TLG 1347 004 :: EPIMENIDES :: Fragmenta EPIMENIDES Phil. Fragmenta
Citation: Fragment — (line) | ||
tit1-19 | ΕΠΙΜΕΝΙΔΟΥ ΘΕΟΓΟΝΙΑ ἢ ΧΡΗΣΜΟΙ. ΚΡΗΤΙΚΑ | |
1 | PAUL. ad Tit. 1, 12 εἶπέν τις ἐξ αὐτῶν, ἴδιος αὐτῶν | |
προφήτης· Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί. CLEM. Str. I 59 (II 37, 21 St.) τὸν δὲ ἕβδομον οἱ μὲν Περίαν‐ | 31 | |
5 | δρον εἶναι λέγουσιν τὸν Κορίνθιον οἱ δὲ Ἀνάχαρσιν τὸν Σκύθην οἱ δὲ Ἐπιμενίδην τὸν Κρῆτα [ὃν Ἑλληνικὸν οἶδε προφήτην], οὖ μέ‐ μνηται ὁ ἀπόστολος Παῦλος ἐν τῆι πρὸς Τίτον ἐπιστολῆι. HIERON. comm. in ep. ad Tit. VII 606 Migne dicitur autem iste versiculus in Epimenidis Cretensis poetae Oraculis reperiri | |
---|---|---|
10 | ... denique ipse liber Oraculorum titulo praenotatur. Vgl. ep. 70 [I 666 M.]: cuius heroici hemistichium postea Callimachus usurpavit [h. 1, 8 Κρῆτες ἀεὶ ψεῦσται· καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖο Κρῆτες ἐτεκτήναντο· σὺ δ’ οὐ θάνες· ἐσσὶ γὰρ αἰεί]. MAXIM. TYR. c. 38 (p. 439, 14 Hobein = c. 22 p. 224 Dav.) ἦλθεν Ἀθήναζε καὶ ἄλλος | |
15 | Κρὴς ἀνὴρ ὄνομα Ἐ.· οὐδὲ οὗτος ἔσχεν εἰπεῖν αὑτῶι διδάσκαλον ἀλλ’ ἦν μὲν δεινὸς τὰ θεῖα, ὥστε τὴν Ἀθηναίων πόλιν κακουμένην λοιμῶι καὶ στάσει διεσώσατο ἐκθυσάμενος· δεινὸς δὲ ἦν ταῦτα οὐ μαθών, ἀλλ’ ὕπνον αὑτῶι διηγεῖτο μακρὸν καὶ ὄνειρον διδάσκα‐ λον. c. 10 (p. 110, 13 H. = c. 28 p. 286 Dav.) ἀφίκετό ποτε Ἀθήναζε | |
20 | ἀνὴρ Κρὴς ὄνομα Ἐ. κομίζων λόγον οὑτωσὶ ῥηθέντα πιστεύεσθαι χαλεπόν· 〈μέσης γὰρ〉 ἡμέρας ἐν Δικταίου Διὸς τῶι ἄντρωι κείμενος ὕπνωι βαθεῖ ἔτη συχνὰ ὄναρ ἔφη ἐντυχεῖν αὐτὸς θεοῖς καὶ θεῶν λόγοις καὶ Ἀληθείαι καὶ Δίκηι. | |
2 | AEL. n. anim. XII 7 καὶ μέντοι καὶ τὸν Νεμεαῖον λέοντα τῆς σελήνης ἐκπεσεῖν φασι. λέγει | |
γοῦν καὶ τὰ Ἐπιμενίδου ἔπη· καὶ γὰρ ἐγὼ γένος εἰμὶ Σελήνης ἠυκόμοιο, | 32 | |
