TLG 1360 001 :: 〈EURYPHAMUS〉 :: Fragmentum 〈EURYPHAMUS〉 Phil., vel Euryphemos Fragmentum Citation: Page — (line) | ||
85(13t) | Περὶ βίου | |
14 | Stob. 4.39.27 p. 914 He. (Mullach 2 p. 15) Εὐρυφάμου Πυθαγορείου Περὶ | |
---|---|---|
15 | βίου. Βίος ἀνθρώπω τέλῃος θεῶ μὲν λείπεται τῷ μὴ αὐτοτελὴς ἦμεν, ἀλόγων δὲ ζῴων καθυπερέχει τῷ ἀρετᾶς καὶ εὐδαιμοσύνας ἐπίμοιρος ἦμεν. οὔτε γὰρ ὁ θεὸς τᾶς ἔξωθεν αἰτίας ποτιδεής ἐστιν. φύσει γὰρ ἀγαθὸς ἐὼν καὶ φύσει εὐδαίμων ἐξ αὐταυτῶ τέλῃός ἐστι· οὔτε τῶν ἀλόγων ζῴων οὐδὲν 〈εὐδαιμοσύνας ἐπίμοιρον·〉 λόγω γὰρ ἄμοιρα ὄντα | |
20 | καὶ τᾶς ἐς τὰς πράξιας ἐπιστήμας ἄμοιρά ἐστιν. ἀνθρώπω δὲ φύσις τὰ μὲν 〈τᾶσ〉 ἐκ τᾶς ἰδίας προαιρέσιος τὰ δὲ καὶ τᾶς ἐκ τῶ θῄω γινομένας ἐπικουρήσεως ποτιδεής ἐστι. τὸ μὲν γὰρ λόγω τυπωτικὸς ἦμεν καὶ καλῶν καὶ αἰσχρῶν νοητικός, καὶ τὸ ὀρθὸς ἀπὸ γῆς ἀνακεκλίσθαι καὶ εἰς τὸν οὐρανὸν ἀποβλέπεν καὶ θεῶν τῶν ἀνωτάτω νοητικὸς ἦμεν, | |
25 | ταῦτα δὴ καὶ τᾶς ἐκ τῶν θεῶν ἐπικουρήσεως τέτευχε· τὸ δὲ βούλησιν ἔχεν καὶ προαίρεσιν καὶ ἀρχὰν ἐν αὐταυτῷ τοιαύταν, καθ’ ἃν κύριος οὗτός ἐστι καὶ ἀρετὰν ἐπιταδεῦσαι καὶ κακίαν ζαλῶσαι καὶ θεοῖς | |
ὀπαδῆσαι καὶ ἀπὸ θεῶν ἀποτραπῆμεν, ταῦτα δὴ καὶ καθ’ αὑτὸν κινέεσθαι | 85 | |
86 | δυνατός ἐστι. διὸ καὶ ψόγων καὶ ἐπαίνων καὶ τιμᾶς καὶ ἀτιμίας τὰ μὲν ἐκ τᾶς τῶν θεῶν τὰ δὲ καὶ ἐκ τᾶς τῶν ἀνθρώπων τυγχάνοντι [τοι] ἤτοι ἀρετὰν ἢ κακίαν ζαλώσαντες. ἔχει γὰρ οὕτως ὁ σύμπας λόγος· τὸ θῇον ἄνθρωπον πολυφρονέστατον ζῷον ἐς τὸν κόσμον ἐσῴκισεν, | |
5 | ἀντίμιμον μὲν τᾶς ἰδίας φύσιος, ὀφθαλμὸν δὲ τᾶς τῶν ὄντων διακοσμάσιος· διὸ καὶ ὀνύματα μὲν ἔθηκε τοῖς πράγμασι, χαρακτῆρι αὐτῶν ἑπόμενος, ἀνεύρετο δὲ καὶ γράμματα, θησαυροὺς τᾷ μνάμᾳ παρασκευασάμενος, ἐμιμάσατο δὲ καὶ τὰν τῶ παντὸς διακόσμασιν, δίκαις τε καὶ νόμοις κοινωνίαν πολέων συναρμοξάμενος. οὐθὲν γὰρ οὕτω κοσμοπρεπὲς καὶ | |
10 | θεῶν ἄξιον ἔργον ἀνθρώποις πέπρακται, ὡς πόλιος εὐνομουμένας συναρμογὰ καὶ νόμων καὶ πολιτείας διακόσμασις. εἷς γὰρ ἕκαστος ἄνθρωπος αὐτὸς καθ’ αὑτὸν οὐδεὶς ἐὼν οὔτε ποττὸ ζῆν ... ὁμοφροσύνᾳ ξυνᾷ καὶ ξυναρμογᾷ πολιτείας καὶ αὐτὸς καθ’ αὑτὸν ἱκανὸς γέγονε καὶ ποττὸ ὅλον καὶ τὸ τέλῃον σύσταμα τᾶς κοινωνίας εὐσυνάρμοστος. | |
15 | ἀνθρώπω γὰρ ὁ βίος λύρας ἐξακριβωμένας καὶ κατὰ πᾶν ἐπιτελέος ἐάσσας εἰκών ἐστι· λύρα τε γὰρ πᾶσα χρῄζει τριῶν τούτων τυχεῖν, ἐξαρτύσιος, συναρμογᾶς, ἐπαφᾶς τινος μωσικᾶς. ἐξάρτυσις μὲν ὦν ἐστιν ἁ τῶν οἰκῄων μερέων τῶ σώματος παρασκευὰ πάντων, λέγω δὲ τᾶν χορδᾶν καὶ τῶν ὀργάνων τῶν ποτ’ εὐφωνίαν καὶ πληγὴν ἐπισυν‐ | |
