθωλωμαῖος ἤγειρεν τὸν Σα‐ τανᾶν καὶ λέγει αὐτῷ Πορεύου εἰς τὸν τόπον σου μετὰ τῶν ἄθλων σου, ὁ δὲ κύριος ἐλεεῖ πᾶσαν τὴν οἰκουμένην αὐτοῦ. | |
4.52 | ὁ δὲ διάβολος ἔφη Ἄφες, διηγήσομαί σοι, πῶς ἐῤῥίφην ἐνταῦθα ἢ πῶς ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον. | |
4.53 | ἐγὼ ἐν τῷ κόσμῳ ἤμην περιερχόμενος, καὶ εἶπεν 〈ὁ θεὸσ〉 τῷ Μιχαήλ Ἄγαγέ μοι βῶλον ἐκ τῶν τεσσάρων περάτων τῆς γῆς καὶ ὕδωρ ἐκ τῶν τεσσάρων ποταμῶν τοῦ παραδείσου. καὶ ὡς ἤγαγεν αὐτὰ Μιχαὴλ ἔπλασεν | |
5 | κατὰ μέρη τῆς ἀνατολῆς τὸν Ἀδάμ, μορφώσας τὸν ἄμορφον βῶ‐ λον τανύσας νεῦρα καὶ φλέβας καὶ ἁρμονίᾳ συνστησάμενος, καὶ προσεκύνησεν αὐτόν, αὐτὸς δὲ δι’ αὐτὸν πρῶτον, ὅτι ἦν εἰκὼν αὐτοῦ, καὶ προσεκύνει. | |
4.54 | ἐμοὶ δὲ ἐλθόντι ἐκ τῶν περά‐ των λέγει Μιχαήλ Προσκύνησον τὴν εἰκόνα τοῦ θεοῦ ἣν ἔπλασεν καθ’ ὁμοιότητα αὐτοῦ. ἐγὼ δὲ εἶπον Ἐγὼ πῦρ ἐκ πυρός, πρῶτος ἄγγελος πλασμένος ἤμην, καὶ πηλὸν καὶ ὕλην μέλλω προσκυνεῖν; | |
4.55 | καὶ λέγει μοι ὁ Μιχαήλ Προσκύνησον, μήποτε ὀργισθῇ ὁ θεὸς ἐπί σε. ἐγὼ δὲ εἶπον αὐτῷ Οὐκ ὀργισθήσεται ὁ θεὸς ἐπ’ ἐμοί, ἀλλὰ „θήσω τὸν θρόνον μου“ ἐξ ἐναντίας τοῦ θρόνου | |
αὐτοῦ καὶ εἰμὶ ὡς αὐτός. τότε ὀργισθεὶς ὁ θεὸς ἐπ’ ἐμοὶ ἔῤῥιψεν | ||
5 | 〈με〉 κάτω, κελεύσας ἀνοιγῆναι τοὺς καταῤῥάκτας τοῦ οὐρανοῦ. | |
4.56 | ἐμοῦ δὲ ῥιφθέντος ἠρώτησεν καὶ τοὺς ἑξακοσίους τοὺς ὑπ’ ἐμέ, εἰ θέλουσιν προσκυνῆσαι. οἱ δὲ εἶπον Καθὼς εἴδομεν τὸν πρῶ‐ τον οὐδὲ ἡμεῖς προσκυνοῦμεν τὸν ἐλαχιστότερον ἡμῶν. τότε ἐῤῥί‐ φησαν καὶ οἱ ἑξακόσιοι ὑπ’ αὐτοῦ μετ’ ἐμοῦ. | |
4.57 | ῥιφθέντες δὲ ἐπὶ τὴν γῆν ἐκαρώθημεν ἔτη τεσσαράκοντα, καὶ λάμψαντος τοῦ ἡλίου ἑπταπλασίως ὑπὲρ τὸ πῦρ ἐξαίφνης διυπνίσθημεν· καὶ περιβλεψάμενος εἶδον τοὺς ἑξακοσίους ὑπ’ ἐμὲ κεκαρωμένους. | |
4.58 | καὶ διύπνισα τὸν υἱόν μου Σαλψὰν καὶ λαβὼν αὐτὸν σύμβου‐ λον, πῶς τὸν ἄνθρωπον ἀπατήσω, δι’ ὃν ἐγὼ ἐῤῥίφην ἐκ τῶν οὐρανῶν. | |
