TLG 1347 001 :: EPIMENIDES :: Testimonia EPIMENIDES Phil. Testimonia Source: FGrH #457. : 3B:384–389. Citation: Volume-Jacoby#-T — fragment — (line) | ||
3b,457,T1 | DIOG. LAERT. 1, 109: Ἐπιμενίδης, καθά φησι Θεόπομπος (115 F 67a) καὶ ἄλλοι συχνοί, πατρὸς μὲν ἦν Φαιστίου (οἱ δὲ Δωσιάδα, οἱ δὲ Ἀγησάρχου), Κρὴς τὸ γένος ἀπὸ Κνωσοῦ, καθέσει τῆς κόμης τὸ εἶδος παραλλάσσων. οὗτός ποτε πεμφθεὶς παρὰ τοῦ πατρὸς εἰς ἀγρὸν ἐπὶ πρόβατον, τῆς ὁδοῦ κατὰ μεσημβρίαν ἐκκλίνας ὑπ’ ἄντρωι τινὶ | 3 |
5 | κατεκοιμήθη ἑπτὰ καὶ πεντήκοντα ἔτη .... (110) γνωσθεὶς δὲ παρὰ τοῖς Ἕλλησι θεοφι‐ λέστατος εἶναι ὑπελήφθη. ὅτε καὶ Ἀθηναίοις τότε λοιμῶι κατεχομένοις ἔχρησεν ἡ Πυθία καθῆραι τὴν πόλιν (T 4)· οἱ δὲ πέμπουσι ναῦν τε καὶ Νικίαν τὸν Νικηράτου εἰς Κρήτην, καλοῦντες τὸν Ἐπιμενίδην. καὶ ὃς ἐλθὼν ὀλυμπιάδι τεσσαρακοστῆι ἕκτηι ἐκάθηρεν αὐτῶν τὴν πόλιν, καὶ ἔπαυσε τὸν λοιμὸν τοῦτον τὸν τρόπον· λαβὼν πρόβατα μέλανά τε καὶ | |
---|---|---|
10 | λευκά, ἤγαγεν πρὸς τὸν Ἄρειον πάγον, κἀκεῖθεν εἴασεν ἰέναι οἷ βούλοιντο, προστάξας τοῖς ἀκολούθοις, ἔνθα ἂν κατακλινῆι αὐτῶν ἕκαστον, θύειν τῶι προσήκοντι θεῶι· καὶ οὕτω λῆξαι τὸ κακόν· ὅθεν ἔτι καὶ νῦν ἔστιν εὑρεῖν κατὰ τοὺς δήμους τῶν Ἀθηναίων βωμοὺς ἀνωνύμους, ὑπόμνημα τῆς τότε γενομένης ἐξιλάσεως. ⟦οἱ δὲ τὴν αἰτίαν εἰπεῖν τοῦ λοιμοῦ τὸ Κυλώνειον ἄγος † σημαίνοντες τὴν ἀπαλλαγήν· καὶ διὰ τοῦτο ἀποθανεῖν δύο νεανίας Κρατῖνον καὶ | |
15 | Κτησίβιον, καὶ λυθῆναι τὴν συμφοράν⟧. (111) Ἀθηναῖοι δὲ τάλαντον ἐψηφίσαντο δοῦναι αὐτῶι καὶ ναῦν τὴν εἰς Κρήτην ἀπάξουσαν αὐτόν· ὁ δὲ τὸ μὲν ἀργύριον οὐ προσήκατο, φιλίαν δὲ καὶ συμμαχίαν ἐποιήσατο Κνωσίων καὶ Ἀθηναίων. καὶ ἐπανελθὼν ἐπ’ οἴκου μετ’ οὐ πολὺ μετήλλαξεν, ὥς φησι Φλέγων ἐν τῶι Περὶ μακροβίων (257 F 38), βιοὺς ἔτη ἑπτὰ καὶ πεντήκοντα καὶ ἑκατόν· ὡς δὲ Κρῆτες λέγουσιν (468 F 13), ἑνὸς δέοντος τριακόσια· ὡς δὲ | |