20 | εργούντων· συναρμογὰ δὲ ἁ ποτ’ ἀλλάλως σύγκρασις τῶν φθόγγων· ἐπαφὰ δὲ μωσικὰ ἁ κατὰ συναρμογὰν κίνασις ἤδη τούτων. οὕτως ὦν καὶ βίος ἀνθρώπω χρῄζει τριῶν τούτων τυχέν. ἐξάρτυσις μὲν ἁ τῶν τῶ βίω μερέων ἐστὶ συμπλάρωσις· βίω δὲ μέρεα τά τε σώματος ἀγαθὰ καὶ τὰ τῶν χρημάτων καὶ τὰ τᾶς δόξας καὶ τὰ τῶν φίλων· συναρμογὰ | |
25 | δὲ ἁ ποτ’ ἀρετὰν καὶ νόμως τούτων σύνταξις· ἐπαφὰ δὲ μωσικὰ ἁ κατ’ ἀρετὰν καὶ νόμως τούτων σύγκρασις, ὀρθοπλοουμένας τᾶς ἀρετᾶς καὶ μηθὲν ἔξωθεν ἀντιπῖπτον ἐχούσας αὐτῇ. οὐ γὰρ ἐν τῷ ἀπερύκεσθαι τᾶς προθέσιος τῶν ἑκουσίων σκοπῶν πέπτωκε τὸ εὐδαιμονῆν, ἀλλ’ ἐν τῷ κατατυγχάνεσθαι· οὐδ’ ἐν τῷ ἀδορυφόρητον ἦμεν καὶ ἀνυπηρέτατον | |
30 | τὰν ἀρετάν, ἀλλ’ ἐν τῷ συμπλαροῦσθαι ταῖς οἰκῄαις δυνάμεσι ποτὶ τὰς πράξιας. οὐ γὰρ αὐτοτελής ἐστιν ὁ ἄνθρωπος, ἀλλ’ ἀτελής· τέλῃος δὲ γινόμενος ἃ μὲν παρ’ αὐτὸν ἃ δὲ καὶ παρὰ τὴν ἔξωθεν αἰτίαν· καὶ | |
τέλειος ἤτοι καττὰν φύσιν ἢ καττὸν βίον· καὶ κατὰ μὲν τὰν φύσιν, | 86 | |
87 | αἴκα ἀγαθὸς γένηται· ἁ γὰρ ἑκάστω ἀρετὰ ἀκρότας καὶ τελῃότας ἐστὶ τᾶς ἑκάστω φύσιος· οἷον ἁ μὲν τῶν ὀφθαλμῶν 〈τᾶς τῶν ὀφθαλμῶν〉 φύσιος ἀκρότας καὶ τελῃότας, ἁ δὲ τῶν οὐάτων τᾶς τῶν οὐάτων. οὕτω δὲ καὶ τῶ ἀνθρώπω ἁ ἀρετὰ ἀκρότας ἐστὶ καὶ τελῃότας τᾶς | |
5 | 〈τῶ〉 ἀνθρώπω φύσιος· τέλῃος δὲ καττὸν βίον, αἴκα εὐδαίμων γένηται. ἁ γὰρ εὐδαιμονία τελῃότας καὶ συμπλάρωσίς ἐστι τῶν ἀνθρωπίνων ἀγαθῶν. διὸ πάλιν ἀρετὰ καὶ εὐτυχία μέρεα γίγνονται τῶ ἅπαντος βίω, τᾶς μὲν ἀρετᾶς ὡς ψυχᾶς ὑποκειμένας, τᾶς δ’ εὐτυχίας ὡς σώματος, τῶν δὲ συναμφοτέρων αὐτῶν ὡς ζῴω. τὸ μὲν γὰρ χρέεσθαι καλῶς | |
10 | αὐτὸν ἔστι τοῖς κατὰ φύσιν ἀγαθοῖς, τὸ δὲ τὰν χρᾶσιν ἐμπαρέχεν· καὶ χρέεσθαι μὲν ἀρετά, χρᾶσιν δ’ ἐμπαρέχεν εὐτυχία· καὶ ἁ μὲν τὰν προαίρεσιν καὶ τὸν λόγον ὀρθὸν παρέχεσθαι, ἁ δὲ τὰς ἐνεργείας καὶ τὰς πράξιας. τὸ μὲν γὰρ βουληθῆμεν τὰ καλὰ καὶ ὑποστᾶμεν τὰ δεινὰ τᾶς ἀρετᾶς οἰκῇόν ἐστι, τὸ δ’ ὀρθοπλοῆσαι τὰς προαιρέσιας καὶ ἐπὶ | |
15 | τέλος ἐλθὲν τὰς πράξιας τᾶς εὐτυχίας. ἐνίκασε γὰρ ὁ στραταγὸς καὶ σὺν τἀρετᾷ καὶ σὺν τᾷ εὐτυχίᾳ, καὶ εὐπλόησεν ὁ κυβερνάτας καὶ σὺν τᾷ τέχνᾳ καὶ σὺν τοῖς οὐρίοις πνεύμασιν, καὶ εἶδεν ὁ ὀφθαλμὸς καλῶς καὶ σὺν τᾷ ὀξυδορκίᾳ καὶ σὺν τῷ φάει. καὶ ἄριστος ὁ βίος ὁ τῶν ἀνθρώπων | |
ἐγένετο καὶ διὰ τὰν ἀρετὰν αὐτὰν καὶ διὰ τὰν εὐτυχίαν. | 87 |