TLG 1347 002 :: EPIMENIDES :: Fragmenta EPIMENIDES Phil. Fragmenta Source: FGrH #457. : 3B:390–394. Dup. partim 1347 004 Citation: Volume-Jacoby#-F — fragment — (line) | ||
3b,457,F1 | ARISTOT. Rhet. 3, 17 p. 1418 a 21: τὸ δὲ δημηγορεῖν χαλε‐ πώτερον τοῦ δικάζεσθαι· εἰκότως, διότι περὶ τὸ μέλλον, ἐκεῖ〈νο〉 δὲ περὶ τὸ γεγονός, ὃ ἐπιστητὸν ἤδη καὶ τοῖς μάντεσιν, ὡς ἔφη Ἐπιμενίδης ὁ Κρής· ἐκεῖνος γὰρ περὶ τῶν ἐσομένων οὐκ ἐμαντεύετο, ἀλλὰ περὶ τῶν γεγονότων μέν, | |
5 | ἀδήλων δέ. | |
---|---|---|
3b,457,F2 | PAULUS Ep. ad Titum 1, 12: εἶπέν τις ἐξ αὐτῶν (scil. τῶν Κρητῶν), ἴδιος αὐτῶν προφήτης· «Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί». | |
3b,457,F3 | AELIAN. N. A. 12, 7: καὶ μέντοι καὶ τὸν Νεμεαῖον λέοντα τῆς σελήνης ἐκπεσεῖν φασι. λέγει γοῦν καὶ τὰ Ἐπιμενίδου ἔπη· «καὶ γὰρ ἐγὼ γένος εἰμὶ Σελήνης ἠυκόμοιο, / ἣ δεινὸν φρίξας’ ἀπεσεί‐ σατο θῆρα λέοντα / ἐν Νεμέαι, 〈ἀν〉άγους’ αὐτὸν διὰ πότνιαν | |
5 | Ἥραν». | |
3b,457,F4a | DAMASK. De princ. 124 (I 320 Ruelle): τὸν δ’ Ἐπιμε‐ νίδην δύο πρώτας ἀρχὰς ὑποθέσθαι Ἀέρα καὶ Νύκτα ... ἐξ ὧν γεννηθῆναι Τάρταρον ⟦οἶμαι τὴν τρίτην ἀρχήν, ὥς τινα μικτὴν ἐκ τῶν δυεῖν συγκραθεῖ‐ σαν⟧, ἐξ οὗ δύο Τι〈τᾶ〉νας ⟦τὴν νοητὴν μεσότητα οὕτω καλέσαντα, διότι | |
5 | ἐπ’ ἄμφω διατείνει τό τε ἄκρον καὶ τὸ πέρασ⟧, ὧν μιχθέντων ἀλλήλοις ὠιὸν γενέσθαι ...., ἐξ οὗ πάλιν ἄλλην γενεὰν προελθεῖν. | |
3b,457,F4b | PHILODEM. De piet. 47 p. 19 Gomp (p. 271 Philippson): ἐν δὲ τοῖς [εἰς Ἐπι]μενίδην [ἐξ Ἀέρος] καὶ Νυκτὸς [τὰ πάντα σ]υστῆναι, [ὥσπερ καὶ] Ὅμηρος (Il. Ξ 201; 302) [ἀποφαί]νετ’ Ὠκεα[νὸν ἐκ] Τηθύος [τοὺς θε]οὺς γεννᾶν. | |
3b,457,F5 | PAUSAN. 8, 18, 1: εἶναι δὲ τὴν Στύγα Ἡσίοδος μὲν ἐν Θεο‐ γονίαι (383) πεποίηκεν ... Ὠκεανοῦ θυγατέρα ......, γυναῖκα δὲ αὐτὴν εἶναι Πάλλαντος. ἐοικότα δὲ πεποιηκέναι τούτοις καὶ Λίνον φασίν ... (2) | |
