TLG 1339 005 :: DURIS :: Fragmenta

DURIS Hist.
(Samius: 4–3 B.C.)

Fragmenta

Source: Müller, K. (ed.), FHG 2. Paris: Didot, 1841–1870: 469–488.

frr. 1–83b

Citation: Fragment — (line)

t1-33

ΙΣΤΟΡΙΑΙ.

t1

E LIBRO PRIMO.

1

Photius Bibl. cod. 176.: Δοῦρις μὲν οὖν ὁ Σάμιος ἐν τῇ πρώτῃ τῶν αὑτοῦ Ἱστο‐ ριῶν οὕτω φησίν· «Ἔφορος δὲ καὶ Θεόπομπος τῶν γε‐ νομένων πλεῖστον ἀπελείφθη‐
5σαν· οὔτε γὰρ μιμήσεως μετέλαβον οὐδεμιᾶς οὔτε ἡδονῆς ἐν τῷ φράσαι, αὐτοῦ δὲ τοῦ γράφειν μόνον ἐπεμελήθησαν.» Καίτοι Δοῦρις καὶ τῆς ἐν αὐτοῖς τού‐ τοις οἰκονομίας, οἷς αἰτιᾶται, πολλὰ τῶν ἀνδρῶν λει‐ πόμενος. Ἀλλ’ εἰ μὲν πρὸς τὸν ὑπερήφανον ἐκεῖνον
10Θεοπόμπου λόγον, ὃς τοὺς ἀρχαιοτέρους οὐδὲ τῶν δευ‐ τερείων ἠξίου, τοῦτο ἀπέρριψεν, οὐκ ἔχω λέγειν· πλὴν ὅτι οὐδέτερος αὐτῶν προσηκόντως ἐπελάβετο, καὶ μά‐ λιστα διισχυρισαίμην.

t2-7

E LIBRO SECUNDO.

2

Athenaeus XIII: Οὐδένα δὲ ὑμῶν ἀγνοεῖν οἴομαι, ἄνδρες φίλοι, ὅτι καὶ οἱ μέγιστοι πόλεμοι διὰ γυναῖκας ἐγένοντο· ὁ Ἰλιακὸς δι’ Ἑλένην, ὁ λοιμὸς διὰ Χρυσηίδα, Ἀχιλλέως μῆνις διὰ Βρισηίδα, καὶ ὁ ἱερὸς
5δὲ καλούμενος δι’ ἑτέραν γαμετὴν, φησὶ Δοῦρις ἐν δευ‐ τέρᾳ Ἱστοριῶν, Θηβαίαν γένος, ὄνομα Θεανὼ, ἁρπα‐ σθεῖσαν ὑπὸ Φωκέως τινός. Δεκαετὴς δὲ καὶ οὗτος
γενόμενος τῷ δεκάτῳ ἔτει Φιλίππου συμμαχήσαντος πέρας ἔσχε· τότε γὰρ εἷλον οἱ Θηβαῖοι τὴν Φωκίδα.469

3a

Tzetzes ad Lyc. 103: [Δυοῖν πελειαῖν ὠρφανισμένην γονῆς] Ὀρφανὴν καὶ ἔρημον οὖσαν (Ἑλένην) τῆς γονῆς τῶν δύο περιστερῶν, ἤτοι Ἰφιγενείας, ἣν ἔσχεν ἐκ Θη‐ σέως, ὥς φησι Δοῦρις ὁ Σάμιος, καὶ Ἑρμιόνης, ἣν
5ἐκ Μενελάου γεννᾷ. Ἑπταετῆ γὰρ ταύτην Θησεὺς πρῶτον ἁρπάσας μετὰ τὸ τεκεῖν ἐξ αὐτῆς Ἰφιγένειαν ἀφῃρέθη αὐτήν· δεύτερον δὲ ὁ Ἀλέξανδρος ἐντυχὼν αὐτῇ παρὰ τὸν αἰγιαλὸν θυούσῃ νεωστὶ ταῖς Βάκχαις καὶ τῇ Ἰνοῖ, ἁρπάσας αὐτὴν εἰς Αἴγυπτον ᾤχετο καὶ αὐτῇ
10συνεγένετο.

3b

Id. ibid. 143: Πέντε ταύτην ἔγημαν ἄνδρες· πρῶτος Θησεὺς ἑπταετῆ ταύτην ἁρπάσας, καθά φησι Δοῦρις ὁ Σάμιος, ἀφαιρεθεὶς δὲ αὐτὴν ἐν τῷ ἡττη‐ θῆναι ὑπὸ Πολυδεύκους καὶ Κάστορος τῶν αὐτῆς ἀδελ‐
5φῶν ἐν Ἀφίδναις πολιχνίῳ τῶν Ἀθηνῶν γεννήσασαν Ἰφιγένειαν, ἣν Ἰφιγένειαν καὶ θετὴν παῖδα ἡ Κλυται‐ μνήστρα ποιεῖται.

3c

idem ib. 183: Τινὲς δὲ τὴν Ἰφιγένειαν ταύτην, ὡς καὶ ὁ Δοῦρις, οὐκ Ἀγαμέμνονος θυγατέρα λέγουσιν, ἀλλὰ Θησέως ἐξ Ἑλένης γεννηθεῖσαν, ὑπὸ δὲ Κλυται‐ μνήστρας θυγατροθετεῖσαν.

3d

Schol. Hom. Il. Τ 327: Ἔστι δὲ (Νεοπτόλεμος), ὥς τινες, ἐξ Ἰφιγενείας· φησὶ γὰρ Δοῦρις, ὅτι κλαπεῖσα εἰς Σκῦρον ἐξετέθη ὑπ’ αὐτοῦ (Ἀχιλλέως).

4a

Athenaeus IV: Δοῦρις ἱστορεῖ, ὅτι καὶ Φίλιππος, ὁ τοῦ Ἀλεξάνδρου πατὴρ, ποτήριον χρυσοῦν, ὁλκὴν ἄγον πεντήκοντα δραχμὰς, κεκτημένος, τοῦτο ἐλάμβανε κοιμώμενος ἀεὶ καὶ πρὸς κεφαλὴν αὑτοῦ κα‐
5τετίθετο.

4b

Idem VI: Σπάνιος γὰρ ὄντως ἦν τὸ παλαιὸν παρὰ τοῖς Ἕλλησιν ὁ μὲν χρυσὸς καὶ πάνυ, ὁ δ’ ἄργυρος ὀλίγος ἦν ὁ ἐν τοῖς μετάλλοις. Διὸ καὶ Φίλιππον τὸν τοῦ μεγάλου βασιλέως Ἀλεξάνδρου πα‐
5τέρα φησὶ Δοῦρις ὁ Σάμιος φιάλιον χρυσοῦν κεκτημένον ἀεὶ τοῦτ’ ἔχειν κείμενον ὑπὸ τοῦ προσκεφαλαίου.

5

Athenaeus XII: Ἐν δὲ τῷ ἐπιγρα‐ φομένῳ τοῦ Θεοπόμπου συγγράμματι Περὶ τῶν ἐκ Δελφῶν συληθέντων χρημάτων «Χάρητι (φησὶ) τῷ Ἀθηναίῳ διὰ Λυσάνδρου τάλαντα ἑξήκοντα· ἀφ’ ὧν
5ἐδείπνισεν Ἀθηναίους ἐν τῇ ἀγορᾷ θύσας τὰ ἐπινίκια τῆς γενομένης μάχης πρὸς τοὺς Φιλίππου ξένους·»
ὧν ἡγεῖτο μὲν Ἀδαῖος, Ἀλεκτρυὼν ἐπικαλούμενος, περὶ οὗ καὶ ὁ Ἡρακλείδης ὁ τῶν κωμῳδιῶν ποιητὴς μέμνηται οὕτως·470
10Ἀλεκτρυόνα τὸν τοῦ Φιλίππου παραλαβὼν ἀωρὶ κοκκύζοντα καὶ πλανώμενον κατέκοψεν· οὐ γὰρ εἶχεν οὐδέπω λόφον· ἕνα κατακόψας, μάλα συχνοὺς ἐδείπνισε Χάρης Ἀθηναίων τόθ’· ὡς γενναῖος ἦν.
15Τὰ αὐτὰ ἱστορεῖ καὶ Δοῦρις.

