TLG 1341 001 :: 〈ECPHANTUS〉 :: Περὶ βασιλείας (fragmenta) [Sp.] 〈ECPHANTUS〉 Phil. Περὶ βασιλείας (fragmenta) [Sp.] Citation: Page — (line) | ||
79(1t) | Περὶ βασιλείας | |
2 | Stob. 4.6.22 p. 244 He. (Cf. Mullach 1 p. 536—539, L. Delatte p.25) Ἐκφάντου ἐκ τοῦ Περὶ βασιλείας. Ἐπὶ δὲ γᾶς ἄνθρωποι ἀπῳκισμένον χρῆμα καὶ πολὺ τᾶς καθαρωτέρας φύσιος ἐλαττούμενον καὶ πολλᾷ τᾷ | |
---|---|---|
5 | γᾷ βαρυνόμενον, ὡς ἀπὸ τᾶς ματρὸς αὐτῶ μόγις ἐπᾶρθαι, αἰ μὴ θεομοιρής τις ἐμπνοίησις ἀιδίῳ ζῴῳ συνᾶψεν αὐτὸ τῷ κρείσσονι μέρει δεικνῦσα τὰν ἱερὰν τῶ γεννάτορος πότοψιν, ὡς ἀδύνατον ἐκείναν θεάσασθαι. Stob. 4.7.64 p. 271 He. (L. Delatte p. 26) Ἐκφάντου Πυθαγορείου ἐκ τοῦ Περὶ βασιλείας. Ὅτι μὲν ἅπαντος ζῴω φύσις ποτί τε τὸν κόσμον | |
10 | ἅρμοκται καὶ τὰ ἐν τῷ κόσμῳ πολλοῖς μοι δοκεῖ τεκμαρίοις φανερὸν ἦμεν. συμπνείουσα γὰρ αὐτῷ καὶ συνδεδεμένα τὰν ἀρίσταν τε ἅμα καὶ ἀναγκαίαν ἀκολουθίαν ὀπαδεῖ ῥύμᾳ τῶ παντὸς περιαγεομένω ποτί τε τὰν κοινὰν εὐκοσμίαν καὶ ποττὰν ἴδιον ἑκάστω διαμονάν· παρὸ καὶ τόδε κόσμος ποταγορεύεται καὶ ἔντι τῶν ὄντων ζῴων τελῃότατον. | |
15 | ἐν δὲ τοῖς μέρεσσιν αὐτῶ πολλοῖς τε ὄντεσσι καὶ διαφόροις τὰν φύσιν ἐξάρχει τι ζῷον κατ’ οἰκειότατα ἐγγενῆ καὶ διὰ τὸ μετέχεν πλέον τῶ θείω. καὶ ἐν μὲν τᾷ τῶ θείω θέοντος ἀεὶ φύσει τὰ τὰν πράταν καὶ μεγίσταν ἀκολουθίαν ἔχοντα ἀσπάζεται ... καὶ τοὶ πλάνατες ἀστέρες· ἐν δὲ τᾷ χώρᾳ τᾶς σελάνας ἔνερθεν 〈ἐπὶ〉 τὰ δι’ εὐθείας ἰόντα σώματα | |
20 | ἁ τῶ δαίμονος φύσις ἔχει τὰν διεξαγωγάν· ἐν δὲ τᾷ γᾷ καὶ παρ’ ἁμῖν | 79 |
80 | ἀριστοφυέστατον μὲν ἄνθρωπος, θειότερον δ’ ὁ βασιλεὺς ἐν τᾷ κοινᾷ φύσει πλεονεκτῶν τῶ κρέσσονος, τὸ μὲν σκᾶνος τοῖς λοιποῖς ὅμοιος, οἷα γεγονὼς ἐκ τᾶς αὐτᾶς ὕλας, ὑπὸ τεχνίτα δ’ εἰργασμένος λῴστω, ὃς ἐτεχνίτευσεν αὐτὸν ἀρχετύπῳ χρώμενος ἑαυτῷ· κατασκεύασμα δὴ | |
