TLG 1350 001 :: EPISTULA AD DIOGNETUM :: Epistula ad Diognetum

EPISTULA AD DIOGNETUM Epist. Eccl.
(A.D. 2)

Epistula ad Diognetum

Source: Marrou, H.–I. (ed.), A Diognète, 2nd edn. [Sources chrétiennes 33 bis] Paris: Cerf, 1965: 52–84.

Dup. Pseudo–JUSTINUS MARTYR (0646 004)

Citation: Chapter — section — (line)

1

t

ΠΡΟΣ ΔΙΟΓΝΗΤΟΝ

1

.

1

Ἐπειδὴ ὁρῶ, κράτιστε Διόγνητε, ὑπερεσπουδακότα σε τὴν θεοσέβειαν τῶν Χριστιανῶν μαθεῖν καὶ πάνυ σαφῶς καὶ ἐπιμελῶς πυνθανόμενον περὶ αὐτῶν, τίνι τε Θεῷ πεποιθότες καὶ πῶς θρησκεύοντες αὐτὸν 〈τόν〉 τε κόσμον
5ὑπερορῶσι πάντες καὶ θανάτου καταφρονοῦσι, καὶ οὔτε τοὺς νομιζομένους ὑπὸ τῶν Ἑλλήνων θεοὺς λογίζονται οὔτε τὴν Ἰουδαίων δεισιδαιμονίαν φυλάσσουσι, καὶ τίνα τὴν φιλοστοργίαν ἔχουσι πρὸς ἀλλήλους, καὶ τί δήποτε καινὸν τοῦτο γένος ἢ ἐπιτήδευμα εἰσῆλθεν εἰς τὸν βίον νῦν
10καὶ οὐ πρότερον.

1

.

2

Ἀποδέχομαί γε τῆς προθυμίας σε ταύτης, καὶ παρὰ τοῦ Θεοῦ—τοῦ καὶ τὸ λέγειν καὶ τὸ ἀκούειν ἡμῖν χορηγοῦντος—αἰτοῦμαι δοθῆναι ἐμοὶ μὲν εἰπεῖν οὕτως ὡς μάλιστα ἂν 〈ἀκούσαντά〉 σε βελτίω γενέσθαι,
5σοί τε οὕτως ἀκοῦσαι ὡς μὴ λυπηθῆναι τὸν εἰπόντα.

2

.

1

Ἄγε δή, καθάρας σαυτὸν ἀπὸ πάντων τῶν προκατ‐
εχόντων σου τὴν διάνοιαν λογισμῶν, καὶ τὴν ἀπατῶσάν σε συνήθειαν ἀποσκευασάμενος, καὶ γενόμενος ὥσπερ ἐξ ἀρχῆς καινὸς ἄνθρωπος, ὡς ἂν καὶ λόγου καινοῦ, καθάπερ52
5καὶ αὐτὸς ὡμολόγησας, ἀκροατὴς ἐσόμενος· ἴδε μὴ μόνον τοῖς ὀφθαλμοῖς, ἀλλὰ καὶ τῇ φρονήσει, τίνος ὑποστάσεως ἢ τίνος εἴδους τυγχάνουσιν οὓς ἐρεῖτε καὶ νομίζετε θεούς.

2

.

2

Οὐχ ὁ μέν τις λίθος ἐστὶν ὅμοιος τῷ πατουμένῳ, ὁ δ’ ἐστὶ χαλκὸς οὐ κρείσσων τῶν εἰς τὴν χρῆσιν ἡμῖν κεχαλ‐ κευμένων σκευῶν, ὁ δὲ ξύλον ἤδη καὶ σεσηπός, ὁ δὲ ἄργυρος χρῄζων ἀνθρώπου τοῦ φυλάξαντος ἵνα μὴ κλαπῇ, ὁ δὲ
5σίδηρος ὑπὸ ἰοῦ διεφθαρμένος, ὁ δὲ ὄστρακον, οὐδὲν τοῦ κατασκευασμένου πρὸς τὴν ἀτιμοτάτην ὑπηρεσίαν εὐπρεπέσ‐ τερον;

2

.

3

οὐ φθαρτῆς ὕλης ταῦτα πάντα; οὐχ ὑπὸ σιδήρου καὶ πυρὸς κεχαλκευμένα; οὐχ ὃ μὲν αὐτῶν λιθοξόος ὃ δὲ χαλκεὺς ὃ δὲ ἀργυροκόπος ὃ δὲ κεραμεὺς ἔπλασεν; οὐ πρὶν ἢ ταῖς τέχναις τούτων εἰς τὴν μορφὴν τούτων ἐκτυ‐
5πωθῆναι ἦν 〈ἕκαστον〉 αὐτῶν ἑκάστῳ ἔτι καὶ νῦν μετα‐ μεμορφωμένον; οὐ τὰ νῦν, ἐκ τῆς αὐτῆς ὕλης ὄντα σκεύη γένοιτ’ ἄν, εἰ τύχοι τῶν αὐτῶν τεχνιτῶν, ὅμοια τοιού‐ τοις;

2

.

4

Οὐ ταῦτα πάλιν τὰ νῦν ὑφ’ 〈ὑμῶν〉 προσκυνού‐ μενα δύναιτ’ ἂν ὑπὸ ἀνθρώπων σκεύη ὅμοια γενέσθαι τοῖς
λοιποῖς; οὐ κωφὰ πάντα, οὐ τυφλά, οὐκ ἄψυχα, οὐκ ἀναίσθητα, οὐκ ἀκίνητα; οὐ πάντα σηπόμενα, οὐ πάντα54
5φθειρόμενα;

2

.