4.59 | καὶ ἐνενοησάμην οὕτως. ἔλαβον φιάλην ἐν τῇ χειρί μου καὶ ἔξυσα τὸν ἱδρώτα τοῦ στήθους μου καὶ τῶν μαλλῶν μου καὶ ἐνιψάμην εἰς τὰς ἐξόδους τῶν ὑδάτων, ὅθεν οἱ τέσσαρες πο‐ ταμοὶ ῥέουσιν, καὶ πιοῦσα ἡ Εὔα ἔτυχεν τῆς ἐπιθυμίας. εἰ μὴ | |
5 | γὰρ ἔπιεν τὸ ὕδωρ ἐκεῖνο οὐκ ἂν αὐτὴν ἠδυνήθην ἀπατῆ‐ σαι. | |
4.60 | τότε ὁ Βαρθωλωμαῖος κελεύει αὐτὸν εἰσελθεῖν εἰς τὸν ᾅδην. | |
4.61 | ἐλθὼν δὲ ὁ Βαρθωλωμαῖος 〈καὶ πεσὼν〉 τοῖς ποσὶν τοῦ Ἰησοῦ ἤρξατο μετὰ δακρύων λέγειν οὕτως· Ἀββᾶ ὁ πατήρ, ὁ ἀνεξιχνίαστος ὑπὲρ ἡμῶν, ὁ λόγος τοῦ πατρός, ὃν ἑπτὰ οὐρανοὶ μόλις ἐχώρησαν, ἔνδοθεν σώματι τῆς παρθένου εὐχερῶς, ἀνω‐ | |
5 | δύνως ηὐδόκησας χωρηθῆναι, ὃ ἡ παρθένος οὐκ ἐννοεῖ σε φέ‐ ρουσα, σὺ δὲ νοήματι σῷ πάντως διέταξας γενέσθαι, ὁ πρὸ τοῦ παρακληθῆναι δωρούμενος ἡμῖν τὰ ἑκούσια. | |
4.62 | ὁ „στέφανον ἐξ ἀκανθῶν“ φορέσας, ἵνα ἡμῖν τὸν πολύτιμον τοῖς μετανοοῦσιν ἐξ οὐρανοῦ στέφανον εὐτρεπίσῃς, ἐπὶ ξύλου κρεμασθεὶς ἵνα ἡμῖν τὸν οἶνον κατανύξεως ποτίσῃς καὶ λόγχῃ τὴν πλευράν σου νυγεὶς | |
5 | ἵνα τοῦ σώματός σου καὶ τοῦ αἵματός σου ἡμᾶς ἐμπλήσῃς. | |
4.63 | ὁ τέτρασιν ποταμοῖς ὀνόματα καλέσας, τῷ πρώτῳ Φισὸν διὰ τὴν πίστιν ἣν φανεὶς ἐν τῷ κόσμῳ ἐκήρυξας, τῷ δευτέρῳ Γεὼν διὰ τὸ γήινον ὑπάρχειν τὸν ἄνθρωπον, τῷ τρίτῳ Τίγριν διὰ τὸ μη‐ | |
5 | νυθῆναι ἡμῖν ὑπό σου τὴν ὁμοούσιον ἐν οὐρανοῖς τριάδα ὑπάρ‐ χουσαν, τῷ δὲ τετάρτῳ Εὐφράτην ὅτι πᾶσαν ψυχὴν παραγενάμενος ἐν κόσμῳ εὔφρανας διὰ τοῦ λόγου τῆς ἀφθαρσίας. | |
4.64 | θεέ μου καὶ πάτερ μέγιστε καὶ βασιλεύς, σῶσον, κύριε, τοὺς ἁμαρ‐ τωλούς. | |
4.65 | ταῦτα αὐτοῦ προσευξαμένου λέγει αὐτῷ ὁ Ἰησοῦς· Βαρ‐ θωλωμαῖε, ἐκάλεσέν με ὁ πατὴρ Χριστόν, ἵνα κατέλθω ἐπὶ γῆς καὶ χρίσω πάντα ἄνθρωπον ἐρχόμενον τῷ ἐλαίῳ τῆς ζωῆς· Ἰησοῦν δέ μ’ ἐκάλεσεν, ἵνα ἰάσωμαι πᾶσαν ἁμαρτίαν τῶν ἀγνοούντων | |
5 | ὑπὸ θεοῦ ἢ καὶ θείων ἄραι τοῖς ἀνθρώποις δωρήσωμαι. | |
4.66 | καὶ πάλιν ὁ Βαρθωλωμαῖος λέγει αὐτῷ Κύριε, παντὶ ἀνθρώπῳ χρή 〈με〉 ἀποκαλύψαι τὰ μυστήρια ταῦτα; | |