6

Plutarch. Demosthen. c. 19: Τύχη δέ τις ἔοικε δαιμόνιος ἐν περιφορᾷ πραγμάτων εἰς ἐκεῖνο καιροῦ συμπεραίνουσα τὴν ἐλευθερίαν τῆς Ἑλλάδος ἐναντιοῦ‐ σθαι τοῖς πραττομένοις καὶ πολλὰ σημεῖα τοῦ μέλλοντος
5ἀναφαίνειν, ἐν οἷς ἥ τε Πυθία δεινὰ προὔφαινε μαντεύ‐ ματα καὶ χρησμὸς ᾔδετο παλαιὸς ἐκ τῶν Σιβυλλείων· Τῆς ἐπὶ Θερμώδοντι μάχης ἀπάνευθε γενοίμην αἰετὸς ἐν νεφέεσσι καὶ ἠέρι θηήσασθαι. Κλαίει ὁ νικηθεὶς, ὁ δὲ νικήσας ἀπόλωλεν.
10Τὸν δὲ Θερμώδοντά φασιν εἶναι παρ’ ἡμῖν ἐν Χαιρω‐ νείᾳ ποτάμιον μικρὸν εἰς τὸν Κηφισὸν ἐμβάλλον. Ἡμεῖς δὲ νῦν μὲν οὐδὲν ἴσμεν οὕτω τῶν ῥευμάτων ὀνομαζόμενον, εἰκάζομεν δὲ τὸν καλούμενον Αἵμονα Θερμώδοντα λέγεσθαι τότε· καὶ
15παραρρεῖ παρὰ τὸ Ἡράκλειον, ὅπου κατεστρατοπέδευον οἱ Ἕλληνες· καὶ τεκμαιρόμεθα, τῆς μάχης γενομένης, αἵματος ἐμπλησθέντα καὶ νεκρῶν τὸν ποταμὸν, ταυτῃὶ διαλλάξαι τὴν προσηγορίαν. Ὁ δὲ Δοῦρις οὐ ποταμὸν εἶναί φησι τὸν Θερμώδοντα,
20ἀλλ’ ἱστάντας τινὰς σκηνὴν καὶ περιορύττοντας ἀν‐ δριαντίσκον εὑρεῖν λίθινον ὑπὸ γραμμάτων τινῶν δια‐ σημαινόμενον, ὡς εἴη Θερμώδων, ἐν ταῖς ἀγκάλαις Ἀμαζόνα φέροντα τετρωμένην· ἐπὶ δὲ τούτῳ χρησμὸν ἄλλον’ ᾄδεσθαι λέγοντα·
25Τὴν ἐπὶ Θερμώδοντι μάχην μένε, παμμέλαν ὄρνι. Τηνεί τοι κρέα πολλὰ παρέσσεται ἀνθρώπεια.

7

Plutarch. Eumen. c. 1: Εὐμένη δὲ τὸν Καρδιανὸν ἱστορεῖ Δοῦρις πατρὸς μὲν ἁμαξεύοντος ἐν Χερρονήσῳ διὰ πενίαν γενέσθαι, τραφῆναι δὲ ἐλευθερίως ἐν γράμ‐ μασι καὶ περὶ παλαίστραν· ἔτι δὲ παιδὸς ὄντος αὐτοῦ
5Φίλιππον παρεπιδημοῦντα καὶ σχολὴν ἄγοντα τὰ τῶν Καρδιανῶν θεάσασθαι παγκράτια μειρακίων καὶ πα‐ λαίσματα παίδων, ἐν οἷς εὐημερήσαντα τὸν Εὐμένη καὶ φανέντα συνετὸν καὶ ἀνδρεῖον ἀρέσαι τῷ Φιλίππῳ καὶ ἀναληφθῆναι. Δοκοῦσι δὲ εἰκότα λέγειν μᾶλλον οἱ
10διὰ ξενίαν καὶ φιλίαν πατρῴαν τὸν Εὐμένη λέγοντες ὑπὸ τοῦ Φιλίππου προαχθῆναι.

t8-11

E LIBRO QUINTO.

8

Athenaeus VI: Ἀλλ’ οὐκ Ἀρκαδίων ὁ Ἀχαιὸς κόλαξ ἦν· περὶ οὗ ὁ αὐτὸς ἱστορεῖ Θεόπομπος, καὶ Δοῦρις ἐν πέμπτῃ Μακεδονικῶν. Οὗτος δὲ ὁ Ἀρ‐ καδίων, μισῶν τὸν Φίλιππον, ἑκούσιον ἐκ τῆς πατρίδος
5φυγὴν ἔφυγεν. Ἦν δ’ εὐφυέστατος, καὶ πλείους ἀπο‐ φάσεις αὐτοῦ μνημονεύονται.

9

Plutarch. Demosthen. c. 23: Εὐθὺς δ’ ὁ Ἀλέ‐
ξανδρος ἐξῄτει πέμπων τῶν δημαγωγῶν δέκα μὲν, ὡς Ἰδομενεὺς καὶ Δοῦρις εἰρήκασιν, ὀκτὼ δ’, ὡς οἱ πλεῖστοι καὶ δοκιμώτατοι τῶν συγγραφέων τούσδε, Δημοσθένην,471
5Πολύευκτον, Ἐφιάλτην, Λυκοῦργον, Μοιροκλέα, Δή‐ μωνα, Καλλισθένην, Χαρίδημον.

10a

Plutarch. Alex. c. 15: Τῆς δὲ στρατιᾶς τὸ πλῆθος οἱ μὲν ἐλάχιστον λέγοντες τρισμυρίους πεζοὺς καὶ πεν‐ τακισχιλίους ἱππεῖς, οἱ δὲ πλεῖστον πεζοὺς μὲν τετρα‐ κισμυρίους καὶ τρισχιλίους, ἱππέας δὲ τετρακισχιλίους
5ἀναγράφουσιν. Ἐφόδιον δὲ τούτοις οὐ πλέον ἑβδομήκοντα ταλάντων ἔχειν αὐτὸν Ἀριστόβουλος ἱστορεῖ, Δοῦρις δὲ τριάκοντα μόνον ἡμερῶν διατροφήν.

10b

Id. De fortun. Alex. orat. I, c. 3.: Τὸ δὲ λαμπρὸν αὐτῷ καὶ μέγα παρασκευασθὲν ὑπὸ τῆς τύχης ἐφόδιον ἑβδομήκοντα τάλαντα ἦν, ὥς φησιν Ἀριστόβουλος· ὡς δὲ Δοῦρις, τριάκοντα μόνον
5ἡμερῶν ἐπισιτισμός.

11

ClemensAl. Strom. I: Ὡς δὲ Δοῦρις, ἀπὸ Τροίας ἁλώσεως ἐπὶ τὴν Ἀλεξάνδρου εἰς Ἀσίαν διάβασιν ἔτη χίλια.

t12-15

E LIBRO SEPTIMO.

12

Athenaeus IV: Δοῦρις δ’ ἐν ἑβδόμῳ Μακεδονικῶν, περὶ Πασικύπρου λέγων τοῦ ἐν Κύπρῳ βασιλέως, ὅτι ἄσωτος ἦν, γράφει καὶ τάδε· «Ἀλέξαν‐ δρος μετὰ τὴν Τύρου πολιορκίαν Πνυταγόραν ἀποστέλ‐
5λων ἄλλας τε δωρεὰς ἔδωκε καὶ χωρίον, ὃ ᾐτήσατο. Πρότερον δὲ τοῦτο Πασίκυπρος ὁ βασιλεύων ἀπέδοτο δι’ ἀσωτίαν πεντήκοντα ταλάντων Πυμάτῳ τῷ Κιτιεῖ, ἅμα τὸ χωρίον καὶ τὴν αὑτοῦ βασιλείαν· καὶ λαβὼν τὰ χρήματα, κατεγήρασεν ἐν Ἀμαθοῦντι.»

13

Athenaeus X: Παρὰ δὲ Πέρσαις τῷ βα‐
σιλεῖ ἐφίεται μεθύσκεσθαι μιᾷ ἡμέρᾳ, ἐν ᾗ θύουσι τῷ Μίθρῃ. Γράφει δὲ οὕτως περὶ τούτου Δοῦρις ἐν τῇ ἑβδόμῃ τῶν Ἱστοριῶν· «Ἐν μόνῃ τῶν ἑορτῶν τῶν ἀγο‐472
5μένων ὑπὸ Περσῶν τῷ Μίθρῃ βασιλεὺς μεθύσκεται, καὶ τὸ Περσικὸν ὀρχεῖται· τῶν δὲ λοιπῶν οὐδεὶς κατὰ τὴν Ἀσίαν, ἀλλὰ πάντες ἀπέχονται κατὰ τὴν ἡμέραν ταύτην τῆς ὀρχήσεως. Πέρσαι γὰρ, ὥσπερ ἱππεύειν, οὕτω καὶ ὀρχεῖσθαι μανθάνουσι· καὶ νομίζουσι τὴν ἐκ
10τῆς ἐργασίας ταύτης κίνησιν ἐμμελῆ τινα λαμβάνειν γυμνασίαν τῆς τοῦ σώματος ῥώμης.»

14

Athenaeus XII: Τοιοῦτος δ’ ἦν καὶ Σαρδανάπαλλος, ὃν οἱ μὲν Ἀνακυνδαράξεω λέγουσιν υἱὸν, οἱ δὲ Ἀναβαξάρου. Ὅτι δὴ οὖν Ἀρβάκης, εἷς τῶν ὑπ’ αὐτὸν στρατηγῶν,
5Μῆδος γένος, διεπράξατο διά τινος τῶν εὐνούχων Σπα‐ ραμείζου θεάσασθαι Σαρδανάπαλλον, καὶ μόλις αὐτῷ ἐπετράπη ἐκείνου ἐθελήσαντος, ὡς εἰσελθὼν εἶδεν αὐτὸν ὁ Μῆδος ἐψιμυθιωμένον καὶ κεκοσμημένον γυναικιστὶ, καὶ μετὰ τῶν παλλακίδων ξαίνοντα πορφύραν, ἀναβά‐
10δην τε μετ’ αὐτῶν καθήμενον, γυναικείαν δὲ στολὴν ἔχοντα, καὶ κατεξυρημένον τὸν πώγωνα, καὶ κατακε‐ κισσηρισμένον (ἦν δὲ καὶ γάλακτος λευκότερος, καὶ ὑπεγέγραπτο τοὺς ὀφθαλμούς· ἐπεὶ δὲ καὶ προσεῖδε τὸν Ἀρβάκην, τὰ λευκὰ ἐπαναβαλὼν τοῖς ὀφθαλμοῖς)· οἱ
15μὲν πολλοὶ, ὧν ἐστι καὶ Δοῦρις, ἱστοροῦσιν ὑπὸ τού‐ του ἀγανακτήσαντος, εἰ τοιοῦτος αὐτῶν βασιλεύει, συγ‐ κεντηθέντα ἀποθανεῖν. Κτησίας δὲ κ. τ. λ.

t16

E LIBRO OCTAVO.