20 | Ξενοφάνης ὁ Κολοφώνιος (Vorsokr. 21 [11] B 20) ἀκηκοέναι φησί, τέτταρα πρὸς τοῖς πεντή‐ κοντα καὶ ἑκατόν. (112) Ἐποίησε δὲ Κουρήτων καὶ Κορυβάντων γένεσιν καὶ θεογονίαν ἔπη πεντακισχίλια· Ἀργοῦς ναυπηγίαν τε καὶ Ἰάσονος εἰς Κόλχους ἀπόπλουν ἔπη ἑξακισχίλια πεντακόσια. συνέγραψε δὲ καὶ καταλογάδην Περὶ θυσιῶν | |
25 | καὶ τῆς ἐν Κρήτηι πολιτείας καὶ περὶ Μίνω καὶ Ῥαδαμάνθυος εἰς ἔπη τετρακισχίλια. ἱδρύσατο δὲ καὶ παρ’ Ἀθηναίοις τὸ ἱερὸν τῶν Σεμνῶν, ὥς φησιν Λόβων ὁ Ἀργεῖος ἐν τῶι Περὶ ποιητῶν (F 16 Croenert). λέγεται δὲ καὶ πρῶτος οἰκίας καὶ ἀγροὺς καθῆραι καὶ ἱερὰ ἱδρύσασθαι. εἰσὶ δ’ οἳ μὴ κοιμηθῆναι αὐτὸν λέγουσιν, ἀλλὰ χρόνον τινὰ ἐκπατῆσαι ἀσχολούμενον περὶ ῥιζοτομίαν. φέρεται δ’ αὐτοῦ καὶ ἐπιστολὴ πρὸς | |
30 | Σόλωνα τὸν νομοθέτην, περιέχουσα πολιτείαν ἣν διέταξε Κρησὶ Μίνως· ἀλλὰ Δημήτριος ὁ Μάγνης ἐν τοῖς Περὶ ὁμωνύμων ποιητῶν τε καὶ συγ‐ | |
γραφέων (IV) διελέγχειν πειρᾶται τὴν ἐπιστολὴν ὡς νεαρὰν καὶ μὴ τῆι Κρητικῆι φωνῆι γεγραμμένην, Ἀτθίδι δὲ καὶ ταύτηι νέαι. (113) ἐγὼ δὲ ἄλλην εὗρον ἐπιστολὴν ἔχουσαν οὕτως. | 384 | |
35 | (114) Φησὶ δὲ Δημήτριός τινας ἱστορεῖν ὡς λάβοι παρὰ Νυμφῶν ἔδεσμά τι, καὶ φυλάττοι ἐν χηλῆι βοός .... μέμνηται αὐτοῦ καὶ Τίμαιος ἐν τῆι δευτέραι (566 F 2). λέγουσι δέ τινες ὅτι Κρῆτες αὐτῶι θύουσιν ὡς θεῶι. φασὶ γὰρ καὶ 〈προ〉γνωστικώτατον γεγονέναι· ἰδόντα γοῦν τὴν Μουνυχίαν παρ’ Ἀθηναίοις, ἀγνοεῖν φάναι αὐτούς, ὅσων κακῶν αἴτιον ἔσται τοῦτο τὸ χωρίον αὐτοῖς, ἐπεὶ κἀν τοῖς ὀδοῦσιν αὐτὸ διαφορῆσαι. ταῦτα ἔλεγεν τοσούτοις | |
40 | πρότερον χρόνοις. λέγεται δὲ ὡς καὶ πρῶτος (?) αὑτὸν Αἰακὸν λέγοι, καὶ Λακεδαιμονίοις προείποι τὴν ὑπὸ Ἀρκάδων ἅλωσιν, προσποιηθῆναί τε πολλάκις ἀναβεβιωκέναι. (115) Θεό‐ πομπος δ’ ἐν τοῖς Θαυμασίοις (115 F 69), κατασκευάζοντος αὐτοῦ τὸ τῶν Νυμφῶν ἱερόν, ῥαγῆναι φωνὴν ἐξ οὐρανοῦ ‘Ἐπιμενίδη, μὴ Νυμφῶν ἀλλὰ Διόσ‘. Κρησί τε προειπεῖν τὴν Λακεδαιμονίων ἧτταν ὑπὸ Ἀρκάδων, καθάπερ προείρηται· καὶ δὴ καὶ ἐλήφθησαν πρὸς | |