5 | ὦν ὁ βασιλεὺς ἓν καὶ μόνον ἐντὶ οἷα τύπος τῶ ἀνωτέρω βασιλέως, τῷ μὲν πεποιηκότι γνώριμον ἀεί, τοῖς δ’ ἀρχομένοις ὡς ἐν φωτὶ τᾷ βασιλείᾳ βλεπόμενον. τᾷδε γὰρ κρίνεταί τε καὶ δοκιμάζεται, ὡς τὸ κράτιστον ἐν πτανοῖς ζῷον ἀετὸς ἀντωπὸν ἁλίω γενόμενον· χὡπὶ τᾶς βασιλείας δὲ λόγος ωὑτός, θείας τε ἐάσσας καὶ δι’ ὑπερβολὰν λαμπρότατος | |
10 | δυσοράτω, αἰ μὴ τοῖς γνασίοις· μαρμαρυγαί τε γὰρ πολλαὶ καὶ σκοτοδι‐ νιάσεις ὡς ἐφ’ ὕψος ὀθνεῖον ἐπιβάντας τὼς νόθως ἀπήλεγξαν· τοῖς δὲ προσηκόντως κατ’ οἰκειότατα πρὸς αὐτὰν ἐπὶ τούτω ἀφιγμένοις καὶ χρῆσθαι δυναμένοις οἰκήσιμος. αὐτὰ μὲν ὦν βασιλεία χρῆμα εἰλικρινές τε καὶ ἀδιάφθορόν ἐντι καὶ δι’ ὑπερβολὰν θειότατος δυσέφικτον ἀνθρώπῳ. | |
15 | δεῖ δὲ καὶ τὸν ἐς αὐτὰν καταστάντα καθαρώτατόν τε εἶμεν καὶ διαυγέσ‐ τατον τὰν φύσιν, ὡς μὴ τὸ λαμπρότατον ἀφανίζῃ ἐν σπίλοις τοῖς ὑφ’ αὑτῷ· καθὸ καὶ τὼς ἁγιωτάτως τόπως ἐκαλίδωσάν τινες, καὶ τῶν ἀντιασάντων ἔνιοι μιαροὶ τὼς ἀντιάξαντας αὐτοῖς. βασιλῄᾳ δὲ τὸν ὁμιλήσοντα φύσιός τε ἀχράντω δεῖ μετέχειν, ἐπιστάμεν τε αὑτὸν ὅσῳ | |
20 | τῶν ἄλλων ἐντὶ θειότερος, ὅσῳ τε ἅτερα αὐτῶ, οἷς δὴ κατὰ λόγον ἀπεικάζων ἑαυτὸν ἄριστ’ ἂν ἑαυτῷ τε χρῷτο καὶ τοῖς ὑποτεταγμένοις. καὶ τοῖς μὲν ἄλλοις ἀνθρώποις, αἴκα ἁμαρτάνωντι, ὁσιωτάτα κάθαρσις ἐξομοιωθῆμεν τοῖς ἀρχόντεσσιν, αἴτε νόμος αἴτε βασιλεὺς διέποι τὰ κατ’ αὐτώς· οἱ δ’ εἴ τι τῶ κρέσσονος δέοιντο διὰ τὴν φύσιν ἀμπλακόντες | |
25 | οὐ μακρὰν οὐδ’ ἀπῳκισμένως 〈ἀλλ’〉 οἷ χρὴ θεωμένως εὐθὺ 〈ἔντι〉 τᾶς | |
ὠφελείας τυγχάνεν. οὔτε γὰρ τὸν κόσμον δίζοιτο ἄν τις ἐν αὐτῷ τ’ ἐὼν | 80 | |
81 | καὶ μέρος ἐκείνω, οὔτ’ ἂν ἀνόητος εἴη τῶ διέποντος αὐτὸν ὁ ἑτέρων αὐτὸς ἄρχων. ἁ δ’ εὐκοσμία πολλὰ καὶ τῷ μηδὲν ἄναρχον εὑρὲν δύνασθαι καὶ τῷ τρόπῳ τᾶς ἀρχᾶς διδάσκει αὐτόν. ἐκλάμπει γὰρ αὐτᾶς εὐθὺ τὸ καλόν· ἃν ὁ μιμασόμενος δι’ ἀρετὰν αὐτῷ τε φίλος, ὃν μεμίμαται, | |
5 | καὶ πολὺ πλέον τοῖς ὑπ’ αὐτὸν τεταγμένοις. οὐ γὰρ ἄν τις θεοφιλὴς ὢν μισείοιτο ὑπ’ ἀνθρώπων, ἐπεὶ οὐδὲ τὰ ἄστρα οὐδ’ ὁ σύμπας κόσμος ἐχθαίρει τὸν θεόν· αἰ δέ κα ἐμίσει τὸν ἁγεμονεύοντα, οὐχ εἵπετο ἂν πειθόμενος αὐτῷ· τὸ δ’ ἐκεῖνον ἄρχεν εὖ αἴτιον τῶ καὶ τόνδε ἄρχεσθαι καλῶς. ἐγὼ μὲν ὦν ὑπολαμβάνω καὶ τὸν ἐπὶ τᾶς γᾶς βασιλέα δύνασθαι | |