16

Anecdot. Gr. Bekkeri: Δοῦρις δὲ ὁ Σά‐ μιος ὁ ἱστορικὸς ἐν ὀγδόῃ τῶν Μακεδονικῶν, ἀπὸ Φοί‐ νικος τοῦ Ἀχιλλέως τροφοῦ.

t17-20

E LIBRO NONO.

17

Athenaeus XIII: Δελφῖνα δ’ ἐν Ἰασῷ παιδὸς ἐρασθῆναι λόγος, ὡς ἱστορεῖ Δοῦρις ἐν τῇ ἐνάτῃ. Ὁ δὲ λόγος ἐστὶν αὐτῷ ὁ περὶ Ἀλεξάνδρου, καὶ λέγει οὕτως· «Μετεπέμψατο δὲ καὶ τὸν ἐκ τῆς Ἰασοῦ παῖδα.
5Περὶ γὰρ τὴν πόλιν ταύτην Διονύσιός τις ἦν παῖς, ὃς μετὰ τῶν ἄλλων ἐκ παλαίστρας παραγενόμενος ἐπὶ τὴν θάλατταν ἐκολύμβα. Δελφὶς δὲ πρὸς αὐτὸν ἐκ τοῦ πελάγους ἀπήντα, καὶ ἀναλαμβάνων ἐπὶ τὰ νῶτα, ἔφερεν ἐπὶ πλεῖστον νηχόμενος, καὶ πάλιν ἀποκαθίστα
10εἰς τὴν γῆν.»473

18

Plutarch. Alex. c. 46: Ἐνταῦθα δὲ πρὸς αὐτὸν ἀφικέσθαι τὴν Ἀμαζόνα οἱ πολλοὶ λέγουσιν ... Ἀριστό‐ βουλος δὲ ... καὶ Δοῦρις ὁ Σάμιος πλάσμα φησὶ γεγο‐ νέναι τοῦτο.

19

Schol. Apoll. Rh. II, 1249: Δεθῆναι τὸν Προ‐ μηθέα φησὶν Ἡσίοδος, καὶ τὸν ἀετὸν ἐπιπεμφθῆναι αὐτῷ διὰ τὴν τοῦ πυρὸς κλοπήν. Δοῦρις δέ φησι, διὰ τὸ τῆς Ἀθηνᾶς ἐρασθῆναι· ὅθεν τοὺς περὶ τὸ Καυκάσιον
5οἰκοῦντας μόνῳ Διὶ καὶ Ἀθηνᾷ μὴ θύειν, διὰ τὸ κολά‐ σεως αἰτίους Προμηθεῖ γενέσθαι· καθ’ ὑπερβολὴν δὲ σέβειν Ἡρακλέα, τῆς τοῦ ἀετοῦ τοξείας χάριν.

19a

Plinius H.N. VII, 3: Duris, Indorum quosdam cum feris coire, mixtosque et semiferos esse partus. In Calingis, eiusdem Indiae gente, quinquennes concipere feminas, octanum vitae annum non ex‐
5cedere. Et alibi cauda villosa homines nasci perni‐ citatis eximiae, alios auribus totos contegi.

20

Athenaeus I: Καθέζονται δ’ ἐν τοῖς συν‐ δείπνοις οἱ ἥρωες, οὐ κατακέκλινται. Τοῦτο δὲ καὶ παρ’ Ἀλεξάνδρῳ τῷ βασιλεῖ ἐνίοτε ἦν, ὥς φησι Δοῦ‐ ρις. Ἑστιῶν γοῦν ποτε ἡγεμόνας εἰς ἑξακισχιλίους
5ἐκάθισεν ἐπὶ δίφρων ἀργυρῶν καὶ κλιντήρων, ἁλουρ‐ γοῖς περιστρώσας ἱματίοις.

t21-25

E LIBRO DECIMO.

21

Suidas: ᾯ τὸ ἱερὸν πῦρ οὐκ ἔξεστι φυσῆσαι. Τί‐ μαιος ἐν ληʹ Ἱστοριῶν, ὡς οἱ περὶ Δημοκλείδην κατὰ Δημοχάρους εἶπον, ὅτι μόνῳ αὐτῷ πάντων Ἀθηναίων οὐκ ἔξεστι τὸ ἱερὸν πῦρ φυσῆσαι, ὡς μὴ καθαρεύοντι
5τοῖς ἄνω μέρεσιν. Δοῦρις δὲ ἐν τῇ ιʹ Πυθέαν κατὰ Δη‐ μοσθένους τὸ ὅμοιον εἰπεῖν.

22

Plutarch. Phoc. c. 4: Φωκίωνα γὰρ οὔτε γελάσαντά τις οὔτε κλαύσαντα ῥᾳδίως Ἀθηναίων εἶδεν, οὐδ’ ἐν βα‐ λανείῳ δημοσιεύοντι λουσάμενον, ὡς ἱστόρηκε Δοῦρις,
οὐδ’ ἐκτὸς ἔχοντα τὴν χεῖρα τῆς περιβολῆς, ὅτε τύχοι474
5περιβεβλημένος· ἐπεὶ κατά γε τὴν χώραν καὶ τὰς στρα‐ τείας ἀνυπόδητος ἀεὶ καὶ γυμνὸς ἐβάδιζεν, εἰ μὴ ψῦχος ὑπερβάλλον εἴη καὶ δυσκαρτέρητον, ὥστε καὶ παίζοντας ἤδη τοὺς στρατευομένους σύμβο‐ λον μεγάλου ποιεῖσθαι χειμῶνος ἐνδεδυμένον Φωκίωνα.

23

Id. ibid. c. 17: Ὁ γοῦν Δοῦρις εἴρηκεν, ὡς μέ‐ γας γενόμενος (Ἀλέξανδρος) καὶ Δαρείου κρατήσας ἀφεῖλε τῶν ἐπιστολῶν τὸ Χαίρειν, πλὴν ἐν ὅσαις ἔγραφε Φωκίωνι, τοῦτον δὲ μόνον, ὥσπερ Ἀντίπατρον,
5μετὰ τοῦ Χαίρειν προσηγόρευε. Τοῦτο δὲ καὶ Χάρης ἱστόρηκε.

24

Athenaeus XIII: Δοῦρις δ’ ὁ Σάμιος καὶ πρῶτον γενέσθαι πόλεμόν φησι δύο γυναικῶν, Ὀλυμ‐ πιάδος καὶ Εὐρυδίκης· ἐν ᾧ τὴν μὲν βακχικώτερον μετὰ τυμπάνων προελθεῖν, τὴν δ’ Εὐρυδίκην Μακε‐
5δονικῶς καθωπλισμένην, ἀσκηθεῖσαν τὰ πολεμικὰ παρὰ Κυννάνῃ τῇ Ἰλλυρίδι.

25

Strabo I: Δοῦρις δὲ τὰς Ῥάγας τὰς κατὰ Μηδίαν ὠνομάσθαι φησὶν ὑπὸ σει‐ σμῶν ῥαγείσης τῆς περὶ τὰς Κασπίας πύλας γῆς, ὥστε ἀνατραπῆναι πόλεις συχνὰς καὶ κώμας καὶ ποταμοὺς
5ποικίλας μεταβολὰς δέξασθαι.

t26

E LIBRO DECIMO QUINTO.

26

Schol. Apoll. Rh. IV, 264: Δοῦρις δὲ ἐν πέμπτῳ καὶ δεκάτῳ τῶν Μακεδονικῶν, Ἀρκάδα φησὶν, ἀφ’ οὗ ἡ Ἀρκαδία καλεῖται, Ὀρχομενοῦ υἱόν· διὸ καὶ πόλιν τῆς Ἀρκαδίας Ὀρχομενόν.

t27-28b

E LIBRO DECIMO SEXTO.

27

Athenaeus XII: Δημήτριος δὲ ὁ Φαλη‐ ρεὺς, ὥς φησι Δοῦρις ἐν τῇ ἑκκαιδεκάτῃ τῶν Ἱστοριῶν, χιλίων καὶ διακοσίων ταλάντων κατ’ ἐνιαυτὸν κύριος γε‐ νόμενος, καὶ ἀπὸ τούτων βραχέα δαπανῶν εἰς τοὺς
5στρατιώτας καὶ τὴν τῆς πόλεως διοίκησιν, τὰ λοιπὰ πάντα διὰ τὴν ἔμφυτον ἀκρασίαν ἠφάνιζε, θοίνας τε καθ’ ἑκάστην ἡμέραν λαμπρὰς ἐπιτελῶν, καὶ πλῆθός τι συνδείπνων ἔχων· καὶ ταῖς μὲν δαπάναις ταῖς εἰς τὰ δεῖπνα τοὺς Μακεδόνας ὑπερέβαλε, τῇ δὲ καθαριότητι
10Κυπρίους καὶ Φοίνικας· ῥάσματά τε μύρων ἔπιπτεν ἐπὶ τὴν γῆν, ἀνθινά τε τὰ πολλὰ τῶν ἐδαφῶν ἐν τοῖς ἀνδρῶσι κατεσκευάζετο, διαπεποικιλμένα ὑπὸ δημιουρ‐ γῶν. Ἦσαν δὲ καὶ πρὸς γυναῖκας ὁμιλίαι σιωπώμεναι, καὶ νεανίσκων ἔρωτες νυκτερινοὶ, καὶ ὁ τοῖς ἄλλοις τι‐
15θέμενος θεσμοὺς Δημήτριος, καὶ τοὺς βίους τάττων, ἀνομοθέτητον ἑαυτῷ τὸν βίον κατεσκεύαζεν. Ἐπεμε‐
λεῖτο δὲ καὶ τῆς ὄψεως, τήν τε τρίχα τὴν ἐπὶ τῆς κε‐ φαλῆς ξανθιζόμενος, καὶ παιδέρωτι τὸ πρόσωπον ὑπα‐ λειφόμενος, καὶ τοῖς ἄλλοις ἀλείμμασιν ἐγχρίων ἑαυτόν·475
20ἠβούλετο γὰρ τὴν ὄψιν ἱλαρὸς καὶ τοῖς ἀπαντῶσιν ἡδὺς φαίνεσθαι. Ἐν δὲ τῇ πομπῇ τῶν Διονυσίων, ἣν ἔπεμ‐ ψεν ἄρχων γενόμενος, ᾖδε χορὸς εἰς αὐτὸν ποιήματα Σειρώμενος τοῦ Σολέως, ἐν οἷς ἡλιόμορφος προσηγορεύετο·
25Ἐξόχως δ’ εὐγενέτας ἡλιόμορφος ζαθέοις ἄρχων σε τιμαῖς γεραίρει.

