TLG 1362 001 :: 〈EURYTUS〉 :: Fragmentum 〈EURYTUS〉 Phil., vel Eurysus Fragmentum Citation: Page — (line) | ||
88(4t) | Περὶ τύχας | |
5 | Stob. 1.6.19 p. 89 Wa. (Mullach 2 p. 112) Εὐρύσω Περὶ τύχας. Δοκεῖ δέ μοι τύχα καὶ τὸ ἀπὸ τᾶς τύχας γινόμενον πᾶν οὐχ ὡς ὑπό τινος αἰτίας ἀφωρισμένας καὶ ὡς ὑποκειμένας γίνεσθαι, ἀλλ’ ὡς ἐπισυμβαῖνον καὶ ἐπισυνιστάμενον ἁτέραις τισὶν αἰτίαις. ἁ τύχα ὦν καὶ τὸ ἀπὸ τύχας γινόμενον οὔθ’ ὡς φύσις ἐντὶν ὑπὸ φύσεώς τε γινόμενον, οὔτε ὡς τέχνα | |
---|---|---|
10 | καὶ φρόνασίς τις ἀνθρωπίνα καὶ θεία, ἀλλὰ ἐπισυμβαῖνον παραλόγως τε καὶ ἀπροαισθήτως τούτοις. ἐπεὶ γὰρ δύο φύσιες ἐν τῷ ὅλῳ τῷδε καὶ τῷ παντὶ ἐνυπάρχοντι ἐναντίαι ἀλλάλαις καὶ τούτων ἁ μέν ἐντι ῥητὰ καὶ τεταγμένα καὶ λόγον ἔχουσα ποτὶ πάντα, ἁ δ’ ἄρρητος καὶ ἄτακτος καὶ ἄλογος καὶ οὐδεμίαν σύνταξιν ἔχουσα, αὐταυτόθεν φανερὸν | |
15 | ὅτι τὸ μὲν ἀπὸ τύχας καὶ τῶ αὐτομάτω γινόμενον γίνεται ἐμπεσούσας τᾶς ἀλόγω καὶ ἀτάκτω φύσιος ἐς τὰ πράγματα. πάντα δὲ τὰ σύστοιχα ταῖς καθόλω φύσεσιν ἀεὶ κατὰ τὸ βέλτιον καὶ τὸ χεῖρον ἀντιδιαιρέονται [τὰ] πράγματα, τὰ μὲν ὡς ἀγαθοποιῶ τινος φύσιος καὶ βασιλικᾶς | |
ἐπικρατευσάσας, τὰ δ’ ὡς κακοποιῶ καὶ τυραννικᾶς. | 88 |