10 | μηδεμιᾷ τῶν ἀρετῶν ἐλαττοῦσθαι τῶ κατ’ ὠρανὸν βασιλέως· ἀλλ’ ὥσπερ αὐτὸς ἀπόδαμόν τι ἐντὶ χρῆμα καὶ ξένον ἐκεῖθεν ἀφιγμένον πρὸς ἀνθρώπως, καὶ τὰς ἀρετὰς ἄν τις αὐτῶ ἔργα ὑπολάβοι τῶ θεῶ καὶ δι’ ἐκεῖνον αὐτῶ. σκοπέοντι δ’ ἀρχᾶθεν ἀλάθεια λόγος· κοινωνία τοι γὰρ πράτα τε πάντων καὶ ἀναγκαιοτάτα τῷ τῶν ἀνθρώπων γένει, | |
15 | ἇς μετέχει μὲν ὁ παρ’ ἁμῖν βασιλεύς, μετέχει δὲ καὶ ὁ ἐν τῷ παντὶ πάντα διέπων· συνεστάναι γὰρ χωρὶς φιλίας καὶ κοινωνίας ἀμάχανον. σκοποίη δ’ ἄν τις ταῦτα καὶ ἐπὶ τῶν συμπολιτευομένων, ἐξελὼν τῶ λόγω τὰν κατὰ συνάθῃαν κοινωνίαν· ἐλάττων γὰρ αὕτα τᾶς τε θείας φύσιος καὶ τᾶς βασιλικᾶς· οὐ γὰρ δέονται τὰν τοιαύταν δέησιν ἀλλάλων, | |
20 | καθ’ ἃν συνευπορεῦντες τῶν ὑστερούντων, ἀναπλαροῦντι κοινὰν τὰν βοάθειαν· τέλειοι γὰρ κατ’ ἀρετάν. ἁ δ’ ἐν τᾷ πόλει φιλία κοινῶ τινος τέλεος ἐχομένα τὰν τοῦ παντὸς ὁμόνοιαν μιμᾶται· ἄνευ δὲ τᾶς περὶ τᾶς ἀρχᾶς διατάξιος οὐδεμία ἂν πόλις οἰκοῖτο· εἰς δὲ ταύταν νόμων τε δεῖται καὶ τινὸς προστασίας πολιτικᾶς τό τε ἄρχον καὶ τὸ ἀρχόμενον. | |
25 | ἀποσῴζοι δ’ ἂν τὸ ἐκ τούτων κοινὸν ἀγαθὸν εὐαρμοστία τις καὶ τῶν | |
πολλῶν ὁμοφωνία μετὰ πειθοῦς συνῳδοῖσα. ὁ κατ’ ἀρετὰν ἐξάρχων | 81 | |
82 | καλέεταί τε βασιλεὺς καὶ ἔντι, ταύταν ἔχων φιλίαν τε καὶ κοινωνίαν ποτὶ τὼς ὑπ’ αὔταυτον, ἅνπερ ὁ θεὸς ἔχει ποτί τε τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ. ὅλαν δὲ τὰν εὔνοιαν χρὴ παρασκευάζεσθαι πρῶτα μὲν παρὰ τῶ βασιλέως ἐς τὼς βασιλευομένως, δεύτερον δὲ παρὰ τῶνδε | |
5 | ἐς τὸν βασιλέα, ὁποία γεννάτορος ποτὶ υἱέα καὶ ποτὶ ποίμναν νομέως καὶ νόμω ποτὶ χρωμένως αὐτῷ. Stob. 4.7.65 p. 276 He. (L. Delatte p. 32) Ἐν ταὐτῷ. Μιᾷ γὰρ ἀρε‐ τᾷ πρὸς τὸ ἄρχεν ἀνθρώπων καὶ πρὸς τὸν αὐτῶ βίον χρήσεται οὐδὲν ὡς δι’ ἔνδειαν ποτιλαμβάνων εἰς ὑπηρεσίαν τὰν αὐτὸς αὐτῶ, ἀλλ’ ὡς | |