Ἐπιμενίδης δὲ ὁ Κρὴς εἶναι μὲν καὶ οὗτος θυγατέρα Ὠκεανοῦ τὴν Στύγα | 3 | |
5 | ἐποίησε, συνοικεῖν δὲ αὐτὴν οὐ Πάλλαντι, ἀλλὰ ἐκ Πείραντος Ἔχιδναν τεκεῖν, ὅστις δὴ ὁ Πείρας ἐστί. | |
3b,457,F6a | PHILODEM. De piet. 46a p. 18 Gomp (p. 270 Phil.): τὰς Ἁρπ[υίας θεὰς] οὔσας ὑπ[ὸ τῶν Βορέου παί]δων ** [Ἐπι]μενίδη[ς γὰρ Ὠκεα]νοῦ καὶ Γ[ῆς γεννήμα]τ’ εἶναι, π[ερὶ δὲ Ῥή]γιον (?) αὐ[τὰς φονευθῆ]‐ ναί (?) φ[ησιν]. | |
3b,457,F6b | ——92 p. 43 Gomp: καὶ τὰς Ἁρπυίας τὰ μῆ[λα φ]υλάττειν Ἀκο[υσίλ]αος (2 F 10): Ἐπιμενίδης δὲ καὶ τοῦτο, καὶ τὰς αὐτὰς εἶναι ταῖς Ἑσπερίσιν. ὁ δὲ τὴν Τιτανομαχίαν [γράψας φησὶν τὰ] μὲν μῆλα φυλάτ[τεσθαι ὑπὸ τῶν Ἑσπερίδων, ὑπὸ δὲ τῶν Ἁρπυιῶν τὸν Τάρταρον]. | |
3b,457,F7 | SCHOL. SOPHOKL. O. K. 42: Ἐπιμενίδης Κρόνου φησὶ τὰς Εὐμενίδας· «ἐκ τοῦ καλλίκομος γένετο χρυσῆ Ἀφροδίτη / Μοῖραι τ’ ἀθάνατοι καὶ Ἐρινύες αἰολόδωροι». Ἴστρος δὲ ἐν τῆι δ (334 F 20) μητέρα τῶν Εὐ‐ μενίδων Εὐωνύμην ἀναγράφει, ἣν νομίζεσθαι Γῆν. ἔνιοι δὲ μεταβαλεῖν αὐτάς | |
5 | φασι τὸ ὄνομα ἐπὶ Ὀρέστηι .... Φιλήμων δ’ ὁ κωμικὸς (II 534, 217 K) ἑτέρας φησὶ τὰς Σεμνὰς θεὰς τῶν Εὐμενίδων. | |
3b,457,F8 | PHILODEM. De piet. 61b p. 46 Gomp (p. 256 Phil.): [ἐπιθέσθαι Τυφῶνα εἰρή]κα[σι τῆι βασιλείαι] Διός, [ὡς Αἰσχύλος] ἐν Προ[μηθεῖ (351 ff.) καὶ Ἀ]κουσίλα[ος (2 F 12) καὶ Ἐπι]μενίδ[ης καὶ ἄλλοι] πολλοί. [παρ’ Ἐπι]μενίδηι [δ’ ἀναβὰς] Τυφὼν [καθεύδον]τος Διὸς [ἐπὶ τὸ βα]σίλειον, | |
5 | ἐ[πικρα]τήσ[ας δὲ τῶν πυλῶν] καθι[κέσθαι μὲν ἔσω]· παρα[βοηθήσας δὲ] ὁ Ζεὺς [καὶ τὸ βασίλει]ον ἰδὼ[ν ληφθέν, κτεῖ]ναι λέγ[εται κεραυνῶι]. | |
3b,457,F9 | SCHOL. THEOKRIT. 1, 3/4c (SCHOL. EURIP. Rhes. 36): τὸν Πᾶνα οἱ μέν φασιν υἱὸν Πηνελόπης καὶ πάντων τῶν μνηστήρων .....· Ἐπιμενίδης δὲ ἐν τοῖς ποιήμασι Διὸς καὶ Καλλιστοῦς Πᾶνα καὶ Ἀρκάδα διδύμους· Ἀρίστιππος δὲ ἐν τοῖς Ἀρκαδικοῖς (317 F 3) | |