5

ταῦτα θεοὺς καλεῖτε, τούτοις δουλεύετε, τούτοις προσκυνεῖτε· τέλεον δ’ αὐτοῖς ἐξομοιοῦσθε.

2

.

6

Διὰ τοῦτο μισεῖτε Χριστιανούς, ὅτι τούτους οὐχ ἡγοῦνται θεούς.

2

.

7

Ὑμεῖς γὰρ οἱ νῦν νομίζοντες καὶ οἰόμενοι, οὐ πολὺ πλέον αὐτῶν καταφρονεῖτε; οὐ πολὺ μᾶλλον αὐτοὺς χλευάζετε καὶ ὑβρίζετε, τοὺς μὲν λιθίνους καὶ ὀστρακίνους σέβοντες ἀφυλάκτους, τοὺς δὲ ἀργυρέους καὶ χρυσοῦς ἐγκλείοντες
5ταῖς νυξί, καὶ ταῖς ἡμέραις φύλακας παρακαθιστάντες, ἵνα μὴ κλαπῶσιν;

2

.

8

αἷς δὲ δοκεῖτε τιμαῖς προσφέ‐ ρειν, εἰ μὲν αἰσθάνονται, κολάζετε μᾶλλον αὐτούς· εἰ δὲ ἀναισθητοῦσιν, ἐλέγχοντες αἵματι καὶ κνίσαις αὐτοὺς θρησκεύετε.

2

.

9

Ταῦθ’ ὑμῶν τις ὑπομεινάτω, ταῦτα ἀνασχέσθω τις ἑαυτῷ γενέσθαι. Ἀλλὰ ἄνθρωπος μὲν οὐδὲ εἷς ταύτης τῆς κολάσεως ἑκὼν ἀνέξεται, αἴσθησιν γὰρ ἔχει καὶ λογισμόν· ὁ δὲ λίθος ἀνέχεται, ἀναισθητεῖ γάρ· οὐκοῦν
5τὴν αἴσθησιν αὐτοῦ ἐλέγχετε.

2

.

10

Περὶ μὲν οὖν τοῦ μὴ δεδουλῶσθαι Χριστιανοὺς τοιούτοις θεοῖς πολλὰ μὲν καὶ ἄλλα εἰπεῖν ἔχοιμι· εἰ δέ τινι μὴ δοκοίη κἂν ταῦτα ἱκανά, περισσὸν ἡγοῦμαι καὶ τὸ πλείω λέγειν.

3

.

1

Ἑξῆς δὲ περὶ τοῦ μὴ κατὰ τὰ αὐτὰ Ἰουδαίοις θεοσε‐ βεῖν αὐτοὺς οἶμαί σε μάλιστα ποθεῖν ἀκοῦσαι.

3

.

2

Ἰουδαῖοι
τοίνυν, εἰ μὲν ἀπέχονται ταύτης τῆς προειρημένης λατ‐ ρείας, καὶ εἰς θεὸν ἕνα 〈πιστεύειν καὶ τοῦτον〉 τῶν πάντων σέβειν [καὶ] δεσπότην, ἀξιοῦσι 〈φρονίμωσ〉· εἰ δὲ τοῖς56
5προειρημένοις ὁμοιοτρόπως τὴν θρησκείαν προσάγουσιν αὐτῷ ταύτην, διαμαρτάνουσιν.

3

.

3

Ἃ γὰρ τοῖς ἀναισθήτοις καὶ κωφοῖς προσφέροντες οἱ Ἕλληνες ἀφροσύνης δεῖγμα παρέχουσι, ταῦθ’ οὗτοι, καθάπερ προσδεομένῳ τῷ θεῷ λογιζόμενοι παρέχειν, μωρίαν εἰκὸς μᾶλλον ἡγοῖντ’ ἄν, οὐ
5θεοσέβειαν.

3

.

4

Ὁ γὰρ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς καὶ πᾶσιν ἡμῖν χορηγῶν, ὧν προσδεόμεθα, οὐδενὸς ἂν αὐτὸς προσδέοιτο τούτων ὧν τοῖς οἰομένοις διδόναι παρέχει αὐτός.

3

.

5

Οἱ δέ γε θυσίας αὐτῷ δι’ αἵματος καὶ κνίσης καὶ ὁλοκαυτωμάτων ἐπιτελεῖν οἰόμενοι καὶ ταύταις ταῖς τιμαῖς αὐτὸν γεραίρειν, οὐδέν μοι δοκοῦσι διαφέρειν τῶν εἰς τὰ κωφὰ τὴν αὐτὴν 〈ἐνδεικ‐
5νυμένων〉 φιλοτιμίαν, 〈τὰ〉 μὴ 〈δυνάμενα〉 τῆς τιμῆς μεταλαμβάνειν. Τὸ δὲ δοκεῖν τινὰ παρέχειν τῷ μηδενὸς
προσδεομένῳ 〈***58

4

.

1

Ἀλλὰ μὴν τό γε περὶ τὰς βρώσεις αὐτῶν ψοφοδεές, καὶ τὴν περὶ τὰ σάββατα δεισιδαιμονίαν, καὶ τὴν τῆς περι‐ τομῆς ἀλαζονείαν, καὶ τὴν τῆς νηστείας καὶ νουμηνίας εἰρωνείαν, καταγέλαστα καὶ οὐδενὸς ἄξια λόγου, 〈οὐ〉
5νομίζω σε χρῄζειν παρ’ ἐμοῦ μαθεῖν.