10 | κατὰ φύσιν συνεργῶν· κοινωνίας γὰρ ἐάσσας οὐδὲν ἔλαττον ἕκαστος αὐτάρκως βιώσει καθ’ αὑτόν. δοκεῖ μὲν γὰρ ὁ αὐτάρκης μηδενὸς ἂν ἄλλω πρός γε τὰν αὐτῶ διεξαγωγὰν ποτιδεήσεσθαι· αἰ δ’ ἄρα δεῖ βίον ἐνεργέα ζώεν, δᾶλον ὡς καὶ ἅτερα ἂν προσλάβοι, οὐδέν τι ἔλαττον αὐτὸν αὐτάρκεα ποιήσει· φίλως τε γὰρ ἕξει διὰ τὰν αὐτῶ ἀρετάν, καὶ | |
15 | τοῖσδε χρώμενος οὐ κατ’ ἄλλαν ἀρετὰν χρήσεται ἢ ᾇπερ καὶ ποττὸν αὑτῶ βίον. ἀνάγκα δὲ ἀκολουθεῖν καὶ τᾷ τοιᾷδε, οὐχ ἁτέρας τινὸς ἐξαιρέτω ποτταῦτα παρεσκευασμένας. χὡ μὲν θεὸς οὔτε διακόνως ἔχων οὔτε ὑπηρέτας οὔτ’ αὖ προστάξει τινὶ χρώμενος οὐδὲ στεφανῶν ἢ ἀναγορεύων τὼς πειθομένως ἢ ἀτιμάζων τὼς ἀπειθέοντας, οὗτος | |
20 | αὐτὸς ἄρχει ποτὶ τοσόνδε μέγεθος ἀρχᾶς, ἀλλ’ οἶμαι παρέχων ἀξιομίμα‐ τον ἑωυτὸν ζᾶλον ἐντίθητι πᾶσι τᾶς αὐτῶ φύσιος. ἔντι δὲ αὐτὸς μὲν ἀγαθός, καὶ τόδε μόνον τε καὶ ῥᾴδιον ἔργον αὐτῶ· οἱ δὲ μιμεύμενοι αὐταυτῶν κρέσσον τῷδε πάντα ἐργάζονται· ἁ δὲ ὁμοίωσις καὶ ἑκάστω τῶνδε αὔταρκές ἐντι. οὐ γὰρ ἄλλᾳ μὲν ἀρετᾷ ποιεῖ τὰ ἀρεστὰ τῷ | |
25 | θεῷ, μιμέεται δ’ αὐτὸν ἑτέρα. ὁ δ’ ἐπίγειος ἁμῶν βασιλεὺς πῶς οὐχ ὁμοίως αὐτάρκης; ἀπεικάζων τε γὰρ αὐτὸν ἑνὶ ἂν ἀπεικάσειε τῷ κρατίστῳ, καὶ πάντας ἑωυτῷ πειρώμενος ὁμοιοῦν ᾇ θεὸς ἔσσεται· τὰ δ’ ὅσα βίας καὶ ἀνάγκας τᾶς τῶν ὑποτεταγμένων ἐντί, ἑκάστω τὰν | |
περὶ τὰν μίμασιν προθυμίαν ἀφαιρέεται· χωρὶς εὐνοίας γὰρ ἀμάχανον | 82 | |
83 | ἐξομοιωθῆναι. ἃν μάλιστα πάντων ἀφανίζει τὸ φοβερόν. ὡς εἴθε ἦν τᾶς ἀνθρωπίνας φύσιος δυνατὸν ἀφελὲν τὸ καὶ πειθοῦς τινος δέεσθαι. τόδε γὰρ τᾶς ἐπιγείω φαυλότατος λείψανον, καθ’ ἃν ἐπίκαρον ὂν τὸ ζῷον ταύτας οὐκ ἀμοιρεῖ. 〈αἰ δέ πού τις καὶ ἐν αὐτοῖς θειότερος ἢ | |
5 | κατ’ ἄλλα συσταίη, ποτ’ οὐδὲν ἂν τᾶς πειθοῦς δέοιτο.〉 ἐπειδήπερ πειθὼ ἔργον τί ἐντι παροικέον ἀνάγκᾳ· πράτα γὰρ ἀφ’ αὑτᾶς αὐτὰ κατεργάζεται, τάπερ ἐκείναν διέφυγεν. ὅσα δ’ αὐτοφυῶς τῷ καλῷ χρῆται, τούτοις οὐδεμία πειθοῦς αἰδώς, ἐπειδήπερ οὐδὲ [δὲ] φόβος ἀνάγκας. ἐνεργάσαιτο δ’ ἂν μόνος ὁ βασιλεὺς ἀνθρώπω φύσει καὶ τόδε τὸ | |