5 | Διὸς καὶ νύμφης Οἰνηίδος. | |
3b,457,F10 | SCHOL. APOLL. RHOD. 4, 57/8: ἐν δὲ ταῖς Μεγάλαις Ἠοί‐ αις (F 148 Rz) λέγεται τὸν Ἐνδυμίωνα ἀνενεχθῆναι ὑπὸ τοῦ Διὸς εἰς οὐρανόν, ἐρασθέντα δὲ Ἥρας εἰδώλωι παραλογισθῆναι [τὸν ἔρωτα] νεφέλης, καὶ ἐκβλη‐ θέντα κατελθεῖν εἰς Ἅιδου. Ἐπιμενίδης δὲ αὐτὸν παρὰ θεοῖς διατρί‐ | |
5 | βοντα ἐρασθῆναί φησιν τῆς Ἥρας· διόπερ Διὸς χαλεπήναντος αἰτήσασθαι διὰ παντὸς καθεύδειν. τινὲς δὲ διὰ 〈τὴν〉 πολλὴν δικαιο‐ σύνην ἀποθεωθῆναί φασιν αὐτόν, καὶ ** αἰτήσασθαι παρὰ Διὸς ἀεὶ καθεύδειν. | 390 |
3b,457,F11 | SCHOL. APOLL. RHOD. 3, 240: κρείων Αἰήτης σὺν ἑῆι ναίεσκε δάμαρτι] ὁ τὰ Ναυπακτικὰ πεποιηκὼς (F 4 Ki) Εὐρυλύτην αὐτὴν λέγει· Διονύσιος δὲ ὁ Μιλήσιος (32 F 1b) Ἑκάτην μητέρα Μηδείας καὶ Κίρκης .....· Σοφοκλῆς (F 503 N2) δὲ Νέαιραν μίαν τῶν Νηρηίδων· | |
5 | Ἡσίοδος (Th. 958/60) δὲ Ἰδυῖαν .... Ἐπιμενίδης δέ φησι Κορίν‐ θιον τῶι γένει τὸν Αἰήτην, μητέρα δὲ αὐτοῦ Ἐφύραν φησί. Διοφάνης (?) δὲ ἐν τῆι α τῶν Ποντικῶν ἱστοριῶν (III C) Ἀντιόπην φησὶν Αἰήτου μητέρα. | |
3b,457,F12 | SCHOL. APOLL. RHOD. 2, 1122a: Ἄργος δὲ παροίτατος] εἷς τῶν Φρίξου παίδων οὗτος. τούτους δὲ Ἡρόδωρος (31 F 39) φησὶν ἐκ Χαλκιόπης τῆς Αἰήτου θυγατρός, Ἀκουσίλαος (2 F 38) δὲ καὶ Ἡσίοδος ἐν ταῖς Μεγάλαις Ἠοίαις (F 152 Rz) φασὶν ἐξ Ἰοφώσσης τῆς Αἰήτου. καὶ | |
5 | οὗτος μέν φησιν αὐτοὺς δ, Ἄργον Φρόντιν Μέλανα Κυτίσωρον, Ἐπιμενίδης δὲ πέμπτον προστίθησι Πρέσβωνα. | |
3b,457,F13 | SCHOL. EURIP. Phoen. 13: γαμεῖ δὲ Λάιός μ’ (scil. Ἰο‐ κάστην)] Ἐπιμενίδης Εὐρύκλειαν τὴν Ἔκφαντός φησιν αὐτὸν γεγαμηκέναι, ἐξ ἧς εἶναι τὸν Οἰδίποδα· οἱ δὲ δύο τὸν Λάιον γῆ‐ μαι γυναῖκας, Εὐρύκλειαν καὶ Ἐπικάστην. καὶ τὸν Οἰδίποδα δέ φασιν Ἐπι‐ | |
5 | κάστην τε τὴν μητέρα γεγαμηκέναι καὶ Εὐρυγάνην. | |