4

.

2

Τό τε γὰρ τῶν ὑπὸ τοῦ Θεοῦ κτισθέντων εἰς χρῆσιν ἀνθρώπων ἃ μὲν ὡς καλῶς κτισθέντα παραδέχεσθαι, ἃ δ’ ὡς ἄχρηστα καὶ περισσὰ παραιτεῖσθαι, πῶς 〈οὖν〉 θέμις ἐστί;

4

.

3

τὸ δὲ καταψεύδεσθαι Θεοῦ ὡς κωλύοντος ἐν τῇ τῶν σαββάτων ἡμέρᾳ καλόν τι ποιεῖν, πῶς οὐκ ἀσεβές;

4

.

4

τὸ δὲ καὶ τὴν μείωσιν τῆς σαρκὸς μαρτύριον ἐκλογῆς ἀλαζονεύεσθαι ὡς διὰ τοῦτο ἐξαιρέτως ἠγαπημένους ὑπὸ Θεοῦ, πῶς οὐ χλεύης ἄξιον;

4

.

5

τὸ δὲ παρεδρεύοντας αὐτοὺς ἄστροις καὶ σελήνῃ τὴν παρατήρησιν τῶν μηνῶν καὶ τῶν ἡμερῶν ποιεῖσθαι, καὶ τὰς οἰκονομίας Θεοῦ καὶ τὰς τῶν καιρῶν ἀλλαγὰς 〈καταδιαιρεῖν〉 πρὸς τὰς αὐτῶν ὁρμάς, ἃς μὲν εἰς ἑορτάς,
5ἃς δὲ εἰς πένθη· τίς ἂν θεοσεβείας καὶ οὐκ ἀφροσύνης πολὺ πλέον ἡγήσεται τὸ δεῖγμα;

4

.

6

τῆς μὲν οὖν κοινῆς εἰκαιότη‐ τος καὶ ἀπάτης καὶ τῆς Ἰουδαίων πολυπραγμοσύνης καὶ ἀλαζονείας 〈ὡσ〉 ὀρθῶς ἀπέχονται Χριστιανοί, ἀρκούντως 〈σε〉 νομίζω μεμαθηκέναι. Τὸ δὲ τῆς ἰδίας αὐτῶν θεοσεβείας
5μυστήριον μὴ προσδοκήσῃς δύνασθαι παρὰ ἀνθρώπου μαθεῖν.60

5

.

1

Χριστιανοὶ γὰρ οὔτε γῇ οὔτε φωνῇ οὔτε ἔσθεσι δια‐ κεκριμένοι τῶν λοιπῶν εἰσιν ἀνθρώπων.

5

.

2

Οὔτε γάρ που πόλεις ἰδίας κατοικοῦσιν οὔτε διαλέκτῳ τινὶ παρηλ‐ λαγμένῃ χρῶνται οὔτε βίον παράσημον ἀσκοῦσιν.

5

.

3

Οὐ μὴν ἐπινοίᾳ τινὶ καὶ φροντίδι πολυπραγμόνων ἀνθρώπων 〈μάθημα〉 τοῦτ’ αὐτοῖς ἐστὶν εὑρημένον, οὐδὲ δόγματος ἀνθρωπίνου προεστᾶσιν ὥσπερ ἔνιοι.

5

.

4

Κατοικοῦντες δὲ πόλεις Ἑλληνίδας τε καὶ βαρβάρους ὡς ἕκαστος ἐκληρώθη, 〈καὶ〉 τοῖς ἐγχωρίοις ἔθεσιν ἀκολουθοῦντες ἔν τε ἐσθῆτι καὶ διαίτῃ καὶ τῷ λοιπῷ βίῳ, θαυμαστὴν καὶ ὁμολογουμένως
5παράδοξον ἐνδείκνυνται τὴν κατάστασιν τῆς ἑαυτῶν πολιτείας.

5

.

5

Πατρίδας οἰκοῦσιν ἰδίας, ἀλλ’ ὡς πάροικοι· μετέχουσι πάντων ὡς πολῖται, καὶ πανθ’ ὑπομένουσιν ὡς ξένοι· πᾶσα ξένη πατρίς ἐστιν αὐτῶν, καὶ πᾶσα πατρὶς ξένη.

5

.

6

Γαμοῦσιν ὡς πάντες, τεκνογονοῦσιν· ἀλλ’ οὐ ῥίπτουσι τὰ γεννώμενα.

5

.

7

Τράπεζαν κοινὴν παρατίθενται, ἀλλ’ οὐ 〈κοίτην〉.

5

.

8

Ἐν σαρκὶ τυγχάνουσιν, ἀλλ’ οὐ κατὰ σάρκα ζῶσιν.

5

.

9

Ἐπὶ γῆς διατρίβουσιν, ἀλλ’ ἐν οὐρανῷ πολι‐ τεύονται.
62

5

.

10

Πείθονται τοῖς ὡρισμένοις νόμοις, καὶ τοῖς ἰδίοις βίοις νικῶσι τοὺς νόμους.

5

.

11

Ἀγαπῶσι πάντας, καὶ ὑπὸ πάντων διώκονται.

5

.

12

Ἀγνοοῦνται, καὶ κατακρίνονται· θανατοῦνται, καὶ ζωοποιοῦνται.

5

.

13

Πτωχεύουσι, καὶ πλουτίζουσι πολλούς· πάντων ὑστεροῦνται, καὶ ἐν πᾶσι περισσεύουσιν.