10 | ἀγαθόν, ὡς διὰ μίμασιν αὐτῶ τῶ κρέσσονος ποτὶ τὸ δέον ἕπεσθαι. τὼς δὲ ὥσπερ ὑπὸ μέθας διεφθαρμένως καὶ διὰ κακὰν τροφὰν ἐς λάθαν ἐμπεσόντας αὐτῶ παραλαφθεὶς ὁ λόγος ἐπέρρωσέν τε καὶ κάμνοντας ἰάσατο καὶ τὰν ἐκ τᾶς κακίας ἐνοικεῦσαν αὐτοῖς λάθαν ἐκβαλὼν τὰν μνάμαν ἐσῴκισεν, ἐξ ἇς ἀπετέχθη ἁ καλεομένη πειθώ· καὶ τὰν ἀρχὰν | |
15 | ἐκ φαύλων σπερμάτων λαβοῦσα αὕτα τι σπουδαῖον ἐφύη τὰν ἐπίγῃον οἰκεῦσα χώραν, ἐν ᾇ δι’ ἀσθένειαν τᾶς ἁμῶν φύσιος ὁ λόγος ἀνθρώποις ὁμιλέων ἀναπλαροῖ τι τῶν διὰ κακίαν ὑστερούντων. Stob. 4.7.66 p. 278 He. (L. Delatte p. 35) Ἐν ταὐτῷ. Ἅνπερ ἱερὰν καὶ θείαν ἔχων ἔννοιαν τῷ ὄντι βασιλεὺς εἴη· τᾷδε γὰρ πεπεισμένος | |
20 | ἀγαθῶν μὲν πάντων αἴτιος ἐσσεῖται, κακῶν δὲ οὐδενός. οὐ μὰν ἀλλ’ ὅτι γε δίκαιος ἐσσεῖται κοινωνικὸς ὢν παντί τῳ δᾶλον· ἰσότατι γὰρ ἁ κοινωνία, καὶ ἐν τᾷ ταύτας ἀποδιανομᾷ ἐξάρχει μὲν ἁ δικαιοσύνα, μετέχει δ’ ἁ κοινωνία· οὐ γὰρ δυνατὸν ἄδικον μὲν ἦμεν, μεταδιδόμεν δὲ ἰσότατος, ἢ μεταδιδόμεν 〈μὲν〉 ἰσότατος, μὴ κοινωνικὸν δὲ ἦμεν. | |
25 | ἐγκρατέα δὲ πῶς οὐκ ἂν ὑπολάβοι τις τὸν αὐτάρκη; ἁ γὰρ πολυτέλῃα μάτηρ τᾶς ἀκρασίας, αὕτα δὲ τᾶς ὕβριος, ἐξ ἇς τῶν ἐν ἀνθρώποις | |
κακῶν τὰ πολλά. ἁ δ’ αὐτάρκῃα οὐδ’ ἂν τέκοι πολυτέλειαν οὔτε τὰ | 83 | |
84 | ἀπ’ αὐτᾶς· ἀλλὰ αὐτῶ τις οὖσα ἀρχὰ πάντα μὲν ἁγοῖ, ἁγοῖτο δ’ ἂν ὑπ’ οὐδενός. ὅπερ ἔντι μὲν τῷ θεῷ, ἔντι καὶ τῷ βασιλεῖ, αὐτῶ μὲν ἄρχεν (ἀφ’ ὧπερ καὶ ὁ αὐτάρκης καλέεται), ἄρχεσθαι δ’ ὑπ’ οὐδενός· ταῦτα δ’ ὅτι μὲν φρονάσιος χωρὶς οὐκ ἂν γένοιτο, δᾶλον, ὅτι δ’ ἁ τῶ | |
5 | κόσμω φρόνασις ὁ θεός ἐντι, φανερόν· συνέχεται γὰρ εὐκοσμίᾳ τε καὶ τάξει τᾷ δεούσᾳ· νόω δὲ χωρὶς οὐκ ἂν αὐτὰ γενοίατο. οὐδ’ ὁ βασιλεὺς δὴ χωρὶς φρονάσιος ταύτας ἂν ἔχοι τὰς ἀρετάς, δικαιοσύναν φαμὶ καὶ | |
ἐγκράτῃαν καὶ κοινωνίαν καὶ ὅσα τούτων ἀδελφά. | 84 |