45 | Ὀρχομενῶι. γηρᾶσαι δὲ ἐν τοσαύταις ἡμέραις αὐτὸν ὅσαπερ ἔτη κατεκοιμήθη· καὶ γὰρ τοῦτό φησι Θεόπομπος. Μυρωνιανὸς δὲ ἐν Ὁμοίοις (IV) φησὶν ὅτι Κούρητα 〈νέον〉 αὐτὸν ἐκάλουν Κρῆτες. καὶ τὸ σῶμα αὐτοῦ φυλάττουσι Λακεδαιμόνιοι παρ’ ἑαυτοῖς κατά τι λόγιον, ὥς φησι Σωσίβιος ὁ Λάκων (595 F 15). Γεγονέναι δὲ καὶ Ἐπιμενίδαι ἄλλοι δύο, ὅ τε γενεαλόγος, καὶ τρίτος | |
3b,457,T1(50) | ὁ Δωρίδι γεγραφὼς Περὶ Ῥόδου. | |
3b,457,T2 | SUDA s. v. Ἐπιμενίδης· Φαίστου ἢ Δωσιάδου ἢ † Ἀγιασάρχου υἱός, καὶ μητρὸς Βλάστας, Κρὴς ἀπὸ Κνωσσοῦ, ἐποποιός· οὗ λόγος, ὡς ἐξίοι ἡ ψυχὴ ὁπόσον ἤθελε καιρόν, καὶ πάλιν εἰσήιει ἐν τῶι σώματι· τελευτήσαντος δὲ αὐτοῦ πόρρω χρόνων, τὸ δέρμα εὑρῆσθαι γράμμασι κατάστικτον. γέγονε δὲ ἐπὶ τῆς λ ὀλυμπιάδος, ὡς προ‐ | |
5 | τερεύειν καὶ τῶν ζ κληθέντων σοφῶν, ἢ καὶ ἐπ’ αὐτοῖς (?) γενέσθαι· ἐκάθηρε γοῦν τὰς Ἀθήνας τοῦ Κυλωνείου ἄγους κατὰ τὴν μδ (?) ὀλυμπιάδα, γηραιὸς ὤν. ἔγραψε δὲ πολλὰ ἐπικῶς· καὶ καταλογάδην μυστήριά τινα καὶ καθαρμοὺς καὶ ἄλλα αἰνιγματώδη. πρὸς τοῦτον γράφει Σόλων ὁ νομοθέτης μεμφόμενος τῆς πόλεως κάθαρσιν. οὗτος ἔζησεν ρν (?) ἔτη, τὰ δὲ ϙ (?) ἐκαθεύδησεν. Καὶ παροιμία τὸ Ἐπιμενίδειον | |
10 | δέρμα· ἐπὶ τῶν ἀποθέτων. | |
3b,457,T3a | IAMBLICH. Vit. Pyth. 135 (PORPHYR. Vit. Pyth. 29): ὧν μεταλαβόντας Ἐμπεδοκλέα τε τὸν Ἀκραγαντῖνον καὶ Ἐπιμενίδην τὸν Κρῆτα καὶ Ἄβαριν τὸν Ὑπερβόρειον πολλαχῆι καὶ αὐτοὺς τοιαῦτά τινα ἐπιτετεληκέναι. (136) δῆλα δ’ αὐτῶν τὰ ποιήματα ὑπάρχει, ἄλλως τε καὶ ἀλεξανέμας μὲν ὂν τὸ ἐπώνυμον | |
5 | Ἐμπεδοκλέους, καθαρτὴς δὲ τὸ Ἐπιμενίδου, αἰθροβάτης δὲ τὸ Ἀβάριδος. | |