5 | ἣ δεινὸν φρίξας’ ἀπεσείσατο θῆρα λέοντα· ἐν Νεμέαι δ’ ἄγχους’ αὐτὸν διὰ πότνιαν Ἥραν 〈θείη ἲς ἐδάμασσε βίης Ἡρακληείησ〉. HERODOROS b. Tatian. 28 πῶς οὐκ ἠλίθιον πιθέσθαι τοῖς Ἡροδώρου βιβλίοις περὶ τοῦ καθ’ Ἡρακλέα λόγου, γῆν ἄνω | |
10 | κηρύττουσιν [n. τὴν σελήνην] κατεληλυθέναι τε ἀπ’ αὐτῆς λέοντα τὸν ὑφ’ Ἡρακλέους φονευθέντα; | |
3 | ARIST. pol. A 2. 1252b 13 ἡ μὲν οὖν εἰς πᾶσαν ἡμέραν συνε‐ στηκυῖα κοινωνία κατὰ φύσιν οἶκός ἐστιν, οὓς ὁ μὲν Χαρώνδας καλεῖ ὁμοσιπύους, Ἐ. δὲ ὁ Κρὴς ὁμοκάπνους. | |
4 | —rhet. Γ 17. 1418a 21 τὸ δὲ δημηγορεῖν χαλεπώτερον τοῦ δικάζεσθαι, εἰκότως, διότι περὶ τὸ μέλλον· ἐκεῖνο δὲ περὶ τὸ γεγο‐ νός, ὃ ἐπιστητὸν ἤδη καὶ τοῖς μάντεσιν, ὡς ἔφη Ἐ. ὁ Κρής· ἐκεῖνοσ[?] γὰρ περὶ τῶν ἐσομένων οὐκ ἐμαντεύετο, ἀλλὰ περὶ τῶν γεγονότων, | |
5 | ἀδήλων δέ. | |
5 | DAMASC. 124 I 320, 17 R. [Eudem fr. 117] τὸν δὲ Ἐπι‐ μενίδην δύο πρώτας ἀρχὰς ὑποθέσθαι Ἀέρα καὶ Νύκτα ..., ἐξ ὧν | |
γεννηθῆναι Τάρταρον, οἶμαι τὴν τρίτην ἀρχήν, ὥς τινα μικτὴν ἐκ τῶν δυεῖν συγκραθεῖσαν, ἐξ ὧν δύο Τιτᾶνας (τὴν νοητὴν μεσότητα | 33 | |
5 | οὕτω καλέσαντα, διότι ἐπ’ ἄμφω ‘διατείνει‘ τό τε ἄκρον καὶ τὸ πέρας), ὧν μιχθέντων ἀλλήλοις ὠιὸν γενέσθαι .... ἐξ οὗ πάλιν ἄλλην γενεὰν προελθεῖν. PHILOD. de piet. 47a, 2 p. 19 ἐν δὲ τοῖς εἰς Ἐπιμενίδην näml. ἀναφερομένοις ἔπεσιν] ἐξ Ἀέρος καὶ Νυκτὸς τὰ πάντα συστῆναι 〈ὥσπερ καὶ〉 Ὅμηρος 〈ἀποφαί〉νετ’ Ὠκεανὸν ἐκ Τηθύος | |
10 | τοὺς θεοὺς γεννᾶν 〈λέγων〉· ‘Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν‘ [C 201], 〈ἕτερόσ〉 τις δὲ Κρόνον τε καὶ Ῥέαν, οἱ δὲ 〈Δία καὶ〉 Ἥραν πατέρα καὶ μητέρα θεῶν νομίζουσιν. | |
6 | PAUS. VIII 18, 2 Ἐ. δὲ ὁ Κρὴς εἶναι μὲν καὶ οὗτος θυγα‐ τέρα Ὠκεανοῦ τὴν Στύγα ἐποίησε, συνοικεῖν δὲ αὐτὴν οὐ Πάλλαντι, ἀλλὰ ἐκ Πείραντος Ἔχιδναν τεκεῖν, ὅστις δὴ ὁ Πείρας ἐστί. | |