3b,457,F14 | SCHOL. PINDAR. Ol. 1, 127b: τρεῖς δὲ καὶ δέκα ἄνδρας ὀλέσσας (scil. Οἰνόμαος)] οἱ ἀναιρεθέντες οὗτοί εἰσι· Μέρμνης, Ἱππόθοος, Πέλοψ ὁ Ὀπούντιος, Ἀκαρνάν, Εὐρύμαχος, Εὐρύλοχος, Αὐτομέδων, Λάσιος, Χάλκων, Τρικόρωνος, Ἀλκάθους ὁ Πορθάονος, Ἀριστόμαχος, Κρόκαλος. | |
5 | τούτωι τῶν ἀριθμῶι τῶν ἀπολομένων μνηστήρων καὶ Ἡσίοδος (F 147 Rz) καὶ Ἐπιμενίδης μαρτυρεῖ. | |
3b,457,F15 | LAURENT. LYD. De mens. 4, 17: οἱ φιλόσοφοί φασι Διο‐ σκόρους εἶναι τὸ ὑπὸ γῆν καὶ ὑπὲρ γῆν ἡμισφαίριον· τελευτῶσι δὲ ἀμοιβαδὸν μυθικῶς οἱονεὶ ὑπὸ τοὺς ἀντίποδας ἐξ ἀμοιβῆς φερόμενοι. οἱ δὲ περὶ Ἐπι‐ μενίδην ἄρρενα καὶ θήλειαν ἐμύθευσαν τοὺς Διοσκόρους, ⟦τὸν | |
5 | μὲν αἰῶνα, ὥσπερ μονάδα, τὴν δὲ φύσιν, ὡς δυάδα, καλέσαντες· ἐκ γὰρ μονά‐ | |
δος καὶ δυάδος ὁ πᾶς ζωογονικὸς καὶ ψυχογονικὸς ἐξεβλάστησεν ἀριθμόσ⟧. | 392 | |
3b,457,F16 | IAMBLICH. Vit. Pyth. 2, 7: ἐν δὲ Σιδόνι τῆς Φοινίκης ἀποτεκούσης αὐ‐ τῆς (scil. τῆς Παρθενίδος, die ihr gatte Πυθαίδα μετωνόμασεν ἀπὸ τοῦ γόνου καὶ τῆς προφήτιδος) τὸν γενόμενον υἱὸν Πυθαγόραν προσηγόρευσεν, ὅτι ἄρα ὑπὸ τοῦ Πυθίου προ‐ ηγορεύθη αὐτῶι. παραιτητέοι γὰρ ἐνταῦθα Ἐπιμενίδης καὶ Εὔδοξος (p. 116 | |
5 | Gis) καὶ Ξενοκράτης, ὑπονοοῦντες τῆι Παρθενίδι τότε μιγῆναι τὸν Ἀπόλ‐ λωνα, καὶ κύουσαν αὐτὴν ἐκ μὴ οὕτως ἐχούσης καταστῆσαί τε καὶ προαγ‐ γεῖλαι διὰ τῆς προφήτιδος. | |
3b,457,F18 | ERATOSTH. Katast. 27: Αἰγοκέρω. οὗτός ἐστι τῶι εἴδει ὅμοιος τῶι Αἰγίπανι· ἐξ ἐκείνου δὲ γέγονεν· ἔχει δὲ θηρίου τὰ κάτω μέρη καὶ κέρατα ἐπὶ τῆι κεφαλῆι. ἐτιμήθη δὲ διὰ τὸ σύντροφος εἶναι τῶι Διί, 〈ἢ〉 κα‐ θάπερ Ἐπιμενίδης ὁ τὰ Κρητικὰ ἱστορῶν φησίν, ὅτι ἐν τῆι | |
5 | Ἴδηι συνῆν αὐτῶι, ὅτε ἐπὶ τοὺς Τιτᾶνας ἐστράτευσεν. οὗτος δὲ δοκεῖ εὑρεῖν τὸν κόχλον, ἐν ὧι τοὺς συμμάχους καθώπλισεν 〈ὁ Ζεύσ〉, διὰ τὸ τοῦ ἤχου Πανικὸν καλούμενον, ὃ οἱ Τιτᾶνες ἔφυγον. παραλαβὼν δὲ τὴν ἀρχήν, ἐν τοῖς ἄστροις αὐτὸν ἔθηκε καὶ τὴν Αἶγα τὴν μητέρα. διὰ δὲ τὸν κόχλον ἐν τῆι θαλάσσηι 〈εὑρεῖν〉 παράσημον ἔχει ἰχθύος 〈οὐράν〉. | |