3b,457,T3b | APUL. Apolog. 27: partim autem, qui providentiam mundi curiosius vestigant et impensius deos cele‐ | |
brant, eos vero vulgo magos nominent, quasi facere etiam sciant quae sciant fieri, ut | 385 | |
5 | olim fuere Epimenides et Orpheus et Pythagoras et Ostanes, ac dein similiter suspectata Empedocli catharmoe, Socrati daemonion, Platonis τὸ ἀγαθόν. | |
3b,457,T4a | PLATON Legg. 1, 642 D: τῆιδε γὰρ ἴσως ἀκήκοας, ὡς Ἐπιμενίδης γέγονεν ἀνὴρ θεῖος, ὃς ἦν ἡμῖν οἰκεῖος, ἐλθὼν δὲ πρὸ τῶν Περσικῶν δέκα ἔτεσιν πρότερον παρ’ ὑμᾶς κατὰ τὴν τοῦ θεοῦ μαντείαν, θυσίας τε ἐθύσατό τινας ἃς ὁ θεὸς ἀνεῖλεν, καὶ δὴ καὶ φοβουμένων τὸν Περσικὸν Ἀθηναίων στόλον, | |
5 | εἶπεν ὅτι δέκα μὲν ἐτῶν οὐχ ἥξουσιν, ὅταν δὲ ἔλθωσιν, ἀπαλλαγήσονται πράξαντες οὐδὲν ὧν ἤλπιζον, παθόντες τε ἢ δράσαντες πλείω κακά. τότ’ οὖν ἐξενώθησαν ὑμῖν οἱ πρόγονοι ἡμῶν. | |
3b,457,T4b | ARISTOT. Ἀθπ. 1: ** Μύρωνος, καθ’ ἱερῶν ὀμόσαντες ἀριστίνδην. καταγνω‐ σθέντος δὲ τοῦ ἄγους, αὐτοὶ μὲν ἐκ τῶν τάφων ἐξεβλήθησαν, τὸ δὲ γένος αὐτῶν ἔφυγεν ἀειφυγίαν· Ἐπιμενίδης δ’ ὁ Κρὴς ἐπὶ τούτοις ἐκάθηρε τὴν πόλιν. (2, 1) μετὰ δὲ ταῦτα συνέβη στασιάσαι τούς τε γνωρίμους καὶ τὸ πλῆθος πολὺν χρόνον ..... | |
5 | (4, 1) μετὰ δὲ ταῦτα χρόνου τινὸς οὐ πολλοῦ διελθόντος, ἐπ’ Ἀρισταίχμου ἄρχοντος Δράκων τοὺς θεσμοὺς ἔθηκεν .... (5, 2) ἰσχυρᾶς δὲ τῆς στάσεως οὔσης, καὶ πολὺν χρόνον ἀντικαθημένων ἀλλήλοις, εἵλοντο κοινῆι διαλλακτὴν καὶ ἄρχοντα Σόλωνα. | |
3b,457,T4c | PLUTARCH Solon 12, 1: τὸ δὲ Κυλώνειον ἄγος ἤδη μὲν ἐκ πολλοῦ διετάραττε τὴν πόλιν, ἐξ οὗ τοὺς συνωμότας τοῦ Κύλωνος ..... ὁ Μεγακλῆς καὶ οἱ συνάρχοντες ..... τοὺς μὲν ἔξω κατέλευσαν, οἱ δὲ τοῖς βωμοῖς προσφυγόντες ἀπεσφάγησαν .... (2) ἐκ τούτου δὲ κλη‐ θέντες ἐναγεῖς ἐμισοῦντο, καὶ τῶν Κυλωνείων οἱ περιγενόμενοι πάλιν ἦσαν ἰσχυροί, καὶ | |