5

.

14

Ἀτιμοῦνται, καὶ ἐν ταῖς ἀτιμίαις δοξά‐ ζονται· βλασφημοῦνται, καὶ δικαιοῦνται.

5

.

15

Λοιδοροῦνται καὶ εὐλογοῦσιν· ὑβρίζονται, καὶ τιμῶσιν.

5

.

16

Ἀγαθοποι‐ οῦντες ὡς κακοὶ κολάζονται· κολαζόμενοι χαίρουσιν ὡς ζωοποιούμενοι.

5

.

17

Ὑπὸ Ἰουδαίων ὡς ἀλλόφυλοι πολε‐ μοῦνται, καὶ ὑπὸ Ἑλλήνων διώκονται, καὶ τὴν αἰτίαν τῆς ἔχθρας εἰπεῖν οἱ μισοῦντες οὐκ ἔχουσιν.

6

.

1

Ἁπλῶς δ’ εἰπεῖν, ὅπερ ἐστὶν ἐν σώματι ψυχή, τοῦτ’ εἰσὶν ἐν κόσμῳ Χριστιανοί.

6

.

2

Ἔσπαρται κατὰ πάντων τῶν τοῦ σώματος μελῶν ἡ ψυχή, καὶ Χριστιανοὶ κατὰ τὰς τοῦ κόσμου πόλεις.

6

.

3

Οἰκεῖ μὲν ἐν τῷ σώματι ψυχή, οὐκ ἔστι δὲ ἐκ τοῦ σώματος· καὶ Χριστιανοὶ ἐν κόσμῳ οἰκοῦσιν, οὐκ εἰσὶ δὲ ἐκ τοῦ κόσμου.

6

.

4

Ἀόρατος ἡ ψυχὴ ἐν ὁρατῷ φρουρεῖται τῷ σώματι· καὶ Χριστιανοὶ γινώσ‐ κονται 〈μὲν ὄντεσ〉 ἐν τῷ κοσμῷ, ἀόρατος δὲ αὐτῶν ἡ θεοσέβεια μένει.

6

.

5

Μισεῖ τὴν ψυχὴν ἡ σὰρξ καὶ πολεμεῖ μηδὲν ἀδικουμένη, δίοτι ταῖς ἡδοναῖς κωλύεται χρῆσθαι· μισεῖ καὶ Χριστιανοὺς ὁ κόσμος μηδὲν ἀδικούμενος, ὅτι ταῖς ἡδοναῖς ἀντιτάσσονται.

6

.

6

Ἡ ψυχὴ τὴν μισοῦσαν ἀγαπᾷ σάρκα καὶ τὰ μέλη· καὶ Χριστιανοὶ τοὺς μισοῦντας ἀγαπῶσιν.
64

6

.

7

Ἐγκέκλεισται μὲν ἡ ψυχὴ τῷ σώματι, συνέχει δὲ αὐτὴ τὸ σῶμα· καὶ Χριστιανοὶ κατέχονται μὲν ὡς ἐν φρουρᾷ τῷ κόσμῳ, αὐτοὶ δὲ συνέχουσι τὸν κόσμον.

6

.

8

Ἀθά‐ νατος ἡ ψυχὴ ἐν θνητῷ σκηνώματι κατοικεῖ· καὶ Χριστιανοὶ παροικοῦσιν ἐν φθαρτοῖς, τὴν ἐν οὐρανοῖς ἀφθαρσίαν προσ‐ δεχόμενοι.

6

.

9

Κακουργουμένη σιτίοις καὶ ποτοῖς ἡ ψυχὴ βελτιοῦται· καὶ Χριστιανοὶ κολαζόμενοι καθ’ ἡμέραν πλεονάζουσι μᾶλλον.

6

.

10

Εἰς τοσαύτην αὐτοὺς τάξιν ἔθετο ὁ Θεός, ἣν οὐ θεμιτὸν αὐτοῖς παραιτήσασθαι.

7

.

1

Οὐ γὰρ ἐπίγειον, ὡς ἔφην, εὕρημα τοῦτ’ αὐτοῖς παρε‐ δόθη, οὐδὲ θνητὴν ἐπίνοιαν φυλάσσειν οὕτως ἀξιοῦσιν ἐπιμελῶς, οὐδὲ ἀνθρωπίνων οἰκονομίαν μυστηρίων πεπίσ‐ τευνται.

7

.

2

Ἀλλ’ αὐτὸς ἀληθῶς ὁ παντοκράτωρ καὶ παντο‐ κτίστης καὶ ἀόρατος Θεός, αὐτὸς ἀπ’ οὐρανῶν τὴν Ἀλήθειαν καὶ τὸν Λόγον τὸν ἅγιον καὶ ἀπερινόητον ἀνθρώποις ἐνίδρυσε καὶ ἐγκατεστήριξε ταῖς καρδίαις αὐτῶν, οὐ καθάπερ ἄν τις
5εἰκάσειεν ἀνθρώποις ὑπηρέτην τινὰ πέμψας ἢ ἄγγελον ἢ ἄρχοντα ἤ τινα τῶν διεπόντων τὰ ἐπίγεια ἤ τινα τῶν πεπισ‐ τευμένων τὰς ἐν οὐρανοῖς διοικήσεις, ἀλλ’ αὐτὸν τὸν τεχνίτην
καὶ δημιουργὸν τῶν ὅλων, ᾧ τοὺς οὐρανοὺς ἔκτισεν, ᾧ τὴν θάλασσαν ἰδίοις ὅροις ἐνέκλεισεν, οὗ τὰ μυστήρια πιστῶς66
10πάντα φυλάσσει τὰ στοιχεῖα, παρ’ οὗ τὰ μέτρα τῶν τῆς ἡμέρας δρόμων 〈ἥλιοσ〉 εἴληφε φυλάσσειν, ᾧ πειθαρχεῖ σελήνη νυκτὶ φαίνειν κελεύοντι, ᾧ πειθαρχεῖ τὰ ἄστρα τῷ τῆς σελήνης ἀκολουθοῦντα δρόμῳ, ᾧ πάντα διατέτακται καὶ διώρισται καὶ ὑποτέτακται, οὐρανοὶ καὶ τὰ ἐν οὐρανοῖς, γῆ
15καὶ τὰ ἐν τῇ γῇ, θάλασσα καὶ τὰ ἐν τῇ θαλάσσῃ, πῦρ, ἀήρ, ἄβυσσος, τὰ ἐν ὕψεσι, τὰ ἐν βάθεσι, τὰ ἐν τῷ μεταξύ· τοῦτον πρὸς αὐτοὺς ἀπέστειλεν.

