TLG 1343 002 :: EPARCHIDES :: Fragmentum

EPARCHIDES Hist.
(fort. Oeneius vel Oenoensis: 3 B.C.?)

Fragmentum

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 404.

fr. 1

Citation: Fragment — (line)

1a

Athenaeus II: Ἐπαρχίδης Εὐριπίδην φησὶ, τὸν ποιητὴν, ἐπιδημῆσαι τῇ Ἰκάρῳ, καὶ, γυναικός τινος μετὰ τέκνων κατὰ τοὺς ἀγροὺς, δύο μὲν ἀρρένων τελείων, μιᾶς δὲ παρθένου, φαγούσης θανασίμους μύ‐
5κητας, καὶ ἀποπνιγείσης μετὰ τῶν τέκνων, ποιῆσαι τουτὶ τὸ ἐπίγραμμα· Ὦ, τὸν ἀγήραντον πόλον αἰθέρος, ἥλιε, τέμνων,
ἆρ’ εἶδες τοιόνδ’ ὄμματι πρόσθε πάθος; μητέρα παρθενικήν τε κόρην δισσούς τε συναίμους
10ἐν ταὐτῷ φέγγει μοιριδίῳ φθιμένους.

1b

Idem I: Γίνεται δὲ ἐν Ἰκάρῳ, φησὶν Ἐπαρχίδης, ὁ Πράμνιος. Ἔστι δὲ οὗτος γένος τι οἴνου· καὶ ἔστιν οὗτος οὔτε γλυκὺς οὔτε παχὺς, ἀλλ’ αὐστηρὸς καὶ σκληρὸς, καὶ δύναμιν ἔχων διαφέρου‐
5σαν ... Ἐκαλεῖτο δὲ ἡ Ἴκαρος πρότερον Ἰχθυόεσσα, διὰ τὸ ἐν αὐτῇ τῶν ἰχθύων πλῆθος, ὡς καὶ Ἐχι‐ νάδες ἀπὸ τῶν ἐχίνων, καὶ Σηπιὰς ἄκρα ἀπὸ τῶν περὶ αὐτὴν σηπιῶν, etc ... Προσαγορεύεται δὲ, φησὶν Ἐπαρχίδης, ἡ ἄμπελος ἡ τὸν Ἰκάριον Πράμνιον φέ‐
10ρουσα ὑπὸ τῶν ξένων μὲν ἱερὰ, ὑπὸ δὲ τῶν Οἰνοαίων
Διονυσιάς. Οἰνόη δὲ πόλις ἐν τῇ νήσῳ ἐστί.404