5 | στασιάζοντες ἀεὶ διετέλουν πρὸς τοὺς ἀπὸ τοῦ Μεγακλέους. (3) ἐν δὲ τῶι τότε χρόνωι τῆς στάσεως ἀκμὴν λαβούσης μάλιστα, καὶ τοῦ δήμου διαστάντος, ἤδη δόξαν ἔχων ὁ Σόλων παρῆλθεν εἰς τὸ μέσον .... καὶ ... ἔπεισε τοὺς ἐναγεῖς λεγομένους δίκην ὑποσχεῖν καὶ κριθῆναι, τριακοσίων ἀριστίνδην δικαζόντων. (4) Μύρωνος δὲ τοῦ Φλυέως κατηγοροῦντος, ἑάλωσαν οἱ ἄνδρες, | |
10 | καὶ μετέστησαν οἱ ζῶντες, τῶν δ’ ἀποθανόντων τοὺς νεκροὺς ἀνορύξαντες ἐξέρριψαν ὑπὲρ τοὺς ὅρους. (5) ταύταις δὲ ταῖς ταραχαῖς καὶ Μεγαρέων συνεπιθεμένων, ἀπέβαλόν τε Νίσαιαν οἱ Ἀθηναῖοι καὶ Σαλαμῖνος ἐξέπεσον αὖθις. (6) καὶ φόβοι τινὲς ἐκ δεισιδαιμονίας ἅμα καὶ φάσματα κατεῖχε τὴν πόλιν, οἵ τε μάντεις ἄγη καὶ μιασμοὺς δεομένους καθαρμῶν προφαίνεσθαι διὰ τῶν ἱερῶν ἠγόρευον. (7) οὕτω δὴ μετάπεμπτος αὐτοῖς ἧκεν | |
15 | ἐκ Κρήτης Ἐπιμενίδης ὁ Φαίστιος, ὃν ἕβδομον ἐν τοῖς σοφοῖς καταρι‐ θμοῦσιν ἔνιοι τῶν οὐ προσιεμένων τὸν Περίανδρον. ἐδόκει δέ τις εἶναι θεοφιλὴς καὶ σοφὸς περὶ τὰ θεῖα τὴν ἐνθουσιαστικὴν καὶ τελεστικὴν σοφίαν· διὸ καὶ παῖδα νύμφης ὄνομα †Βάλτης καὶ Κούρητα νέον αὐτὸν οἱ τότ’ ἄνθρωποι προσηγόρευον. (8) ἐλθὼν δὲ καὶ τῶι Σόλωνι χρησάμενος φίλωι, πολλὰ προυπειργάσατο καὶ προωιδοποίησεν αὐτῶι τῆς | |
20 | νομοθεσίας· καὶ γὰρ εὐσταλεῖς ἐποίησε ταῖς ἱερουργίαις καὶ περὶ τὰ πένθη πραιοτέρους, θυσίας τινὰς εὐθὺς ἀναμείξας πρὸς τὰ κήδη, καὶ τὸ σκληρὸν ἀφελὼν καὶ τὸ βαρβαρικόν, ὧι συνείχοντο πρότερον αἱ πλεῖσται γυναῖκες. (9) τὸ δὲ μέγιστον, ἱλασμοῖς τισι καὶ καθαρμοῖς | |
καὶ ἱδρύσεσι κατοργιάσας καὶ καθοσιώσας τὴν πόλιν, ὑπήκοον τοῦ δικαίου καὶ μᾶλλον εὐπειθῆ πρὸς ὁμόνοιαν κατέστησε· (10) λέγεται δὲ τὴν Μουνυχίαν ἰδὼν καὶ καταμαθὼν πολὺν | 386 | |