7

.

3

Ἆρά γε, ὡς ἀνθρώπων ἄν τις λογίσαιτο, ἐπὶ τυραννίδι καὶ φόβῳ καὶ καταπλήξει;

7

.

4

οὐ μὲν οὖν· ἀλλ’ ἐν ἐπιεικείᾳ 〈καὶ〉 πραΰτητι ὡς βασιλεὺς πέμπων υἱὸν βασιλέα ἔπεμψεν, ὡς θεὸν ἔπεμψεν, ὡς πρὸς ἀνθρώπους ἔπεμψεν, ὡς σῴζων ἔπεμψεν, ὡς πείθων, οὐ
5βιαζόμενος· βία γὰρ οὐ πρόσεστι τῷ Θεῷ.

7

.

5

Ἔπεμψεν ὡς καλῶν, οὐ διώκων· ἔπεμψεν ὡς ἀγαπῶν, οὐ κρίνων.

7

.

6

Πέμψει γὰρ αὐτὸν κρίνοντα, καὶ τίς αὐτοῦ τὴν παρουσίαν ὑποστήσεται; *********************************** *****************************

7

.

7

〈Οὐχ ὁρᾷσ〉 παρα‐
βαλλομένους θηρίοις, ἵνα ἀρνήσωνται τὸν Κύριον, καὶ μὴ νικωμένους;68

7

.

8

οὐχ ὁρᾷς ὅσῳ πλείονες κολάζονται, τοσούτῳ πλεονάζοντας ἄλλους;

7

.

9

ταῦτα ἀνθρώπου οὐ δοκεῖ τὰ ἔργα, ταῦτα δύναμίς ἐστι Θεοῦ· ταῦτα τῆς παρουσίας αὐτοῦ 〈δείγματα.〉

8

.

1

Τίς γὰρ ὅλως ἀνθρώπων ἠπίστατο τί ποτ’ ἐστὶ Θεός, πρὶν αὐτὸν ἐλθεῖν;

8

.

2

ἢ τοὺς κενοὺς καὶ ληρώδεις ἐκείνων λόγους ἀποδέχῃ τῶν ἀξιοπίστων φιλοσόφων; ὧν οἱ μέν τινες πῦρ ἔφασαν εἶναι τὸν θεόν—οὗ μέλλουσι χωρήσειν αὐτοί, τοῦτο καλοῦσι θεόν—οἱ δὲ ὕδωρ, οἱ δ’ ἄλλο τι τῶν
5στοιχείων τῶν ἐκτισμένων ὑπὸ Θεοῦ.

8

.

3

Καίτοι γε, εἴ τις τούτων τῶν λόγων ἀπόδεκτός ἐστι, δύναιτ’ ἂν καὶ τῶν λοιπῶν κτισμάτων ἓν ἕκαστον ὁμοίως ἀποφαίνεσθαι Θεόν.

8

.

4

Ἀλλὰ ταῦτα μὲν τερατεία καὶ πλάνη τῶν γοήτων ἐστίν.

8

.

5

Ἀνθρώπων δὲ οὐδεὶς οὔτε 〈εἶδεν〉 οὔτε ἐγνώρισεν αὐτὸς δὲ ἑαυτὸν ἐπέδειξεν.

8

.

6

Ἐπέδειξε δὲ διὰ πίστεως, ᾗ μόνῃ Θεὸν ἰδεῖν συγκεχώρηται.

8

.

7

Ὁ γὰρ δεσπότης καὶ δημιουρ‐ γὸς τῶν ὅλων Θεός, ὁ ποιήσας τὰ πάντα καὶ κατὰ τάξιν διακρίνας, οὐ μόνον φιλάνθρωπος ἐγένετο ἀλλὰ καὶ μακρόθυ‐ μος.

8

.

8

Ἀλλ’ οὗτος ἦν μὲν ἀεὶ τοιοῦτος, καὶ ἔστι, καὶ ἔσται· χρηστὸς καὶ ἀγαθὸς καὶ ἀόργητος καὶ ἀληθής, καὶ μόνος ἀγαθός ἐστιν.

8

.

9

Ἐννοήσας δὲ μεγάλην καὶ ἄφραστον ἔννοιαν 〈ἀνεκοινώσατο〉 μόνῳ τῷ παιδί.

8

.