28a

Schol. Eurip. Alc. 254 ad verba [νυμφίδιαί τε κοῖται πατρῴας Ἰωλκοῦ] ... Μαρτυρεῖ καὶ Δοῦρις ἐν τῇ ιϛʹ τῶν Μακεδονικῶν, ὅτι ἐν Ἰωλκῷ ἐνυμφεύθη. Ἰωλκοῦ γὰρ Πελίας ἐβασίλευσεν.

28b

Schol. Apoll. Rh. I, 211: Δοῦρις δ’ ἐξ Ὑπερβο‐ ρέων.

t29

E LIBRO DECIMO SEPTIMO.

29

Athenaeus IV: Δοῦρις δ’ ὁ Σάμιος ἐν τῇ τῶν Ἱστοριῶν ἑπτακαιδεκάτῃ Πολυσπέρχοντά φησιν, εἰ μεθυσθείη, καίτοι πρεσβύτερον ὄντα, ὀρχεῖσθαι, οὐδενὸς Μακεδόνων ὄντα δεύτερον οὔτε κατὰ τὴν στρατηγίαν,
5οὔτε κατὰ τὴν ἀξίωσιν, καὶ ἐνδυόμενον αὐτὸν κροκωτὸν, καὶ ὑποδούμενον Σικυώνια, διατελεῖν ὀρχούμενον.

t30-31

E LIBRO VICESIMO SECUNDO.

30

Athenaeus IV: Ὁ μὲν οὖν Δημοχάρης τοσαῦτα εἴρηκε περὶ τῆς Ἀθηναίων κολακείας· Δοῦρις δ’ ὁ Σάμιος ἐν τῇ δευτέρᾳ καὶ εἰκοστῇ τῶν Ἱστοριῶν καὶ αὐτὸν τὸν ἰθύ‐
5φαλλον· Ὡς οἱ μέγιστοι τῶν θεῶν καὶ φίλτατοι
τῇ πόλει πάρεισιν. Ἐνταῦθα γὰρ Δήμητρα καὶ Δημήτριον
ἅμα παρῆγ’ ὁ καιρός.
10Χἠ μὲν τὰ σεμνὰ τῆς Κόρης μυστήρια ἔρχεθ’ ἵνα ποιήσῃ, ὁ δ’ ἱλαρὸς, ὥσπερ τὸν θεὸν δεῖ, καὶ καλὸς καὶ γελῶν πάρεστι. Σεμνὸν, ὅθι φαίνεθ’, οἱ φίλοι πάντες κύκλῳ,
15 ἐν μέσοισι δ’ αὐτὸς, ὅμοιος ὥσπερ οἱ φίλοι μὲν ἀστέρες, ἥλιος δ’ ἐκεῖνος. Ὦ τοῦ κρατίστου παῖ Ποσειδῶνος θεοῦ,
χαῖρε, κἀφροδίτης.476
20Ἄλλοι μὲν ἢ μακρὰν γὰρ ἀπέχουσιν θεοὶ ἢ οὐκ ἔχουσιν ὦτα, ἢ οὐκ εἰσὶν, ἢ οὐ προσέχουσιν ἡμῖν οὐδὲ ἕν· σὲ δὲ παρόνθ’ ὁρῶμεν, οὐ ξύλινον, οὐδὲ λίθινον, ἀλλ’ ἀληθινόν.
25 Εὐχόμεσθα δή σοι· πρῶτον μὲν εἰρήνην ποίησον, φίλτατε· κύριος γὰρ εἶ σύ. Τὴν δ’ οὐχὶ Θηβῶν, ἀλλ’ ὅλης τῆς Ἑλλάδος Σφίγγα περικρατοῦσαν,
30Αἰτωλὸς ὅστις ἐπὶ πέτρας καθήμενος, ὥσπερ ἡ παλαιὰ, τὰ σώμαθ’ ἡμῶν πάντ’ ἀναρπάσας φέρει, κοὐκ ἔχω μάχεσθαι, (Αἰτωλικὸν γὰρ, ἁρπάσαι τὰ τῶν πέλας,
35 νῦν δὲ καὶ τὰ πόρρω·) μάλιστα μὲν δὴ κόλασον αὐτός· εἰ δὲ μὴ, Οἰδίπουν τιν’ εὑρὲ, τὴν Σφίγγα ταύτην ὅστις ἢ κατακρημνιεῖ, ἢ σπίνον ποιήσει.
40 Ταῦτ’ ᾖδον οἱ Μαραθωνομάχαι οὐ δημοσίᾳ μόνον, ἀλλὰ καὶ κατ’ οἰκίαν, οἱ τὸν προσκυνήσαντα τὸν Περ‐ σῶν βασιλέα ἀποκτείναντες, οἱ τὰς ἀναρίθμους μυριάδας τῶν βαρβάρων φονεύσαντες.

31

Athenaeus XII: Δοῦρις δ’ ἐν τῇ δευτέρᾳ καὶ εἰκοστῇ τῶν Ἱστοριῶν «Παυσανίας μὲν (φησὶν) ὁ τῶν Σπαρτιατῶν βασιλεὺς, καταθέμενος τὸν πάτριον τρίβωνα, τὴν Περσικὴν ἐνεδύετο στολήν. Ὁ δὲ Σι‐
5κελίας τύραννος Διονύσιος ξυστίδα καὶ χρυσοῦν στέφα‐ νον ἐπὶ περόνῃ μετελάμβανε τραγικόν. Ἀλέξανδρος δ’, ὡς τῆς Ἀσίας ἐκυρίευσε, Περσικαῖς ἐχρῆτο στολαῖς. Δημήτριος δὲ πάντας ὑπερέβαλλε. Τὴν μὲν γὰρ ὑπό‐ δεσιν, ἣν εἶχε, κατεσκεύαζεν ἐκ πολλοῦ δαπανήματος·
10ἦν γὰρ κατὰ μὲν τὸ σχῆμα τῆς ἐργασίας σχεδὸν ἐμβά‐ της, πίλημα λαμβάνων τῆς πολυτελεστάτης πορφύρας· τούτῳ δὲ χρυσοῦ πολλὴν ἐνύφαινον ποικιλίαν ὀπίσω καὶ ἔμπροσθεν ἐνιέντες οἱ τεχνῖται. Αἱ δὲ χλαμύδες αὐτοῦ ἦσαν ὄρφνινον ἔχουσαι τὸ φέγγος τῆς χρόας, τὸ δὲ πᾶν
15ὁ πόλος ἐνύφαντο, χρυσοῦς ἀστέρας ἔχων καὶ τὰ δώδεκα ζώδια. Μίτρα δὲ χρυσόπαστος ἦν, ἣ καυσίαν ἁλουργῆ οὖσαν ἔσφιγγεν, ἐπὶ τὸ νῶτον φέρουσα τὰ τελευταῖα καταβλήματα τῶν ὑφασμάτων. Γινομένων δὲ τῶν Δημητρίων Ἀθήνησιν, ἐγράφετο ἐπὶ τοῦ προσκηνίου ἐπὶ
20τῆς οἰκουμένης ὀχούμενος.»

t32-33

E LIBRO VICESIMO TERTIO.

32

Athenaeus XII: Καὶ Δοῦρις δέ φησιν ἐν τῇ εἰκοστῇ τρίτῃ τῶν Ἱστοριῶν, ὡς ἦν τὸ παλαιὸν τοῖς δυνάσταις ἐπιθυμία τῆς μέθης. Διὸ ποιεῖν τὸν Ὅμηρον τῷ Ἀγαμέμνονι λοιδορούμενον τὸν Ἀχιλλέα καὶ λέ‐
5γοντα (Il, A, 225), Οἰνοβαρὲς, κυνὸς ὄμματ’ ἔχων. Καὶ τὸν θάνατον δὲ ἀποσημαίνων τοῦ βασιλέως, φησὶν (Od. Λ, 418), Ὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσας
10
κείμεθα·
δεικνύων καὶ τὸν θάνατον αὐτοῦ παρ’ αὐταῖς ταῖς ἐπι‐ θυμίαις τῆς μέθης γενόμενον.
477

33

Plinius H.N. VIII, 40: Canis, Iasone Lycio interfecto, cibum capere noluit, indeiaque consum‐ ptus est. Is vero, cui nomen Hyrcani reddidit Duris, accenso regis Lysimachi rogo, iniecit se flammae:
5similiterque Hieronis regis.

t34-46

ΤΑ ΠΕΡΙ ΑΓΑΘΟΚΛΕΑ.

t34-36

E LIBRO SECUNDO.