25 | χρόνον, εἰπεῖν πρὸς τοὺς παρόντας ὡς τυφλόν ἐστι τοῦ μέλλοντος ἅνθρωπος· ἐκφαγεῖν γὰρ ἂν Ἀθηναίους τοῖς αὑτῶν ὀδοῦσιν, εἰ προήιδεσαν ὅσα τὴν πόλιν ἀνιάσει τὸ χωρίον ..... (12) Ἐπιμενίδης μὲν οὖν μάλιστα θαυμασθείς, καὶ χρήματα διδόντων πολλὰ καὶ τιμὰς μεγάλας τῶν Ἀθηναίων, οὐδὲν ἢ θαλλὸν ἀπὸ τῆς ἱερᾶς ἐλαίας αἰτησάμενος καὶ λαβὼν ἀπῆλθεν. (13, 1) αἱ δ’ Ἀθῆναι τῆς Κυλωνείου διαπεπαυμένης ταραχῆς, καὶ μεθεστώτων | |
30 | ὥσπερ εἴρηται τῶν ἐναγῶν, τὴν παλαιὰν αὖθις στάσιν ὑπὲρ τῆς πολιτείας ἐστασίασαν ..... (14, 1) ἐνταῦθα δὴ τῶν Ἀθηναίων οἱ φρονιμώτατοι ... τὸν Σόλωνα .... ἐδέοντο τοῖς κοινοῖς προσελθεῖν καὶ καταπαῦσαι τὰς διαφοράς. | |
3b,457,T4d | PAUSAN. 1, 14, 4: πρὸ τοῦ ναοῦ τοῦδε, ἔνθα καὶ τοῦ Τριπτολέμου τὸ ἄγαλμα, ἔστι βοῦς χαλκοῦς οἷα ἐς θυσίαν ἀγόμενος, πεποίηται δὲ 〈καὶ〉 καθήμενος Ἐπιμενίδης Κνώσσιος, ὃν ἐλθόντα ἐς ἀγρὸν κοιμᾶσθαι λέγουσιν ἐσελθόντα ἐς σπήλαιον· ὁ δὲ ὕπνος οὐ πρότερον | |
5 | ἀνῆκεν αὐτὸν πρὶν ἢ οἱ τεσσαρακοστὸν ἔτος γενέσθαι καθεύδοντι· καὶ ὕστερον ἔπη τε ἐποίει καὶ πόλεις ἐκάθηρεν ἄλλας τε καὶ τὴν Ἀθηναίων. | |
3b,457,T4e | CLEM. AL. Protr. 2, 26, 4: Ἐπιμενίδης ὁ παλαιὸς Ὕβρεως καὶ Ἀναιδείας Ἀθήνησιν ἀναστήσας βωμούς. CIC. De legg. 2, 28: Athenis ... Cylonio scelere expiato Epimenide suadente fecerunt Contumeliae fanum et Impudentiae. SCHOL. CLEM. l.l. p. 305, 3 Stählin: οὗτος | |
5 | Κρὴς μὲν ἦν τὸ γένος, ἱερεὺς Διὸς καὶ Ῥέας, [καὶ] καθαίρειν ἐπαγγελλόμενος παντὸς οὑτινοσ‐ οῦν βλαπτικοῦ, εἴτε περὶ σῶμα εἴτε περὶ ψυχήν, τελεταῖς τισι καὶ τὸ αἴτιον εἰπεῖν. —οὗτος καὶ Ὕβριν καὶ Ἀναίδειαν ὑπέλαβεν εἶναι θεούς, καὶ νεὼς καὶ βωμοὺς αὐταῖς ἱδρύσατο Ἀθή‐ νησι, καὶ θύειν παρεκελεύετο. —οὗτος ἐκάθηρε τὰς Ἀθήνας· ἦν δὲ Κρὴς τῶι γένει καὶ σοφώτατος, οὗ καὶ Μένανδρος (III 88, 308 K) μέμνηται ἐν ταῖς Κωνειαζομέναις. | |
3b,457,T4f | MAXIM. TYR. Diss. 10 p. 110 Hobein: ἀφίκετό ποτε Ἀθήναζε ἀνὴρ Κρὴς ὄνομα Ἐπιμενίδης, κομίζων λόγον οὑτωσὶ ῥηθέντα, πιστεύεσθαι χαλεπόν· ** ἡμέρας ἐν Δικταίου Διὸς τῶι ἄντρωι κείμενος ὕπνωι βαθεῖ ἔτη συχνά, ὄναρ ἔφη ἐντυχεῖν αὐτὸς θεοῖς καὶ θεῶν Λόγοις καὶ | |