10

Ἐν ὅσῳ μὲν οὖν κατεῖχεν ἐν μυστηρίῳ καὶ διετήρει τὴν σοφὴν αὐτοῦ βουλήν, ἀμελεῖν ἡμῶν καὶ ἀφροντιστεῖν ἐδόκει.
70

8

.

11

Ἐπεὶ δὲ ἀπεκάλυψε διὰ τοῦ ἀγαπητοῦ παιδὸς καὶ ἐφανέρωσε τὰ ἐξ ἀρχῆς ἡτοιμασμένα, πάνθ’ ἅμα παρέσχεν ἡμῖν, καὶ μετασχεῖν τῶν εὐεργεσιῶν αὐτοῦ καὶ ἰδεῖν καὶ 〈νοῆσαι, ἃ〉
5τίς ἂν πώποτε προσεδόκησεν ἡμῶν;

9

.

1

Πάντ’ οὖν 〈ἤδη〉 παρ’ ἑαυτῷ σὺν τῷ παιδὶ 〈οἰκονο‐ μηκώσ〉, μέχρι μὲν [οὖν] τοῦ πρόσθεν χρόνου εἴασεν ἡμᾶς ὡς ἐβουλόμεθα ἀτάκτοις φοραῖς φέρεσθαι, ἡδοναῖς καὶ ἐπιθυμίαις ἀπαγομένους, οὐ πάντως ἐφηδόμενος τοῖς
5ἁμαρτήμασιν ἡμῶν, ἀλλ’ ἀνεχόμενος, οὐδὲ τῷ τότε τῆς ἀδικίας καιρῷ συνευδοκῶν, ἀλλὰ τὸν 〈νῦν〉 τῆς δικαιοσύνης δημιουργῶν, ἵνα ἐν τῷ τότε χρόνῳ ἐλεγχθέντες ἐκ τῶν ἰδίων ἔργων ἀνάξιοι ζωῆς, νῦν ὑπὸ τῆς τοῦ Θεοῦ χρηστότητος ἀξιωθῶμεν, καὶ τὸ καθ’ ἑαυτοὺς φανερώσαντες ἀδύνατον
10εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ τῇ δυνάμει τοῦ Θεοῦ δυνατοὶ γενηθῶμεν.

9

.

2

Ἐπεὶ δὲ πεπλήρωτο μὲν ἡ ἡμετέρα ἀδικία, καὶ τελείως πεφανέρωτο ὅτι ὁ μισθὸς αὐτῆς κόλασις
καὶ θάνατος προσεδοκᾶτο, ἦλθε δὲ ὁ καιρὸς ὃν Θεὸς προέθετο λοιπὸν φανερῶσαι τὴν ἑαυτοῦ χρηστότητα καὶ δύναμιν72
5—〈ὢ〉 τῆς ὑπερβαλλούσης φιλανθρωπίας 〈καὶ ἀγάπησ〉 τοῦ Θεοῦ· —οὐκ ἐμίσησεν ἡμᾶς οὐδὲ ἀπώσατο οὐδὲ ἐμνησικά‐ κησεν, ἀλλὰ ἐμακροθύμησεν, ἠνέσχετο, 〈ἐλεῶν〉 αὐτὸς τὰς ἡμετέρας ἁμαρτίας ἀνεδέξατο, αὐτὸς τὸν ἴδιον υἱὸν ἀπέδοτο λύτρον ὑπὲρ ἡμῶν, τὸν ἅγιον ὑπὲρ 〈τῶν〉 ἀνόμων, τὸν
10ἄκακον ὑπὲρ τῶν κακῶν, τὸν δίκαιον ὑπὲρ τῶν ἀδίκων, τὸν ἄφθαρτον ὑπὲρ τῶν φθαρτῶν, τὸν ἀθάνατον ὑπὲρ τῶν θνητῶν.

9

.

3

Τί γὰρ ἄλλο τὰς ἁμαρτίας ἡμῶν ἠδυνήθη καλύψαι ἢ ἐκείνου δικαιοσύνη;

9

.

4

ἐν τίνι δικαιωθῆναι δυνατὸν τοὺς ἀνόμους ἡμᾶς καὶ ἀσεβεῖς ἢ ἐν μόνῳ τῷ υἱῷ τοῦ Θεοῦ;

9

.

5

ὢ τῆς γλυκείας ἀνταλλαγῆς, ὢ τῆς ἀνεξιχ‐ νιάστου δημιουργίας, ὢ τῶν ἀπροσδοκήτων εὐεργεσιῶν· ἵνα ἀνομία μὲν πολλῶν ἐν δικαίῳ ἑνὶ κρυβῇ, δικαιοσύνη δὲ ἑνὸς πολλοὺς ἀνόμους δικαιώσῃ.

9

.

6

Ἐλέγξας οὖν ἐν μὲν τῷ πρόσθεν χρόνῳ τὸ ἀδύνατον τῆς ἡμετέρας φύσεως εἰς τὸ τυχεῖν ζωῆς, νῦν δὲ τὸν σωτῆρα δείξας δυνατὸν σῴζειν καὶ τὰ ἀδύνατα, ἐξ ἀμφοτέρων ἐβουλήθη πιστεύειν
5ἡμᾶς τῇ χρηστότητι αὐτοῦ, αὐτὸν ἡγεῖσθαι τροφέα, πατέρα, διδάσκαλον, σύμβουλον, ἰατρόν, νοῦν, φῶς, τιμήν, δόξαν,
ἰσχύν, ζωήν, περὶ ἐνδύσεως καὶ τροφῆς μὴ μεριμνᾶν.74

10

.

