TLG 1364 001 :: EVANGELIUM AEGYPTIUM :: Evangelium Aegyptium EVANGELIUM AEGYPTIUM Evangel.
Apocryph. Evangelium Aegyptium Citation: Fragment — (line) | ||
1 | Clem. Alex. Strom. III 9 64. Ὅθεν εἰκότως περὶ συντελείας μηνύ‐ σαντος τοῦ λόγου ἡ Σαλώμη φησί· Μέχρι τίνος οἱ ἄνθρωποι ἀποθανοῦνται; ... διὸ καὶ παρατετηρημένως ἀποκρίνεται ὁ κύριος· | |
5 | Μέχρις ἂν τίκτωσιν αἱ γυναῖκες. ... τί δὲ οὐχὶ καὶ τὰ ἑξῆς τῶν πρὸς Σαλώμην εἰρημένων ἐπιφέρουσιν οἱ πάντα μᾶλλον ἢ τῷ κατὰ τὴν ἀλήθειαν εὐαγγελικῷ στοιχήσαντες κανόνι· φαμένης γὰρ αὐτῆς· Καλῶς οὖν ἐποίησα μὴ τεκοῦσα, | |
---|---|---|
10 | ὡς οὐ δεόντως τῆς γενέσεως παραλαμβανομένης ἀμείβεται λέγων ὁ κύριος· Πᾶσαν φάγε βοτάνην, τὴν δὲ πικρίαν ἔχουσαν μὴ φάγῃς. | |
2 | Clem. Alex. Strom. III 13 92. Διὰ τοῦτό τοι ὁ Κασσιανός φησι· πυνθα‐ | |
νομένης τῆς Σαλώμης, πότε γνωσθήσεται τὰ περὶ ὧν ἤρετο, ἔφη ὁ κύριος· Ὅταν τὸ τῆς αἰσχύνης ἔνδυμα πατήσητε καὶ ὅταν γέ‐ νηται τὰ δύο ἓν καὶ τὸ ἄρρεν μετὰ τῆς θηλείας οὔτε ἄρρεν | 12 | |
5 | οὔτε θῆλυ. πρῶτον μὲν οὖν ἐν τοῖς παραδεδομένοις ἡμῖν τέτταρσιν εὐαγγελίοις οὐκ ἔχομεν τὸ ῥητόν, ἀλλ’ ἐν τῷ κατ’ Αἰγυπτίους κτλ. | |
3 | Clem. Alex. Strom. III 9 63. Οἱ δὲ ἀντιτασσόμενοι τῇ κτίσει τοῦ θεοῦ διὰ τῆς εὐφήμου ἐγκρατείας κἀκεῖνα λέγουσι τὰ πρὸς Σαλώμην εἰρημένα, ὧν πρότερον ἐμνήσθημεν—φέρεται δέ, οἶμαι, ἐν τῷ κατ’ Αἰγυπτίους εὐαγγελίῳ—φασὶ γὰρ ὅτι αὐτὸς εἶπεν ὁ σωτήρ· | |
5 | Ἦλθον καταλῦσαι τὰ ἔργα τῆς θηλείας· | |
θηλείας μὲν τῆς ἐπιθυμίας, ἔργα δὲ γένεσιν καὶ φθοράν. | 13 |