4.67 | λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀγαπητέ μου, Βαρθωλωμαῖε, ὅσοι ἐάν εἰσιν πιστοὶ καὶ δύνανται φυλάξαι καθ’ ἑαυτοὺς διαπίστευε ταῦτα. εἰσὶν γὰρ καί τινες ἀνάξιοι αὐτῶν, εἰσὶν δὲ καὶ ἕτεροι, οἷς οὐκ ἔστιν πιστεῦσαι | |
5 | αὐτά, εἰσὶν γὰρ ἀλαζόνες, μέθυσοι, ὑπερήφανοι, ἀνελεήμονες, εἰδω‐ λολατρείας συμμέτοχοι, πορνείας ἀρχηγοί, κατάλαλοι, ἀλαζωνείας διδάσκαλοι, καὶ πάντα ὅσα εἰσὶν ἔργα τοῦ διαβόλου ποιοῦντες, καὶ διὰ τοῦτο οὐκ εἰσὶν ἄξιοι πιστευθῆναι αὐτά. | |
4.68 | εἰσὶν γὰρ καὶ ἀπόκρυφα διὰ τοὺς μὴ χωροῦντας αὐτά. ὅσοι γὰρ αὐτὰ χω‐ ροῦσιν ἕξουσιν μέρος ἐξ αὐτῶν. ἐν τούτῳ οὖν, ἀγαπητέ μου, εἴ‐ ρηκά σοι, ὅτι μακάριος εἶ καὶ πᾶσα ἡ συγγένειά σου κατὰ αἵρεσιν | |
5 | πιστευόμενοι τὸν λόγον τοῦτον, ὅτι πάντες οἱ χωρήσαντες αὐτὰ ὅ τι ἂν βούλωνται ἐν τοῖς .. κρίσεως μου λήψονται. | |
4.69 | τότε ἐγὼ ὁ Βαρθωλωμαῖος συγγραψάμενος ταῦτα ἐν τῇ καρδίᾳ μου καὶ κρατήσας τῆς χειρὸς τοῦ φιλανθρώπου ἠρξάμην ἀγαλλιᾶσθαι καὶ λέγειν οὕτως· Δόξα σοι, κύριε Ἰησοῦ Χριστέ, ὁ δωρούμενος πᾶσιν | |
5 | τὴν χάριν σου ἣν κατῄδειμεν πάντες, ἀλληλούϊα. δόξα σοι, κύριε, ζωὴ ἁμαρτωλῶν. δόξα σοι, κύριε, ᾐσχύνθη ὁ θάνατος. δόξα σοι, κύριε, θησαυρὲ δικαιοσύνης. θεὸν γὰρ ὑμνοῦμεν. — | |
4.70 | καὶ ταῦτα λέγοντος τοῦ Βαρθωλωμαίου πάλιν ὁ Ἰησοῦς ἀποθέμενος τὸ περιβόλαιον αὐτοῦ καὶ λαβὼν ὀράριον ἀπὸ τοῦ τραχήλου τοῦ Βαρθωλωμαίου ἤρξατο ἀγαλλιᾶσθαι καὶ λέγειν .. σε ἡμῖν, ἀλλη‐ | |
5 | λούϊα· πρᾷος, ἐπιεικὲς ἡμῖν, ἀλληλούϊα. δόξα σοι, κύριε, δω‐ | |
ροῦμαι γὰρ πᾶσιν τοῖς θέλουσίν με, ἀλληλούϊα. δόξα σοι κύριε, εἰς τοὺς αἰῶνας. ἀμήν. ἀλληλούϊα. | ||
4.71 | καὶ ὅτε κατέστειλεν ἠγάπησαν αὐτὸν οἱ ἀπόστολοι καὶ ἔδωκεν αὐτοῖς τὴν εἰρήνην τῆς ἀγάπης. | |
5.1 | Λέγει αὐτῷ ὁ Βαρθωλωμαῖος. Ὑπόδειξον ἡμῖν, κύριε, ποία ἁμαρτία βαρυτέρα πασῶν τῶν ἁμαρτιῶν; | |