1

Ταύτην καὶ σὺ τὴν πίστιν ἐὰν ποθήσῃς, καὶ λάβῃς πρῶτον μὲν 〈ἐπιγνώσῃ πατέρα〉.

10

.

2

Ὁ γὰρ Θεὸς τοὺς ἀνθρώπους ἠγάπησε, δι’ οὓς ἐποίησε τὸν κόσμον, οἷς ὑπέταξε πάντα τὰ ἐν 〈τῇ γῇ〉, οἷς λόγον ἔδωκεν, οἷς νοῦν, οἷς μόνοις 〈ἄνω〉 πρὸς οὐρανὸν ὁρᾶν ἐπέτρεψεν, οὓς ἐκ τῆς
5ἰδίας εἰκόνος ἔπλασε, πρὸς οὓς ἀπέστειλε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ, οἷς τὴν ἐν οὐρανῷ βασιλείαν ἐπηγγείλατο καὶ δώσει τοῖς ἀγαπήσασιν αὐτόν.

10

.

3

Ἐπιγνοὺς δέ, τίνος οἴει πληρωθήσεσθαι χαρᾶς; ἢ πῶς ἀγαπήσεις τὸν οὕτως προαγα‐ πήσαντά σε;

10

.

4

ἀγαπήσας δὲ μιμητὴς ἔσῃ αὐτοῦ τῆς χρηστότητος. Καὶ μὴ θαυμάσῃς εἰ δύναται μιμητὴς ἄνθρω‐ πος γενέσθαι Θεοῦ· δύναται, θέλοντος αὐτοῦ.

10

.

5

Οὐ γὰρ τὸ καταδυναστεύειν τῶν πλησίον οὐδὲ τὸ πλέον ἔχειν βούλεσθαι τῶν ἀσθενεστέρων οὐδὲ τὸ πλουτεῖν καὶ βιάζεσθαι τοὺς ὑποδεεστέρους εὐδαιμονεῖν ἐστίν, οὐδὲ ἐν τούτοις δύναταί
5τις μιμήσασθαι Θεόν, ἀλλὰ ταῦτα ἐκτὸς τῆς ἐκείνου μεγα‐ λειότητος.

10

.

6

Ἀλλ’ ὅστις τὸ τοῦ πλησίον ἀναδέχεται βάρος,
ὃς ἐν ᾧ κρείσσων ἐστὶν ἕτερον τὸν ἐλαττούμενον εὐεργετεῖν ἐθέλει, 〈ὃς ἃ〉 παρὰ τοῦ Θεοῦ λαβὼν ἔχει, ταῦτα τοῖς ἐπιδεομένοις χορηγῶν, θεὸς γίνεται τῶν λαμβανόντων,76
5οὗτος μιμητής ἐστι Θεοῦ.

10

.

7

Τότε θεάσῃ τυγχάνων ἐπὶ γῆς ὅτι Θεὸς ἐν οὐρανοῖς πολιτεύεται, τότε μυστήρια Θεοῦ λαλεῖν ἄρξῃ, τότε τοὺς κολαζομένους ἐπὶ τῷ μὴ θέλειν ἀρνήσασθαι Θεὸν καὶ ἀγαπήσεις καὶ θαυμάσεις, τότε τῆς
5ἀπάτης τοῦ κόσμου καὶ τῆς πλάνης καταγνώσῃ, ὅταν τὸ ἀληθῶς ἐν οὐρανῷ ζῆν 〈ἐπιγνῷσ〉, ὅταν τοῦ δοκοῦντος ἐνθάδε θανάτου καταφρονήσῃς, ὅταν τὸν ὄντως θάνατον φοβηθῇς, ὃς φυλάσσεται τοῖς κατακριθησομένοις εἰς τὸ πῦρ τὸ αἰώνιον, ὃ τοὺς παραδοθέντας αὐτῷ μέχρι τέλους
10κολάσει.

10

.

8

Τότε τοὺς ὑπομένοντας ὑπὲρ δικαιοσύνης τὸ πῦρ 〈τοῦτο〉 θαυμάσεις καὶ μακαρίσεις, ὅταν ἐκεῖνο τὸ πῦρ ἐπιγνῷς. *************************************** **********************************************

11

.

1

Οὐ ξένα ὁμιλῶ οὐδὲ παραλόγως ζητῶ, ἀλλὰ ἀποσ‐ τόλων γενόμενος μαθητὴς γίνομαι διδάσκαλος ἐθνῶν, τὰ παραδοθέντα 〈ἀξίωσ〉 ὑπηρετῶ γινομένοις ἀληθείας μαθη‐ ταῖς.

11

.

2

Τίς γὰρ ὀρθῶς διδαχθεὶς καὶ λόγῳ προσφιλεῖ γεννηθεὶς οὐκ ἐπιζητεῖ σαφῶς μαθεῖν τὰ διὰ λόγου δειχθέντα φανερῶς μαθηταῖς; οἷς ἐφανέρωσεν ὁ λόγος φανείς, παρ‐
ρησίᾳ λαλῶν, ὑπὸ ἀπίστων μὴ νοούμενος, μαθηταῖς δὲ78
5διηγούμενος, οἳ πιστοὶ λογισθέντες ὑπ’ αὐτοῦ ἔγνωσαν πατρὸς μυστήρια.

11

.

3

οὗ χάριν ἀπέστειλε λόγον, ἵνα κόσμῳ φανῇ, ὃς ὑπὸ λαοῦ ἀτιμασθείς, διὰ ἀποστόλων κηρυχθείς, ὑπὸ ἐθνῶν ἐπιστεύθη.

