TLG 1355 002 :: ERINNA :: Epigrammata

ERINNA Lyr.
(Telia: 4 B.C.)

Epigrammata

Dup. partim 1355 001 (frr. 3–5)

Citation: Book — epigram — (line)

6

.

352

(p1)

ΗΡΙΝΝΗΣ
1Ἐξ ἀταλᾶν χειρῶν τάδε γράμματα· λῷστε Προμαθεῦ, ἔντι καὶ ἄνθρωποι τὶν ὁμαλοὶ σοφίαν· ταύταν γοῦν ἐτύμως τὰν παρθένον ὅστις ἔγραψεν, αἰ καὐδὰν ποτέθηκ’, ἦς κ’ Ἀγαθαρχὶς ὅλα.

7

.

710

(p1)

ΗΡΙΝΝΗΣ [ΜΙΤΥΛΗΝΑΙΑΣ]
1Στᾶλαι καὶ Σειρῆνες ἐμαὶ καὶ πένθιμε κρωσσέ, ὅστις ἔχεις Ἀίδα τὰν ὀλίγαν σποδιάν, τοῖς ἐμὸν ἐρχομένοισι παρ’ ἠρίον εἴπατε χαίρειν, αἴτ’ ἀστοὶ τελέθωντ’ αἴθ’ ἑτεροπτόλιες·
5χὤτι με νύμφαν εὖσαν ἔχει τάφος, εἴπατε καὶ τό· χὤτι πατήρ μ’ ἐκάλει Βαυκίδα, χὤτι γένος Τηλία, ὡς εἰδῶντι· καὶ ὅττι μοι ἁ συνεταιρὶς Ἤρινν’ ἐν τύμβῳ γράμμ’ ἐχάραξε τόδε.

7

.

712

(p1)

ΗΡΙΝΝΗΣ
1Νύμφας Βαυκίδος εἰμί· πολυκλαύταν δὲ παρέρπων στάλαν τῷ κατὰ γᾶς τοῦτο λέγοις Ἀίδᾳ· „Βάσκανός ἐσς’, Ἀίδα.“ τὰ δέ τοι καλὰ σάμαθ’ ὁρῶντι
ὠμοτάταν Βαυκοῦς ἀγγελέοντι τύχαν,
5ὡς τὰν παῖδ’, ὑμέναιος ἐφ’ αἷς ἀείδετο πεύκαις, ταῖσδ’ ἐπὶ καδεστὰς ἔφλεγε πυρκαϊᾷ· καὶ σὺ μέν, ὦ Ὑμέναιε, γάμων μολπαῖον ἀοιδὰν
ἐς θρήνων γοερὸν φθέγμα μεθαρμόσαο.