TLG 1365 001 :: MELAMPUS Scriptor De Divinatione :: Περὶ ἐλαιῶν τοῦ σώματος πρὸς Πτολεμαῖον βασιλέα MELAMPUS Scriptor De Divinatione Scriptor De Divinatione, Melampus Divinator Περὶ ἐλαιῶν τοῦ σώματος πρὸς Πτολεμαῖον βασιλέα Source: Franz, J.G.F. (ed.), Scriptores physiognomoniae veteres. Altenburg: Richter, 1780: 501–508. Citation: Page — (line) | ||
501(1t) | ΜΕΛΑΜΠΟΔΟΣ ΙΕΡΟΓΡΑΜΜΑ‐ | |
2t | ΤΕΩΣ ΠΕΡΙ ΕΛΑΙΩΝ ΤΟΥ ΣΩΜΑΤΟΣ | |
---|---|---|
3t | ΜΑΝΤΙΚΗ ΠΡΟΣ ΠΤΟΛΕΜΑΙΟΝ | |
4t | ΒΑΣΙΛΕΑ. | |
5 | Ἐὰν ἐστὶν (ἐλαία) εἰς τὸ μέτωπον τοῦ ἀνδρὸς, πολλῶν ἀγαθῶν ἔσται κύριος. Εἰ δὲ εἰς τὸ μέτωπον τῆς γυναικὸς, ἡ γυνὴ βασιλεύσει, ἢ μεγίστη ἔσται. Ἐὰν ἔξω τῶν ὀφρύων τοῦ ἀνδρὸς, λαμβάνει γυ‐ | |
ναῖκα ἀγαθὴν, καὶ εὔμορφον· εἰ δὲ γυναικὸς, καὶ | 501 | |
502 | ἔστιν ἡ χροιὰ αὐτῆς πυῤῥὰ, λαμβάνει ἄνδρα πλού‐ σιον, καὶ εὔμορφον. Εἰ δὲ ἐπὶ τῶν ὀφρύων τοῦ ἀν‐ δρὸς, οὐ δεῖ συζυγῆναι αὐτὸν, ὅτι πέντε γυναι‐ κῶν ἀνὴρ γενήσεται. Τὸ αὐτὸ καὶ ἐπὶ τῆς γυναικός. | |
5 | Ἐὰν ᾖ εἰς τὴν ῥίνα τοῦ ἀνδρὸς, καὶ ἡ χροιὰ αὐ‐ τοῦ ἔσται πυῤῥὰ, ἀκόρεστος ἔσται τῆς συνουσίας, ὅτι καὶ εἰς τὸ κρυπτὸν ἔχει ἐλαίαν. Ἐὰν ᾖ εἰς τὴν ῥίνα ἢ εἰς τὸν ὀφθαλμὸν τῆς γυναικὸς, ὁμοίως ἀποβήσε‐ ται τῷ ἀνδρὶ, ὅτι καὶ αὐτὴ εἰς τὸ κρυπτὸν ἐλαίαν | |
10 | ἔχει. Ἐὰν εἰς τὸ πλάγιον τῆς ῥινὸς τοῦ ἀνδρὸς, ξε‐ | 502 |
503 | νιτεύσει ἀπὸ χώρας εἰς χώραν. Ἐπὶ δὲ γυναικὸς, κακοποδίνα γενήσεται, ὅτι καὶ εἰς κρυπτὸν ἐλαίαν ἔχει. Ἐὰν εἰς τὸ μάγουλον τοῦ ἀνδρὸς, πλούσιος | |
5 | γενήσεται. Ἐπὶ δὲ γυναικὸς, ἐὰν εἰς τὸ κάτω μέ‐ ρος τοῦ σιαγόνος, ἐμπαθὴς ἔσται, ὅτι καὶ εἰς τὸ ὑπο‐ γάστριον ἔχει. Ἐὰν εἰς τὴν γλῶσσαν τοῦ ἀνδρὸς, λήψεται γυ‐ | |
ναῖκα πλουσίαν, καὶ καλήν. | 503 | |
504 | Ἐὰν εἰς τὰ χείλη τοῦ ἀνδρὸς ἐλαία ᾖ, πολύφα‐ γος ἔσται. Ὁμοίως καὶ ἐπὶ γυναικῶν. Ἐὰν εἰς τὸν πώγωνα ἔχει ὁ ἀνὴρ ἐλαίαν, πλού‐ σιος ἔσται χρυσίῳ καὶ ἀργυρίῳ. Τὸ αὐτὸ καὶ ἐπὶ | |