11

.

4

Οὗτος ὁ ἀπ’ ἀρχῆς, ὁ καινὸς φανεὶς καὶ παλαιὸς εὑρεθεὶς καὶ πάντοτε νέος ἐν ἁγίων καρδίαις γεννώμενος.

11

.

5

Οὗτος ὁ ἀεί, 〈ὁ〉 σήμερον υἱὸς λογισθείς, δι’ οὗ πλουτίζεται ἡ ἐκκλησία καὶ χάρις ἁπλουμένη ἐν ἁγίοις πληθύνεται, παρέχουσα νοῦν, φανεροῦσα μυστήρια, διαγγέλλουσα καιρούς, χαίρουσα ἐπὶ πιστοῖς, ἐπιζητοῦσι
5δωρουμένη, οἷς 〈ὅρκια〉 πίστεως οὐ θραύεται οὐδὲ ὅρια πατέρων παρορίζεται.

11

.

6

Εἶτα φόβος νόμου ᾄδεται καὶ προφητῶν χάρις γινώσκεται καὶ εὐαγγελίων πίστις ἵδρυται καὶ ἀποστόλων παράδοσις φυλάσσεται καὶ ἐκκλησίας χάρις σκιρτᾷ.

11

.

7

Ἣν χάριν μὴ λυπῶν ἐπιγνώσῃ ἃ λόγος ὁμιλεῖ δι’ ὧν βούλεται, ὅτε θέλει.

11

.

8

Ὅσα γὰρ θελήματι τοῦ κελεύοντος λόγου ἐκινήθημεν ἐξειπεῖν μετὰ πόνου, ἐξ ἀγάπης τῶν ἀποκαλυφθέντων ἡμῖν γινόμεθα ὑμῖν κοινωνοί.

12

.

1

Οἷς ἐντυχόντες καὶ ἀκούσαντες μετὰ σπουδῆς εἴσεσθε ὅσα παρέχει ὁ Θεὸς τοῖς ἀγαπῶσιν ὀρθῶς, οἱ γενόμενοι παράδεισος τρυφῆς, πάγκαρπον ξύλον, εὐθαλοῦν, 〈ἀνατείλαντεσ〉 ἐν ἑαυτοῖς, ποικίλοις καρποῖς κεκοσμημένοι.

12

.

2

Ἐν γὰρ τούτῳ τῷ χωρίῳ ξύλον γνώσεως καὶ ξύλον ζωῆς πεφύτευται· ἀλλ’ οὐ τὸ τῆς γνώσεως ἀναιρεῖ, ἀλλ’ ἡ παρακοὴ ἀναιρεῖ.80

12

.

3

Οὐδὲ γὰρ ἄσημα τὰ γεγραμμένα, ὡς Θεὸς ἀπ’ ἀρχῆς 〈ξύλον γνώσεως καὶ〉 ξύλον ζωῆς ἐν μέσῳ παραδείσου ἐφύτευσε, διὰ γνώσεως ζωὴν ἐπιδεικνύς. Ἧι μὴ καθαρῶς χρησάμενοι οἱ ἀπ’ ἀρχῆς πλάνῃ τοῦ ὄφεως
5γεγύμνωνται.

12

.

4

Οὐδὲ γὰρ ζωὴ ἄνευ γνώσεως, οὐδὲ γνῶσις ἀσφαλὴς ἄνευ ζωῆς ἀληθοῦς· Διὸ πλησίον ἑκάτερον πεφύτευ‐ ται.

12

.

5

Ἣν δύναμιν ἐνιδὼν ὁ ἀπόστολος τήν τε ἄνευ ἀληθείας προστάγματος εἰς ζωὴν ἀσκουμένην γνῶσιν μεμφόμενος λέγει· ἡ γνῶσις φυσιο, ἡ δὲ ἀγάπη οἰκοδομε.

12

.

6

Ὁ γὰρ νομίζων εἰδέναι τι ἄνευ γνώσεως ἀληθοῦς καὶ μαρτυρουμένης ὑπὸ τῆς ζωῆς, οὐκ ἔγνω· ὑπὸ τοῦ ὄφεως πλανᾶται, μὴ ἀγαπήσας τὸ ζῆν. Ὁ δὲ μετὰ φόβου ἐπιγνοὺς καὶ ζωὴν ἐπιζητῶν ἐπ’ ἐλπίδι φυτεύει, καρπὸν προσδοκῶν.

12

.

7

Ἤτω σοι καρδία γνῶσις, ζωὴ δὲ λόγος ἀληθής, χωρούμε‐ νος.

12

.

8

Οὗ ξύλον φέρων καὶ καρπὸν 〈ἐρῶν〉 τρυγήσεις ἀεὶ τὰ παρὰ Θεῷ ποθούμενα, ὧν ὄφις οὐχ ἅπτεται οὐδὲ πλάνη συγχρωτίζεται· οὐδὲ Εὔα φθείρεται, ἀλλὰ παρθένος πισ‐ τεύεται.

12

.

9

Καὶ σωτήριον δείκνυται, καὶ ἀπόστολοι συνετί‐ ζονται, καὶ τὸ κυρίου πάσχα προέρχεται, καὶ 〈καιροὶ〉 συνάγονται καὶ μετὰ κόσμου ἁρμόζεται, καὶ διδάσκων ἁγίους ὁ λόγος εὐφραίνεται, δι’ οὗ πατὴρ δοξάζεται· ᾧ ἡ
82
5δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.84