34

Athenaeus XIV: «Λίβυν δὲ τὸν αὐλὸν προσαγορεύουσιν οἱ ποιηταὶ (φησὶ Δοῦρις ἐν δευτέρῳ τῶν Περὶ Ἀγαθοκλέα), ἐπειδὴ Σειρίτης, ὃς δοκεῖ πρῶτον εὑρεῖν τὴν αὐλητικὴν, Λίβυς ἦν τῶν Νομάδων, ὃς καὶ
5κατηύλησε τὰ μητρῷα πρῶτος.»

35

Schol. Aristoph. Vesp. 1030: Δοῦρις δ’ ἐν βʹ Λι‐ βυκῶν ἱστορεῖ, γυναῖκα καλὴν γενέσθαι τὴν Λάμιαν, μιχθέντος δὲ αὐτῇ Διὸς, ὑφ’ Ἥρας ζηλοτοπουμένην ἃ ἔτικτεν ἀπολλύναι· διόπερ ἀπὸ τῆς λύπης δύσμορφον
5γεγονέναι, καὶ τὰ τῶν ἄλλων παιδία ἀναρπάζουσαν διαφθείρειν.

36

Tzetzes Lyc. 847: Τινὲς δέ φασιν ἐν Λιβύῃ εἶναι τὰς πηγὰς τοῦ Νείλου, ὡς Δοῦρις· ἀλλ’ οὐκ ἔστι τοῦτο ἀληθές.

t37

E LIBRO TERTIO.

37

Athen. XIII: Ἐμοὶ μὲν γὰρ καὶ κατὰ φύσιν δοκεῖ πεποιηκέναι Κλεώνυμος ὁ Σπαρτιάτης, πρῶ‐ τος ἀνθρώπων εἰς ὁμηρείαν λαβὼν παρὰ Μεταποντίνων γυναῖκας, παρθένους τὰς ἐνδοξοτάτας καὶ καλλίστας
5διακοσίας, ὡς ἱστορεῖ Δοῦρις ὁ Σάμιος ἐν τῇ τρίτῃ τῶν Περὶ Ἀγαθοκλέα ἱστοριῶν.

t38-46

E LIBRO QUARTO.

38

Suidas: Εὐρύβατος· πονηρὸς, ἀπὸ τοῦ πεμφθέντος ὑπὸ Κροίσου ἐπὶ ξενολογίᾳ μετὰ χρημάτων, ὥς φησιν Ἔφορος, εἶτα μεταβαλλομένου πρὸς Κῦρον· ἦν δὲ Ἐφέσιος. Οἱ δὲ τὸν Κέρκωπα τὸν ἕτερον. Διότιμος
5Ἡρακλέους ἄθλοις· «Κέρκωπες, τοὶ πολλὰ κατὰ τριόδους πατέοντες Βοιωτῶν σίνοντο· γένος δ’ ἔσαν Οἰχιαλῆες, Ὦλός τ’ Εὐρύβατός τε, δύω βαρυδαίμονες ἄνδρες.» Νί‐ κανδρος Αἰγίνεον Εὐρύβατον πανουργότατον· οὗ μνη‐ μονεύει Ἀριστοτέλης ἐν αʹ Περὶ δικαιοσύνης. Δοῦρις δὲ
10ἐν δʹ τῶν Περὶ Ἀγαθοκλέα ἀπὸ τοῦ Ὀδυσσέως ἑταίρου.478

39

Schol. Apoll. Rh. I, 501: Δοῦρίς φησι τοὺς ὑπὸ τῶν γιγάντων κατενεχθέντας λίθους, τοὺς μὲν εἰς τὴν θάλασσαν πεσόντας γενέσθαι νήσους, τοὺς δὲ εἰς τὴν γῆν ὄρη.

40a

Diodor. XXI, 6: Ἐπὶ τοῦ πολέμου τῶν Τυρρηνῶν καὶ Γαλατῶν καὶ Σαμνιτῶν καὶ τῶν ἑτέρων συμμάχων, ἀνηρέθησαν ὑπὸ Ῥωμαίων, Φαβίου ὑπατεύοντος, δέκα μυριάδες, ὥς φησι Δοῦρις.

40b

Tzetzes ad Lyc. 1378: Γράφει δὲ τοιοῦτόν τι Δοῦρις, Διόδωρος καὶ Δίων, ὅτι Σαυνιτῶν, Τυρρηνῶν καὶ ἑτέρων ἐθνῶν πολεμούντων Ῥωμαίοις ὁ Δέκιος ὕπατος Ῥωμαίων,
5συστρατηγὸς ὢν Τορκουάτου, οὕτως ἔδωκεν ἑαυτὸν εἰς σφαγὴν, καὶ ἀνῃρέθησαν τῶν ἐναντίων ἑκατὸν χιλιάδες αὐθημερόν.

41

Athenaeus XII: Δοῦρις δ’ ἐν τῇ δʹ τῶν Περὶ Ἀγαθοκλέα, καὶ πλησίον Ἱππωνίου πόλεως ἄλσος τι δείκνυσθαι, κάλλει διάφορον καὶ κατάρρυτον ὕδασιν, ἐν ᾧ καὶ τόπον τινὰ εἶναι καλούμενον Ἀμαλθείας κέρας,
5ὃ τὸν Γέλωνα κατασκευάσαι.

42

Tzetzes ad Lyc. 772: Δοῦρις ὁ Σάμιος ἐν τῷ Περὶ Ἀγαθοκλέους φησὶ τὴν Πηνελόπην συγγενέσθαι πᾶσι τοῖς μνηστῆρσι καὶ γεννῆσαι τραγοσκελῆ Πᾶνα. Φλυα‐ ρεῖ δὲ περὶ τοῦ Πανός· ὁ Πᾶν γὰρ Ἑρμοῦ καὶ Πηνελό‐
5πης ἄλλης γέγονε, καὶ ἕτερος Πᾶν Διὸς καὶ Ὕβρεως.

43

Argum. Idyll. Theocr. VI.: Δοῦρίς φησιν, διὰ τὴν τῶν θρεμμάτων πολυπλήθειαν καὶ τοῦ γάλακτος ἱδρύσασθαι ἱερὸν ἐν Αἴτνῃ τῇ Γαλατείᾳ. Φιλόξενον δὲ τὸν
5Κυθήριον ἐπιδημήσαντα, καὶ μὴ δυνάμενον ἐπινοῆσαι τὴν αἰτίαν, ἀναπλάσαι, ὅτι Πολύφημος ἤρα Γαλατείας.479

44

Athenaeus I: Ἐθαυμάζετο δὲ καὶ Ξενοφῶν ὁ θαυματοποιὸς, ὃς μαθητὴν κατέλιπε Κρατισθένη τὸν Φλιάσιον· ὃς πῦρ τε αὐτόματον ἐποίει ἀναφύεσθαι, καὶ ἄλλα πολλὰ φάσματα ἐτεχνᾶτο, ἀφ’ ὧν ἐξίστα τῶν
5ἀνθρώπων τὴν διάνοιαν. Τοιοῦτος ἦν καὶ Νυμφόδωρος ὁ θαυματοποιὸς, ὃς προσκρούσας Ῥηγίνοις, ὥς φησι Δοῦρις, εἰς δειλίαν αὐτοὺς ἔσκωψε πρῶτος.

45

Athenaeus XI: Ὁ τοὺς μίμους πεποι‐ ηκὼς (Σώφρων), οὓς ἀεὶ διὰ χειρὸς ἔχειν Δοῦρίς φησι τὸν σοφὸν Πλάτωνα.

46

Stephan. Byz.: Ἀκράγαντες, πόλεις πέντε Σικε‐ λίας, ἀπὸ ποταμοῦ παραρρέοντος· φησὶ γὰρ Δοῦρις, ὅτι αἱ πλεῖσται τῶν Σικελῶν πόλεων ἐκ τῶν ποταμῶν ὀνομάζονται, Συρακούσας, Γέλαν, Ἱμέραν, Σελινοῦντα
5καὶ Φοινικοῦντα καὶ Ἐρύκην καὶ Κάμικον, Ἁλυκόν τε καὶ Θέρμον καὶ Καμαρῖναν, ὡς καὶ ἐν Ἰταλίᾳ.

t47-69

ΣΑΜΙΩΝ ὯΡΟΙ.

t47-49a

E LIBRO PRIMO

47

Athenaeus XII: Περὶ δὲ τῆς Σαμίων τρυφῆς Δοῦρις ἱστορῶν παρατίθεται Ἀσίου ποιήματα, ὅτι ἐφόρουν χλιδῶνας περὶ τοῖς βραχίοσι καὶ τὴν ἑορτὴν ἄγοντες τῶν Ἡραίων ἐβάδιζον κατεκτενισμένοι τὰς
5κόμας ἐπὶ τὸ μετάφρενον καὶ τοὺς ὤμους. Τὸ δὲ νόμι‐ μον τοῦτο μαρτυρεῖσθαι καὶ ὑπὸ παροιμίας τῆσδε, Βαδίζειν Ἡραῖον ἐμπεπλεγμένον. Ἔστι δὲ τὰ τοῦ Ἀσίου ἔπη οὕτως ἔχοντα· Οἱ δ’ αὔτως φοίτεσκον, ὅπως πλοκάμους κτενίσαιντο,
10εἰς Ἥρης τέμενος, πεπυκασμένοι εἵμασι καλοῖς· χιονίοισι χιτῶσι πέδον χθονὸς εὐρέος εἶχον· χαῖτας δ’ ᾐωρεῦντ’ ἀνέμῳ χρυσέοις ἐνὶ δεσμοῖς· χρύσειαι δὲ κόρυμβαι ἐπ’ αὐτῶν τέττιγες ὥς· δαιδάλεοι δὲ χλιδῶνες ἄρ’ ἀμφὶ βραχίοσιν. **
15****ήσαντες ὑπασπίδιον πολεμιστήν.