5 | Ἀληθείαι καὶ Δίκηι. Ders. ebd. 38 p. 439: ἦλθεν Ἀθήναζε καὶ ἄλλος Κρὴς ἀνὴρ ὄνομα Ἐπιμενίδης, οὐδὲ οὗτος ἔσχεν εἰπεῖν αὑτῶι διδάσκαλον, ἀλλ’ ἦν μὲν δεινὸς τὰ θεῖα, ὥστε τὴν Ἀθηναίων πόλιν κακουμένην λοιμῶι καὶ στάσει διεσώσατο ἐκθυσάμενος. δεινὸς δὲ ἦν ταῦτα οὐ μαθών, ἀλλ’ ὕπνον αὑτῶι διηγεῖτο μακρὸν καὶ ὄνειρον διδάσκαλον. | |
3b,457,T5b | DIOGEN. Prov. 8, 28: τὸ Ἐπιμενίδειον δέρ‐ μα· ἐπὶ τῶν ἀποθέτων· κατέκειτο γὰρ παρὰ τῆι Λακεδαίμονι τοῦτο. | |
3b,457,T5c | PAUSAN. 3, 11, 11: ἔστι δὲ καὶ Ἑρμῆς Ἀγοραῖος .... καὶ τὰ ἀρχαῖα καλούμενα Ἐφορεῖα· ἐν δὲ αὐτοῖς Ἐπιμενίδου τοῦ Κρητὸς μνῆμα καὶ Ἀφαρέως τοῦ Περιή‐ ρους· καὶ τά γε ἐς Ἐπιμενίδην Λακεδαιμονίους δοξάζω μᾶλλον Ἀργείων λέγειν εἰκότα. | |
3b,457,T5d | —3, 12, 11: πρὸς δὲ τῆι Σκιάδι οἰκοδόμημά ἐστι περιφερές, ἐν δὲ αὐτῶι Διὸς καὶ Ἀφρο‐ δίτης ἀγάλματα ἐπίκλησιν Ὀλυμπίων· τοῦτο Ἐπιμενίδην κατασκευάσαι λέγουσιν, οὐχ ὁμολογοῦντες τὰ ἐς αὐτὸν Ἀργείοις, ὅπου μηδὲ πολεμῆσαί φασι πρὸς Κνωσσίους. | |
3b,457,T5e | —2, 21, 3: πρὸ δὲ τοῦ ναοῦ τῆς Ἀθηνᾶς (in Argos) Ἐπιμενίδου λέγουσιν εἶναι τάφον· Λακε‐ | |
δαιμονίους γὰρ πολεμήσαντας πρὸς Κνωσσίους ἑλεῖν ζῶντα Ἐπιμενίδην, λαβόντας δὲ ἀπο‐ κτεῖναι, διότι σφίσιν οὐκ αἴσια ἐμαντεύετο· αὐτοὶ δὲ ἀνελόμενοι θάψαι ταύτηι φασί. | 387 | |
3b,457,T5f | TATIAN. Πρ. Ἑλλ. 41: τῶν πρὸ αὐτοῦ (scil. Ὁμήρου) συγγραφέων ... Ἐπιμενίδου τοῦ Κρητός, ὅστις εἰς τὴν Σπάρτην ἀφίκετο ..... | |
3b,457,T6 | PLUTARCH. De def. or. 1 p. 409 E: ἀετούς τινας ἢ κύ‐ κνους, ὦ Τερέντιε Πρῖσκε, μυθολογοῦσιν ἀπὸ τῶν ἄκρων τῆς γῆς ἐπὶ τὸ μέσον φερομένους εἰς ταὐτὸ συμπεσεῖν Πυθοῖ περὶ τὸν καλούμενον ὀμφαλόν· ὕστερον δὲ χρόνωι τὸν Φαίστιον Ἐπιμενίδην ἐλέγχοντα τὸν μῦθον ἐπὶ τοῦ θεοῦ καὶ | |