5 | γυναικὸς, ὅτι καὶ εἰς τὸν σπλῆνα ἔχει. Ἐὰν εἰς τὰ ὦτα ἔχει ὁ ἀνὴρ, πλούσιος καὶ εὐλο‐ γημένος ἔσται. Τὸ αὐτὸ καὶ ἐπὶ γυναικὸς, ὅτι καὶ εἰς τὸν μηρὸν ἐλαίαν ἔχει. Ἐὰν εἰς τὸν τράχηλον ἔχει ὁ ἀνὴρ, πλούσιος ἔσται | |
10 | σφόδρα. Ὁμοίως καὶ ἐπὶ γυναικός. Ἐὰν εἰς τὸν αὐχένα ἔχει ὀπίσω ὁ ἀνὴρ, ἀπο‐ | |
κεφαλίξεται. | 504 | |
505 | Ἐὰν εἰς τὰς ψύας, πτωχὸς ἔσται καὶ ἀτυ‐ χὴς βαστάζων γένους. Ἐπὶ γυναικὸς ὁμοίως. Ἐὰν εἰς τοὺς ὤμους, δέσμιος ἔσται, καὶ θλιβό‐ | |
μενος. | 505 | |
506 | Ἐὰν εἰς τὴν μάλην, λήψεται γυναῖκα πλουσίαν καὶ καλήν. Καὶ ἡ γυνὴ ὁμοίως. Ἐὰν εἰς τὰς χεῖρας, πολύτεκνος ἔσται. Καὶ ἡ γυνὴ ὁμοίως. | |
5 | Ἐὰν εἰς τὸ στῆθος, πένης ἔσται. Καὶ ἡ γυνὴ ὁμοίως. Ἐὰν ἐπάνω τῆς καρδίας, πολυπόνηρος ἔσται. Τῇ δὲ γυναικὶ τοῦτο συμβαίνει, ὅταν εἰς τὸν μαστὸν τὴν ἐλαίαν ἔχει. | |
10 | Ἐὰν εἰς τὴν κοιλίαν, φάγοι ἀμφότεροι ἔσον‐ ται. | |
Ἐὰν εἰς τὸν σπλῆνα, ἐμπαθεῖς καὶ ἐπίνοσοι. | 506 | |
507 | Ἐὰν εἰς τὸ ὑπογάστριον, ἐμπαθεῖς ἔσονται. Ἐὰν εἰς τὸ κρυπτὸν, ἄπληστοι ἔσονται ὑπὸ τῆς συνουσίας. Ἐὰν εἰς τὸ φυσικὸν, ὁ μὲν ἀνὴρ ἀῤῥενόγυ‐ | |
5 | νος ἔσται· ἡ δὲ γυνὴ τοὐναντίον. Ἐὰν εἰς τὸν μηρὸν, πλούσιοι ἔσονται. Ἐὰν εἰς τὰ γόνατα, λήψεται γυναῖκα πλουσίαν. Ἡ δὲ γυνὴ, εἰ μὲν εἰς τὸ δεξιὸν γόνυ, ἀγαθὴ ἔσται· εἰ | |
δὲ εἰς τὸ ἀριστερὸν, πολύτεκνος ἔσται. | 507 | |
508 | Ἐὰν εἰς τὸν ἀστράγαλον, ὁ ἀνὴρ (τὴν γυναῖκα) ἀπρόσωπον ποιεῖ ἀπὸ τῆς χιτωνίας· ἡ δὲ γυνὴ, τὸν ἄνδρα ἀπὸ τῆς ἐξουσίας. Εἰ δὲ εἰς τοὺς πόδας ἔχουσιν ἐλαίαν, πολύτεκνοι | |
5 | ἔσονται. Σημείωσαι οὖν τὸ ἐπὶ ἀνδρῶν καὶ γυναικῶν· ἐὰν ᾖ ἡ ἐλαία εἰς τὰ δεξιὰ μέρη, πλούσιοι καὶ ἀγα‐ θοὶ πάντων γενήσονται· εἰ δὲ εἰς τὰ εὐώνυμα, ἐμπα‐ | |
θεῖς καὶ πτωχοὶ ἔσονται. | 508 |