48

Steph. Byz: Αὐασίς, πόλις Αἰγύπτου. Ταύτην δὲ καὶ Ὄασιν καλοῦσιν .... Ἡρόδοτος δὲ καὶ Δοῦρις Μα‐
κάρων αὐτὴν ὠνόμασαν νῆσον.480

49

Zenob. Prov. V, 64: Πολυκράτης μητέρα νέμει. Μέμνηται ταύτης Δοῦρις. Λέγει δὲ ὅτι Πο‐ λυκράτης ὁ Σάμιος τῶν ἐν τῷ πολέμῳ ἀποθανόντων τὰς μητέρας συναγαγὼν δέδωκε τοῖς πλουσίοις τῶν πο‐
5λιτῶν τρέφειν, πρὸς ἕκαστον λέγων ὅτι· Μητέρα σοι ταύτην δίδωμι. Ὅθεν ἡ παροιμία ἐκράτησεν.

49a

Steph. Byz.: Γόργυια, τόπος ἐν Σάμῳ, ὡς ἱστορεῖ Δοῦρις, ἐν ᾧ Διονύσιος Γοργυιεὺς τιμᾶται.

t50-68

E LIBRO SECUNDO.

50

Schol. Eurip. Hec. 915: Δοῦρις ἐν τῷ βʹ τῶν Ὥρων γράφει οὕτως, ὡς ὑπὸ Αἰγινητῶν πειρατευόμε‐ νοι Ἀθηναῖοι στρατείαν κατ’ αὐτῶν ἀποστέλλουσιν, οἱ δὲ ἅμα Σπαρτιάταις ἅπαντας
5ἀπέκτειναν. Εἷς δὲ ὑπέστρεψεν ἄγγελος, ὃν περιστᾶ‐ σαι τῶν τεθνεώτων αἱ γυναῖκες καὶ τὰς περόνας τῶν ὤμων ἀφελόμεναι ἐξετύφλωσαν, εἶτα ἀπέκτειναν. Οἱ δὲ Ἀθηναῖοι δεινὸν ἡγησάμενοι τὸ πραχθὲν, περιεῖλον τῶν γυναικῶν τὰς περόνας, ἐπείπερ εἰς ὁπλισμὸν αὐταῖς
10ἐχρήσαντο, καὶ οὐ πρὸς φυλακὴν τῆς ἀμπεχόνης. Αὐ‐ τοί τε ἐκόμων, αἱ δὲ γυναῖκες ἐκείροντο, καὶ τοῖς μὲν ἀνδράσι ποδήρεις ἦσαν οἱ χιτῶνες, αἱ δὲ γυναῖκες ἐβρύα‐ ζον ταῖς Δωρίαις στολαῖς. Διὸ γυμνὰς καὶ τὰς ἀχίτω‐ νας Δωριάζειν ἔφασαν.

51

Diogenes L. I, 119: Φησὶ δὲ Δοῦρις ἐν τῷ δευτέρῳ τῶν Ὥρων ἐπιγεγράφθαι αὐτῷ (Φερεκύδει) τὸ ἐπί‐ γραμμα τόδε· Τῆς σοφίης πάσης ἐν ἐμοὶ τέλος· ἢ δέ τι πάσχω,
5Πυθαγόρῃ τῷ ’μῷ λέγε ταῦθ’, ὅτι πρῶτος ἁπάντων
ἐστὶν ἀν’ Ἑλλάδα γῆν. Οὐ ψεύδομαι ὧδ’ ἀγορεύων.481

52

Idem I, 22: Ἦν τοίνυν ὁ Θαλῆς, ὡς μὲν Ἡρό‐ δοτος καὶ Δοῦρις καὶ Δημόκριτός φασιν, πατρὸς μὲν Ἐξαμύου, μητρὸς δὲ Κλεοβουλίνης, ἐκ τῶν Θηλιδῶν, οἵ εἰσι Φοίνικες, εὐγενέστατοι τῶν ἀπὸ Κάδμου καὶ Ἀγήνο‐
5ρος, καθὰ καὶ Πλάτων φησί ... Ἐπολιτογραφήθη δὲ ἐν Μιλήτῳ, ὅτε ἦλθε σὺν Νειλέῳ ἐκπεσόντι Φοινίκης.

53

Diogen. L. I, 74: Πιττακὸς, Ὑρραδίου, Μυτι‐ ληναῖος. Φησὶ δὲ Δοῦρις τὸν πατέρα αὐτοῦ Θρᾷκα εἶναι.

54

Diogen. L. I, 82: Βίας, Τευτάμου, Πριηνεύς ... τοῦτον οἱ μὲν πλούσιον, Δοῦρις δὲ πάροικόν φησι γεγο‐ νέναι.

55

Diogen. L. I, 89: Κλεόβουλος, Εὐαγόρου, Λίν‐ διος· ὡς δὲ Δοῦρις, Κάρ.

56

Porphyr. Vit. Pyth. 3: Δοῦρις δ’ ὁ Σάμιος ἐν δευτέρῳ τῶν Ὥρων παῖδά τ’ αὐτοῦ ἀναγράφει Ἀρίμνη‐ στον, καὶ διδάσκαλόν φησι γενέσθαι Δημοκρίτου. Τὸν δ’ Ἀρίμνηστον κατελθόντ’ ἀπὸ τῆς φυγῆς, χαλκοῦν
5ἀνάθημα τῷ ἱερῷ τῆς Ἥρας ἀναθεῖναι, τὴν διάμετρον ἔχον ἐγγὺς δύο πήχεων, οὗ ἐπίγραμμα ἦν ἐγγεγραμμέ‐ νον τόδε· Πυθαγόρεω φίλος υἱὸς Ἀρίμνηστός μ’ ἀνέθηκε,
πολλὰς ἐξευρὼν εἰνὶ λόγοις σοφίας.
10Τοῦτο δ’ ἀνελόντα Σῖμον τὸν Ἁρμονικὸν καὶ τὸν κα‐ νόνα σφετερισάμενον ἐξενεγκεῖν ὡς ἴδιον· εἶναι μὲν οὖν ἑπτὰ τὰς ἀναγεγραμμένας σοφίας, διὰ δὲ τὴν μίαν, ἣν Σῖμος ὑφείλετο, συναφανισθῆναι καὶ τὰς ἄλλας τὰς ἐν τῷ ἀναθήματι γεγραμμένας.

57

Suidas: Πανύασις, Πολυάρχου, Ἁλικαρνασσεύς ... Δοῦρις δὲ Διοκλέους τε παῖδα ἀνέγραψε καὶ Σάμιον· ὁμοίως καὶ Ἡρόδοτον Θούριον.

58

Harpocratio: Ἀσπασία ... Περικλέους φασὶν αὐτὴν διδάσκαλόν τε ἅμα καὶ ἐρωμένην εἶναι. Δοκεῖ δὲ δυοῖν πολέμων αἰτία γεγονέναι, τοῦ τε Σαμιακοῦ καὶ τοῦ Πελοποννησιακοῦ, ὡς ἔστι μαθεῖν παρά τε Δούριδος
5τοῦ Σαμίου καὶ Θεοφράστου ἐκ τοῦ δʹ τῶν Πολιτικῶν
καὶ ἐκ τῶν Ἀριστοφάνους Ἀχαρνέων.482

59

Photius Lex. v. [Σαμίων ὁ δῆμός ἐστιν ὡς πολυ‐ γράμματος]: Οἱ δὲ ὅτι Ἀθηναῖοι μὲν τοὺς ληφθέντας ἐν πολέμῳ Σαμίους ἔστιζον γλαυκὶ,
5Σάμιοι δὲ σαμαίνῃ· ὅ ἐστι πλοῖον δίκροτον, ὑπὸ Πολυκράτους πρῶτον κατασκευασθὲν τοῦ Σαμίων τυράννου, ὡς Λυ‐ σίμαχος ἐν δευτέρῳ Νόστων. Τὸ δὲ πλάσμα Δούριδος.