5.2 | λέγει αὐτῷ ὁ Ἰησοῦς Ἀμήν, λέγω σοι ὅτι πασῶν τῶν ἁμαρτιῶν βαρυτέρα ἐστὶν ἡ ὑπόκρισις καὶ καταλαλιά. δι’ αὐτοὺς γὰρ εἶπεν ὁ προφήτης ψάλλων, ὅτι „οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει οὐδὲ ἁμαρ‐ | |
5 | τωλοὶ ἐν βουλῇ δικαίων“ οὐδὲ ἀσεβεῖς ἐν κρίσει τοῦ πατρός μου. „ἀμήν, ἀμήν, λέγω ὑμῖν, ὅτι πᾶσα ἁμαρτία ἀφεθήσεται παντὶ ἀν‐ θρώπῳ, ἡ δὲ ἁμαρτία ἡ κατὰ τοῦ ἁγίου πνεύματος οὐκ ἀφεθή‐ σεται“. | |
5.3 | λέγει δὲ αὐτῷ ὁ Βαρθωλωμαῖος Τί ἐστιν ἡ κατὰ τοῦ ἁγίου πνεύματος ἁμαρτία; | |
5.4 | λέγει αὐτῷ ὁ Ἰησοῦς Πᾶς ὃς ἐὰν θεσπίσῃ 〈εἰσ〉 πάντα ἄνθρωπον δουλεύσαντα τῷ πατρί μου τῷ ἁγίῳ ἐβλασφήμησεν εἰς τὸ πνεῦμα τὸ ἅγιον. ὅτι πᾶς ἄνθρωπος ὁ δουλεύων τῷ θεῷ σεβασμίως, ἄξιός ἐστιν τοῦ πνεύματος τοῦ | |
5 | ἁγίου καὶ οὐ συγχωρηθήσεται τῷ λέγοντι εἰς αὐτόν τι πονηρόν. | |
5.5 | οὐαὶ τὸν ὀμνύοντα κατὰ τῆς κεφαλῆς τοῦ θεοῦ, οὐδὲ τῷ ἐπιορκοῦντι κατ’ αὐτοῦ ἀληθῶς. δώδεκα γὰρ κορυφαὶ τοῦ θεοῦ τοῦ ὑφίστου εἰσίν. αὐτὸς γάρ ἐστιν ἡ ἀλήθεια καὶ ἐν αὐτῷ ψεῦ‐ δος οὐκ ἔστιν οὐδὲ ἐπιορκία. | |
5.6 | ὑμεῖς οὖν πορευθέντες κηρύξατε παντὶ τῷ κόσμῳ τὸν λόγον „τῆς ἀληθείασ“, σὺ δὲ Βαρθωλωμαῖε, κήρυξον εἰς πάντα τὸν βουλόμενον τὸν λόγον τοῦτον, καὶ ὅσοι πιστεύουσιν εἰς αὐτὸν ἕξουσιν „ζωὴν αἰώνιον“. | |
5.7 | λέγει ὁ Βαρθω‐ λωμαῖος Ὦ κύριε, καὶ ἐκ τῆς σωματικῆς ἁμαρτίας ἐάν 〈τισ〉 ἁμαρτήσῃ, ποῖος ὁ μισθὸς αὐτῶν; | |
5.8 | ὁ δὲ Ἰησοῦς ἔφη· Καλὸν μὲν ἵνα 〈ὁ〉 βαπτιζόμενος παρέξῃ ἄμεμπτον τὸ βάπτισμα· ἡ δὲ ἡδονὴ τῆς σαρκὸς ἐραστὴς γενήσεται. σεμνότητος γάρ ἐστιν ἡ μονογαμία· „ἀμὴν γάρ σοι λέγω“, μετὰ τρίτην γυναῖκαν ὁ ἁμαρτάνων ἀνάξιός | |
5 | ἐστιν τοῦ θεοῦ. | |
5.9 | ὑμεῖς δὲ κηρύξατε παντὶ ἀνθρώπῳ 〈ἵνα〉 φυ‐ λάσσωνται τοιαῦτα· ἐγὼ γάρ εἰμι ἀχώριστος ἀφ’ ὑμῶν καὶ ἐπι‐ χορηγῶν ὑμῖν τὸ πνεῦμα τὸ ἅγιον. | |
5.10 | καὶ ὁ Βαρθωλωμαῖος πρὸς | |
αὐτὸν μετὰ τῶν ἀποστόλων ἐδόξασεν τὸν θεὸν ἐκτενῶς λέγων Δόξα σοι, „πάτερ ἅγιε“, ἄσβεστε ἥλιε, ἀκατάλειπτε, πολυφεγγές· σοὶ δόξα, σοὶ τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. | ||
5 | ἀμήν. |