7 | PHILOD. de piet. 46b 7 p. 18 G. τὰς Ἁρπ〈υίας θεὰσ〉 οὔσας ὑπ〈ὸ τῶν Βορέου παί〉δων ... 18 Ἐπι〉μενίδη〈ς γὰρ Ὠκε〉‐ ανοῦ καὶ Γ〈ῆς γεννήμα〉τ’ εἶναι, π〈ερὶ δὲ Ῥή〉γιον (?) αὐ〈τὰς φονευθῆ〉ναί (?) φ〈ησιν〉. | |
8 | — —61b 1 p. 46 G. 〈ἐπιθέσθαι Τυφῶνα εἰρή〉κα〈σι τῆι βασιλείαι〉 Διός, 〈ὡς Αἰσχύλοσ〉 ἐν Προ〈μηθεῖ (V. 351ff.) καὶ Ἀ〉κου‐ σίλα〈οσ[9 B 7] καὶ Ἐπι〉μενίδ〈ης καὶ ἄλλοι〉 πολλοί. 〈παρ’ Ἐπι〉μενίδηι 〈δ’ ἀναβὰσ〉 Τυφὼν 〈καθεύδον〉τος Διὸς 〈ἐπὶ τὸ βα〉σίλειον, ἐ〈πι‐ | |
5 | κρα〉τήσ〈ας δὲ τῶν πυλῶν〉 καθι〈κέσθαι μὲν ἔσω〉, παρα〈βοηθήσας δὲ〉 ὁ Ζεὺς 〈καὶ τὸ βασίλει〉ον ἰδὼ〈ν ληφθὲν κτεῖ〉ναι λέγ〈εται κε‐ ραυνῶι〉. | |
9 | — —92, 24 p. 43 G. καὶ τὰς Ἁρπυίας τὰ μῆ〈λα φ〉υλάττειν Ἀκο〈υσίλ〉αος [9 B 5], Ἐ. δὲ καὶ τοῦτο καὶ τὰς αὐτὰς εἶναι ταῖς Ἑσπερίσιν. | |
10 | PLUT. Sol. 12 τὸ δὲ μέγιστον, ἱλασμοῖς τισι καὶ καθαρμοῖς καὶ ἱδρύσεσι κατοργιάσας καὶ καθοσιώσας τὴν πόλιν ὑπήκοον τοῦ δικαίου καὶ μᾶλλον εὐπειθῆ πρὸς ὁμόνοιαν κατέστησε. λέγεται δὲ τὴν Μουνιχίαν ἰδὼν καὶ | |
5 | καταμαθὼν πολὺν χρόνον εἰπεῖν πρὸς τοὺς παρόντας, ὡς τυφλόν ἐστι τοῦ μέλλοντος ἅνθρωπος· ἐκφαγεῖν γὰρ ἂν Ἀθηναίους τοῖς αὑτῶν ὀδοῦσιν, εἰ προήιδεσαν ὅσα τὴν πόλιν ἀνιάσει τὸ χωρίον [s. I 28, 39ff.]. | |
11 | —def. orac. 1 p. 409 E ἀετούς τινας ἢ κύκνους ... μυθολο‐ | |
γοῦσιν ἀπὸ τῶν ἄκρων τῆς γῆς ἐπὶ τὸ μέσον φερομένους εἰς ταὐτὸ συμπεσεῖν Πυθοῖ περὶ τὸν καλούμενον ὀμφαλόν· ὕστερον δὲ χρόνωι τὸν Φαίστιον Ἐπιμενίδην ἐλέγχοντα τὸν μῦθον ἐπὶ τοῦ θεοῦ καὶ | 34 | |
5 | λαβόντα χρησμὸν ἀσαφῆ καὶ ἀμφίβολον εἰπεῖν· οὔτε γὰρ ἦν γαίης μέσος ὀμφαλὸς οὔτε θαλάσσης· εἰ δέ τις ἔστι, θεοῖς δῆλος, θνητοῖσι δ’ ἄφαντος. | |
12 | SCHOL. APOLL. RHOD. II 1122 τούτους δὲ Ἡρόδωρός [FGrHist. 31 F 39 I 223] φησιν ἐκ Χαλκιόπης τῆς Αἰήτου θυγατρός, Ἀκουσίλαος [8 B 25] δὲ καὶ Ἡσίοδος ἐν ταῖς Μεγάλαις Ἠοίαις [fr. 152 Rz.2] φασὶν ἐξ Ἰοφώσσης | |