60

Plutarch. Pericl. c. 28: Ἐνάτῳ δὲ μηνὶ τῶν Σα‐ μίων παραστάντων ὁ Περικλῆς τὰ τείχη καθεῖλε, καὶ τὰς ναῦς παρέλαβε καὶ χρήμασι πολλοῖς ἐζημίωσεν· ὧν τὰ μὲν εὐθὺς ἤνεγκαν οἱ Σάμιοι, τὰ δ’ ἐν χρόνῳ ῥητῷ
5ταξάμενοι κατοίσειν, ὁμήρους ἔδωκαν. Δοῦρις δ’ ὁ Σά‐ μιος τούτοις ἐπιτραγῳδεῖ, πολλὴν ὠμότητα τῶν Ἀθη‐ ναίων καὶ τοῦ Περικλέους κατηγορῶν, ἣν οὔτε Θουκυ‐ δίδης ἱστόρηκεν, οὔτ’ Ἔφορος, οὔτ’ Ἀριστοτέλης· ἀλλ’ οὐδ’ ἀληθεύειν ἔοικεν, ὡς ἄρα τοὺς τριηράρ‐
10χους καὶ τοὺς ἐπιβάτας τῶν Σαμίων εἰς τὴν Μιλησίων ἀγορὰν ἀγαγὼν, καὶ σανίσι προσδήσας ἐφ’ ἡμέρας δέκα, κακῶς ἤδη διακειμένους προσέταξεν ἀνελεῖν, ξύλοις τὰς κεφαλὰς συγκόψαντας, εἶτα προβαλεῖν ἀκήδευτα τὰ σώματα. Δοῦρις μὲν οὖν οὐδ’ ὅπου μηδὲν αὐτῷ πρόσ‐
15εστιν ἴδιον πάθος, εἰωθὼς κρατεῖν τὴν διήγησιν ἐπὶ τῆς ἀληθείας, μᾶλλον ἔοικεν ἐνταῦθα δεινῶσαι τὰς τῆς πατρίδος συμφορὰς ἐπὶ διαβολῇ τῶν Ἀθηναίων.

61a

Cic. Epp. ad Att. VI, 1, 18: Quis non dixit, Εὔπολιν τὸν τῆς ἀρχαίας, ab Alcibiade, navigante in Siciliam, dejectum esse in mare? Redarguit Eratosthenes: affert enim,
5quas ille post id tempus fabulas docuerit. Num idcirco Duris Samius, homo in historia diligens, quod cum multis erravit, irridetur?

61b

Schol. Aristid. ap. Creuzerum ad Plotin. De pulchr.: Λέγουσιν ὅτι ἐκωμῴδουν ὀνομαστὶ τοὺς ἄνδρας μέχρις Εὐπόλιδος. Περιεῖλε δὲ τοῦτο Ἀλ‐ κιβιάδης ὁ στρατηγὸς καὶ ῥήτωρ· κωμῳδηθεὶς γὰρ παρὰ
5Εὐπόλιδος, ἔρριψεν αὐτὸν ἐν τῇ θαλάττῃ ἐν Σικελίᾳ συστρατευόμενον, εἰπών· Βάπτες μ’ ἐν θυμέλῃσιν· ἐγὼ δέ σε κύμαρι πόντου
βαπτίζων ὀλέσω νάμασι πικροτάτοις.

62

Harpocratio: Ἀνδοκίδου Ἑρμῆς. Αἰσχίνης ἐν τῷ Κατὰ Τιμάρχου· «Ἔπειτα τὸν Ἑρμῆν τὸν
Ἀνδοκίδου καλούμενον οὐκ Ἀνδοκίδου ἀλλ’ Αἰγηίδος φυλῆς εἶναι ἀνάθημα.» Καὶ αὐτὸς Ἀνδοκίδης ἐν τῷ483
5Περὶ τῶν μυστηρίων ὅτι τῆς Αἰγηίδος εἴη τὸ ἀνάθημα εἴρηκεν, ὥστε ὁ Δοῦρις αὐτοσχεδιάζει Ἀνδοκίδου αὐτὸ εἶναι λέγων.

63

Plutarch. Agesil. c. 3: Βασιλεύοντος δ’ Ἄγιδος ἧκεν Ἀλκιβιάδης ἐκ Σικελίας φυγὰς εἰς Λακεδαίμονα· καὶ χρόνον οὔπω πολὺν ἐν τῇ πόλει διάγων αἰτίαν ἔσχε τῇ γυναικὶ τοῦ βασιλέως Τιμαίᾳ συνεῖναι. Καὶ τὸ
5γεννηθὲν ἐξ αὐτῆς παιδάριον οὐκ ἔφη γινώσκειν ὁ Ἆγις, ἀλλ’ ἐξ Ἀλκιβιάδου γεγονέναι. Τοῦτο δὲ οὐ πάνυ δυσ‐ κόλως τὴν Τιμαίαν ἐνεγκεῖν φησὶ Δοῦρις, ἀλλὰ καὶ ψιθυρίζουσαν οἴκοι πρὸς τὰς εἱλωτίδας Ἀλκιβιάδην τὸ παιδίον, οὐ Λεωτυχίδην, καλεῖν. Καὶ μέντοι καὶ τὸν
10Ἀλκιβιάδην αὐτὸν οὐ πρὸς ὕβριν φάναι τῇ Τιμαίᾳ πλησιάζειν, ἀλλὰ φιλοτιμούμενον βασιλεύεσθαι Σπαρ‐ τιάτας ὑπὸ τῶν ἐξ ἑαυτοῦ γεγονότων.

64

Plutarch. Alcib. c. 32: Ὁ δ’ Ἀλκιβιάδης, ἰδεῖν τε ποθῶν ἤδη τὰ οἴκοι καὶ ἔτι μᾶλλον ὀφθῆναι βουλό‐ μενος τοῖς πολίταις νενικηκὼς τοὺς πολεμίους τοσαυτά‐ κις ἀνήχθη, πολλαῖς μὲν ἀσπίσι καὶ λαφύροις κύκλῳ
5κεκοσμημένων τῶν Ἀττικῶν τριήρων, πολλὰς δ’ ἐφελ‐ κόμενος αἰχμαλώτους, ἔτι δὲ πλείω κομίζων ἀκροστόλια τῶν διεφθαρμένων ὑπ’ αὐτοῦ καὶ κεκρατημένων. Ἦσαν γὰρ οὐκ ἐλάττους συναμφότεραι διακοσίων. Ἃ δὲ Δοῦρις ὁ Σάμιος, Ἀλκιβιάδου φάσκων ἀπόγονος εἶναι,
10προστίθησι τούτοις, αὐλεῖν μὲν εἰρεσίαν τοῖς ἐλαύνουσι Χρυσόγονον τὸν Πυθιονίκην, κελεύειν δὲ Καλλιππίδην τὸν τῶν τραγῳδιῶν ὑποκριτὴν, στατὸν καὶ ξυστίδα καὶ τὸν ἄλλον ἐναγώνιον ἀμπεχόμενον κόσμον, ἱστίῳ δ’ ἁλουργῷ τὴν ναυαρχίδα προσφέρεσθαι τοῖς λιμέσιν,
15ὥσπερ ἐκ μέθης ἐπικωμάζοντος, οὔτε Θεόπομπος οὔτ’ Ἔφορος οὔτε Ξενοφῶν γέγραφεν· οὔτ’ εἰκὸς ἦν οὕτως ἐντρυφῆσαι τοῖς Ἀθηναίοις μετὰ φυγὴν καὶ συμφο‐ ρὰς τοσαύτας κατερχόμενον.

65a

Plutarch. Lys. c. 18: Τότε δ’ οὖν ὁ Λύσανδρος ὅσον οὐδεὶς τῶν πρόσθεν Ἑλλήνων δυνηθεὶς ἐδόκει φρονήματι καὶ ὄγκῳ μείζονι κεχρῆσθαι τῆς δυνάμεως. Πρῶτον
5μὲν γὰρ, ὡς ἱστορεῖ Δοῦρις, Ἑλλήνων ἐκείνῳ καὶ βω‐ μοὺς αἱ πόλεις ἀνέστησαν ὡς θεῷ καὶ θυσίας ἔθυσαν, εἰς δὲ πρῶτον παιᾶνες ᾔσθησαν, ὧν ἑνὸς ἀρχὴν ἀπο‐ μνημονεύουσι τοιάνδε·
Τὸν Ἑλλάδος ἀγαθέας,
10στραταγὸν ἀπ’ εὐρυχόρου Σπάρτας ὑμνήσομεν, ὦ, ἰὴ Παιάν.
Σάμιοι δὲ τὰ παρ’ αὑτοῖς Ἡραῖα Λυσάνδρια καλεῖν ἐψηφίσαντο. Τῶν δὲ ποιητῶν Χοιρίλον μὲν ἀεὶ περὶ484
15αὑτὸν εἶχεν ὡς κοσμήσοντα τὰς πράξεις διὰ ποιητικῆς, Ἀντιλόχῳ δὲ ποιήσαντι μετρίους τινὰς εἰς αὐτὸν στίχους ἡσθεὶς ἔδωκε πλήσας ἀργυρίου τὸν πῖλον. Ἀντιμάχου δὲ τοῦ Κολοφωνίου καὶ Νικηράτου τινὸς Ἡρακλεώτου ποιήματι Λυσάνδρια διαγωνισαμένων ἐπ’ αὐτοῦ τὸν
20Νικήρατον ἐστεφάνωσεν, ὁ δὲ Ἀντίμαχος ἀχθεσθεὶς ἠφάνισε τὸ ποίημα. Πλάτων δὲ νέος ὢν τότε καὶ θαυ‐ μάζων τὸν Ἀντίμαχον ἐπὶ τῇ ποιητικῇ βαρέως φέροντα τὴν ἧτταν ἀνελάμβανε καὶ παρεμυθεῖτο τοῖς ἀγνοοῦσι κακὸν εἶναι φάμενος τὴν ἄγνοιαν, ὥσπερ τὴν τυφλότητα
25τοῖς μὴ βλέπουσιν. Ἐπεὶ μέντοι ὁ κιθαρῳδὸς Ἀρι‐ στόνους ἑξάκις Πύθια νενικηκὼς ἐπηγγέλλετο τῷ Λυ‐ σάνδρῳ φιλοφρονούμενος, ἂν νικήσῃ πάλιν, Λυσάνδρου κηρύξειν ἑαυτὸν, «Ἦ δοῦλον;» εἶπεν.