5 | λαβόντα χρησμὸν ἀσαφῆ καὶ ἀμφίβολον εἰπεῖν «οὔτε γὰρ ἦν γαίης μέσος ὀμφαλὸς οὐδὲ θαλάσσης· / εἰ δέ τις ἔστι, θεοῖς δῆλος, θνητοῖσι δ’ ἄφαντος». | |
3b,457,T7 | STRABON 10, 4, 14: ἐκ δὲ τῆς Φαιστοῦ τὸν τοὺς Καθαρμοὺς ποιήσαντα διὰ τῶν ἐπῶν Ἐπιμενίδην φασὶν εἶναι. | |
3b,457,T8a | HIERONYM. Comm. in Pauli Ep. ad Titum VII p. 606 Migne: dicitur autem iste versiculus (F 2) in Epimenidis Cretensis poetae oraculis reperiri .... denique ipse liber Oraculorum titulo praenotatur. | |
3b,457,T8c | CICERO De Div. 1, 34: iis igitur adsentior, qui duo genera divinationum esse dixerunt, unum quod particeps esset artis, alterum quod arte careret. est enim ars in iis, qui novas res coniectura persequuntur, veteres observatione didicerunt. carent autem arte ii, qui non ratione aut coniectura observatis | |
5 | ac notatis signis, sed concitatione quadam animi aut soluto liberoque motu futura praesentiunt, quod et somniantibus saepe contingit et nonnumquam vaticinantibus per furorem, ut Bacis Boeotius, ut Epimenides Cres, ut Sibylla Erythrea. | |
3b,457,T9a | ERATOSTHENES Catast. 27: Ἐπιμενίδης ὁ τὰ Κρη‐ τικὰ ἱστορῶν (F 18). | |
3b,457,T9b | DIODOR. 5, 80, 4: ἐπεὶ δὲ τῶν τὰ Κρητικὰ γε‐ γραφότων οἱ πλεῖστοι διαφωνοῦσι πρὸς ἀλλήλους, οὐ χρὴ θαυμάζειν, ἐὰν μὴ πᾶσιν ὁμολογούμενα λέγωμεν· τοῖς γὰρ τὰ πιθανώτερα λέγουσι καὶ μάλιστα πιστευομένοις ἐπηκολουθήσαμεν, ἃ μὲν Ἐπιμενίδηι τῶι θεολόγωι προσχόντες, | |
5 | ἃ δὲ Δωσιάδηι (458) καὶ Σωσικράτει (462) καὶ Λαοσθενίδαι (461). | |
3b,457,T10 | ATHEN. 7, 18 p. 282 E: ὁ μὲν τὴν Τελχινιακὴν ἱστορίαν συν‐ θείς, εἴτ’ Ἐπιμενίδης ἐστὶν ὁ Κρὴς ἢ Τηλεκλείδης εἴτ’ ἄλλος τις (F 22). | |
3b,457,T11 | DIOG. LAERT. 9, 18: ἀντιδοξάσαι δὲ λέγεται (Xenophanes 21 [11] A 1) | |
Θαλῆι καὶ Πυθαγόραι, καθάψασθαι δὲ καὶ Ἐπιμενίδου. | 388 |