5 | τῆς Αἰήτου. καὶ οὗτος [Apoll. II 1155f.] μέν φησιν αὐτοὺς τέσσαρας· Ἄργον, Φρόντιν, Μέλανα, Κυτίσωρον. Ἐ. δὲ πέμπτον προσ‐ τίθησι Πρέσβωνα. | |
13 | SCHOL. APOLL. RHOD. III 242 Ἐ. δέ φησι Κορίνθιον τῶι γένει τὸν Αἰήτην, μητέρα δὲ αὐτοῦ Ἐφύραν φησί. | |
14 | —IV 57 Ἐ. δὲ αὐτὸν παρὰ θεοῖς διατρίβοντα ἐρασθῆναί φησι τῆς Ἥρας· διόπερ Διὸς χαλεπήναντος αἰτήσασθαι διὰ παντὸς καθεύδειν. | |
15 | SCHOL. EURIP. Phoen. 13 Ἐ. Εὐρύκλειαν τὴν Ἔκφαντός φησιν αὐτὸν γεγαμηκέναι, ἐξ ἧς εἶναι τὸν Οἰδίποδα. | |
16 | —Rhes. 36 Ἐ. δὲ Καλλιστοῦς καὶ Διὸς παῖδας γεγενῆσθαι Πᾶνα καὶ Ἀρκάδα διδύμους. SCHOL. THEOCR. AMBR. I 3 p. 28 W. Ἐ. δὲ ἐν τοῖς ποιήμασιν Διὸς καὶ Καλλιστοῦς Πᾶνα καὶ Ἀρκάδα διδύμους. | |
17 | SCHOL. PIND. Ol. I 127 τούτωι τῶι ἀριθμῶι τῶν ἀπολομένων μνηστήρων καὶ Ἡσίοδος [fr. 147 Rz.] καὶ Ἐ. συμμαρτυρεῖ. | |
18 | — —VII 24 Ἡρόφιλος δὲ Ποσειδῶνος καὶ Ἀφροδίτης τὴν Ῥόδον εἶναί φησιν, Ἐ. δὲ αὐτὴν Ὠκεανοῦ γενεαλογεῖ, ἀφ’ | |
ἧς τὴν πόλιν ὠνομάσθαι. | 35 | |
19 | SCHOL. SOPHOCL. Oed. Col. 42 Ἐ. Κρόνου φησὶ τὰς Εὐμενίδας· ἐκ τοῦ καλλίκομος γένετο χρυσῆ Ἀφροδίτη Μοῖραί τ’ ἀθάνατοι καὶ Ἐρινύες αἰολόδωροι. | |
tit20-25 | ΚΡΗΤΙΚΑ | |
20 | DIODOR. V 80 ἐπεὶ δὲ τῶν τὰ Κρητικὰ γεγραφότων οἱ πλεῖ‐ στοι διαφωνοῦσι πρὸς ἀλλήλους, οὐ χρὴ θαυμάζειν, ἐὰν μὴ πᾶσιν ὁμολογούμενα λέγωμεν· τοῖς γὰρ τὰ πιθανώτερα λέγουσι καὶ μάλιστα πιστευομένοις ἐπηκολουθήσαμεν, ἃ μὲν Ἐπιμενίδηι τῶι θεολόγωι | |
5 | προσσχόντες, ἃ δὲ Δωσιάδηι καὶ Σωσικράτει καὶ Λαοσθενίδαι. | |
21 | ARAT. 163. 164 Αἲξ ἱερή, τὴν μέν τε λόγος Διὶ μαζὸν ἐπισχεῖν· Ὠλενίην δέ μιν Αἶγα Διὸς καλέους’ ὑποφῆται. | |