65b

Athenaeus XV: Οὐκ ἔχει δ’ οὐδὲ τὸ παιανικὸν ἐπίρρημα, καθάπερ ὁ εἰς Λύ‐ σανδρον τὸν Σπαρτιάτην γραφεὶς ὄντως παιὰν, ὅν φησι Δοῦρις ἐν τοῖς Σαμίων ἐπιγραφομένοις Ὥροις
5ᾄδεσθαι ἐν Σάμῳ.

66

Etym. M: Ἰήιος δὲ ὁ Ἀπόλλων λέγεται, ὡς μὲν Δοῦρις, ὅτι ἐν ἀγκάλαις βαστάσασα τὸν ἥλιον (scr. Ἀπόλλωνα) ἡ Λητὼ ἐνεκελεύσατο εἰποῦσα· Ἱήιε παιῆον.

67

Proclus ad Plat. Tim. I: Εἴπερ τις ἄλλος καὶ ποιητῶν ἄριστος κριτὴς ὁ Πλάτων ... Ἡρακλείδης γοῦν ὁ Ποντικός φησιν, ὅτι τῶν Χοιρίλου τότε εὐδοκι‐ μούντων, Πλάτων τὰ Ἀντιμάχου προὐτίμησε, καὶ
5αὐτὸν ἔπεισε τὸν Ἡρακλείδην εἰς Κολοφῶνα ἐλθόντα τὰ ποιήματα συλλέξαι τοῦ ἀνδρός. Μάτην οὖν φληναφοῦσι Καλλίμαχος καὶ Δοῦρις, ὡς Πλάτωνος οὐκ ὄντος ἱκανοῦ κρίνειν ποιητάς.

68

Zenobius Prov. II, 28: Ἀττικὸς πάροικος. Δοῦρις [καὶ] περὶ αὐτῆς λέγει, ὅτι ἐπειδὴ Ἀθηναῖοι τοὺς περιοικοῦντας αὐτοῖς καὶ γειτνιῶντας ἐξέβαλον, ἡ παροιμία ἐκράτησε. Κράτερος δὲ ἀπὸ τῶν εἰς Σάμον
5πεμφθέντων Ἀθήνηθεν ἐποίκων τὴν παροιμίαν εἰρῆσθαι. Ἀττικοὶ γὰρ μεταπεμφθέντες εἰς Σάμον κἀκεῖ κατοι‐ κήσαντες τοὺς ἐγχωρίους ἐξέωσαν.485

t69

ΠΕΡΙ ΤΡΑΓῼΔΙΑΣ.

69

Athenaeus XIV: Δοῦρις δ’ ἐν τῷ Περὶ τραγῳδίας ὠνομάσθαι φησὶ τὴν μάγαδιν ἀπὸ Μάγδιος Θρᾳκὸς γένος.

t70

ΠΕΡΙ ΕΥΡΙΠΙΔΟΥ ΚΑΙ ΣΟΦΟΚΛΕΟΥΣ.

70

Athenaeus IV, 184, Δ: Δοῦρις δ’ ἐν τῷ Περὶ Εὐ‐ ριπίδου καὶ Σοφοκλέους Ἀλκιβιάδην φησὶ μαθεῖν τὴν αὐλητικὴν οὐ παρὰ τοῦ τυχόντος, ἀλλὰ Προνόμου, τοῦ μεγίστην ἐσχηκότος δόξαν.

t71-72

ΠΕΡΙ ΝΟΜΩΝ.

71

Etym. M. v. Θώραξ: Δοῦρις ὁ Σάμιος ἐν τῷ Περὶ νόμων φησὶν, ὅτι Διόνυσος ἐπιστρατεύσας Ἰνδοῖς καὶ μὴ δυνάμενος αὐτοὺς χειρώσασθαι κρατῆρα οἴνου πληρώσας πρὸ τῆς χώρας αὐτῶν
5ἔθηκεν· οἱ δὲ ἐμφορηθέντες τοῦ πόματος, ἀσυνήθεις ὄντες, οὕτως ἐχειρώθησαν μεθυσθέντες. Ὅθεν οἱ ποιηταὶ τὸ μεθύειν θωρήσσεσθαι λέγουσιν.

72

Schol. Platon. Hipp. maj: Δοῦρις δέ φησιν, ὅτι αὐτὴ (Μακάρια) τὴν πυρὰν τοῦ πατρὸς κα‐ τέσβεσεν· καὶ ἐξ ἐκείνου παρὰ Μακεδόσι νενόμισται τὰς θυγατέρας τῶν κηδευομένων, οἷς ἂν ὦσι παῖδες,
5τὸ αὐτὸ πράττειν ἐπὶ τοῖς πατράσιν.

t73-76

ΠΕΡΙ ΑΓΩΝΩΝ.

73

Tzetzes ad Lyc. 613: Τύμβον καλεῖ τὸν τάφον. Καὶ Δοῦρίς φησι ἐν τῷ Περὶ ἀγώνων, τοὺς βωμοὺς τάφους καλεῖσθαι.

74

Photius Lex.: Σελίνου στέφανος πένθιμος· τὸ γὰρ σέλινον πένθεσι προσήκει, ὡς ἔφη καὶ Δοῦρις ἐν τῷ
Περὶ ἀγώνων.486

75

Photius Lex.: Ἀγὼν, ὄνομα κύριον δηλοῖ, ὡς Δοῦρις ἱστορεῖ.

76

Schol. Platon.: Πρὸς δύο οὐδ’ ὁ Ἡρακλῆς. Ταύτης τὴν αἰτίαν ὁ Δοῦρις οὕτως ἀφηγεῖται. Ἡρακλέα φησὶ βωμὸν δειμάμενον ἐπὶ τῷ Ἀλφειῷ πυγμῆς ἀγῶνα καταθεῖναι, καὶ νικήσαντα, τὴν
5ἑξῆς Ὀλυμπιάδα πάλιν ἀγωνιζόμενον, ὑπὸ Ἐλάτου καὶ Φεράνδρου πάλῃ ληφθῆναι, καὶ ἐξ ἐκείνου τὸ Πρὸς δύο οὐδ’ Ἡρακλῆς παροιμιασθῆναι.

t77-78

ΠΕΡΙ ΖΩΓΡΑΦΩΝ.

77

Diogen. L. I, 38: Γεγόνασι δὲ καὶ ἄλλοι Θαλαῖ, ... Τέταρτος, οὗ μέμνηται Δοῦρις ἐν τῷ Περὶ ζωγρά‐ φων.

78

Idem II, 19: Δοῦρις δὲ καὶ δουλεῦσαι αὐτὸν (Σωκράτη) καὶ ἐργάσασθαι λίθους (φησίν)· εἶναί τε αὐτοῦ καὶ τὰς ἐν ἀκροπόλει Χάριτας ἔνιοί φασι, ἐνδεδυμένας οὔσας.

t79

De Toreutice

79

Plinius H. N. XXXIV, 19, 6: Lysippum Sicyo‐ nium Duris negat, Tullius fuisse discipulum affir‐ mat; sed primo aerarium fabrum, audendi ratio‐ nem cepisse pictoris Eupompi responso. Eum enim
5interrogatum, quem sequeretur antecedentium, di‐ xisse demonstrata hominum multitudine, naturam ipsam imitandam esse, non artificem.

t80-83

FRAGMENTA SEDIS INCERTAE.

80

Plutarch. Prov. I, 48: Δέχεται καὶ βῶ‐ λον Ἀλήτης. Ἀλήτης γὰρ, ὥς φησι Δοῦρις, ἀποπε‐ σὼν Κορίνθου, κατὰ χρησμὸν τοῦ θεοῦ ἀπεπειρᾶτο πάλιν κατελθεῖν· ἐν δὲ τῇ χώρᾳ περιιδών (l. περιιών)
5τινα βουκόλον ᾔτει τροφήν. Ὁ δὲ βῶλον ἐκ τῆς πήρας ἀράμενος ἐδίδου. Ὁ δὲ Ἀλήτης ἐδέξατο οἰωνισάμενος καὶ εἰπών· Δέχεται καὶ βῶλον Ἀλήτης.

81

Proverb. Bodl.: Ἐπὶ σαυτῷ τὴν σελήνην καθαιρεῖς... Δοῦρις δέ φησιν ἀστρολόγον προαγορεύοντα τὰς τῆς σελήνης ἐκλείψεις οὐκ εὖ ἀπαλλάξαι.

82

Zenobius II, 26: Ἀττικοὶ τὰ Ἐλευσίνια. Ἐλλείπει τὸ καθ’ ἑαυτούς. Λέγει δὲ Δοῦρις, ὅτι ὅταν καθ’ ἑαυτοὺς συλλεγέντες τινὲς πράττωσί τι, ἐπι‐ λέγουσιν ἑαυτοῖς· Ἀττικοὶ καὶ Ἐλευσίνια.

83a

Bekkeri Anecd. Gr.: Δοῦριν δὲ Ἀρι‐ στοτέλης φησὶ λέγειν ὅτι ἐκλήθη Ἀσιὰς (ἡ κιθάρα) ἀπὸ τῶν χρωμένον Λεσβίων, οἵτινες οἰκοῦσι πρὸς τῇ Ἀσιᾳ.

83b

Etym. M.: Κίθαρον, καθ’ ὁμοιότατα τῶν ὀστῶν πρὸς τὰς χόρδας. Ὁ δὲ Δοῦρις ἀπὸ τοῦ Κιθαιρῶνός φησιν,
ὅτι Ἀμφίων ἐκεῖσε ἐμουσικεύετο.487