3b,457,F19* | ERATOSTH. Katast. 5: Περὶ τοῦ Στεφάνου. οὗτος λέγεται ὁ τῆς Ἀριάδνης· Διόνυσος δὲ αὐτὸν εἰς τὰ ἄστρα ἔθηκεν, ὅτε τοὺς γάμους οἱ θεοὶ ἐν τῆι καλουμένηι Δίαι ἐποίησαν, αὐτοῖς βουλόμενος ἐπιφανὴς γενέσθαι· ὧι πρῶτον ἡ νύμφη ἐστεφανώσατο, παρ’ Ὡρῶν λαβοῦσα καὶ Ἀφροδίτης. | |
5 | † ὅ τε τὰ Κρητικὰ γεγραφὼς λέγει, 〈ὅτι〉 ὅτε ἦλθε Διόνυσος πρὸς Μίνω, φθεῖραι βουλόμενος αὐτήν, δῶρον αὐτῆι τοῦτο δέδωκεν, ὧι ἠπατήθη ἡ Ἀριάδνη. Ἡφαίστου δὲ ἔργον εἶναί φασιν ἐκ χρυσοῦ πυρώδους καὶ λίθων Ἰνδικῶν. ἱστορεῖται δὲ διὰ τούτου καὶ τὸν Θησέα σωθῆναι ἐκ τοῦ Λαβυρίνθου, ποιοῦντος τοῦ στεφάνου φέγγος. ἐν δὲ | |
10 | τοῖς ἄστροις ὕστερον αὐτὸν τεθηκέναι, ὅτε εἰς Νάξον ἦλθον ἀμφότεροι, σημεῖον τῆς αἱρέσεως· συνεδόκει δὲ καὶ τοῖς θεοῖς. | |
3b,457,F20* | ARISTOT. Pol. 1, 1, 6 p. 1252b 12: ἡ μὲν οὖν εἰς πᾶσαν ἡμέραν συνεστηκυῖα κοινωνία κατὰ φύσιν οἶκός ἐστιν, οὓς Χαρώνδας μὲν καλεῖ ὁμοσιπύους, Ἐπιμενίδης δ’ ὁ Κρὴς ὁμοκάπ(ν)ους. | 394 |
3b,457,F21* | SCHOL. PINDAR. Ol. 7, 24 f: τὰν ποντίαν ὑμνέων, παῖδ’ Ἀφροδίτας Ἀελίοιό τε νύμφαν, Ῥόδον] παῖδ’ Ἀφροδίτης εἶπε τὴν Ῥόδον διὰ τὸ κάλλος τῆς νήσου. Ἡρόφιλος (VI) δὲ Ποσειδῶνος καὶ Ἀφροδίτης τὴν Ῥόδον εἶναί φησι, Ἐπιμενίδης δὲ αὐτὴν Ὠκεανοῦ γενεαλογεῖ, ἀφ’ | |
5 | ἧς τὴν πόλιν ὠνομάσθαι. τινὲς δὲ ... διὰ τὸ σπουδαῖα ἔχειν ῥόδα· οἱ δὲ διὰ τὸ ῥοώδη εἶναι τὰ περὶ αὐτήν. | |
3b,457,F22 | ATHEN. 7, 18 p. 282 EF: τίς δ’ ἐστὶν ὁ καλούμενος ἱερὸς ἰχθύς; ὁ μὲν τὴν Τελχινιακὴν ἱστορίαν συνθεὶς (T 10) .... ἱερούς φησιν εἶναι ἰχθύας δελφῖνας καὶ πομπίλους. ἐστὶ δ’ ὁ πομπίλος ζῶιον ἐρωτικόν, ὡς ἂν καὶ | |
αὐτὸς γεγονὼς ἐκ τοῦ Οὐρανίου αἵματος ἅμα τῆι Ἀφροδίτηι. |