22 | — 30εἰ ἐτεὸν δή, Κρήτηθεν κεῖναί γε Διὸς μεγάλου ἰότητι οὐρανὸν εἰσανέβησαν, ὅ μιν τότε κουρίζοντα δίκτωι ἐν εὐώδει ὄρεος σχεδὸν Ἰδαίοιο | |
5 | ἄντρωι ἐγκατέθεντο καὶ ἔτρεφον, εἰς ἐνιαυτὸν | |
Δικταῖοι Κούρητες ὅτε Κρόνον ἐψεύδοντο. | 36 | |
23 | SCHOL. ARAT. 46 [349, 23 M.] φέρεται δὲ περὶ τοῦ Δράκοντος Κρητικὸς μῦθος, ὡς ἄρα ἐπιόντος ποτὲ τοῦ Κρόνου ὁ Ζεὺς εὐλα‐ βηθεὶς ἑαυτὸν μὲν εἰς δράκοντα μετεμόρφωσε, τὰς δὲ τροφοὺς εἰς ἄρκτους καὶ ἀπατήσας τὸν πατέρα μετὰ τὸ προλαβεῖν τὴν βασιλείαν | |
5 | τὸ συμβὰν ἑαυτῶι τε καὶ ταῖς τροφοῖς τῶι ἀρκτικῶι ἐνεστήριξε κύκλωι. | |
24 | [ERATOSTH.] catast. 27 Αἰγοκέρως. οὗτός ἐστι τῶι εἴδει ὅμοιος τῶι Αἰγίπανι· ἐξ ἐκείνου γὰρ γέγονεν· ἔχει δὲ θηρίου τὰ κάτω μέρη καὶ κέρατα ἐπὶ τῆι κεφαλῆι· ἐτιμήθη δὲ διὰ τὸ σύντροφος εἶναι τῶι Διί, καθάπερ Ἐ. ὁ τὰ Κρητικὰ ἱστορῶν φησιν, ὅτι ἐν τῆι | |
5 | Ἴδηι συνῆν αὐτῶι, ὅτε ἐπὶ τοὺς Τιτᾶνας ἐστράτευσεν· οὗτος δὲ δοκεῖ εὑρεῖν τὸν κόχλον, ἐν ὧι τοὺς συμμάχους καθώπλισε, διὰ τὸ τοῦ ἤχου Πανικὸν καλούμενον, ὃ οἱ Τιτᾶνες ἔφυγον. παραλαβὼν δὲ τὴν ἀρχὴν [Zeus] ἐν τοῖς ἄστροις αὐτὸν ἔθηκε καὶ τὴν Αἶγα τὴν μητέρα. διὰ δὲ 〈τὸ〉 τὸν κόχλον 〈εὑρεῖν〉 ἐν τῆι θαλάσσηι παράσημον ἔχει | |
10 | ἰχθύος 〈οὐράν〉. | |
25 | —5 (Marc.) p. 5, 21 Olivieri (περὶ τοῦ Στεφάνου) οὗτος λέγεται ὁ τῆς Ἀριάδνης ... ὅ τε τὰ Κρητικὰ γεγραφὼς λέγει, 〈ὅτι〉 ὅτε ἦλθε Διόνυσος πρὸς Μίνω φθεῖραι βουλόμενος αὐτήν, δῶρον αὐτῆι τοῦτον δέδωκεν, ὧι ἠπατήθη ἡ Ἀριάδνη. Ἡφαίστου δὲ ἔργον | |
5 | εἶναί φασιν ἐκ χρυσοῦ πυρώδους καὶ λίθων Ἰνδικῶν ... ἐν δὲ τοῖς ἄστροις ὕστερον αὐτὸν τεθηκέναι. | |
26 | LAUR. LYD. de mens. IV 17 οἱ δὲ περὶ Ἐπιμενίδην ἄρρενα καὶ θήλειαν ἐμύθευσαν τοὺς Διοσκόρους, τὸν μὲν αἰῶνα ὥσπερ μονάδα, τὴν δὲ φύσιν ὡς δυάδα καλέσαντες· ἐκ γὰρ μονάδος καὶ δυάδος ὁ πᾶς ζωογονικὸς καὶ ψυχογονικὸς | |
ἐξεβλάστησεν ἀριθμός. | 37 |